Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 13. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΒΕΝΙΑΜΙΝ ΔΙΑΚΟΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΓ΄!!
ΒΕΝΙΑΜΙΝ ΙΕΡΟΜΑΡΤΥΣ ΔΙΑΚΟΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μάρτυς ἀψευδέστατος, τῆς ἀληθείας γενόμενος, Βενιαμὶν ὦ πανένδοξε, τὴν πλάνην ἀπήλασας, καὶ σεπτῶν Μαρτύρων, δῆμον τῷ Δεσπότῃ, σὺ προσενήνοχας Χριστῷ, διδασκαλίαις ταῖς θεοπνεύστοις σου· διὸ καὶ πολλαπλάσιον, σὺ τῶν καμάτων χαρίζεται, τὸν μισθὸν ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Μάρτυς ἐχρημάτισας, τῆς ἀληθείας ἀήττητος, Βενιαμὶν ὦ πανόλβιε, τῶν πόνων τὴν πόρωσιν, ὐποστὰς ἀνδρείως, καὶ τὰς ἀλγηδόνας, καὶ τῆς πυρᾶς τὸ καυστικόν, καὶ τῶν βασάνων τὴν ἀγριότητα, ἐντεῦθεν ἀμειβόμενον, τῆς καρτερίας σου ἔνδοξε, Βασιλείαν ἀσάλευτον, ὁ Σωτὴρ ἐδωρήσατο.

Ἡλίου λαμπρότερον, λελαμπρυσμένη ἡ μνήμη σου, τοῖς πιστοῖς ἐξανέτειλε, τὴν κτίσιν φωτίζουσα, θείαις φρυκτωρίαις, Βενιαμὶν τρισμάκαρ, καὶ νοσημάτων τὴν ἀχλύν, καὶ παθημάτων σκότος διώκουσα· διό σε μακαρίζομεν, καὶ ἐτησίως γεραίρομεν, ὡς φωστῆρα παγκόσμιον, πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Ὅλον ἀνατέθεικας, τῷ ὑπὲρ σοῦ ὑπομείναντι, τὸ σωτήριον πάθημα, σεαυτὸν πανεύφημε, διὰ μαρτυρίου, αἵματι προθύμως, εὐαρεστῆσαι καὶ αὐτῷ, προσκοληθῆναι Βενιαμὶν ἐσπούδας· ἐντεῦθεν καὶ δεδόξασαι, καὶ τῶν θαυμάτων ἐπλούτησας, τὴν ἐνέργειαν πάνσοφε, παρ’ Αὐτοῦ στεφανούμενος.

Δόξα. Ἦχος α΄.
Βενιαμὶν παναοίδιμε, σὺ τῷ φόβῳ τῷ Κυρίῳ στοιχειωθείς, τὰς ἐντολὰς ἐτήρησας, τηρήσας δὲ ταύτας, τῶν παθῶν ἐκαθάρθης, καθαρθεὶς δέ, πρὸς τὸν τῆς καθαρτικῆς διακονίας βαθμὸν ἀνῆλθες καὶ καθαίρειν τοὺς ἄλλους κατηξιώθης, καθαίρων δὲ τούτους θείῳ φωτί, τὴν διάνοιαν κατελάμφθης· οὗ γὰρ φόβος ἐντολῶν τήρησις, οὗ δὲ τήρησις κάθαρσις, οὗ δὲ κάθαρσις ἔλλαμψις κατὰ τὸν εἰπόντα· ἐλλαμφθεὶς δὲ καὶ τοῖς ἐζοφωμένοις μάγοις τῆς ἐλλάμψεως, διὰ τῆς σῆς διδασκαλίας μετέδωκας· ταύτης μεταδούς, καὶ τοῦ μαρτυρίου κατηξιώθης. Εὖγε, τῆς χρυσῆς σειρᾶς, καὶ παρὰ τοῖς πολλοῖς ἀπλόκου, ἣν ἔπλεξας ἱερόαθλε· ἀλλὰ μετάδος καὶ ἡμῖν τῶν ἀρετῶν σου τρισμάκαρ, καὶ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὠς μόνος οἰκτίρμων.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μάρτυς τὸν Χριστόν, ἐκ ψυχῆς ἠγάπησας, καὶ δι’ αὐτὸν τὴν εὐπάθειαν, σαρκὸς ἐμίσησας, πλοῦτόν τε καὶ δόξαν, καὶ τρυφὴν τὴν ῥέουσαν, καὶ χαίρων τὸ σὸν αἷμα ἐξέχεας· διὸ τὴν μνήμην σου, τὴν ἐτήσιον γεραίρομεν, τὸν Σωτῆρα Χριστὸν μεγαλύνοντες.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πανεύφημε Μάρτυς τὸν Χριστόν, ἵλεων ἀπέργασε, ἡμῖν ταῖς θείαις πρεσβείαις σου, τοῖς ἑορτάζουσι, τὴν πανίερόν σου, καὶ ἁγίαν ἄθλησιν, καὶ τὴν πρὸς τὸν Χριστὸν σὴν ἀνάλυσιν· δι’ ἧς ἀπείληφας, τὰ βραβεῖα τῶν ἀγώνων σου, σὺν Ἀγγέλοις ἀεὶ ἀγαλλόμενος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, ὡς ἀστὴρ ἐξέλαμψας, φωτοφανὴς τὴν γῆν ἅπασαν, φωτίζων λάμψεσι, ταῖς τῶν χαρισμάτων, προφθάνεις γὰρ πάντοτε, τοῖς πᾶσιν ἐκπληρῶν τὰ αἰτήματα, ταῖς πρὸς τὸν Κύριον, ἱκεσίαις σου πολύαθλε· διὸ πάντες τιμῶμεν τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πηγὴ χαριτόβρυτος, Σὺ εἶ Θεοτόκε ἄχραντε, ἰάσεις πᾶσι παρέχουσα, τοῖς προσιοῦσί σοι, καὶ ἀρυόμενος, τῶν ἁγιασμάτων Σου, καθαίρεις γὰρ ψυχάς τε καὶ σώματα, τῶν ἀνυμνούντων Σε· διὸ ἄσπιλε ἀμόλυντε, σῶζε πάντας τοὺς ἐν Σοὶ ἐλπίζοντας.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Περσίας τὸν γόνον καὶ πιστῶν μέγα καύχημα, εὖχος τὸ λαμπρὸν διακόνων, καὶ Μαρτύρων ἀγλάϊσμα, τιμήσωμεν σεπτὸν Βενιαμίν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἀρετὰς αὐτοῦ ζηλοῦντες τὰς ἱερὰς καὶ ὁμοφώνως κράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν τοῖς ἄθλοις στεῤῥόν σε ἀναδείξαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλεόρτων συστήματα, πανδημεῖ νῦν συνδράμετε, καὶ κοινὴν πανήγυριν συγκροτήσατε· ἰδοὺ γὰρ πάντας ἐκάλεσεν, ἡμᾶς εἰς ἑστίασιν, καὶ χαρὰν πνευματικήν, διακόνων τὸ καύχημα, καὶ ἐκμίμημα, Ἀποστόλων τῶν θείων καὶ Μαρτύρων, τὸ ἀγλάϊσμα καὶ κλέος, Βενιαμὶν ὁ πολύαθλος. (Δίς)

Καὶ πληγαῖς μαστιγούμενος, καὶ εἱρκτῇ συγκλειόμενος, καὶ πολλαῖς κακώκεσι δαπανώμενος, οὐκ ἐξηρνήσω τὸ ὄνομα, Χριστοῦ τὸ γλυκύτατον, ἱερὲ Βενιαμίν, οὗ τῷ πόθῳ ἐτύγχανες, τιτρωσκόμενος, τὸ γὰρ τραῦμα τὸν τρώσαντα μηνύει, καὶ τὸ βέλος· ὅθεν ἥκει, ὁ βεβλημένος παρίστησιν. (Δίς)

Ἴδε θεῖος διάκονος, ἴδε Μάρτυς περίδοξος, ἴδε πῶς ἐν αἵματι ἐπορφύρωσε, τὰ ἱερὰ αὐτοῦ ἄμφια, καὶ ταῦτα ἐνδέδυται, ὥσπερ ἄλλος βασιλεύς, Βασιλεῖ τῶν δυνάμεων παριστάμενος· καὶ Σταυρὸν ταῖς χερσὶ διαβαστάζων, βασιλεύει εἰς αἰῶνας, Βενιαμὶν ὁ τρισόλβιος.

Ὡς ἀστὴρ φαεινότατος, ἐκ Περσῶν γῆς ἀνέτειλας, καὶ τοῦ μαρτυρίου σου ταῖς λαμπρότησι, τὰς διανοίας κατηύγασας, ἡμῶν τῶν τελούντων σου, τὴν φωσφόρον καὶ σεπτήν, ἑορτὴν παναοίδιμε, τὴν σκοτόμαιναν, πειρασμῶν διαλύων σαῖς πρεσβείαις, τῶν ἡμῖν ἐπερχομένων, Βενιαμὶν ἀξιάγαστε.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἐπέφανεν ἡ πάνσεπτος μνήμη, Βενιαμὶν τοῦ Ἱερομάρτυρος, καθάπερ μῆλον ἐν μετοπόρῳ, καὶ πᾶσαν τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν εὐωδίασε. Δεῦτε οὖν φιλέορτοι, θερμῶς συνελθόντες, ᾄσμασιν ἐπαξίως αὐτὸν προσείπωμεν λέγοντες· χαίροις, Βενιαμὶν παναοίδιμε, ὁ τὴν καθαρτικὴν τῆς διακονίας τάξιν καλῶς συντηρήσας, καὶ διὰ τοῦτο βαθμὸν καλόν, εἰς τὸ μέλλον σεαυτῷ περιποιησάμενος· χαίροις, ὁ πολλοὺς τῶν ἐν Περσίᾳ μάγων εἰς Χριστὸν ἐπιστρέψας, τὸν πάλαι τούτους ὁδηγήσαντα ἀστέρα ἐκμιμησάμενος· χαίροις, ὁ πολλὰς βασάνους ὑπομείνας ἀνδρείως ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχάς, τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.




Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.





Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.
Τὸν γενναῖον Ἀθλητὴν Βενιαμίν, τὸν ὑπὲρ τῆς εὐσεβείας καλῶς ἀγωνισάμενον, δεῦτε λαοὶ ὑμνήσωμεν λέγοντες· χαίροις, ὁ στεῤῥὸς τῆς πίστεως πρόμαχος, κατὰ τοὺς Προφήτας καὶ Ἀποστόλους· χαίροις, ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ μιμησάμενος, ἔργῳ τὸν Παῦλον· χαίροις, ὁ τῶν καμνόντων ἀχείμαστος λιμήν· χαίροις, τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης ἀγαλλίαμα.

Ὁ αὐτός.
Ἀθλοφόρε τοῦ Χριστοῦ Βενιαμίν, πρὸς τὰς βασάνους καρτερῶν, καὶ τυράννους διελέγχων, ἀνεκραύγαζες· οὐδείς με χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ, αὐτὸς γά ρμου Θεός, καὶ δοξάσω Αὐτόν· διὸ παῤῥησίαν κεκτημένος πρὸς Αὐτόν, καὶ χορεύων μετ’ Ἀγγέλων ἐν οὐρανοῖς, πρέσβευε σωθῆναι τὰς ψυχὰς τῶν ἐκτελούντων τὴν μνήμην σου.

Ἦχος β΄.
Προκόπτων ἐν Θεῷ, ἀρετῶν ἐφάμιλλος τῶν Μαρτύρων ἀνεδείχθης, νεανικὴν ἀνδρείαν ἐνδειξάμενος, ἀθεάτου πνεύματος δραξάμενος, τυραννικὴν ὀφρὺν κατεπάτησας, Βενιαμὶν πολύαθλε. Βωμοὶ γὰρ τῶν εἰδώλων ἠφανίσθησαν, καὶ χρησμοὶ δαιμόνων ἐφυγαδεύθησαν, ἀνίατα νοσήματα θεραπεύοντας, καὶ Χριστὸν εἰς αἰῶνας βασιλεύει, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.


Ἦχος δ΄.
Κογχύλη αἵματος τοῦ μαρτυρίου σου, κοσμηθεῖσα ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡλιακὰς ἀκτῖνας ἐκπέμπει Βενιαμὶν πολύαθλε· τῷ γὰρ Σταυρῷ καθοπλίσας ἑαυτόν, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ προθύμως ἑλόμενος γενναίως πρὸς παράταξιν τοῦ ἀλλοτρίου ἀντικατέστης, καὶ καταίσχυνας τὰς ἐπινοίας τῶν παρανόμων, νικητὴς στρατιώτης ὤφθης τοῦ Χριστοῦ· διὸ δυσωποῦμέν σε, ὡς παῤῥησίαν ἔχων Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.
Εὐφραίνεται ὁ οὐρανὸς σήμερον φαιδρῶς, καὶ ἡ γῆ ἀγάλλεται πιστῶς, ἐπὶ τῇ μνήμῃ τοῦ Ἱερομάρτυρος Βενιαμίν, ἡ γὰρ παροῦσα ἡμέρα, οὐ θῦμα τῶν ἀλόγων, ἀλλὰ θυσίαν αἰνέσεως ἐξ ἀνθέων πνευματικῶν καταστέφεται· ἠγλαϊσμένος γὰρ σὺν ἡμῖν παρεστηκώς, τὴν ἀναίμακτον λατρείαν, τῷ στεφοδότῃ Χριστῷ προσκομίζων, δέησιν αἰτεῖ εἰλικρινῶς εἰς τὰς αὐλὰς τοῦ Παραδείσου, καταντῆσαι, τοὺς ἐν πίστει τελούντας τὴν μνήμην σου.

Ὁ αὐτός.
Τοῦ κρύψαντος τὸ τάλαντον, τὴν κατάκρισιν εἰδὼς Βενιαμὶν ἀξιΰμνητε, οὐκ ἐσίγησας τὸν τοῦ Θεοῦ λόγον, οὐκ ἠνέσχου μὴ μεταδοῦναι τοῖς ἐσκοτισμένοις τὸ φῶς, οὗ μετέβαλες. Ἀλλὰ πᾶσιν ἐκήρυττες τὸ Εὐαγγέλιον τῆς Βασιλείας τῶν οὐρανῶν· ὅθεν ὡς πλεονάσαντι τὸ χάρισμα, ἀπόκειταί σοι ἀκοῦσαι· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Ἦχος πλ. α΄.
Ἱερομάρτυς Βενιαμὶν πανεύφημε, τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐ πῦρ, οὐ μάστιγες, οὐ ξίφος χρίσαι ἴσχυσαν, ἀλλ’ ἀνδρείως ἐναθλήσας, ἐν μέσῳ τῶν τυράννων, τὰ εἰδώλων σεβάσματα κατέστρεψας θεόφρον· καὶ νῦν στεφηφόρος, Ἀθλητά, χορεύειν ἐν οὐρανοῖς, ἐκτενῶς πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Πῶς ἐξείπω τῆς καρδίας τὸ μεγαλόψυχον, ἢ πῶς παραστήσω διὰ λόγων τὴν ἐν τοῖς ἄθλοις ὑπερφυᾶ καρτερίαν σου, Βενιαμὶν γενναιότατε; Τηλικαῦτα γὰρ εἴδη βασάνων ὑπέστης μετὰ χαρᾶς, ἃ καὶ νοούμενα μόνον, κάμπτει καρδίαν καὶ τὴν ἀδαμάντινον. Ὅθεν ἐν οὐρανοῖς ἀπολαμβάνων τοὺς μισθούς, ἀναλόγως τοῖς ἀγῶσί σου καὶ ὡς συμπαθὼν τῷ παθόντι Χριστῷ συνδοξαζόμενος, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου εὐφημούντων σου τὴν ἄθλησιν.


Καὶ νῦν. Θεοτοκίον. Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης.
Κύριε, Σὺ τῆς σὲ τεκούσης πρεσβείαις, περιφρούρησον τὴν πόλιν Σου, ἥνπερ αἵματί σου τιμίῳ, οἰκτίρμον ἐξηγόρασας, καὶ ἑπομένως ἐχθρῶν, ἀπήμαντον συντήρησον· ὅπως ὑμνοῦντες δοξολογῶμεν, τὴν θείαν Σου συγκατάβασιν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Βενιαμὶν ἱερέ, τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ τὸ ἀγλάϊσμα, τὸ κλέος τῶν διακόνων, Εὐαγγελίου σεπτοῦ, κήρυξ ὁ λαμπρός τε καὶ διάσημος, φωστὴρ ὁ ταῖς λάμψεσι, διαλύων σκοτόμαιναν, τῆς ἀγνωσίας, καὶ φωτὸς θείας γνώσεως, ἐν τοῖς λόγοις σου, μεταδοὺς τοῖς τυφλώττουσιν· ἄνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, ὁ ταῖς βασάνοις ἀνδρείως, ἐγκαρτερήσας ὡς ἄσαρκος, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

Στ.: Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες ᾿Ιούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ.
Χαίροις, Βενιαμὶν ἱερέ, ὁ ἐπαυξήσας τὰ δοθέντα σοι τάλαντα, ὡς δοῦλος πιστὸς Κυρίου, καὶ σεσωσμένους πολλούς, τῷ Χριστῷ προσαύξας παναοίδιμε, πηγὴ ἡ γλυκύῤῥοος, δαψιλῶς ἡ δροσίσασα, τοὺς ἐκτακέντας, ἀσεβείας τῷ καύσωνι, ὁ πιστότατος οἰκονόμος καὶ φρόνιμος, πᾶσι τὸ σιτομέτριον, ἀφθόνως δωρούμενος, τοῦ ἀμπελῶνος ἐργάτης, λαοῦ Χριστοῦ ὁ γενόμενος· Αὐτὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

Στ.: Κύριος, δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.
Χαίροις, Βενιαμὶν ἱερέ, ναοῦ τοῦ ἄνω λειτουργὲ καὶ διάκονε, ποδήρη ἐνδεδυμένος, ὁλολαμπῆ καὶ φαιδρόν, τὴν τῶν μακαρίων δόιξαν ἄφραστον, λαμπρῷ δὲ κοσμούμενος, ὡραρίῳ πανεύφημε, τῷ τῶν ἀΰλων, Σεραφεὶμ ἐκμιμήσαντι, ὁ τὴν ἄμεσον, ὑπὲρ κόσμου ποιούμενος, αἴτησιν καὶ γενόμενος, ναοῦ εἰς τὰ ἄδυτα, καὶ μυστηρίων μετέχων, τῆς ὑψηλῆς Θεοῦ γνώσεως· Αὐτὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.
Δεῦτε, φιλομαρτύρων συστήματα, θίασον πνευματικὸν συγκροτήσαντες, τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ Βενιαμὶν εὐφημήσωμεν. Σήμερον γάρ, καὶ Ἄγγελοι πανηγυρίζουσιν ἐπὶ τῇ μνήμῃ αὐτοῦ· οὗτος γὰρ ὁ τρισόλβιος, τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλον τὸν Ἀπόστολον μιμησάμενος, οὐκ ἠνέσχετο μὴ μεταδοῦναι τοῖς ἀμυήτοις τοῦ Εὐαγγελίου τῆς γνώσεως, ἄλλος νεώτερος Βενιαμίν, κατὰ τὸ ψαλμικὸν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ χρηματίσας· ὅθεν, ὡς ἐκεῖνος, μισθὸν ἐκομίσατο τῆς ἱερουργίας τοῦ Εὐαγγελίου, τοῦ τελειωθῆναι δι’ αἵματος· καὶ νῦν, μετὰ Παύλου καὶ πάντων τῶν Ἱερομαρτύρων, χορεύων περὶ Θεὸν χορείαν τὴν ἀκατάλυτον, ἄφεσιν πταισμάτων αἰτεῖται ἡμῖν, τοῖς ἐκ πόθου τελοῦσι, τὴν ἱερὰν αὐτοῦ ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Περσίας τὸν γόνον καὶ πιστῶν μέγα καύχημα, εὖχος τὸ λαμπρὸν διακόνων, καὶ Μαρτύρων ἀγλάϊσμα, τιμήσωμεν σεπτὸν Βενιαμίν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἀρετὰς αὐτοῦ ζηλοῦντες τὰς ἱερὰς καὶ ὁμοφώνως κράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν τοῖς ἄθλοις στεῤῥόν σε ἀναδείξαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ὡς φαιδρὸς ἑωσφόρος, σεπτὲ Βενιαμίν, ἡ σὴ μνήμη ἐπέστη, ἡμῖν τοῖς ἀγαπῶσί σε, καὶ εἰς αἴνεσιν ἤγειρε, τοῦ νευρώσαντος, σὲ ἐν τοῖς ἀΰλοις παμμάκαρ, καὶ δοξάσαντος, ἔν τε τῇ γῇ καὶ ἐν πόλῳ, Χριστοῦ τοῦ παντάνακτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς ἡγεμὼν τῶν παρθένων, παρθενεύειν με, νοΐ ψυχῇ σώματί τε, Παρθένε ἐνίσχυσον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, ἡ τῶν Ἀγγέλων στρατιά, τὴν ἀνδρείαν τῆς ψυχῆς, σοῦ ἱερὲ Βενιαμόν, πῶς μετὰ σώματος σοφέ, πρὸς ἀσωμάτους δεινοὺς ἐπάλαισας, ἐχθροὺς καὶ ἐνίκησας, καὶ τύραννον ὠμόν, οὐ κατέπτηξας, καὶ τὰς βασάνους ἤνεγκας γενναίως· ἄλλου τινὸς ὥσπερ πάσχοντος· ὅθεν στεφάνοις ἀμαραντίνοις, κεφαλήν σου κατέστεψε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί; Τῶν ἁπάντων τὴν πνοήν, περιλαμβάνοντα χερσί, φράσον ἡμῖν τὸν λόγον τοῦ μυστηρίου σου, παναληθές ἐστι τοῦτο, ὦ ἄνθρωπε, καὶ παῦσε ἐρευνῶν τὸ δυσθεώρητον, ὕψος καὶ βάθος, μῆκος καὶ πλάτος, τῆς ἀποῤῥήτου λοχείας μου, νικᾷ γὰρ τοῦτο, ἔννοιαν πᾶσαν τῶν βροτῶν καὶ Ἀγγέλων.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἡ λαμπρά σου ἄθλησις, Βενιαμὶν Ἀθλοφόρε, ὥσπερ κῆπος εὔοσμος, πολυανθὴς καὶ ὡραῖος, ἤνοικται, τῇ Ἐκκλησίᾳ Χριστοῦ παμμάκαρ· ὅθεν σου, τῆς εὐωδίας ἐποσφρανθέντες, συνεδράμομεν προθύμως, πανηγυρίσαι τὴν θείαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπληγώθην πταίσμασιν, ἰάτρευσόν με Παρθένε, ἀπωλείᾳ ἤγγισα, διάσωσόν με ἐν τάχει, τέθνηκα, ζωήν μοι δίδου Κόρη Μαρία, πέπτωκα, ἀνάστησόν με Χριστὸν τεκοῦσα, ἰατῆρα καὶ Σωτῆρα, τὴν ζωὴν πάντων, καὶ τὴν ἀνάστασιν.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει...Καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, ὁ τοῦ Χριστοῦ Διάκονος καὶ Ἀθλητὴς Βενιαμίν, τὴν γῆν καταλιπῶν, εἰς οὐρανὸν τὴν πορείαν διὰ μαρτυρίου πεποίηται, καὶ πρὸς τὸν Θεὸν διαβαίνει, τὰ γέρα τῶν ἀγώνων κομισάμενος, καὶ πρὸς τὸν Θεὸν διαβαίνει, τὰ γέρα τῶν ἀγώνων κομισάμενος· σήμερον, ὁ υἱὸς ὀδύνης διὰ τῶν πολυωδύνων βασάνων γενόμενος, ἤδη υἱὸς ἡδονῆς διὰ τῆς μακαριότητος δείκνυται, καὶ τιμᾶται παρὰ τοῦ Πατρός, ὁ τῷ Υἱῷ διακονήσας καὶ κοινωνεῖ τῆς δόξης τοῦ Υἱοῦ, ὁ καὶ τῶν παθημάτων Αὐτοῦ κοινωνήσας, ἔδει γὰρ κατὰ τὴν θείαν ἐπαγγελίαν, ὅπου ἐστὶν ὁ Χριστός, ἐκεῖ εἶναι καὶ τὸν τούτου διάκονον· ὅθεν καὶ ἡμεῖς συνελθόντες, τὴν μνήμην αὐτοῦ ἑορτάσωμεν λέγοντες· Βενιαμὶν ἱερόαθλε, πρέσβευε ἀπαύστως Χριστῷ, κοινωνοὺς τῆς σῆς δόξης γενέσθαι, καὶ ἡμᾶς τοὺς σὲ γεραίροντας.


















Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Βενιαμίν, κήρυκι ᾆσμα προσφέρω. Ν(ι)κ(ο)δ(ή)μ(ου).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Βεβήλοις ἐν χείλεσιν, ἀνευφημεῖν σε ἀρχόμενος, αἰτοῦμαι καθάρισον, ταῦτα τῷ ἄνθρακι, τῆς πρεσβείας σου, Βενιαμὶν τρισμάκαρ, καὶ χάριν ἐν λόγῳ μοι, δίδου πανεύφημε.
Ἐφλέχθης τῷ ἔρωτι, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, καὶ πάντα παρέδωκας, ὑπὲρ Αὐτοῦ τὰ τερπνά, δόξαν ῥέουσαν, τρυφὴν ζωὴν καὶ σῶμα· διὸ τὴν αἰώνιον δόξαν ἀντέλαβες.
Νενίκηκας ἔνδοξε, ἐν τῷ σεπτῷ μαρτυρίῳ σου, σαρκὸς πόθον κόσμον τε, καὶ κοσμοκράτορα, τοὺς τρεῖς γίγαντας, παθὼν τοὺς ἀρχηγέτας· διὸ καὶ διάδημα, τρίπλοκον εἴληφας.
Ἰδοὺ νῦν ἀνέτειλεν, ὥσπερ λαμπρότατος ἥλιος, ἡ πάνσεπτος ἄθλησις, Βενιαμὶν τοῦ σοφοῦ, καταυγάζουσα, ἡμῶν τὰς διανοίας, καὶ πλάνης σκοτόμαιναν, διασκεδάζουσα.
Θεοτοκίον.
Ὡς κάρμηλος πέφυκεν, ἡ κεφαλή Σου Θεόνυμφε, καὶ αὐτῆς τὸ πλόκιον, πορφύρα πέφυκε, καὶ ἐμπέπλησται, αὕτη τῆς θείας δρόσου, Σολομὼν ὁ πάνσοφος, ὡς ᾀσματίζει Σοι.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἀγγέλους ἐξέπληξας θεόφρον, βασάνους ἀνδρείως ὑποστάς, ὡς ἄσαρκος καὶ ἄϋλος, Βενιαμὶν πανεύφημε, οἳ καὶ τὰ ἀριστεῖά σοι, μετὰ χαρᾶς ἐπεκρότησαν.
Μεγάλως ἐδόξασε Χριστός σε, ἐν πόλῳ ὡς ἔργοις πρὶν αὐτόν, ἐπὶ τῆς γῆς δοξάσαντα, Βενιαμὶν πανεύφημε, τοὺς γὰρ Αὐτὸν δοξάζοντας, ἀντιδοξάζειν ὑπέσχετο.
Ἰδοὺ ὁ διάκονος Κυρίου, ἰδοὺ ὁ γενναίος Ἀθλητής, ἰδοὺ ὁ ἰσαπόστολος, Βενιαμὶν ἐπέφανε, δεῦτε πάντες φιλέορτοι, καλῶν αὐτοῦ ἀπολαύσωμεν.
Νεώσας ἀρότρῳ τῶν σῶν λόγοων, τὰς χέρσους ἀρούρας τῶν ψυχῶν, τῶν μάγων ἐγκατέσπειρας, αὐταῖς σπόρον τῆς πίστεως, ὃς καὶ ἐκαρποφόρησεν, ἓν ἑκατὸν καὶ ἓν ἑξήκοντα.
Θεοτοκίον.
Οἱ Σοὶ ὀφθαλμοὶ Παρθενομῆτορ, ἐδείχθησαν ὡς περιστεραί, αἱ λελουμέναι γάλακτι, καὶ λίμναι ὡς λαμπρόταται· δι’ ὧν περ ἐκαρδίωσας, Κόρη τῆς δόξης τὸν Κύριον.






Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τετρωμένος ἀγάπη τοῦ Ἰησοῦ, γενναιότατε Μάρτυς Βενιαμίν, χαίρων ἐκαρτέρησας, μαστιγώσεις τοῦ σώματος, καὶ φυλακὴν ὡς ἄλλον παλάτιον ᾤκησας, καὶ ὡς τιμὰς ἡγήσω, τὰ ἄτιμα ἅπαντα, τὰς σκληρὰς βασάνους, ὡς τρυφὰς ἐλογήσω, ἐπώδυνον θάνατον, ὡς ζωὴν πανευφρόσυνον· διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἐκτελοῦσιν ἐν πίστει, τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ θανάτου τὴν Ὥραν ἀναπολῶν, τὴν ἡμέραν τῆς κρίσεως ἐννοῶν, πῦρ τὸ ἀτελεύτητον, ἐνθυμούμενος πέφρικα, ὢ πῶς ὑποίσω τότε, βιαίαν διάζευξιν, ὢ πῶς ἐνέγκω τότε, Θεοῦ τὴν διάστασιν!, πῶς βαστάσαι ἔχω, τὴν μετὰ τῶν δαιμόνων, αἰώνιον ἕνωσιν!  Θεοτόκε πανύμνητε, τούτων με ἀπάλλαξον, πρεσβεύουσα τῷ Σῶ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, πρὶν ἢ θάνατος ἔλθῃ, ἡ κρίσις ἡ κόλασις.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Κῆρυξ γέγονας παμμάκαρ τῆς Χριστοῦ ἐνσαρκώσεως, μάγοις καταγγέλων τοῦτον, Θεὸν εἶναι καὶ ἄνθρωπον· ὅθεν ὡς τὸ στόμα ὑπῆρξας τοῦ Κυρίου σου, ὅτι τίμιον, τὸ γένος τούτων ἀνέδειξας.
Ῥήματα τῆς ἱερᾶς σου γλώττης μάκαρ γεγόνασι, φῶς ζωὴ καὶ ἅλας, τοὺς ἐσκοτισμένους φωτίζοντα, καὶ τοὺς θανόντας ζωοῦντα, καὶ τοὺς ὄζοντας, ἀθεότητι, ἀσήπτους Μάρτυς φυλάττοντος.
Ὑετίζουσα νεφέλη τῇ Περσίᾳ δεδώρησαι, ἐκ Θεοῦ τρισμάκαρ, τοὺς λιποθυμοῦντας σκιάζουσα, καὶ τοὺς τακέντας φλογμῷ τῆς ἀθεότητος, καταρδεύουσα, θεογνωσίας τοῖς νάμασι.
Θεοτοκίον.
Ὦτα θεῖά Σου Παρθένε τῆς φωνῆς ἧν ἀκούοντα, πάντοτε προθύμως, τοῦ ἀδελφιδοῦ σου ὡς γέγραπται, ὅτι φωνὴ ἦν ἡδία τούτου πάναγνε, καταθέλγουσα, ψυχὴν ὁμοῦ καὶ καρδίαν σου.













ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Καλάμους ὑπήνεγκας, τοὺς ἐμπαρέντας ὄνυξι, τοῖς σοῖς Ἀθλοφόρε τοῦ Κυρίου, καὶ προξενοῦντας πικρὰς ὀδύνας σοι· δι’ ὧν μιμητὴς τοῦ δεξιᾶ, κάλαμον βαστάσαντος, Ἰησοῦ ἐχρημάτισας.
Ἱερεύσας ἔνδοξε, σαυτὸν τῷ Παντοκράτορι, ὡς κάλλιστον ὄντως ἱερεῖον, καὶ ὡς θυσία δεκτήν, καὶ ἄμωμον, διὰ τῆς ἀθλήσεως τῆς σῆς, καὶ ὁ πρὶν διάκονος, ἱερεὺς καινὸς γέγονας.
Ἀθάνατον εὔκλειαν, ὠνήσω παναοίδιμε, διὰ τοῦ προσκαίρου σου θανάτου, μικρῶν μεγάλα ἀνταλλαξάμενος, εὖγε, πραγματείας τῆς σοφῆς!, ἡ μεγίστη πέφυκεν, ἁπασῶν τοῖς νοῦν ἔχουσιν.
Θεοτοκίον.
Ὡραίως ὐπέρκεισαι, καὶ θαυμαστῆς ἐν κάλλεσι, νύμφη ᾀσματίζουσα κράζει· δι’ ἧς φοιτήσας, ὁ ἐραστὴς τῶν καλῶν, εὐγένισε Δέσποινα βροτῶν, φύσιν καὶ διέσωσεν, ἐκ χειρὸς τοῦ ἀλάστορος.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Σοφός, ὑπάρχων διάκονος, ἐν μέσῳ Ἐκκλησίας ἐκήρυττες, αὕτη σοφὴ ὀρθή· ὅθεν σοφία τῶν λόγων σου, πρὸς τὴν ὀρθὴν σοφίαν, τοὺς μάγους ἥλκυσας.
Μακαριστὸς ἀναδέδειξε, διάκονε Κυρίου Βενιαμίν, ὡς τὸν μακάριον, Θεὸν τυράννων ἐνώπιον, κηρύξας μακαρίους, τὸν ἐργαζόμενον.
Ἃ ὀφθαλμὸς οὐ δεδύνηται, ἰδεῖν καὶ οὖς ἀκούσαι πανεύφημε, καὶ νοῦς ἀνθρώπινος, κατανοήσαι ὡς γέγραπται, ἐν οὐρανοῖς παμμάκαρ, ἐκληρονόμησας.
Θεοτοκίον.
Σοφίαν, λόγον κηρύττομεν, Υἱὸν τὸν τοῦ Πατρὸς προαιώνιον, ἐπισκηνώσαντα, οὐσιωδῶς ἐν τῇ μήτρᾳ Σου, καὶ τῇ ἀρίστῃ πλάσει ἡμᾶς θεώσαντα.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Βενιαμὶν τῆς εὐσεβείας τὸν πύργον, καὶ μιμητὴς τῶν ἱερῶν Ἀποστόλων, καὶ διακόνων καύχημα, καὶ δόξα Ἀθλητῶν, ἅπαντες τιμήσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· ῥῦσαι ταῖς πρεσβείαις σου, ἀπὸ βλάβης παντοίας, τοὺς ἐκτελοῦντας πόθῳ τὴν σεπτήν, καὶ φωτοφόρον πανεύφημε μνήμην σου.
Ὁ Οἶκος.
Ὁ τῶν χαρίτων βραβευτής, καὶ τῶν δωρεῶν χορηγὸς Κύριος, τὸ καθαρὸν τῆς σῆς ψυχῆς, καὶ τὸ σεμνόν σου πολίτευμα θεασάμενος Βενιαμὶν παναοίδιμε· πολλοῖς σε χαρίσμασιν ἐν τῷ τῇδε βίῳ ζῶντα κατηγλάϊσε, καὶ μετὰ θάνατον δόξης ἀϊδίου στεφάνους τὴν κεφαλήν σου κατέστεψε· διὰ τοῦτο καὶ ἡμεῖς καὶ ὑπὸ Θεοῦ χαριτωθέντα καὶ δοξασθέντα συνελθόντες, σὲ εὐφημοῦμεν καὶ τὴν σεπτὴν καὶ φωτοφόρον ἐκτελοῦμεν πανεύφημε μνήμην σου.
Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βενιαμὶν τοῦ Διακόνου, τοῦ ἐν Περσίᾳ ἀθλήσαντος.
Βενιαμὶν πρόβατον ὤν, ἀλλ’ οὐ λύκος,
ἅρπαξι λύκοις θύεται, ἀλλ’ οὐ θύει.
Οὗτος, ἦτο κατὰ τοὺς χρόνους τοῦ βασιλέως μὲν τῆς Περσίας Ἰσδιγέρδου, τοῦ υἱοῦ Γορωράνη, τοῦ καὶ αὐτοῦ βασιλέως ὄντος Περσῶν, τοῦ Ῥωμαίων δὲ βασιλέως Θεοδοσίου τοῦ μικροῦ ἐν ἔτει 412. Φαίνεται δέ, ὅτι ἐκατάγετο ἀπὸ τὴν Περσίαν, καὶ ταύτην εἶχε πατρίδα του. Οὗτος λοιπὸν μὲ τὸ νὰ ἦτο διάκονος τῆς ἐν Περσίᾳ ἐκκλησίας, πολλοὺς Ἕλληνας ὁμοῦ καὶ Πέρσας ἐπέστρεψεν εἰς τὴν θεογνωσίαν διὰ μέσου τοῦ λόγου τῆς διδασκαλίας του. Ὅθεν, ἐκ τῆς αἰτίας ταύτης καττηγέλθη εἰς τὸν ῥηθέντα βασιλέα ὡς κακοποιός. Διὰ τοῦτο παρασταθεὶς ἐνώπιον τοῦ βασιλέως, ἐδάρη. Καὶ μετὰ τὸν δαρμό, βάλλεται εἰς τὴν φυλακήν, καὶ ἐκεῖ μένει ἕως εἰς διάστημα δύο ὁλοκλήρων ἐτῶν. Μετὰ δὲ τὰ δύο ἔτη, ἐπέμφθη ἀπὸ τὸν βασιλέα τῶν Ῥωμαίων Θεοδόσιον πρέσβυς εἰς τὴν Περσίαν, ὁ ὁποῖος, ἀφ’ οὗ ἔμαθε τὴν ἐν τῇ φυλακῇ πολυχρόνον κακοπάθειαν τοῦ Ἁγίου Βενιαμίν, ἔκαμε μεσιτείαν εἰς τὸν βασιλέα Περσῶν Ἰσδιγέρδην διὰ νὰ τὸν ἐλευθερώσῃ ἀπὸ τὴν φυλακήν. Ὁ δὲ βασιλεὺς ὑπεσχέθη μὲν εἰς τὸν πρέσβυν ὅτι τὸν ἐλευθερώνῃ, ἀνίσως ὅμως παύσῃ ἀπὸ τὸ νὰ διδάσκῃ τὸν Χριστιανισμὸν τοῦς ἐν Περσίᾳ μάγους. Ὁ δὲ πρέσβυς ἀπεκρίθη: Ναί, ἀνάγκη εἶναι, ὅτι ἐξάπαντος νὰ φυλάξῃ τὴν προσταγήν σου, ὦ Βασιλεῦ.
Τοῦτον δὲ καὶ τὸν λόγον τοῦ πρέσβεως εὐθὺς ὅπου ἤκουσεν ὁ φιλόθεος ὁμοῦ καὶ φιλάδελφος Βενιαμὶν ἀδύνατον, ἀπεκρίθη πρὸς τὸν πρέσβυν: Ἀδύνατον εἶναι μὴ μεταδώσω ἐγὼ εἰς τοὺς ἐσκοτισμένους τὸ φῶς τῆς θεογνωσίας, ὅπου ἔλαβον. Διότι ὅσην τιμωρίαν εἶναι ἄξιος νὰ λάβῃ ἐκεῖνος, ὅπου ἤθελε κατακρύψει τὸ τάλαντον τοῦ ἰδικοῦ του Δεσπότου, τοῦτο σαφῶς παριστᾷ ἡ τῶν θείων Εὐάγγελίων διδασκαλία. Ἀλλὰ τοὺς λόγους τούτους τοῦ Ἁγίου δὲν ἐννόησεν ὁ βασιλεύς, ὡς ἄπιστος καὶ ἀμύητος. Ὅθεν, ἐπρόσταξε νὰ ἐλευθερωθῇ ἀπὸ τὰ δεσμὰ καὶ τὴν φυλακὴν ὁ Ἅγιος. Ἐλευθερωθεὶς λοιπὸν ὁ θεῖος Βενιαμίν, πάλιν ἐδίδασκε τοὺς ἐν Περσίᾳ μάγους καὶ Ἕλληνας κατὰ τὴν προτέραν αὐτοῦ συνήθειαν. Χρόνος ὁλόκληρος παρῆλθε κατὰ τὸν ὁποῖον ὁ φωστὴρ τῆς εὐσεβείας Βενιαμὶν μετέδιδε τὸ φῶς τῆς θεογνωσίας. Διὰ τῆς διδασκαλίας του εἰς τοὺς Πέρσας καὶ Ἕλληνας. Ὅθεν, ὁ βασιλεύς, τοῦτο μαθών, παρέστησεν ἔμπρόσθεν του τὸν Ἅγιον, καὶ τοῦτον προστάζει νὰ ἀρνηθῇ τὸν Χριστόν. Ὁ δὲ Βενιαμίν, πόσης τιμωρίας, ἐρώτησεν, εἶναι ἄξιος ὦ βασιλεῦ, ἐκεῖνος, ὅπου ἤθελε μὲν καταφρονήσει τὴν ἐδικήν σου βασιλείαν, προτιμήσει δὲ ἄλλην; Θανάτου εἶναι ἄξιος, ἀπεκρίθη ὀ βασιλεύς. Ἀνταπεκρίθη δὲ ὁ Μάρτυς: Καὶ ἄν ὁ τὴν βασιλείαν σου τοῦ θνητοῦ βασιλέως καταφρονήσας εἶναι θανάτου ἄξιος, ποίαν ἄραγε κόλασιν ἔχει δικαίως νὰ πάθῃ ὅποιος καταφρονήσει μὲν τὸν Ποιητὴν καῖ πάντων Δημιουργόν, προσκυνήσει δὲ ὡς Θεὸν ἕνα ἀπὸ τὰ ὁμόδουλα κτίσματα;
Τοῦτο τὸν σοφὸν λόγον ἀκούσας ὁ βασιλεύς, ἐθυμώθη, καὶ προστάζει νὰ λεπτύνουν εἵκοσι καλάμια, καὶ νὰ τὰ ἐμπήξουν εἰς τοὺς εἵκοσιν ὄνυχας τῶν χειρῶν καὶ τῶν ποδῶν τοῦ Μάρτυρος. Ἐπειδὴ δὲ ἔβλεπε, πῶς τὴν τιμωρίαν ταύτην ἐνόμιζεν ὡς παίγνιον ὁ τοῦ Χριστοῦ ἀθλητής, διὰ τοῦτο ἐπρόσταξε νὰ λεπτύνουν καὶ νὰ κάμουν κοπτερὸν ἕνα καλάμι, καὶ τοῦτο νὰ ἐμπήξουν μέσα εἰς τὸ παιδογόνον μόριον τοῦ Ἁγίου. Τὸ ὁποῖον ἐμβάλλοντες συχνὰ καὶ ἐκβάλλοντες εἰς τὸν τοῦ Χριστοῦ Μάρτυρα. Ὕστερον δὲ ἀπὸ τὴν βάσανον ταύτην, προστάζει ὁ τύραννος νὰ ἐμβάλλουν εἰς τὸν ἀφαιδρῶνα τοῦ Μάρτυρος ἕνα ῥαβδὶ χονδρόν, τὸ ὁποῖον εἶχε ῥόζους ἀπὸ κάθε μέρος. Καὶ ἐν τῇ τιμωρίᾳ ταύτῃ παρέδωκε τὴν ψυχήν του εἰς τὸ ποθούμενον Χριστὸν ὁ γενναιότατος τούτου ἀγωνιστής.








Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κάρπου, Παπύλου, Ἀγαθοδώρου, καὶ Ἀγαθονίκης.
Κάρπῳ, Παπύλῳ, τοῖς Θεοῦ καρποῖς δύο,
Πᾶς πυλεὼν τμηθεῖσιν ἠνοίγη πόλου.
Ἀγαθόδωρον δωρεῶν πληθὺς μένει,
Πρὸς πληθὺν ἀθλήσαντα δεινῶν μαστίγων.
Οὐκ ἐμποδὼν σοι, Μάρτυς Ἀγαθονίκη,
Τὸ θῆλυ πρὸς τὸ θεῖον ἐκ ξίφους τέλος.
Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ Δεκίου βασιλέως, καὶ Οὐαλλεριανοῦ ἀνθυπάτου Ἀσίας, ἰατροὶ τὴν τέχνην, ὧν ὁ μὲν Ἅγιος Κάρπος, ἐπίσκοπος ἦν Θυατείρων, ὁ δὲ Πάπυλος διάκονος, ὑπ’ αὐτοῦ τοῦ Κάρπου χειροτονηθείς. Κρατηθέντες οὖν παρὰ τοῦ ἄρχοντος, καὶ ἐρωτηθέντες, ὡμολόγησαν ἐνώπιον πάντων τὸ ὄνομα τοῦ Δεσπότου Χριστοῦ, καὶ ἀναγκασθέντες θῦσαι τοῖς εἰδώλοις καὶ μὴ πεισθέντες, προσεδέθησαν ἵπποις, καὶ περιεπάτουν ἔμπροσθεν τοῦ ἅρματος, συρόμενοι πρὸς τὰς Σάρδεις. Κἀκεῖ κρεμασθέντες ἐπὶ ξύλου ξέονται. Τότε καὶ ὁ Ἅγιος Ἀγαθόδωρος, δοῦλος ὢν τῶν Ἁγίων, καὶ ἀκολουθῶν αὐτοῖς, θείου Ἀγγέλου ἐνισχύσαντος, καὶ αὐτὸς τὸν Χριστὸν ὡμολόγησε. Καὶ κρεμασθείς, ῥάβδοις τύπτεται σφοδρῶς, καὶ οὕτω τυπτόμενος, τὸ πνεῦμα τῷ Κυριῳ παρέθετο.
Ὁ δὲ Ἅγιος Κάρπος κρεμάμενος ὑπεμειδίασε. Καὶ ἐρωτηθεὶς παρὰ τοῦ ἄρχοντος: Τίνος χάριν, ὦ Κάρπε, ἐμειδίασας· εἶπεν: Ὅτι εἶδον τὴν δόξαν τοῦ Κυρίου μου καὶ ἐχάρην. Ὁ δὲ Πάπυλος δεσμεῖται πάλοις τέσσαρσι, καὶ εἰς ὕψος αἴρεται, καὶ λίθοις βάλλεται, ἀβλαβὴς ἐκ πάντων διαμείνας.
Μετὰ ταῦτα, ἀχθέντες οἱ Ἅγιοι ἅμα, ὕπτιοι ἐπὶ τριβόλοις σύρονται, τυπτόμενοι ἄνωθεν, καὶ θηρίοις βορὰ ῥιπτόμενοι. Καὶ λέων τότε ἀνθρωπίνῃ φωνῇ φθεγγόμενος καὶ ὠρυόμενος, διεκώλυε τοὺς διώκοντας τῆς τοιαύτης ὠμότητος. Οἱ δέ, βύσαντες τα ὦτα, καὶ κρηπῖσιν αὐτοὺς σιδηραῖς καθηλώσαντες, ἐν τῇ καμίνῳ ἐναπέῤῥιψαν, ἔνθα καὶ ἡ τοῦ Ἁγίου Παπύλου ἀδελφὴ Ἀγαθονίκη εὐξαμένη, συνεισῆλθεν αὐτοῖς. Ἐπεὶ δε τὸ πῦρ, καταῤῥαγέντος ὑετοῦ, ἐσβέσθη, καὶ οἱ Ἅγιοι ἄφλεκτοι, καὶ ἀβλαβεῖς διέμειναν, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φλωρεντίου.
Ὢ θάρσος οἷον Μάρτυρος Φλωρεντίου!
Πρὸς τὴν φλόγα τρέχοντος, ὥσπερ πρὸς δρόσον.
Οὗτος, ἦτο ἐκ τῆς Θεσσαλονίκης. Ἐπειδὴ δέ, ἦτο χριστιανὸς καὶ ζηλωτὴς τῆς εὐσεβείας καὶ ἀρετῆς, ὕβριζε μὲν καὶ ἐβλασφήμει ἔμπροσθεν εἰς ὅλους τοῦς θεοὺς τῶν Ἐλλήνων, ἐστήριζε δὲ τοὺς χριστιανοὺς εἰς τὴν τοῦ Χριστοῦ πίστιν, καὶ μὲ καθε τρόπον ὡδήγει αὐτοὺς εἰς τὴν ἐργασίαν τῆς ἀρετῆς, καὶ τῶν τοῦ Θεοῦ ἐντολῶν. Ταῦτα δὲ πράττων καὶ μεταχειριζόμενος, ἐπιάσθη ἀπὸ τὸν ἡγεμόνα τῆς Θεσσαλονίκης, καὶ ἐρωτηθεὶς παρ’ αὐτοῦ, τὸν μὲν Χριστόν, παῤῥησίᾳ ὡμολόγησεν ἔμπροσθεν πάντων, ὅτι εἶναι Θεὸς προαιώνιος, καὶ Ποιητὴς τοῦ παντός, τοὺς δὲ θεοὺς τῶν Ἑλλήνων ἐπεριγέλασεν ὅτι εἶναι ξύλα καὶ λίθοι, καὶ ἀργύριον καὶ χρυσίον, καὶ χάλκωμα καὶ σίδηρον, καὶ εἴδωλα ἄψυχα καὶ ἀναίσθητα. Ὅθεν, ἐπειδὴ ταῦτα εἶπε, δέρεται δυνατά. Ἔπειτα, κρεμᾶται ἐπάνω εἰς ξύλον καὶ κατεξεσχίζεται. Εἶτα, ῥίπτεται ἐντὸς ἀνναμένης πυρᾶς. Καὶ οὕτω χαίρων καὶ προσευχόμενος, καὶ εὐχαριστων τὸν Θεόν, ἐτελειώθη ὁ μακάριος ἐντὸς αὐτῆς. Καὶ ἔλαβε τοῦ μαρτυρίου τὸν στέφανον.









Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκόρου.
Τμηθεὶς ὁ Διόσκορος αἰσχύνει Δία,
Τὸν μὴ λαβόντα ψυχαπωλείας κόρον.
Οὗτος, ἐμαρτύρησε κατὰ τοὺς χρόνους τοῦ βασιλέως Διοκλητιανοῦ, ἐν ἔτει σπη΄ (288). Καὶ κατὰ μὲν τὸ γένος, ἐκατάγετο ἀπὸ τοῦς καλουμένους Σκηνοπολίτας, κατὰ δὲ τὸ ἀξίωμα, ἦτο βουλευτής. Οὗτος λοιπόν, νομίσας ὡς σκύβαλα ὅλα τοῦ κόσμου τούτου τὰ πράγματα, μόνον διὰ νὰ κερδίσῃ τὸν Χριστόν, ἐπαῤῤησιάσθη ἔμπροσθεν τοῦ ἄρχοντος Λουκιανοῦ. Καὶ τοῦτον ἐκατάπληξεν ὡς βροντῆν μὲ τοὺς ἐλεγκτικοὺς λόγους του, ἤ μᾶλλον εἰπεῖν, ἐπεριγέλασεν αὐτόν. Καὶ ὡς ούδὲν ἐνόμισε, τόσον τὰς ἀπειλάς του, ὅσον καὶ τὰς κολακείας του. Ἔπειδὴ δὲ αὐτὸς ἔδειχνε εἰς τὸν Ἅγιον, καὶ φωτίαν, καὶ στρεβλωτήρια ὄργανα, καὶ ἐφεύρισκε πολλὰ ἄλλα εἶδη βασάνων. Ἀλλ’ὅμως, ὅλα αὐτὰ ἦσαν ἀνενέργητα, καὶ ἐφαίνοντο ὠς οὐδὲν ἔμπροσθεν εἰς τὴν ἀνδρείαν καὶ μεγαλοψυχίαν τοῦ Μάρτυρος. Διὰ τοῦτο τελευταῖον ἀπέτεμε μὲ τὸ ξίφος τὴν ἁγίαν του κεφαλήν. Καὶ οὕτως ὁ ἀοίδιμος ἔλαβε τοῦ μαρτυρίου τὸν στέφανον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα Πατρικίου τοῦ Ὁμολογητοῦ.
Θλίψεις ὑποστὰς εἰκόνων θείων χάριν,
Χαίρει χαρὰν Νικήτας, οἵαν οἱ Νόες.
Οὗτος ὁ Ἅγιος, ἐγεννήθη εἰς τὴν χώραν τῶν Παφλαγόνων, ἥτις εἶναι μέρος τῆς Γαλατίας, τῆς τουρκιστῖ καλουμένης Γελάς, ἐκ γονέων εὐσεβῶν καὶ φιλοθέων. Οἱ ὁποῖοι, ὡς λέγουσιν, ἦσαν συγγενεῖς Θεοδώρας τῆς βασιλίσσης, τῆς γυναικὸς Θεοφίλου, παιδιόθεν λοιπὸν δοθεὶς εἰς τὰ σχολεῖα, ἔμαθε τὰ ἱερὰ γράμματα. Καὶ οὕτως ἐπῆγεν εἰς τὴν Πόλιν, ὅταν ἦτον ἐτῶν δεκαεπτά. Μαθοῦσα δὲ ἡ τὰ σκῆπτρα τῆς βασιλείας τότε κρατοῦσα Εἰρήνη ἐν ἔτει 780, ὅτι ὅταν ὁ Ἅγιος ἦτο νήπιον, εὐνουχίσθη ἀπὸ τοῦς γονεῖς του, διὰ τοῦτο ἐπῆρεν αὐτὸν εἰς τὰ βασιλικὰ παλάτια, καὶ εἰς ὀλίγον καιρὸν ἔγινε πρῶτος ἀπὸ τοὺς οἰκείους ἀνθρώπους της. Ἔφθασε δέ, καὶ εἰς τὸ νὰ λάβῃ τὸ ἀξίωμα τοῦ Πατρικίου, καὶ νὰ κατασταθῇ στρατηγὸς τῆς Σικελίας.
Παιδιόθεν δέ, ἐμεταχειρίζετο ὁ μακάριος τὴν ἀρετήν, καὶ ἤθελε μὲν νὰ γένῃ μοναχός, ἐμποδίζετο ὅμως ἀπὸ τοὺς τότε βασιλεύοντας. Ἀπὸ τὸν Νικηφόρον δηλαδή, καὶ τὸν υἱόν του Σταυράκιον, ἐν ἔτει 802. Ὕστερον δέ, ὅταν ἔγινε βασιλεὺς ὁ Μιχαήλ, πολλὰ παρεκάλεσεν αὐτὸν ὁ Ὅσιος διὰ νὰ τὸν ἀφήσῃ νὰ γένῃ μοναχός, ὁ ὁποῖος ἔδωκεν μὲν εἰς αὐτὸν ἄδειαν, ἀλλὰ νὰ μὴν ἐξέλθῃ ἐκ τῆς Πόλεως. Ὅθεν, ἔδωκεν εἰς τὴν ἐξουσίαν του, τὸ μοναστήριον ὅπου εὑρίσκετο εἰς τὴν χρυσῆν Πύλην, τὴν Χρυσονίκην, καὶ ἐπρόσταξεν αὐτὸν νὰ μένῃ ἐκεῖ. Ἦτο δὲ πενῆντα ἐτῶν ὁ Ἅγιος ὅταν ἔγινε μοναχός. Καὶ ἔμεινεν εἰς τὸ μοναστήριον ἕως τῆς βασιλείας Λέοντος τοῦ Εἰκονομάχου.
Ἐπειδὴ λοιπὸν ἔβλεπε ὁ Ἅγιος τὰς ἀτιμίας ὅπου ἐποίουν οἱ εἰκονομάχοι ἐναντίον τῶν Ἁγίων Εἰκόνων, ἐξῆλθε τῆς Πόλεως, καὶ ὑπῆγεν εἰς προάστειον, τὸ ὁποῖον αὐτὸς ἐχάρισε εἰς τὸ μοναστήριον. Καὶ ἐκεῖ ἔμεινε μὲ τοὺς εὐτελεστάτους μοναχούς, συντρώγων καὶ συγκοπιάζων ὁμοῦ μὲ αὐτούς. Ἐπεἰδὴ δέ τινες διαβολεῖς, χάριν ποιοῦντες εἰς τὸν βασιλέα Λέοντα τὸν Ἀρμένιον, ἐφανέρωσαν εἰς αὐτόν, ὅτι ὀ Νικήτας ἔχει τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ καὶ τὴν προσκυνεῖ, τὴν ὁποίαν ἐπῆρεν ἀπὸ τὴν Ῥώμην. Τούτου χάριν ἀπεστάλη ἕνας ἀπὸ τοὺς στρατιώτας τοῦ βασιλέως διὰ νὰ τρομάξῃ τὸν Ἅγιον μὲ τὰς ἀπειλάς, καὶ νὰ πάρῃ ἀπὸ αὐτὸν τὴν εἰκόνα. Ἀλλ’ ὁ Ἅγιος, δὲν ἐπείθετο εἰς τὸ νὰ τὴν δώσῃ. Ἀλλὰ μόλις ἀπεκρίθη εἰς τὸν ἀπεσταλμένον, ὅτι ἡ Εἰκὼν αὕτη, δὲν ἦτον ἰδική του, ἀλλὰ τοῦ Θεοῦ. Διὰ τοῦτο εἶναι ἀφιερωμένη καὶ εὑρίσκεται ὁμοῦ μὲ τὰ ἄλλα τῆς ἐκκλησίας κειμήλια. Ὅθεν ὁ ἀπεσταλμένος, πέρνων ἕνα ἄλλον μοναχόν, ἐπῆγε μὲ αὐτὸν εἰς τὴν ἐκκλησίαν, διὰ νὰ τῷ δείξῃ τὴν εἰκόνα, τὴν ὁποίαν εὐθὺς ὅπου τὴν ἐπῆρε, τὴν ἔῤῥιψεν ἀτίμως μέσα εἰς τὸ βεριδάριόν του. Ὁ δὲ Ἅγιος, τὴν ἀτιμίαν ταύτην βλέπων, στενάξας ἐκ καρδίας, ἐστοχάσθη πῶς τοῦτο θέλει νὰ γίνῃ ἀρχὴ πειρασμῶν καὶ θλίψεων. Ἀναχωρῶν δὲ ὁ ἀπεστελμένος μὲ ἀσφάλειαν παρήγγειλε νὰ μὴ τολμήσῃ ὁ Ἅγιος νὰ φύγῃ ἀπ’ ἐκεῖ.
Ὅταν δὲ μετὰ ταῦτα ἐβασίλευσεν ὁ Θεόφιλος ἐν ἔτει ωκθ΄ (829), καὶ ἐπιμελῶς ἐμεταχειρίζετο τὸ κατὰ τῶν Ἁγίων Εἰκόνων πόλεμον, τότε ἀπεστάσλη ἀπὸ τὸν βασιλέα πρὸς τὸν Ὅσιον τοῦτον ἄλλος ἄνθρωπος Θεοδόσιος ὀνόματι, ὁ ὁποῖος εἶπε πρὸς αὐτὸν ἔμπροσθεν πάντων· Ὁ βασιλεύς, σὲ προστάζει μὲ τὸ μέσον μου, ἤ νὰ συγκοινωνήσῃς μὲ τὸν Πατριάρχην Ἀντώνιον (εἰκονομάχος οὗτος) καὶ νὰ μὴ προσκυνᾷς τὰς εἰκόνας· ἤ αὐτὴν τὴν ὥραν νὰ ἐξορισθῇς ἀπ’ ἐδῶ. Ὁ δὲ Ἅγιος ἀπεκρίθη· Τὴν εἰκόνα τοῦ Χριστοῦ μου, δὲν θέλω παύσει ἀπὸ τὸ νὰ προσκυῶ, κἀν καὶ ἐσεῖς εἰς τοῦτο δὲν ἀρέσκεσθε. Τὸν δὲ Ἀντώνιον, ἐὰν ἔχω τὸν νοῦν μου σῶον καὶ ὑγιᾶ, δὲν θέλω ὀνομάσω πατριάρχην, ἀλλὰ μοιχόν. Λοιπόν, ἐξόριζέ με, σφάζε με, καὶ ὅ,τι ἄλλο κακὸν θέλεις, ποίησον κατ’ ἐμοῦ. Καὶ εὐθὺς ὁ ἀπεσταλμένος ἔσπρωξε αὐτὸν ἀπὸ ἐκεῖ. Ὁ δὲ Ἅγιος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε μαζὶ του τρεῖς ἀδελφούς, καὶ ἐπῆγεν εἰς ἄλλο προάστειον, ἐκεῖ πλησίον εὑρισκόμενον, καὶ ἐκεῖ διῆλθεν ὅλην τὴν Ἁγίαν Τεσσαρακοστήν, ὁμοῦ καὶ τὴν Πεντηκοστήν. Καὶ ἔπειτα ἀπὸ ἐκεῖ, ἐπῆγεν εἰς τὸ Παντείχιον.
Ἐπειδὴ δὲ ἐξῆλθε δόγμα βασιλικὸν νὰ μὴ ὑποδέχωνται οἱ ἄλλοι ἄνθρωποι τοὺς ὀρθοδόξους, ὅπου ἤθελον νὰ φύγουν διὰ τὴν αἰτίαν τῶν Ἁγίων Εἰκόνων, ἕνεκα τούτου, στενοχωρηθεὶς ὁ Ἅγιος, ἐπέστρεψεν εἰς τὸν Ἐρίβολον. Ἐπιεδὴ δὲ καὶ ἐκεῖ δὲν εἰρήνευε, διότι ἤρχοντο Ἀγαρηνοί, διὰ τοῦτο εἶπεν εἰς αὐτὸν ἕνας συγγενής του Νικόλαος ὀνόματι, ὅτι θέλει εὕρει μεγάλην ἀνάπαυσιν, ἀνίσως ὑπάγῃ εἰς τὸν ἐδικόν του προάστειον Ζουλουσᾶν ὀνομαζόμενον. Ὅθεν ὐπακούσας ὁ Ὅσιος, ἐπῆγεν ἐκεῖ. Ἀλλ’ ὕστερον ἀπὸ ὀλίγον καιρόν, πέμπεται εἰς αὐτὸν μήνυμα ἀπὸ τοὺς εἰκονομάχους, ὅτι ἤ νὰ συγκοινωνήσῃ μὲ αὐτούς, ἤ νὰ φύγῃ ἀπὸ ἐκεῖ. Ὅθεν, ἀνεχώρησε καὶ ἀπὸ ἐκεῖ ὁ Ὅσιος, καὶ ἐπῆγεν εἰς τόπον λεγόμενον Κατισίαν, καὶ ἐκεῖ εὑρῶν μικρὸν τόπον, ἠγόρασεν αὐτόν. Καὶ ἔκτισε ναὸν εἰς τὸ ὄνομα τῶν Ἀρχαγγέλων, καὶ ἐκεῖ διεπέρασε καλῶς καὶ θεαρέστως ἀρκετοὺς χρόνους, ὁμοῦ μὲ τοὺς ἀδελφοὺς ὅπου εἶχε μαζί του, τελευταιὸν δὲ ἐπῆγεν εἰς τὸ μοναστήριον, ὅπου ἦτο ἐκεῖ πλησίον εἰς τὴν θάλασσαν. Εἰς τοῦτο λοιπὸν εὑρισκόμενος, ἐπρογνώρισεν ὁ ἀοίδιμος τὸν θάνατόν του. Ὅθεν, κατηχήσας τοὺς μοναχούς, καὶ εὐχηθεὶς εἰς αὐτοὺς τὰ σωτηριώδη, πρὸς Κύριον ἐξεδήμησε κατὰ τὸν ἑβδομηκοστὸν πέμπτον χρόνον τῆς ζωῆς του. Καὶ μετὰ θάνατον ἐποίησε πολλὰ θαύματα.

Τῇ αὐτῇ ἡμέρᾳ ὅ Ἅγίος Μάρτυς Ἀντίγονος, πυρὶ τελειοῦται.
Τεθνήξομαί σοι τῆς ἐκεῖθεν, Χριστέ μου,
Τὴν ὧδε καῦσιν Ἀντίγονος προκρίνων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρτυρόχου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοκλητιανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Δύο Παῖδων τῶν Μαρτύρων, τῶν διὰ πυρὸς μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας ἐνδόξου Παρθενομάρτυρος Χρυσῆς τῆς νέας, ἀθλησάσης ἐν ἔτει 1795.
Ἐν ταῖς βασάνοις χρυσὸς οἷον καμίνῳ,
Χρυσῆ ἐδείχθης ἠγλαϊσμένη ὅλη.
Χρυσέαν δεκάτῃ ἡδὲ τρίτῃ ἐμέλισαν κούρην.
Ἡ καλλίπαις αὕτη Παρθενομάρτυς καὶ χρυσώνυμος Χρυσῆ , ἢν ἐκ τίνος χωρίου πάλαι μὲν Σλάτινα, νῦν δὲ Χρυσὴ καλουμένου, ὄντος ἐν περιοχὴ τῆς Δυτικῆς Μακεδονίας, ἥτις τὸ πάλαι μὲν Μογλενὰ ἐκεκλητο, νῦν δὲ Ἀλμωπία. Γονεῖς ἔσχε πτωχοὺς μὲν ἀλλ εὐσεβεῖς πρὸς Χριστόν. Ἧν δὲ πάνυ ὡραία τῇ ὄψει καὶ πάγκαλος τῇ μορφή, ἐν ἁγνείᾳ καὶ παρθενίᾳ καὶ φόβῳ Θεοῦ διάγουσα. Ἀγαρηνός τις, φθόνῳ τοῦ ἀρχαίου δράκοντος, ἠράσθη τοῦ κάλλους αὐτῆς, καὶ ποικίλοις τρόποις ἐμηχανᾶτο ὑποχείριον ποιήσαι τῇ ἀλόγῳ αὐτοῦ ἐπιθυμίᾳ τὴν ἁγνὴν παρθένον. Καὶ ἐν μιᾷ ἡμέρᾳ, ὅτε αὕτη μεθ᾿ ἑτέρων γυναικῶν συνέλεγεν ἐν τοῖς ἀγροῖς ξύλα, ἐφορμήσας ὁ δείλαιος μετ᾿ ἄλλων Ἀγαρηνῶν, συλλαμβάνει τὴν κόρην, καὶ οἴκῳ ἀγαγών, ποικίλοις τρόποις ἐπειρᾶτο πεῖσαι αὐτήν, νῦν μὲν κολακείαις καὶ ἐπαγγελίαις, νῦν δὲ ἀπειλαῖς καὶ βασάνων ἐπαγωγαῖς χρώμενος, ἀποστήσαι ταύτην τῆς πρὸς Χριστὸν πίστεως, καὶ οὕτως ὑπαγαγεῖν τῷ ἑαυτοῦ θελήματι.
Ἀλλ᾿ αὕτη ὡς σκύβαλα πάντα κατὰ Παῦλον ἡγησαμένη, καὶ μηδὲν πτοηθεῖσα, καίτοι νεᾶνις ἁπαλὴ καὶ ἄναλκις, οὐδόλως ἐσαλεύθη τῆς κρείττονος στάσεως. Ἀλλ᾿ ἀτενίζουσα Χριστῷ τῷ ἑαυτῆς νυμφίῳ ὡμολόγησε τὴν καλὴν ὁμολογίαν τῆς ἁγίας καὶ ἀμώμου πίστεως, καὶ ἄσπιλον καὶ καθαρὸν ἐφύλαξε τὸ τῆς ἁγνείας καὶ παρθενίας πάγκαλον χρῆμα. Τότε δὴ τότε ὑπεβλήθη πικραῖς τιμωρίαις καὶ βασάνοις, αἵτινες εἶσι μαστιγώσεις, λωροτομίαι ἐν τῷ ἁπαλῷ αὐτῆς σώματι, καύσεις μελῶν δι’ ὀβελίσκων πεπυρακτωμένων, καὶ ἄλλαι· ὁ δὲ τῆς δοκιμασίας αὐτῆς καιρός, ἐπὶ ἕξ παρετάθη μῆνας, καθ᾿ ὃν ἐλαμψεν ἡ ἀνδρεία, ἡ ὑπομονή, ἡ καρτερία αὐτῆς, καὶ ὁ πρὸς Χριστὸν διάπυρος ἐρως, καὶ ἐλαμπρύνθη ὡς χρυσὸς ἐν τῇ χωνείᾳ τῶν δεινῶν.
Ἀλλ᾿ οὐκ ἔκαμον οἱ ἀσεβεῖς ἐπινοοῦντες δεινά, ὡς ἂν τὴν ἀήττητον χειρώσωσι· καὶ προσκαλεσάμενοι τοὺς τοκείς, ἠπείλουν θάνατον, εἰ μὴ πείσωσι τὴν ἑαυτῶν θυγατέρα εἴξαι τῇ ἀσεβεῖᾳ. Ἀλλ’ ἡ οὐρανόφρων παρθένος, ὑπεράνω πάντων γεγενημένη, οὐδόλως ἐκάμφθη ταῖς μητρὶ καῖ οἰμωγαῖς, οὐδὲ ταῖς πατρικαῖς ὑποθήκαις ὤκλασε, (βία γὰρ ἀφορήτῳ καὶ φόβῳ πολλῷ οἱ προσήκοντες οὕτω διετέθησαν), ἀλλ᾿ ἀπτοήτῳ παῤῥησίᾳ καὶ μεγάλῃ φωνῇ, καὶ γνώμῃ στεῤῥᾷ, ὡμολόγει ἑαυτὴν Χριστιανήν, ἀπωσαμένη ἅπαντα, ὡς λόγους τοῦ ἀπατεῶνος δράκοντος.
Γνόντες δὲ οἱ ὑπεναντίοι ὅτι οὐδὲν ἀπώναντο, θηριοτρόπῳ μανίᾳ καὶ ἰταμότητι, ἐπιθέμενοι τῇ μακαρίᾳ παρθένῳ, καὶ αἰωρήσαντες αὐτὴν ἐκ τίνος δένδρου, πολλὴ θηριωδία καὶ λύσσῃ, κατέταμον μαχαίραις τὸ παρθενικὸν αὐτῆς σῶμα μεληδόν, ἡ δὲ ἁγία καὶ καθαρωτάτη αὐτῆς ψυχὴ ἀνῆλθε λελαμπρυσμένη τῷ ἀθανάτῳ αὐτῆς νυμφίῳ Χριστῷ, ληψομένη τὰ γέρα τῶν καμάτων. Τότε ἄνδρες εὐλαβεῖς, ἐλθόντες λάθρα, καὶ περισυλλέξαντες τά του παρθενικοῦ σώματος μέλη, ἐκήδευσαν ἐντίμως, δοξάζοντες Χριστὸν τὸν ἐνισχύσαντα τὴν ἁγίαν αὐτοῦ καὶ θαυμαστὴν Παρθενομάρτυρα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βενιαμίν, τοῦ Ἐγκλείστου τοῦ Ῥώσσου, τοῦ ἐν τῷ Σπηλαίῳ.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Πῦρ τὸ ἄϋλον τῆς θείας ἀγαπήσεως εἰσδεδεγμένος σοφέ, τοὺς λατρευτὰς τοῦ πυρός, πανσόφως διήλεγξας, τοῖς θείοις λόγοις σου, καὶ ἐδίδαξας, Τριάδα ὁμοούσιον, προσκυνεῖν εἰς τοὺς αἰῶνας.
Ῥώμην ἄμαχον φραξάμενος πανεύφημε τοῦ Παντοκράτορος, παρεμβολὰς δυσμενῶν, δαιμόνων ἀνθρώπων τε, στεῤῥῶς συνέκοψας, τοῖς καλάμοις σου, χρησάμενος ὡς ξίφεσιν, ὀξύτατοις Ἀθλοφόρε.
Ὁ τοῖς ὕδασι τῶν ἡδονῶν ὡς γέγραπται ἐμβασιλεύων τὸ πρίν, Λεβιαθὰν ὁ δεινός, ῥοαῖς τῶν αἱμάτων σου, νῦν ἐναπίπνηκται, καὶ ἐξέλιπεν, εἰς τέλος τῇ ἀθλήσει σου, στρατιῶτα τοῦ Κυρίου.
Θεοτοκίον.
Ὡς ὑπάρχουσα ναὸς τοῦ θείου Πνεύματος φωτοειδέστατος, τὰς δωρεὰς χορηγεῖς, τοῖς πίστει προστρέχουσι, εἰς Σὲ πανάμωμε, τὴν διάνοιαν· διὸ κἀμοῦ καταύγασον, τοῦ ὑμνεῖν Σε εἰς αἰῶνας.



ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Σύμμορφος ὀφθεὶς παθῶν Κυρίου, τὸ πρώην Βενιαμὶν θεοειδέστατε, ξύλῳ θανατούμενος, τύπον Σταυροῦ ἔχοντι, νῦν δὲ αὐτοῦ καὶ σύμμορφος, τῆς δόξης, γέγονας, πολύαθλε, αὐτῷ ἡνωμένος, ἑνώσει ἀμέσῳ, εἰς πάντας τοὺς αἰῶνας.
Φῶς τὸ τριλαμπὲς τῆς ἀχωρίστου, Τριάδος ὁρῶν τρανῶς μακαριώτατε, ὅλος φῶς ἐνδείκνυσαι, ὅλος ἀγλαόμορφος, ὅλος ἡλιοστάλακτος, καὶ ἄλλος ἥλιος, καταύγασον· διὸ ταῖς ἀκτῖσί σου ταῖς φεγγοβόλοις, ἡμᾶς τοὺς σὲ ποθούντας.
Ἕστης τῆς ἐφέσεώς σου Μάρτυς, αὐτὸ πεφθακὼς τῶν ἐφετῶν τὸ ἔσχατον, εἰς ὃ πᾶσα ἔφεσις, ἵσταται ὡς λέλεκται, καὶ ὑπὲρ ὃ οὐ φέρεται, νοῦς ἅπας ἔνδοξε, κἂν εὕρηται, ὀξύτατος πάντων, οὐδὲ γὰρ καὶ ἔχεις, ἀνώτερόν τι φθᾶσαι.
Ῥάβδῳ τῇ παχεῖᾳ καὶ ὀζώδει, δι’ ἧς μακαρίου τέλους ἔτυχες, ταύτῃ τὴν τοῦ δράκοντος, κεφαλὴν συνέτριψας, καὶ τοῦτον ἐθανάτωσας, τῇ καρτερίᾳ σου, ὃς πλήξας σε, αὐτὸς ἐπληγώθη, καὶ ἐθανατώθη, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Αἴγλη τῆς σεπτῆς καὶ τρισηλίου, λαμπρότατον σκήνωμα ὑπάρχουσα, θείαν καὶ σωτήριον, πᾶσιν ἀνατέταλκας, τὴν φωταυγείαν ἄχραντε, τοῖς πίστει κράζουσι· τὸ χαῖρέ σοι· δι’ ἣς κατηυγάσθη, καὶ ἀνεκαινίσθη, τὸ γένος τῶν ἀνθρώπων.





















ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὥσπερ ἀγαθός, δρομεὺς ἐκτετέλεκας τὸν δρόμον Ἅγιε, τὸν τοῦ μαρτυρίου σου, καὶ τὸν ἀγῶνα καλῶς ἠγώνισαι, τῆς σῆς στεῤῥᾶς ἀθλήσεως· διὸ ἀπόκειταί σοι τρισμάκαρ, ὁ δίκαιος στέφος, ὃν Χριστὸς ὁ Θεὸς ἀποδώσει σοι.
Νόων οἱ χοροί, πληθὺς μακαρίων τε Ἁγίων τάγματα, ᾔνεσαν ἐκρότησαν, χαρᾶς ἀφάτου πάντες ἐπλήσθησαν, τὴν τῆς ψυχῆς σου ἄνοδον, πανηγυρίζοντες, ὑπαντῶντες, καὶ κατασπαζόμενοι, καὶ πομπήν σοι ποιοῦντες πανίερον.
Κύκλῳ τοῦ Θεοῦ, Θεοῦ ὡς διάκονος ἵστασαι Ἅγιε, σὺν τοῖς Σεραφεὶμ βοῶν, τῇ ὑπερθέῳ Τριάδι ἔνδοξε, τὸν ὕμνον τὸν τρισάγιον, ἀΰλοις χείλεσιν, ὑπὲρ κόσμου, εἰρήνην αἰτούμενος, ἣν καὶ ζῶν, ἐν τῇ γῇ πρώην ᾔτησαι.
Δέξου εὐμενῶς, ὅπερ σοὶ προσέφερεν ὁ σὸς συνώνυμος, εὐτελὲς ἐφύμνιον, ὡς τὸν τῆς χήρας Κοδράντην Κύριος, ὡς ἀρωματοσύνθετον, μῦρον εὐπρόσδεκτον, καὶ πταισμάτων, δίδου αὐτῷ ἄφεσιν, καὶ ψυχὴς σωτηρίαν πρεσβείαις σου.
Μνήσθητι ἡμῶν, τῶν μνημονευόντων σου Μάρτυς πολύαθλε, Βενιαμὶν ἔνδοξε, καὶ σοῦ τιμώντων τὸ γλυκὺ ὄνομα, καὶ αἰωνίου λύτρωσαι ἡμᾶς κολάσεως, καὶ τῆς θεία, δόξης καταξίωσον, πρὸς Θεὸν μεσιτείαις σου.
Θεοτοκίον.
Λάμψον μοι χαρᾶς, τὸ φέγγος δι’ ἄφατον τῆς εὐσπλαγχνίας Σου ἔλεος, καὶ δίωξον τὰ νέφη πάντα τῆς κατηφείας μου, καὶ ἀληθῆ ἀπόδος μοι τὴν ἀγαλλίασιν, ἵνα πίστει, τὴν θείαν λοχείαν Σου ἀνυμνῶ καὶ ἀεὶ μεγαλύνω Σε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Βενιαμὶν φιλέορτοι, ἐν ᾄσμασι τιμήσωμεν, τῆς εὐσεβείας τὸν πύργον, ακὶ καθαιρέτην τῆς πλάνης, οὗτος γὰρ καταβέβληκε, τὸ τοῦ τυράννου φρύαγμα, καὶ δαίμονας ἐνίκησε, τῇ μέχρι τέλους ἐνστάσει, καὶ νίκης εἴληφε στέφος.
Θεοτοκίον.
Λυχνία κλῖμαξ τράπεζα, Παρθένε ἐχρημάτισας· τὰς οὖν ποιότητας τούτων, παράσχου μοι Θεοτόκε, ἐκτρέφουσα πεινῶντά με, ὑψοῦσα καταπίπτοντα, φωτίζουσα τυφλώττοντα, ἵν’ ἐν παντί μου τῷ βίῳ, ὡς εὐεργέτην ὑμνῶ Σε.






Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Φιλομαρτύρων τὰ πλήθη δεῦτε συνδράμετε, Βενιαμὶν τοῦ θείου, ἑορτῇ τῇ πανσέπτῳ, καὶ τούτου τὴν εἰκόναν τὴν ἱεράν, εὐλαβῶς προσκυνήσωμεν, τῷ πρωτοτύπῳ προσάγοντες δι’ αὐτῆς, τὴν τιμὴν καὶ τὴν προσκύνησιν.

Τοῖς διακόνοις συνώφθης ὥσπερ διάκονος, τοῖς κήρυξιν ὡς κήρυξ, καὶ σὺν Μάρτυσι μάκαρ, ὡς Μάρτυς ἠριθμήθης Βενιαμίν, γλυκὺ πρᾶγμα καὶ ὄνομα, καὶ τῶν Ἀγγέλων τοῖς δήμοις ἐν οὐρανοῖς, συνευφραίνει ἀξιάγαστε.

Τῆς ἀρχιφώτου Τριάδος καταλαμπόμενος, ταῖς φωτουργαῖς ἀκτῖσι, καὶ φῶς ὅλος ὑπάρχων, πρέσβευε ἀπαύστως Βενιαμίν, ὑπὲρ τῶν συνωνύμων σου, καὶ καυχομένων ὀνόματι ἐπὶ σῷ, καὶ ποθούντων ἐκ καρδίας σε.

Τοὺς ἐκτελοῦντας ἐκ πόθου τὴν θείαν μνήμην σου, Βενιαμὶν γενναῖε, τοῦ Χριστοῦ στρατιῶτα, φύλαττε ἐκ βλάβης παντοδαπῆς, δυσμενῶν ὁρωμένων τε, καὶ ἀοράτων θεόφρον καὶ οὐρανῶν, Βασιλείας καταξίωσον.

Δόξα. Ἦχος πλ. δ΄.
Βενιαμὶν ἱερόαθλε, τίς σε κατ’ ἀξίαν ἐπαινέσεται; Νικᾷ γὰρ δύναμιν λόγων, τὰ ὑπὲρ φῦσιν σοῦ ἀνδραγαθήματα, καὶ ῥητόρων αἱ τέχναι, τῶν σῶν ἀριστειῶν πολὺ ἀπολείπονται. Σὺ γὰρ ἐν τῇ ἀθλήσει σου τὸν Χριστὸν Θεὸν ὡμολόγησας, τὰς σκληροτάτας βασάνους, ὡς ἄσαρκος ἐκαρτέρησας, τυράννους ἐξέπληξας, δαίμονας ᾔσχυνας, Ἀγγέλους ηὔφρανας, τὴν πλάνην κατήργησας, καὶ τὴν Ὀρθόδοξον πίστιν ἐκράτυνας. Καὶ νῦν ἐν οὐρανοῖς, Θεὸς  Θεῷ ὁ κατὰ χάριν, τῷ κατὰ φύσιν ἑνούμενος καὶ παῤῥησίας τυγχάνων, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τελούντων τὴν πάνσεπτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου