Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 12.ΟΣΙΟΣ ΕΠΙΚΤΗΤΟΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ 7 ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΣ ΙΒ΄!!
ΕΠΙΚΤΗΤΟΣ ΟΣΙΟΣ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιανννίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τοῦ Σωτῆρος τοῖς ἴχνεσι, θεοφόρε Ἐπίκτητε, ἀκλινεῖ φρονήματι ἠκολούθησας, κόσμου λιπὼν τὴν προσπάθειαν, ἐνθέῳ σου ἔρωτι, καὶ Ἀγγέλων τὴν ζωήν, βιωσάμενος Ὅσιε· διὰ τοῦτο δέ, ὁ Δεσπότης τῶν ὅλων θαυμαστώσας, διὰ σοῦ ἡμῖν δωρεῖται, εἰρήνην θείαν καὶ ἔλεος.

Ὡς δοχεῖον τοῦ Πνεύματος, καὶ πολύτιμον σκήνωμα, δωρεὰν τῆς χάριτος εὐφημοῦμέν σε, ὡς ἀρετῶν ὐποτύπωσιν, καὶ βίου σεμνότητος, ἀληθῆ ὑπογραμμόν, θεοφόρε Ἐπίκτητε, καὶ τὴν μνήμην σου, τὴν ἁγίαν τελοῦμεν ἐτησίως, οἱ προστάτην σε πλουτοῦντες, καὶ πρὸς Χριστὸν πρέσβυν ἕτοιμον.

Τῶν Ἀγγέλων ἐφάμιλλος, τῇ συντόνῳ ἀσκήσει σου, Ὅσιε Ἐπίκτητε ἀναδέδειξαι· ὑπερφυεῖ πολιτείᾳ γάρ, σαυτὸν κατεκόσμησας, καὶ σαρκὸς καὶ τῶν φθαρτῶν, ὑπεράνω γενόμενος, τὴν ἰσάγγελον, ἐκομίσω λαμπρότητα θεόθεν, καὶ πρεσβεύεις τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Τῆς σαρκὸς ἅπαν σκίρτημα, ὁλικῶς καθυπέταξας, τῆς ζωῆς τῷ πνεύματι δι’ ἀσκήσεως, καὶ καθαρθεὶς τὴν διάνοιαν, Ἐπίκτητε Ὅσιε, ὑπεδέξω τῷ νοΐ, τὰς ἐλλάμψεις τοῦ Πνεύματος, δι’ ὧν ἔλυσας, τῶν παθῶν τὴν ὁμίχλην καὶ δαιμόνων τὴν ἀπάτην θεοφόρε, ὥσπερ ἀστὴρ οὐρανόφωτος.

Ὡς θερμὸν ἀντιλήπτορα, καὶ προστάτην καὶ ἔφορον, ἡ παροῦσα κώμη Πάτερ Ἐπίκτητε, ἡ τὸ σὸν ὄνομα φέρουσα, τιμᾷ χαρμοσύνως σε, καὶ βοᾷ σοι ἐκ ψυχῆς· ἀρψγὸς ἀεὶ ἔσο μοι, καὶ ἐπίκουρος , δυσπραγίας λυτρούμενός μοι πάσης, καὶ παρέχων μοι ἀπαύστως, τῆς σῆς εὐνοίας τὰς χάριτας.

Τοὺς τῷ θείῳ τεμένει σου, προσιόντας ἑκάστοτε, Ὅσιε Ἐπίκτητε μετὰ πίστεως, καὶ ἐξαιτοῦντας τὴν χάριν σου, κινδύνων καὶ θλίψεων, καὶ παντοίων πειρασμῶν, ἀνωτέρους διάσωζε, τῇ πρεσβείᾳ σου, καὶ τῆς σῆς εὐλογίας ἀεὶ δίδου, τὰς πλουσίας χορηγίας, τοῖς ἐκτελοῦσι τὴν μνήμην σου.

Δόξα. Ἦχος β΄.
Τῶν ἐντολῶν τοῦ Σωτῆρος, γεωργήσας τὸν σπόρον, τῆς ἀπαθείας τοὺς καρποὺς ἐξήνεγκας Ὅσιε Ἐπίκτητε, ὡς γὰρ φοῖνιξ κατάκαρπος, Δαυϊτικῶς ἐβλάστησας, ἐν τοῖς ὕδασι τῆς ἀσκήσεως, καὶ τῇ σῇ μνήμῃ εὐφραίνεις, τὰς καρδίας τῶν βοώντων σοι· χαίροις, ἀσκητικῶν ἀρετῶν κειμήλιον, καὶ θεϊκῶν δωρημάτων ἔμψυχον θησαύρισμα· χαίροις, ὁ δι’ ἐναρέτου ζωῆς, ὁσίως καὶ ἀμέμπτως, δουλεύσας τῷ Σωτῆρι· χαίροις, ὁ τῆς παρούσης κώμης ἀρωγός, καὶ βοηθὸς ἐν ἅπασι. Πρέσβευε δεόμεθα Πάτερ, πάσης βλάβης ῥύεσθαι, τοὺς ἐτησίως τιμῶντάς σε.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Εὐφραίνεται ἐνθέως, ἡ τῇ σῇ κλήσει σεμνυνομένη κώμη, Ὅσιε Ἐπίκτητε· καταφυγὴν γὰρ καὶ σκέπην, ἐν εὐκαιρίαις καὶ θλίψεσι, τὴν σὴν πρεσβείαν κέκτηται· καὶ τῆς σῆς προμηθείας τὰς ἐκφάνσεις, πολυειδῶς καὶ πολλαχῶς ἐκδηλουμένας, ὁσημέραι καρποῦται· διὸ καὶ τὴν ἁγίαν μνήμην σου, μετ’ εὐφροσύνης ἄγουσα, τὴν ἰσάγγελον ζωήν σου μακαρίζει, καὶ τῷ σὲ δοξάσαντι κραυγάζει· Κύριε, δόξα Σοι.

Ἦχος β΄.
Ἀσκητικῶς πολιτευσάμενος, τῶν ἐν κόσμῳ ξένος καὶ πάροικος ὤφθης Ἐπίκτητε· οὐρανίῳ γὰρ φρονήματι, τῶν χαμαὶ συρομένων ὑπερορῶν, ἐπαξίαν τοῦ πόθου, διελήλυθας ζωήν, πρὸς τὰ ἀεὶ διαμένοντα, τὰς ἀναβάσεις ποιούμενος· ὧν καὶ ἔτυχες Πάτερ, τῆς σαρκὸς ἀπολυθείς, καὶ σὺν Ἀγγέλοις κραυγάζεις· Κύριε, δόξα Σοι.

Ἦχος γ΄.
Τῇ νεκρώσει τῶν παθῶν, τῷ Χριστῷ κατὰ Παῦλον συνεσταύρωσαι, θεοφόρε Ἐπίκτητε· Χριστὸν γὰρ ὁλοψύχως ποθῶν, καὶ ἐν αὐτῷ ζῶν καὶ πολιτευόμενος, ἄγγελος ὤφθης ἐν σώματι, καὶ θεοειδὴς τοῖς τρόποις, ὡς τοῦ θείου φωτὸς ἔμπλεως· σαυτὸν γὰρ εὐαγγελικῶς ἀρνησάμενος, καὶ τὴν τοῦ κόσμου κοινωνίαν μισήσας, οἰκεῖος καὶ φίλος ἐγένου Θεοῦ, καὶ τῶν οὐρανίων ἀαγαθῶν, κοινωνὸς καὶ μέτοχος βοῶν· Κύριε, δόξα Σοι.

Δόξα. Ἦχος δ΄.
Τὴν σὴν ἐτήσιον μνήμην, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἑορτάζοντες Πάτερ, ὡς θεράποντα Χριστοῦ τιμῶμέν σε, Ὅσιε Ἐπίκτητε· ὁσίως γὰρ καὶ σωφρόνως, ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ καὶ ἐναρέτων ἔργων ἐπιδείξει, τὴν σὴν πολιτείαν ἐκόσμησας, καὶ καθαρθεὶς σῶμα καὶ ψυχήν, πάσης προσύλου ἐννοίας, σκεῦος καθαρότητος ἐδείχθης, καὶ τῆς Ἁγίας Τριάδος, νοερὸν κατοικητήριον, ὡς ἡ τοῦ Σωτῆρος ἐπαγγελία. Ἀλλὰ πρέσβευε παμμάκαρ, σὺν τοῖς ἀΰλοις Ἀγγέλοις, καὶ πᾶσι τοῖς Ἁγίος, σωθῆναι τὰς ψυχᾶς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἄρας ἐπ’ ὤμων θεολῆπτορ καρδίᾳ σου, Ἐπίκτητε θεοφόρε, καὶ ὁλοψύχῳ σπουδῇ, καὶ τελειοτάτῳ Πάτερ ἔρωτι· ἐντεῦθεν ὡς ἄσαρκος, πεπολίτευσαι Ὅσιε, καὶ ἔξω κόσμου, καὶ σαρκὸς ἐχρημάτισας, δι’ ἀσκήσεως, καὶ συντόνου δεήσεως· ὅθεν τῆς ὑπὲρ ἔννοιαν, ἐλλάμψεως ἔτυχες, καὶ κληρονόμος ἐγένου, Χριστοῦ τοῦ πάντων δεσπόζοντος· Ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίρει, ἡ νῆσος Κύπρος ἐν σοί, καὶ ἀγλαΐζεται τοῖς σοῖς προτερήμασι, Ἐπίκτητε θεοφόρε, καὶ ἐξαιρέτως σκιρτᾷ, ἡ σεμνυνομένη ἐν τῇ κλήσει σου, κωμόπολις Ἅγιε, καὶ γεραίρει τὴν μνήμην σου, τῇ σῇ πρεσβείᾳ, πάσης βλάβης καὶ θλίψεως, καὶ στενώσεως, ῥυομένη ἑκάστοτε· ἥνπερ ἀεὶ περίεπε, καὶ φύλαττε Ὅσιε, τῇ σῇ θερμῇ ἀντιλήψει, πολυειδῶν περιστάσεων, αἰτούμενος ταύτῃ, εὐπραγίαν καὶ εἰρήνην, καὶ θεῖον ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὤφθης, δι’ ἐναρέτου ζωῆς, καὶ πολιτείας οὐρανίου Ἐπίκτητε, δοχεῖον φωτὸς ἀΰλου, ὡς καθαρὸς τὴν ψυχήν, καὶ Θεοῦ θεράπων γνησιώτατος· διὸ ἡ οὐράνιος, μετὰ τέλος σε Ὅσιε, ἄῤῥητος δόξα, καὶ ζωὴ ἡ ἀΐδιος, ὑπεδέξατο, σὺν Ἀγγέλοις χορεύοντα· ὅθεν σὺν τούτοις πρέσβευε, ὑπὲρ τῶν τελούντων σου, τὴν παναοίδιμον μνήμην, Χριστῷ τῷ μόνῳ οἰκτίρμονι, ἡμῖν δωρηθῆναι, ἱλασμὸν ἁμαρτημάτων καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικοῖς παλαίσμασι, πνευματικῶς διαπρέψας, ὑπὲρ ἥλιον ἔλαμψας τῷ φωτὶ τῶν ἔργων σου· ἀξίως γὰρ τῆς κλήσεως ἐπιδειξάμενος βίον, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ἐβάδισας, ἐν ἀληθεῖ σοφίᾳ Ὅσιε. Καὶ νῦν ἐν γῇ πραέων χοροβατῶν, Ἐπίκτητε Πάτερ, μὴ παύσῃ μνημονεύων, τῶν ἐτησίως μνημονευόντων σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Ἐπίκτητε, νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Θείαν ἄσκησιν, στεῤῥῶς ἀνύσας, εὐηρέστησας, Χριστῷ ὁσίως, θεοφόρε παμμάκαρ Ἐπίκτητε, καὶ δοξασθεὶς τῇ τοῦ Πνεύματος χάριτι, ἡμᾶς λυτροῦσαι κινδύνων καὶ θλίψεων, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.
























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ μνήμη σου σοφέ, ἡ ἁγία ἐπέστη, εὐφραίνουσα ἡμᾶς, τοὺς τιμῶντάς σε Πάτερ, χρηστότητι τοῦ βίου σου, καὶ λοιποῖς σου χαρίσμασιν, ἣν γεραίροντες, ἀπὸ ψυχῆς σοι βοῶμεν· Χριστῷ πρέσβευε, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, Ἐπίκτητε Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκὶ τῇ καθ’ ἡμᾶς, ἐξ ἁγνῶν Σου αἱμάτων, ὁ Λόγος ἑνωθείς, ἀσυγχύτως Παρθένε, διπλοῦς ἐκ Σοῦ γεγέννηται, μίαν ἔχων ὑπόστασιν· καὶ διέσωσε, τῆς παλαιᾶς καταδίκης, τοὺς ὑμνοῦντάς σε, ὡς ἀληθῆ Θεοτόκον, καὶ πύλην οὐράνιον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν τοῦ Πνεύματος χάριν Πάτερ κτησάμενος, πονηρίας τὰ πνεύματα καταβέβληκας, καὶ ἐδόξασας Χριστὸν τὴν πολιτείαν σου· ὅθεν ἀξίως δοξασθείς, καθ’ ἑκάστην βοηθεῖς, Ἐπίκτητε θεοφόρε, τοῖς εὐλαβῶς προσιοῦσιν, ἀντιλήψει τῆς πρεσβείας σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν ἀποῤῥήτως κυοφορήσασα, σαρκωθέντα ὡς οἶδεν ἐκ τῶν αἱμάτων Σου, καὶ τὴν πεσοῦσαν τοῦ Ἀδὰμ φύσιν ἀνυψώσαντα· διὰ τοῦτό Σε ἁγνή, ἀνυμνοῦμεν οἱ πιστοί, ὡς ῥίζαν τῆς σωτηρίας, καὶ σκέπην καὶ προστασίαν, ἡμῶν Παρθένε παναμώμητε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ζωὴν τὴν ἰσάγγελον πολιτευθεὶς νουυνεχῶς, Ἀγγέλων ἰσότιμος καὶ κοινωνὸς ἀληθῶς, ἐδείχθης Ἐπίκτητε· ὅθεν ἀεὶ δυσώπει, σὺν αὐτοῖς θεοφόρε, πάσης ἡμᾶς ἀνάγκης, λυτρωθῆναι καὶ βλάβης, τοὺς πόθῳ ἑορτάζοντας, Πάτερ τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε πανύμνητε ἡ τὸν Σωτῆρα Χριστόν, ἀφράστως κυήσασα δίχα τροπῆς καὶ φθορᾶς, ἡμᾶς ἀναπλάττοντα, λάμψον μοι μετανοίας, τὴν πολύφωτον χάριν, ἴασαί με νοσοῦντα, κατὰ σάρκα καὶ πνεῦμα, Σὺ γὰρ ἁμαρτανόντων εἶ, ἁγνὴ ἱλαστήριον.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, ἐκκαθάρας σεαυτόν, τῆς τῶν παθῶν ἀχλύος, δι’ ἀρετῆς θεοειδοῦς, καὶ πολιτείας ἀμέμπτου, υἱὸς φωτὸς γέγονας, καὶ τοῦ Σωτῆρος φίλος γνήσιος, τὸ γὰρ θέλημα Αὐτοῦ ἐποίησας, καὶ τὸν νόμον ἐπλήρωσας, Αὐτοῦ καὶ ἡμᾶς πληρωτὰς γενέσθαι ἀξίωσον, Ἐπίκτητε θεοφόρε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Τὸν σὸν ἅγιον, Ἐπίκτητε, ὑμνῶ βίον. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ταῖς θείας λαμπόμενος ἀστραπαῖς, Ἐπίκτητε Πάτερ, φωτοφόροις σου προσευχαῖς, παράσχου ἀκτῖνά μοι σοφίας, ἀνευφημοῦντι τὰ σὰ προτερήματα.
βίος σου ἄμωμος τῷ Θεῷ, ἔργοις ἐναρέτοις, καὶ ἀσκήσει θεοειδεῖ, Ἐπίτκητε Πάτερ καθωράθη, καὶ ὥσπερ φῶ τοῖς ἐν Κύπρῳ ἐξέλαμψας.
Νεκρώσας τὰ πάθη τὰ τῆς σαρκός, ἐζώωσας Πάτερ, τὰς δυνάμεις τὰς τῆς ψυχῆς, θανὼν δὲ τῆς φύσεως τῷ νόμῳ, τῆς αἰωνίου ζωῆς κατηξίωσαι.
Θεοτοκίον.
Σοφίαν καὶ Λόγον τὸν τοῦ Πατρός, Χριστὸν τὸν Σωτῆρα, κόσμον σώζοντα τῆς φθορᾶς, ἀφθόρως τεκοῦσα Θεοτόκε, φθοροποιῶν νοσημάτων με λύτρωσαι.















ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Οὐρανόφρονι γνώμῃ ἀκολουθῶν Ὅσιε, ῥήμασι Χριστοῦ τοῦ Σωτῆρος, τὸν νοῦν ἐμάκρυνας, κόσμου τῆς σχέσεως, καὶ καθαρᾷ πολιτείᾳ, καθαρῶς ἐλάτρευσας, τῷ σὲ δοξάσαντι.
Νοῦς θεόληπτον ἔχων ὡς νουνεχὴς Ὅσιε, ξένος τῶν τοῦ κόσμου ἡδέων, ὤφθης Ἐπίκτητε, καὶ βίον ἄσαρκον, μετὰ σαρκὸς διανύσας, δωρεῶν ἠξίωσαι, τῶν ὑπὲρ ἔννοιαν.
ληθῆ Βασιλείαν ἐπιποθῶν Ὅσιε, τὴν πρὸς ταύτην ὥδευσας τρίβον, στεῤῥῷ φρονήματι, ἧς καὶ μετέσχηκας, καλῶς τελέσας τὸν δρόμον, κάλλος τὸ ἀμήχανον, ὁρῶν τοῦ Κτίστου σου.
Γεωργίᾳ τῶν πόνων τῶν ἀρετῶν ὤριμον, Ὅσιε ἐξήνθησας στάχυν, Πάτερ Ἐπίκτητε· ᾧ διατρέφονται, μιμητικῶς οἱ τὴν θείαν, καὶ σεπτήν σου κοίμησιν, πανηγυρίζοντες.
Θεοτοκίον.
σουργὸν τῷ τεκόντι Λόγον Θεοῦ τέτοκας, σώματος ἐν ὕλῃ ἀτρέπτως, βροτὸν γενόμενον, δι’ ἀγαθότητα, τὸν πρὶν ἀσώματον Κόρη, καὶ παρθένος ἔμεινας, μετὰ τὴν κύησιν.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καθαρότητα, τῆς σῆς ἀσκήσεως, ὡς μύρον εὔοσμον, Χριστὸς δεξάμενος, ἐδόξασέ σε θαυμαστῶς, Ἐπίκτητε θεοφόρε, τῆς ἀΰλου δόξης γάρ, κοινωνόν σε ἀνέδειξε, καὶ προστάτην ἕτοιμον, καὶ φρουρὸν καὶ ὑπέρμαχον, τοῖς πόθῳ ἑορτάζουσι Πάτερ, ἐν ὕμνοις τὴν ἱεράν σου μνήμην.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεογεννήτρια, Μῆτερ ἀνύμφευτε, βροτῶν διάσωσμα, καὶ καταφύγιον, τῆς τῶν παθῶν ἐπαγωγῆς, ἀπάλλαξον τὴν ψυχήν μου, καὶ φῶς μετανοίας μοι, τῇ Σῇ χάριτι ἔλλαμψον, καὶ τῆς συνηθείας με, τῆς τοῦ χείρονος λύτρωσαι, καὶ σῶσον παρ’ ἐλπίδα με Κόρη, τῇ ἁμαρτίᾳ κατεγνωσμένον.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
λικῶς ἀνακείμενος, τῷ Θεῷ τῶν ὅλων Πάτερ Ἐπίκτητε, θεοφρόνως πεπολίτευσαι, καὶ τῆς θείας δόξης κατηξίωσαι.
Νοσημάτων ἀπάλλαξον, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, καὶ σὲ μακαρίζοντας Ἐπίκτητε.
ν τῷ φόβῳ τοῦ κρείττονος, τῆς ψυχῆς ἰθύνας τὰ διαβήματα, σκεῦος θεῖον ἐχρημάτισας, ἀρετῶν ἰδέαις καλλυνόμενος.
Θεοτοκίον.
Παναμώμητε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον σαρκὶ κυήσασα, ἀλογίας παθῶν ῥῦσαί με, μώμου ἁμαρτίας με καθαίρουσα.



ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
θυνας τὸν σόν, Πάτερ βίον πρὸς τὸ θέλημα, τοῦ Χριστοῦ μετὰ συνέσεως πολλῆς, καὶ αὐτῷ ἀσκητικῶς κατηκόλουθησας.
Κόσμου τῶν τερπνῶν, χωρισθεὶς Πάτερ Ἐπίκτητε, ᾠκειώθης διὰ βίου καθαροῦ, τῷ φωστῆρά σε ἐν Κύπρῳ ἀναδείξαντι.
Τίμιος ὁ σός, Πάτερ θάνατος γεγένηται, ἐναντίον τοῦ Θεοῦ Δαυϊτικῶς, διὰ τοῦτό σου τιμῶμεν τὴν μετάστασιν.
Θεοτοκίον.
Ηὔγασας ἡμῖν, φῶς ἀνέσπερον τῷ τόκῳ Σου, φωτοτόκε Θεοτόκε Μαριάμ, τοῦ Πατρὸς γὰρ τὸ ἀπαύγασμα ἐκύησας.

ᾨδὴ στ’. Τὴν δέησιν.
Τοῖς ἴχνεσι, τοῦ σοφοῦ Ἀντωνίου, ἀκλινῶς ἀκολουθῶν θεοφόρε, τοῦ Ἀνδρονίκου ὁμόζηλος ὤφθης, Ἀναστασίου τοῦ θείου δὲ σύσκηνος, Ἐπίκτητε θαυματουργέ, μεθ’ ὧν πρέσβευε σώζεσθαι ἅπαντας.
κλάμψας, τῶν ἀρετῶν ταῖς ἀκτῖσιν, ὥσπερ ἥλιος πολύφωτος Πάτερ, τὴν τῶν παθῶν, διαλύεις ὁμίχλην, καὶ καταυγάζεις τῷ φέγγει τῶν ἔργων σου, τὴν νῆσον Κύπρον νοητῶς, ἀνυμνοῦσάν σε θεῖε Ἐπίκτητε.
ψώθης, ὥσπερ κυπάρισσος Πάτερ, ταπεινώσει ἀληθεῖ πρὸς τὸν Κτίστην, καὶ ὥσπερ κέδρος σαφῶς ἐπληθύνθης, ἡ ἐν Λιβάνῳ τοῖς σοῖς κατορθώμασι, καὶ κατευφραίνεις ἐν Θεῷ, τοὺς ἐν Κύπρῳ Ἐπίκτητε Ὅσιε.
Θεοτοκίον.
Μητράναδρε, Θεοκυῆτορ Μαρία, εὐσπλαγχνίας ἡ ἀκένωτος βρύσις, τὴν ἐμοί, χαλεπὴν ἁμαρτίαν, τὴν πονηρῶς τυραννοῦσάν με νέκρωσον, καὶ ζώωσόν μου τὴν ψυχήν, νεκρωθεῖσαν δεινοῖς παραπτώμασιν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀσκητικῶς διαπρέψας Ἐπίκτητε, παρὰ Θεοῦ ἐπαξίως δεδόξασαι· διό σου τὴν μνήμην γεραίρομεν, οἱ τὰς σὰς ἀντιλήψεις δεχόμενοι, σὺ γὰρ εἶ ἡμῶν θεῖος ὑπέρμαχος.
Ὁ Οἶκος.
Σεαυτὸν ἀρνησάμενος Ὅσιε, πολιτείαν οὐράνιον ἤνυσας, καὶ νεκρώσας παθῶν τὰ σκιρτήματα, ἀπαθείας τὴν χάριν εἰσδέδεξαι, ὡς διπλοΐδα περιφανῆ, ἀμφιασάμενος αὐτήν, ἐν Πνεύματι Ἁγίῳ· ὅθεν ὡς ἄγγελος ὡράθης μετὰ σαρκός, καὶ πλήρης θείων δωρεῶν, δόξαν ἀΐδιον πλουτήσας παρὰ Χριστοῦ, Ὃν ἐδόξασας βίῳ εἰλικρινεῖ καὶ θεοειδεῖ· διὸ ἡ Κύπρος ἀγάλλεται ἐν σοί, καὶ ἐξαιρέτως πάντες ἠμεῖς, οἱ τὰς σὰς ἀντιλήψεις δεχόμενοι, σὺ γὰ εἶ ἡμῶν θεῖος ὑπέρμαχος.





Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ὁσίων Ἀλαμάνων τῶν ἐν Κύπρῳ· Βαλαντίου, Βαρλαάμ, Βαρνάβα τοῦ μοναχοῦ, Βασιλείου ἐπισκόπου τοῦ Βαβατσινιώτη, Γεωργίου τοῦ ἐπιτηδειώτου, Γεωργίου τοῦ περαχωρίτου, Γεωργίου τοῦ Σαλαμάνου, Δημητριανοῦ τοῦ ἐπισκόπου, Εἰρηνικοῦ, Ἐλπιδίου, Ἐπαφροδίτου καὶ Ἐπίκτητου τοῦ θαυματουργοῦ.
Θείαν κτησάμενος, Ἐπίκτητος, χάριν,
πιστοὺς πρὸς οὐράνιον προτρέπει κτῆσιν.
Δωδεκάτῃ Ἐπίκτητος, πουλυβότειραν λίπε χθόνα.
Οὗτος ὁ Ὅσιος Ἐπίκτητος, εἷς ἦν τῶν 300 Ὀρθοδόξων τῶν ἔξωθεν ἐλθόντων καὶ διασπαρέντων εἰς ἀπομεμονωμένους χώρους τῆς Κύπρου, ἵνα ἀσκηθῶσι κατὰ μόνας εἰς τὸν πνευματικὸν βίον. Ὁ Ἐπίκτητος κατέφυγεν εἰς ὀρεινὴν περιοχὴν τῆς βορείου Κύπρου, ἀνατολικῶς τῆς Κυρηνείας, ἔνθα εὑρὼν σπήλαιον διέμενεν ἐν αὐτῷ, προσευχόμενος ἀδιαλείπτως, μελετῶν τὰς θείας βουλά,ς νηστεύων, ἀσκούμενος εἰς χαμευνίας, ἔχων στρῶμα ἐκ λίθων καὶ προσκέφαλον λίθον εἰς σχῆμα ἀνθρωπίνης κεφαλῆς. Ἡ φήμη τῆς ἁγιότητός του διεδόθη εἰς ἅπασαν τὴν νῆσον καὶ πολλοὶ συνέῤῥεον ἵνα διδαχθῶσιν ὑπ’ αὐτοῦ καὶ θεραπευθῶσιν ἐκ τῶν νόσων αὐτῶν. Ὁ Ὅσιος ἐκοίμηθη ἐν βαθεῖ γῆρας, ἐν τῷ σπηλαίῳ τῆς ἀσκήσεως αὐτοῦ. Ἄνωθεν τοῦ τάφου αὐτοῦ ἀνηγέρθη ναὸς ἀφιερωμένος εἰς αὐτόν. Πέριξ τοῦ ναοῦ ἐδημιουργήθη κώμη φέρουσα τὸ ὄνομα τοῦ ἁγίου. Μετὰ τὴν εἰς Κύπρον εἰσβολὴν τοῦ στρατοῦ τῶν Τούρκων, ἐν ἔτει 1974, ὁ ναὸς τοῦ Ὁσίου μετετράπη εἰς μουσουλμανικὸν τέμενος, οἱ δὲ κάτοικοι τῆς ὁμωνύμου κοινότητος προσφυγοποιηθέντες, διεσκορπίσθησνα εἰς τὰ πέρατα τῆς Κύπρου καὶ εἰς χώρας τοῦ ἐξωτερικοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ νέου Θεολόγου.
Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
Γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Πρόβου, Ταράχου καὶ Ἀνδρονίκου.
Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος,
Ἤραντο νίκην, γῆν προβάντες ταράχου.
Οὗτοι ὑπῆρχον ἐν ὑπατείᾳ Διοκλητιανοῦ, καὶ Φλαβιανοῦ ἡγεμόνος. Καὶ ὁ μὲν Τάραχος προβεβηκὼς ἦν τὴν ἡλικίαν, Ῥωμαῖος τὸ γένος, στρατιώτης τὴν τύχην. Ὁ δὲ Πρόβος, ἐκ Σίδης τῆς Παμφιλίας. Ὁ δὲ Ἀνδρόνικος, πόλεως Ἐφεσίων τῆς Ἰωνίας.
Καὶ ὁ μὲν Τάραχος θλᾶται λίθοις τὰς σιαγόνας καὶ τὸν αὐχένα· τὰς χεῖρας πυρὶ καταφλέγεται, καὶ ἀναρτᾶται ἐπὶ ξύλου, καὶ καπνῷ πνιγηρῳ ὑποβάλλεται· ὄξος ἐπὶ τῶν ῥινῶν δέχεται· καὶ ὀβελίσκοις πεπυρακτωμένοις τοὺς μαστοὺς ὑποκαίεται· ξηρῷ τὰ ὦτα ἐκτέμνεται· τὸ δέρμα τῆς κεφαλῆς ἀποσύρεται· θηρίοις ἐκδίδοται, καὶ τελευταῖον μαχαίρᾳ κατακοπεὶς μεληδόν, τὴν ψυχὴν τῷ Θεῷ παρατίθησιν.
Ὁ δὲ γενναῖος Πρόβος νεύροις ὠμοῖς τύπτεται· σιδήροις πεπυρακτωμένοις τοὺς πόδας κατακαίεται· ξύλῳ ἀναρτᾶται· τὸν νῶτον καὶ τὰς πλευρὰς πυρωθεῖσιν ὀβελίσκοις κατακαίεται, καὶ ἑτέραις σούβλαις τὰς κνήμας διατέμνεται. Καὶ τελευταῖον, μαχαίραις καὶ αὐτὸς κατακοπείς, τὸ μακάριον τέλος ἀπηνέγκατο.
Ἀνδρόνικος δὲ ὁ θεῖος ξύλῳ ἀναρτᾶται, καὶ σιδήροις ὀξέσι τὰς κνήμας χαράσσεται, καὶ τὰς πλευρὰς κατακεντᾶται· ἅλατι τὰς ὠτειλὰς ἀνατρίβεται· τὴν γλῶσσαν καὶ τὰ χείλη ἐκτέμνεται· καὶ σχεδὸν ὅλον τὸ σῶμα κατακοπεὶς μαχαίραις καὶ αὐτός, τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ παρατίθησιν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης.
Μέλη Δομνῖνα καὶ περ ἐξαρθρουμένη,
Οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη.
Αὕτη ἠγωνίσατο ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως· καὶ παραστᾶσα Λυσίᾳ τῷ ἡγεμόνι, ἐν τῇ Ἀναζαρβέων πόλει, τύπτεται ἐν πρώτοις βουνεύροις ὠμοῖς, καὶ σιδήροις πυρωθεῖσι τοὺς πόδας καταφλέγεται. Εἶθ’ οὕτω θλᾶται ῥάβδοις, καὶ ἐξαρθροῦται τὰς ἁρμονίας· καὶ τῇ εἱρκτῇ ἀποῤῥιφεῖσα, τὴν ψυχὴν τῷ Θεῷ παρατίθησιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Ἀναστασίας.
Ἡγεῖτο λαιμοῦ τὴν τομὴν ἀσπασίαν,
ἡ καλλίνικος Μάρτυς Ἀναστασία.
Αὕτη, ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Δεκίου καὶ Οὐαλλεριανοῦ, ἐκ πόλεως Ῥώμης· ἦν δὲ μονάζουσα μετὰ ἑτέρων παρθένων ἐν μοναστηρίῳ τινί. Διαβληθεῖσα οὖν τῷ ἡγεμόνι, καὶ παραστᾶσα ἔμπροσθεν αὐτοῦ μετὰ κλοιοῦ σιδηροῦ, τύπτεται εἰς τὸ πρόσωπον, καὶ γυμνοῦται, καὶ ὑπὸ πυρὸς κατακαίεται, ἐπιῤῥαινομένων ἐπάνω αὐτῆς, πίσσης, καὶ ἐλαίου, καὶ τειάφης. Εἶτα κρεμᾶται ἐπὶ ξύλου, καὶ τοὺς μαστοὺς τέμνεται, καὶ τοὺς ὄνυχας ἀνασπᾶται. Καὶ μετὰ ταῦτα, τὰς χεῖρας κόπτεται, καὶ τοὺς πόδας· εἶτα τοὺς ὀδόντας ἐκριζοῦται. Καὶ τελευταῖον τὸ διὰ ξίφους τέλος δέχεται.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται.
Τέθνηκεν ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
θνήσκειν ἑτοίμων εἰ δέοι καὶ πολλάκις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδότου, ἐπισκόπου Ἐφέσσου.
Ὁ Θεόδοτος γήϊνον λιπὼν θρόνον,
τὸν λαμπρὸν εὗρε τῆς ἄνω δόξης θρόνον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαλφεθᾶ, βέλεσι τοξευθεὶς τελειοῦται.
Οὐ μαλθακόν τι Μαλφεθᾶ βλέπειν ἔχει,
τόξου κατ’ αὐτῆς εὐτόνως τεταμμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀνθίας, βληθεῖσα εἰς πύρινον χάλκινον βοῦν, τελειοῦται.
Εἰς βοῦν ἀπανθεὶς ἔμπυρον βεβλημένη,
ἐν οὐρανῷ δὲ λαμπρὸν ἀνθεὶς Ἀνθία.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουβεντῖνος καὶ Μάξιμος, ξίφει τελειοῦνται.
Ἰουβεντῖνος Μαξίμῳ τμηθεὶς ἅμα,
χορῷ συνήφθη Μαρτύρων σὺν Μαξίμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰάσωνος, ἐπισκόπου Δαμασκοῦ.
Παθὼν Ἰάσων τὰς βάρεις καταστρέφει,
πύργους ἐγείρας ἀρετῶν πρὸ τοῦ τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόμαχος καὶ Διόδωρος, πυρὶ τελειοῦνται.
Μάχου πρὸς ἐχθροὺς Ἀνδρόμαχε Κυρίου,
κᾂν τοῦ πυρὸς σύνθνησκε τῷ Διοδώρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Οὐΐλφριντ τῆς Ὑόρκης Ἀγγλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοσεβίου καὶ τῆς Συμβίας αὐτοῦ, τῶν ἐν Ἀρσινόῃ.
Σέβας ὑπάρχεις Ὁσίων Ἀρσινόης,
Θεοσέβιε σὺν θείᾳ σου Συμβίᾳ.
Ὁ Ὅσιος Θεοσέβιος, ὁ ἐγκωμιασθεὶς ὑπὸ τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, κατήγετο ἐκ τῆς Μελάνδρας τῆς Ἀρσινόης καὶ ἦτο ἀδελφὸς κατὰ σάρκα τοῦ Ἁγίου Ἀρκαδίου, ἐπισκόπου Ἀρσινόης. Ἔγγαμος ὢν κοινῇ συνενέσει μετὰ τῆς Ὁσίας αὐτοῦ Συμβίας ἐν παρθενίᾳ ἐβίωσαν. Βόσκων ὁ Θεοσέβιος τὰ αὐτοῦ πρόβατα ἐν τοῖς λειμῶσι καὶ ταῖς νάπαις τῆς πατρίδος αὐτοῦ ἀδιαλείπτως προσηύχετο καὶ μὴ φεισάμενος τῆς νεότητος αὐτοῦ, τὴν σάρκα κατέτηκε νυχθημέροις πόνοις καὶ ἀτρύτοις σκληραγωγίαις. Ὁμοίως καὶ ἡ Συμβία αὐτοῦ ἐν ἁγνείᾳ καὶ παρθενίᾳ διάγουσα θεοπρεπῶς τὸ ζῆν ἐξεμέτρησε. Ἐκοιμήθησαν ἀμφότεροι ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἐπὶ τῇ ἐπετείῳ τῆς ἀπελευθερώσεως τῆς πόλης τῶν Ἀθήνων ἐκ τοῦ Γερμανικοῦ ζυγοῦ, ἐν ἔτει 1944, Σύναξις πάντων τῶν ἐν Ἀθήναις Ἁγίων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Νόμῳ τοῦ Εὐαγγελίου, ἠκολούθησας Ἐπίκτητε θεόφρον, καὶ θεράπων ἐδείχθης ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
ριμος βότρυς Πάτερ, ὤφθης δι’ ἀσκήσεως γεωργηθεὶς ὁσίας, τῆς ἀμπέλου Χριστοῦ, τῆς χάριτος τὸν οἶνον, παρέχων τοῖς κραυγάζουσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Βίον ἰσάγγελον ἀνύσας, ἰσοστάσιος Ἀγγέλων μετὰ τέλος, ἀνεδείχθης σοφέ, μεθ’ ὧν καὶ ἀνακράζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
να τῆς ἄνω Βασιλείας, τὴν ἀπόλαυσιν σοφέ κληρονομήσης, βασιλεὺς τῶν παθῶν, τῶν τῆς σαρκὸς ἐδείχθης, Ἐπίκτητε μακάριε, καὶ ἠξίωσαι τοῦ πόθου.
Θεοτοκίον.
μβροι τῆς χάριτός Σου Κόρη, καταδρόσισον δεινῶν πυρπολουμένην, ἡδονῶν τῇ φλογί, ψυχήν μου τὴν ἀθλίαν, καὶ σῶσόν με πανάχραντε, τῆς τοῦ ὄφεως μανίας.




ᾨδὴ η’. Οἱ θεοῤῥήμονες Παῖδες.
Νέκρωσας Πάτερ, τὸν ὄφιν τῇ σῇ ἀσκήσει, ζωῆς τῆς ἄνω μετέσχες, καὶ θεωθεὶς κατὰ μεθέξιν, σὺν Ἀγγέλοις δοξάζεις, Τριάδα τὴν ἄναρχον.
Γέρας καὶ σκέπην, καὶ θεῖόν σε πολιοῦχον, ἡ κεκτημένη τὴν κλῆσιν, χώρα τὴν σήν, Πάτερ ἔχουσα, διὰ σοῦ ἐκλυτροῦται, δεινῶν περιστάσεων.
ν τῷ φωτὶ τοῦ Κυρίου, βαδίσας Πάτερ, υἱὸς φωτὸς ἀνεδείχθης, καὶ κληρονόμος καὶ μέτοχος, Ἐπίκτητε τρισμάκαρ, τῆς ἄνω λαμπρότητος.
ῶσιν παράσχου καὶ ἴασιν θεοφόρε, τοῖς ἐν δειναῖς ἀσθενείαις, κατακειμένοις καὶ πάθεσι, καὶ πταισμάτων τὴν λύσιν, εὐχαῖς σου πρὸς Κύριον.
Θεοτοκίον.
διαφθόρως τεκοῦσα τὸν ζωοδότην, φθορᾶς με λύτρωσαι πάσης, καὶ ζωῆς θείας ἐργάτην με, ἀνάδειξον Παρθένε, καὶ σῶσόν με δέομαι.

ᾨδὴ θ’. Ἔφριξε πᾶσα ἀκοή.
Στέφος ἐδέξω εὐπρεπές, ἐκ χειρὸς ζωαρχικῆς, Πάτερ Ὅσιε, καλῶς τελέσας σου, τὸν θεῖον δρόμον τὸν τῆς ἀσκήσεως, καὶ συνευφραίνει τοῖς χοροῖς, ἀΰλων Δυνάμεων, καὶ ἀσκητῶν εὐκλεῶν, ὧν ἐζήλωσας τὸν βίον Ἐπίκτητε.
σχυσας σθένει τοῦ Χριστοῦ δυναμούμενος, Ἐπίκτητε Ὅσιε, καταβαλεῖν τὸν ἐχθρόν, τὸν τὴν κακίαν δημιουργήσαντα, καὶ ἀπροσκόπτως διελθεῖν, τὴν τρίβον τὴν ἔνθεον, ἣν καὶ ἡμᾶς ἀκλινῶς, διανύσαι καταξίωσον Ἅγιε.
Μνήμην σου Πάτερ, τὴν σεπτὴν ἡ παροῦσα ἑορτάζει κωμόπολις, ἐγκαυχωμένη ἐν σοί, ὡς τὸ σεπτόν σου φέρουσα ὄνομα, ἣν διαφύλαττε ἀεί, ἐκ πάσης κακώσεως, καὶ ἐπηρείας ἐχθροῦ, καὶ σκανδάλων τοῦ δεινοῦ πολεμήτορος.
λος ὑπάρχων ἐναγής, ταῖς ὁσῶραι προσβολαῖς τοῦ ἀλάστορος, τολμήσας ὕμνησα, τῆς πολιτείας σου τὴν λαμπρότητα, ἀλλ’ ὦ παμμάκαρ συμπαθῶς, τὸν ὕμνον μου πρόσδεξαι, καὶ πρὸς ζωὴν καθαράν, ἐκ παθῶν τῶν ἀκαθάρτων με ἕλκυσον.
Θεοτοκίον.
ψίστου πόλις μυστική, ὥσπερ ψάλλει ὁ Δαυΐδ, ἀναδέδειξαι, περὶ ἧς ἄχραντε, ξένα λελάληνται καὶ παράδοξα· ὅθεν ἡμᾶς τῆς οὐρανῶν, θερμῶς δυσωποῦμέν Σε, πολίτας Βασιλείας, μετὰ τέλος Θεοτόκε ἀνάδειξον.







Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὁσίως πεπολίτευσαι, Ἐπίκτητε Πατὴρ ἡμῶν, καὶ φερωνύμως τὴν χάριν, τοῦ Παρακλήτου ἐκτήσω, καὶ βοηθεῖς ἑκάστοτε, τοῖς εὐλαβῶς προστρέχουσι, τῷ σῷ τεμένει Ὅσιε, καὶ τὴν ἁγίαν σου μνήμην, χαρμονικῶς ἐκτελοῦσι.
Θεοτοκίον.
Παρθένε παναμώμητε, Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν βροτῶν προστασία, καὶ ἀσφαλὴς προστασία, τὸν Σὸν Υἱὸν ἱκέτευσον, μελλούσης με κολάσεως, τὸν καταδίκης ἄξιον, ἐλευθερῶσαι καὶ σῶσαι, δι’ ἄμετρον εὐσπλαγχνίαν.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Ἐπίκτητε, οἷάπερ κτῆμα Χριστοῦ, τὴν ψυχὴν ἀκηλίδωτον, μολυσμῶν τοῦ σώματος, νουνεχῶς διετήρησας, καὶ πρὸς νυμφῶνα τὸν ἐπουράνιον, λαμπαδηφόρος χαίρων ἀνέδραμες· ὢ τῆς λαμπρότητος! ἧς μετέσχες Ἅγιε ἐν οὐρανοῖς, σὺν Ἀγγέλων τάξεσι, συναυλιζόμενος.

Ὅσιε Πάτερ Ἐπίκτητε, τῇ ἀγαπήσει Χριστοῦ, πτερωθεὶς τὴν διάνοιαν, ἐν σαρκὶ ὡς ἄσαρκος, ἀληθῶς πεπολίτευσαι, ὁσίοις πόνοις καλλωπιζόμενος, καὶ ταπεινώσει πολλῇ κοσμούμενος, ὢ τῶν ἀγώνων σου! Δι’ ὧν καταβέβληκας τὸν πονηρόν, καὶ Χριστὸν ἐδόξασας, τὸν σὲ δοξάσαντα.

Πάτερ θεόφρον Ἐπίκτητε, τῆς ἰσαγγέλου ζωῆς, διανύσας τὸν δίαυλον, κληρονόμος γέγονας, τῆς Χριστοῦ ὡραιότητος, τῶν ὑπὲρ λόγον καταξιούμενος, καὶ ἐν μεθέξει θείᾳ θεούμενος· ὅθεν ἱκέτευε, πάσης βλάβης ῥύεσθαι καὶ πειρασμῶν, τοὺς πανηγυρίζοντας, τὴν θείαν μνήμην σου.

Πάτερ παμμάκαρ Ἐπίκτητε, τὴν σὲ τιμῶσαν φαιδρῶς, νῆσον Κύπρον διάσωζε, πάσης περιστάσεως, τῇ θερμῇ προστασίᾳ σου, καὶ ἐξαιρέτως ταύτην τὴν χώραν σου, σεμνυνομένην, τῷ σῷ ὀνόματι, σκέπε ἑκάστοτε, καὶ χορήγει πάντοτε ταύτῃ σοφέ, τὰ τῆς εὐλογίας σου, θεῖα δωρήματα.

Δόξα. Ἦχος πλ. δ΄.
Τῆς ἐν πνεύματι ζωῆς, δι’ ἐνθεών καμάτων, τὰς ἀντιμισθίας προήγαγες, θεοφόρε Ἐπίκτητε· οὐδόλως γὰρ μακάριε, ἀπέστησας τὸν νοῦν, τῆς τοῦ Χριστοῦ ἀγάπης, οὐδὲ τοῖς σκάμμασιν ἐναρκήσας, τῆς μέχρι γήρως ἀσκήσεως, ἀλλ’ ἐν ἀνδρείᾳ ψυχῆς, ὡς ἀναίμων ἠγωνίσω, καὶ ἐν ἀρεταῖς περίβλεπτος, ἐν πᾶσιν ἀνεδείχθης· διὸ τῆς δόξης τοῦ Χριστοῦ κατατρυφῶν, ἀνακεκαλυμμένῳ προσώπῳ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χάριν κεκτημένος παρὰ Θεοῦ, Ἐπίκτητε Πάτερ, ὡς θεράπων Αὐτοῦ σεπτός, φύλαττε καὶ σκέπε, ἐκ πάσης ἐπηρείας, τοὺς ἐπικαλουμένους σε εἰς βοήθειαν.































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν Ἐπικτήτου βιοτὴν εὐφημοῦντες, τὸν ἀναδείξαντα αὐτὸν Θεὸν Λόγον, δοξολογοῦμεν ᾄσμασιν βοῶντες πιστῶς· φύλαξον ἐν τῇ δυνάμει σου, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, νίκας χορηγῶν ἡμῖν κατὰ τοῦ ἀντιδίκου· καὶ τοὺς πιστοὺς ἀξίωσον χαρᾶς, ἐπαπολαῦσαι, ζωῆς τε τῆς κρείττονος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Κλεινὸν Ἐπίκτητον, εὐλαβῶς λιτάζω. Νικ(οδήμου)
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Καταύγασον Πνεῦμα πανσθενουργόν, τὴν ἐμὴν καρδίαν, τοῦ ὑμνῆσαι πανευλαβῶς, Ἐπίκτητον ὅσιον τῆς Κύπρου, θαυματουργὸν καὶ ἀσκήσεως προτύπον.
Λαμπρύνας Ἐπίκτητος τὴν ψυχήν, ἁγνείᾳ καὶ πίστει, καὶ ἀσκήσει πνευματικῇ, ἐδέχθη τοῦ Πνεύματος τὴν χάριν, καὶ ἀρετῶν στολισμὸν ὁ θαυμάσιος.
κάθαρε σῶμα καὶ τὴν ψυχήν, Ἐπίκτητος θεῖος, ἐκ παθῶν τῶν φθοροποιῶν, καὶ γέγονε μύστης τῶν ἀρρήτων, καὶ ἀρετῶν καταγώγιον ἔνθεον.
Θεοτοκίον.
σχὺν ἔχεις Κόρη πρὸς Σὸν Υἱόν, ὡς Μήτηρ Παρθένος, τοῦ πρεσβεύειν ὑπὲρ πιστῶν· διὸἱκετεύω σε Κυρία, ὑπὲρ ἐμοῦ τὸν σὸν Τόκον δυσώπησον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικητὴς ἐν ἀγῶσιν, ἀναδειχθεὶς ἔνθεε, πέλεις Ἐκκλησίας ὁ στῦλος καὶ τὸ ἑδραίωμα, καὶ τῶν πιστῶν ἀρωγός, καὶ ἀρετῆς ὑποφήτης, τῆς ἐρήμου καύχημα, καὶ ἐγκαλλώπισμα.
Οὐρανίαν ποθήσας, ἐν γῇ ζωὴν ἔνδοξε, εἴληφας τοῦ Πνεύματος χάριν, καὶ γνῶσιν ἄρρητον ἐν ἐρημίας αὐχμῷ, διακονῶν ἀνεδείχθης, τῶν πιστῶν διδάσκαλος, θεῖε Ἐπίκτητε.
Νικηφόρος εἰσῆλθες, εἰς οὐρανοὺς ἔνδοξε, πίστεως Χριστοῦ ὑποφῆτα, σεπτὲ Ἐπίκτητε, καὶ ἱκετεύεις Θεόν, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος, τοὺς εὐφημοῦντάς σε.
Θεοτοκίον.
νισχύεις Παρθένε, γένος βροτῶν Πάναγνε, καὶ ταῖς σαῖς λιταῖς σὺ φυλάττεις, ἐν πίστει ἅπαντας· διὸ ἐν ὕμνοις λαμπροῖς, ἀνευφημοῦμεν ἐμφρόνως, βιοτήν σου ἄχραντον, Θεοχαρίτωτε.
Ἱκέτευε, ὑπὲρ ἡμῶν ὦ Ἐπίκτητε Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα ἔνδοξε, ὡς ἔχων πρὸς Κύριον παρρησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὰ ἄνω ποθῶν, Ἐπίκτητε ἐζήλωσας, ὁδὸν μοναχῶν, καὶ βίου τελειότητα· θαυμαστῶς καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν· διὸ καθορῶν τὸν Θεόν, ἱκέτευε Πάτερ, ὑπὲρ πάντων ἡμῶν.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πάσῃς χάριτος γέγονας, καθαρὸν δοχεῖον κλεινὲ Ἐπίκτητε, καὶ ἀσκήσεως τὸ πρότυπον, ἀρετῶν πασῶν θεῖον θησαύρισμα.
ερῶς τὸν Ἐπίκτητον, ἐν ᾠδαῖς ἐνθέοις πιστοὶ τιμήσωμεν, καὶ ἐν λόγοις καταστέψωμεν, τὴν τοῦ βίου τούτου τελειότητα.
Καθαρότητα ἔστερξας, καὶ τῆς Βασιλείας Χριστοῦ ἀπόλαυσιν· διὸ ἔσπευσας ὡς ἔλαφος, εἰς πηγὰς τῆς χάριτος Ἐπίκτητε.
Θεοτοκίον.
Ταπεινὴ Κόρη Πνεύματι, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν σε, ὡς Θεοῦ μητέρα Πανακήρατε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
λιον Χριστόν, ταῖς λιταῖς σου καθικέτευσον, κινδύνων ῥύσασθαι τοὺς ὑμνοῦντάς σε, καὶ παρασχεῖν σῇ πατρίδι, ἀπελευθέρωσιν.
Τράνωσον κλεινέ, τῶν Κυπρίων θεῖον φρόνημα, τοῦ ἀγωνίζεσθαι ἐν πίστει θερμῇ, καὶ ἐκτινάξαι, ζυγὸν τῆς ὑποδουλώσεως.
μμασι ψυχῆς, ἀτενίζων τὸν Θεάνθρωπον, πρὸς τὴν ζωὴν τὴν κρείττονα ἀριστεῦ, σὺ ἀνυψώθης, θείᾳ χάριτι Ἐπίκτητε.
Θεοτοκίον.
Νύμφη τοῦ Θεοῦ, ταῖς ψυχαῖς ἡμῶν κατάπεμψον, τὸν φωτισμὸν τῆς χάριτος σοῦ Υἱοῦ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
λάμπρυνας σὴν ζωὴν Ἐπίκτητε, ἀρεταῖς τοῦ Παρακλήτου θεόφρον, τῶν ἀσκητῶν, θείαν βίαν κηρύξας, καὶ τοὺς πιστοὺς ὁδηγῶν πρὸς τὸν Κύριον ἱκέτευε ἀντιβολῶ, διὰ βίου δοξάζειν τὸν Ἄναρχον.
ψώθητι ἐν πιστοῖς Ἐπίκτητε, ὡς Χριστῷ συμβασιλεύων ἐν δόξῃ, καὶ ἐν σκηναῖς, τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ εὐφραινόμενος ἔνδοξε· ἱκέτευε τὸν Ἰησοῦν, τοῦ σωθῆναι πιστοὺς τοὺς τιμῶντάς σε.
Λελύπηται ἐπὶ σοὶ Ἐπίκτητε, ὁ ἀντίδικος ἡμῶν καὶ πειράζων· ὅτι Χριστόν, ὡμολόγεις ἐν ἔργοις, καὶ τὴν ζωήν σου Αὐτῷ ἀφιέρωσας· ἀξίωσον πάντας ἡμᾶς, ταπεινῶσαι αὐτὸν ἱκεσίαις σου.
Θεοτοκίον.
κήρατε σὸν Υἱὸν ἱκέτευε, ὑπὲρ πάντων τῶν πιστῶς σε τιμώντων, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, καὶ ζωὴν Ἐπικτήτου θεόφρονος.
Ἱκέτευε, ὑπὲρ ἡμῶν ὦ Ἐπίκτητε Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρᾳσμῶν κυκλούμεθα ἔνδοξε, ὡς ἔχων πρὸς Κύριον παρρησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀσκουμένων Ἐπίκτητε γέγονας κλέισμα, τὸν Χριστὸν καθομολογῶν ἐν τῷ βίῳ σου, τῇἀσκήσει καὶ προσευχῇ καὶ λόγοις θαυμαστοῖς· διὸ ἔλαβες, παρὰ Θεοῦ, τὴν ἀτελεύτητον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον· σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, μοναζόντων τὸ ἐντρύφημα.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σου Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δεῦτε τὸν Ἐπίκτητον, τὸν ἀσκητὴν τῆς ἐρήμου, ὕμνοις εὐφημήσωμεν, ἀσκουμένων πρότυπον καὶ ἐντρύφημα· ἀρετῆς ἄγαλμα, ἐγκρατείας τύπον, καὶ ἀσκήσεως ὑπόδειγμα, πιστῶν τὸ στήριγμα, καὶ τῆς ἡσυχίας διδάσκαλον· τῆς νήψεως τὸ ἔρεισμα, καὶ τῆς ἀγρυπνίας τὸ κλέισμα· πάντων τῶν Κυπρίων, τὸ καύχημα καὶ πρέσβυς πρὸς Χριστόν, Ὀρθοδοξίας ἀγλάισμα, οὐρανοῦ οἰκήτορα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαθμίδας οὐρανίους, Ἐπίκτητε ἀνῆλθες, καὶ σαββατίζεις κλεινέ, ἐν μέσῳ παραδείσου, ὑμνῶν σὺν τοῖς Ἀγγέλοις, καὶ Ἁγίοις τὸν Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ραΐσας καρδίαν, Ἐπίκτητε ἀσκήσει, καὶ εὐλαβείᾳ πολλῇ· διὸ κατηξιώθης εὐφραίνεσθαι ἀπαύστως καὶ βοᾶν πρὸς τὸν Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Στεφθεὶς ὑπὸ τοῦ Κτίστου, Ἐπίκτητε τρισμάκαρ, ἐν βασιλείᾳ αὐτοῦ, συγχαίρεις Πρωτοτόκοις, καὶ πᾶσι τοῖς Ὁσίοις, μεθ' ὧν ψάλλεις πρὸς Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Λαμπρῶς σε Θεοτόκον, νεάνιδες παρθένοι, παρθενικῇ βιοτῇ, τιμῶσι μετὰ πόθου, καὶ σὸν Υἱὸν καὶ Λόγον, ἀπαύστως συνᾴδουσιν· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
ερωτάτων, ἀξιωθεὶς χαρισμάτων, ὁἘπίκτητος πάντας προτρέπει, ἀνυμνεῖν ἐν πίστει, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἐγκοσμίων, καταλιπὼν πᾶσαν δόξαν, πρὸς Χριστὸν ὁ Ἐπίκτητος σπεύδει, ἀνυμνῶν ἀπαύστως· Αὐτὸν εἰς τοὺς αἰῶνας.
δαμαντίνῳ, χαριτωθεὶς χαρακτῆρι, ὁἘπίκτητος ἐρήμῳ ἀσκεῖται, Χριστὸν τοῖς προσιοῦσι, κηρύττων ἐν σημείοις.
Θεοτοκίον.
Ζωῇ ἀμέμπτῳ, εὐλογηθεῖσα ἡ Κόρη, ὑπερτέρα Ἀγγέλων ἐδείχθη, καὶ βροτείου γένους, ἀκοίμητος προστάτις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
ράϊσον καρδίας, Ἐπίκτητε θεῖε, ταῖς σαῖς ἀπαύστοις πρεσβείαις, πρὸς Λόγον Θεοῦ, θείοις τῶν γεραιρόντων σε, ὕμνοις καὶᾄσμασιν.
Νενίκηκας θέοφρον, Ἐπίκτητε κόσμου, τὴν ματαιότητα πᾶσαν, καὶ δόξαν αὐτοῦ, ἀκολουθήσας ἐμφρόνως, Χριστῷ μακάριε.
σχὺν ἡμῖν παράσχου, Ἐπίκτητε μάκαρ, πιστοῖς τοῖς σὲ εὐφημοῦσιν ἐν ὕμνοις λαμπρῶς· καὶ ἐκ τοῦ Λόγου ἐκζήτει, ἡμῖν τὴν ἄφεσιν.
Θεοτοκίον.
Κυρία προσκυνοῦμεν, καὶ ὁμολογοῦμεν, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τεχθέντα ἐκ σοῦ, καὶ σὺν ἁγίων χορείαις, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τῆς ἁγιοτόκου Κύπρου καρπόν, καύχημα καὶ κλέος, Ἐκκλησίας καὶ μοναχῶν, βίας οὐρανίου, ὑπόδειγμα καὶ τύπον, ἐν ὕμνοις σὲ τιμῶμεν, σεπτὲ Ἐπίκτητε.
Χαίροις τοῦ Κυρίου ὁ κοινωνός, καὶ τῆς ἡσυχίας, μύστης μέγας καὶ θαυμαστός, ὁ ἐν κατανύξει, βιώσας ἐν ἐρήμῳ, Ἐπίκτητε τρισμάκαρ, Ἀγγέλων σύσκηνε.
Ὕμνοις εὐφημήσωμεν εὐλαβῶς, Ἐπίκτητον πάντες, τὸν θεόφρονα ἀσκητήν, τὸν ἐν ἀγρυπνίᾳ, ἀσκήσει καὶ νηστείᾳ, δοξάσαντα ἐν βίῳ Χριστὸν τὸν Κύριον.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, Ἐπίκτητον θεῖον, τὸν κοσμήσαντα ἀληθῶς, Χριστοῦ Ἐκκλησίαν, καὶ σπήλαια τῆς Κύπρου, ἀσκήσει καὶ τῇ νήψει, καὶ ἔργοις χάριτος.
Τοὺς ἀγνοουμένους καὶ ἐν δεινοῖς, στήριξον εὐχαῖς σου, καὶ ἀξίωσον τῆς χαρᾶς, ἰδεῖν τὴν πατρίδα, οἰκείους τε καὶ φίλους, Ἐπίκτητε θαυμάτων, κρήνη ἀείρροος.
Λῦσον τὴν ἀνίερον κατοχήν, Ἐπίκτητε μάκαρ, καὶ ἀξίωσον σοὺς πιστούς, ἐλθεῖν εἰς πατρίδα, ὡς πάλαι οἱἙβραῖοι, ἵνα ἐν τῷ Ναῷ σου, σὲ μεγαλύνωσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τῆς ἀσκήσεως καρπόν, καὶ τῆς Ἐκκλησίας τῆς Κύπρου, τὸν φρυκτωρὸν καὶ φρουρόν, ἔνδοξον διδάσκαλον, ἐν ὕμνοις μέλψωμεν, χαρισμάτων τὸν ἔμπλεων, Ἀγγέλων τὸ κῦδος, Λόγου ἀφομοίωμα, Χριστοῦ τὸν κήρυκα, μέγαν ἀσκουμένων ἀλείπτην, καὶ τῶν μοναζόντων τὸν στῦλον, τὸν θεομακάριστον Ἐπίκτητον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου