ΝΟΕΜΒΡΙΟΣ ΙΑ΄!!
ΒΙΚΕΝΤΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΔΙΑΚΟΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ , καὶ φάλλομεν τὰ
ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὸν εὐκλεῆ Ἀθλοφόρον καὶ ἀριστέα Χριστοῦ, Βικέντιον τὸν μέγαν, εὐφημήσωμεν πάντες· ἀθλήσας
γὰρ νομίμως ὑπὲρ Χριστοῦ, ὡς Διάκονος ἔνθεος, ὅπου ὁ Λόγος ἠξίωται κατοικεῖν,
ὡς αὐτὸς προαπεφήνατο.
Διακονεῖν προεκρίθης τῇ Ἐκκλησίᾳ Χριστοῦ, Βικέντιε θεόφρον, ὡς φωτὸς θείου πλήρης, καὶ τῆς
διακονίας σου ἀμοιβήν, ἐκομίσω μακάριε, τὸ μαρτυρῆσαι γενναίως ὑπὲρ Χριστοῦ,
τοῦ λαμπρῶς σε μεγαλύναντος.
Τὴν ἀῤῥαγῆ πανοπλίαν τοῦ θείου Πνεύματος, στεῤῥῶς
ἐνδεδυμένος, συνεπλάκης ἀνδρείως, ἐχθρῷ τῷ παλαμναίῳ καὶ τοῦτον εἰς γῆν, τῇ
γενναίᾳ Ἀθλήσει σου, καταβαλὼν ἐδοξάσθης πανευκλεῶς, ἱερώτατε Βικέντιε.
Προσόμοια ἕτερα. Ἦχος δ´. Ὡς γενναῖον ἐν
Μάρτυσι.
Ὡς Διάκονον ἔνθεον, καὶ ἀήττητον Μάρτυρα, ἱερὲ
Βικέντιε εὐφημοῦμέν σε· ὅτι πιστῶς διηκόνησας, βαθμῷ τῷ δοθέντι σοι, καὶ
ἐνήθλησας στεῤῥῶς, διὰ πόθον τοῦ Κτίστου σου. Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ
κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ πληγαῖς συντριβόμενος, καὶ ξεσμοῖς δαπανώμενος,
καὶ Σταυρῷ Βικέντιε ἀναρτώμενος, καὶ τῷ πυρὶ φλογιζόμενος, καὶ πάσαις
κυκλούμενος, τῶν δεινῶν ἐπαγωγαῖς, ἀπερίτρεπτος ἔμεινας, καὶ ἀκλόνητος, τῇ καλῇ
τοῦ Χριστοῦ ὁμολογία, οὗ εἰς χεῖρας τὸ σὸν πνεῦμα, ἐν εὐφροσύνῃ παρέδωκας.
Μετὰ τέλος μακάριον, τὸ πολύαθλον σῶμά σου, τῇ θαλάσσῃ
ἔνδοξε ἐναπέῤῥιπται, ὅπερ πρόνοιᾳ τῇ ἄνωθεν, ἐξελθὸν ἀλώβητον, ἐπεδόθη εὐλαβῶς,
τῇ ὁσίᾳ πρεσβύτιδι· καὶ ἐν οἴκῳ σοι, εὐαγῶς ἱδρυθέντι κατετέθη, ἰαμάτων θεία
ῥεῖθρα, ἀναβλυστάνον τοῖς χρήζουσι.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς εὐσεβείας τὸν λόγον, νουνεχὼς καλλιεργήσας, τὸ
δοθέν σοι τάλαντον, ὡς ὄντως ηὔξησας μάκαρ · πίστει γὰρ τὴν θείαν χάριν
κληρωσάμενος, ὡς εὐγνώμων δοῦλος, τῷ κλήσει ἁγίᾳ σε τιμήσαντι, ἀξίως διηκόνησας
Δεσπότῃ· καὶ πρὸς μαρτυρικοὺς ἀποδυσάμενος ἄθλους, ἐν αὐτοῖς ἠνδραγάθησας, ὡς
στρατιώτης δόκιμος, τοῦ Βασιλέως τῆς δόξης. Ἀλλ’ ὦ Βικέντιε μακάριε, στεφηφορῶν
Χριστῷ παριστάμενος, μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι.
Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν
ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς
ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε
Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τὸν ἀληθῆ τοῦ Σωτῆρος Διάκονον, τὸν κατὰ Παῦλον
πολιτευσάμενον, Βικέντιον τὸν ἔνδοξον, ἀσματικῶς τιμήσωμεν· τὸ γὰρ μυστήριον
τῆς πίστεως, ἐναρέτοις τρόποις ἐκφαίνων, τῷ οἰκείῳ αἵματι, τὴν δεδομένην ἀξίαν
ἐβεβαίωσε· πρὸς ἀθλήσεως γὰρ πόνους, θείῳ ἔρωτι ἁλούς, ἀνδρείως ἐχώρησε, καὶ ἐν
αὐτοῖς νομίμως ἠγωνίσατο· καὶ νῦν τῆς ἄνω δόξης κατατρυφῶν, ἀπαύστως πρεσβεύει,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β´.
Τῶν μαρτυρικῶν σου καμάτων, τὰς ἀριστείας γεραίρομεν,
Ἱερομάρτυς Βικέντιε· ὑπερφυῶς γὰρ ἠγωνίσω, ὡς ὁλοτρόπως ἐνδημῶν τῷ Χριστῷ, καὶ
τὸν ἐχθρὸν κατέπληξας, τῇ στεῤῥοτάτῃ ἀθλήσει σου· ὡς γὰρ ἄλλου πάσχοντος,
διέκεισο πολύαθλε, ἐν τῷ πικρῶς τιμωρεῖσθαί σε· ὅθεν πάντων ἀνώτερος, γεγονὼς
τῇ χάριτι, τρόπαιον μέγα ἔστησας, κατὰ τῶν ἀντιπάλων· Χριστὸς γὰρ ὃν ἐδόξασας,
λαμπρῶς σὲ ἐθαυμάστωσε.
Ἦχος γ΄.
Τίς μὴ θαυμάσει Βικέντιε, τῆς ἱερᾶς σοῦ ἀθλήσεως, τὰ
εὐκλεῆ ἀνδραγαθήματα; οὑ γὰρ νεότητος ἄνθος, οὐ τυράννων θωπεῖαι καὶ ἀπειλαί,
οὐδὲ ποικίλων τιμωριῶν ἰδέαι τῆς πρὸς Χριστὸν ἀγάπης, χωρίσαι σε ἴσχυσαν· ὡς
οὐδὲν γὰρ πάντα λελόγισαι, ἵνα Χριστὸν κερδήσῃς, ὃν ἐξ ἁπαλῶν ὀνύχων ἔστερξας·
διὸ καὶ νικηφόρος ἐν πᾶσιν ἀναφανεῖς, χαρμονικῶς μετέστης, πρὸς τὰ ἄνω
βασίλεια, τὸν μισθὸν τῶν πόνων σου κομιζόμενος.
Δόξα. Ἦχος δ΄.
Ὡς καλῶς διακονήσας, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, δόξαν
ἄῤῥητον περιεποιήσω, ἐξ ἀθλητικῶν ἀγώνων Βικέντιε. Ὄντως μακάριος σὺ εἶ, ὅτι
τὸν ἀληθῆ, μαργαρίτην, πάντα πωλήσας, θαυμαστῶς ὠνήσω, μαρτυρικῶς διαπρέψας.
Καὶ νῦν τοῦ πόθου σου εὑρῶν τὸ πέρας, ἀνακεκαλυμμένως βλέπεις, ὧν πρῴην, τὰς
ἐμφάσεις ἐκέκτησο. Αὐτῶν καὶ ἡμᾶς ἀξίωσον, ταῖς θεοδέκτοις ἱκεσίαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε,
εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α´. Χαίροις
ἀσκητικῶν.
Χαίροις ὁ Ἀθλητὴς τοῦ Χριστοῦ, τῶν Διακόνων τὸ φαιδρὸν
ἐγκαλλώπισμα, Μαρτύρων ἡ εὐκοσμία, ὁ καθαιρέτης ἐχθροῦ, ὁ στεῤῥῶς ἀθλήσας ὥσπερ
ἄσαρκος, Βικέντιε ἔνδοξε, εὐσεβῶν ἀγαλλίαμα, Εὐαγγελίου, κλῆμα ὄντως τὸ
εὔφορον, προβαλλόμενον, διὰ πόνων ἀθλήσεως, βότρυας ἀποστάζοντας, τὸ γλεῦκος
τῆς χάριτος, καὶ ἀμβροσίας τὸ νέκταρ, πιστῶν εὐφραῖνον τὸ πλήρωμα. Χριστὸν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει...
Χαίροις ὁ Ἀθλητὴς τοῦ Χριστοῦ, ὁ ἀριστεύσας μαρτυρίου
τοῖς σκάμμασι, καὶ ἅπασαν ἐκνευρίσας, τῶν διωκτῶν τὴν ἰσχύν, τῇ ἀκαταπλήκτῳ
καρτερίᾳ σου, Βικέντιε ἔνδοξε, Ἐκκλησίας τὸ στήριγμα, τῶν Ἀσωμάτων, ἀληθῶς
ἰσοστάσιε, σκεῦος πάγχρυσον, δωρεῶν τῶν τῆς χάριτος· ἄνθος τὸ εὐωδέστατον,
ὀσμὴν θείας γνώσεως, ἀθλητικῶς διαπνεῦσαν, τοῖς ἐν τῇ πλάνῃ ὑπάρχουσι. Χριστὸν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Χαίροις ὁ Ἀθλητὴς τοῦ Χριστοῦ, ὁ ὑπομείνας ἀνδρικῶς τὰ
ἐπίπονα· τὰς ξέσεις τὰς τῆς σαρκός σου, καὶ ἑξαρθρώσεις πικράς, καὶ τῶν στέρνων
Μάρτυς τὴν κατάφλεξιν, Βικέντιε ἔνδοξε, καὶ Σταυροῦ τὴν ἀνάρτησιν, τὰς
μαστιγώσεις, καὶ τὸν βίαιον θάνατον, δι᾿ οὗ μέτοχος, ἀθανάτου φαιδρότητος,
ὤφθης ἀγαλλιώμενος, καὶ θείας ἐλλάμψεως, καὶ συναυλίας τῆς ἄνω, σὺν Ἀθλοφόρους
γηθόμενος, μεθ’ ὧν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ´.
Τὸν θεοπρεπῆ σου βίον μακάριε, τοῖς ὑπὲρ Χριστοῦ
ἀγωνίσμασι, λαμπρότερον εἰργάσω Βικέντιε· οὐ μόνον γὰρ ἐν λόγῳ, πολλῷ δὲ μᾶλλον
δι’ ἔργων, τῆς εὐσεβείας τὴν λαμπρότητα, ὑπὲρ ἥλιον πᾶσιν, ἐν τῷ ἀθλεῖν
ὑπέδειξας· ὅθεν ὁ πάντων Κύριος, ὁ τῶν ἀγώνων βραβευτής, ἐν ἑαυτῷ σὲ εἰσωκίσατο
εἰπών· Εὗ δοῦλε ἀγαθὲ καὶ πιστέ, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου· καὶ
πρέσβευε ὑπὲρ ἡμῶν, Μάρτυς ἀξιάγαστε.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσεσι, σῶν ἱκετῶν Πανάμωμε, παύουσα
δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα · σὲ γὰρ μόνην
ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ
αἰσχυνθῶμεν, Δέσποινα, σὲ προσκαλούμενοι· σπεὺῦσον εἰς ἱκεσίαν, τῶν σοι πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν
ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεῷ ἀνακείμενος ἀπὸ παιδὸς εὐσεβῶς, Διάκονος ἔνθεος
τῆς Ἐκκλησίας Αὐτοῦ, ἐδείχθης Βικέντιε· ὅθεν
καὶ μαρτυρίου, τοὺς ἀγῶνας ἀνύσας, ὤφθης τῶν αἰωνίων, ἀγαθῶν κληρονόμος· ἐν οἷς
τῶν μεμνημένων σου, ἀπαύστως μνημόνευε.
Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον σου Σωτήρ.
Ἠγώνισαι στεῤῥῶς, καὶ καθεῖλες τὸν ὄφιν, καὶ ἔλαβες
λαμπρῶς, ἐκ χειρὸς τοῦ Κυρίου, τῶν ἄθλων σου τὰ ἔπαθλα, καὶ τῆς νίκης τὸν
στέφανον· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζει σου, τὴν ἀξιέπαινον
μνήμην, Βικέντιε ἔνδοξε.
Θεοτοκίον.
Θεὸν σωματικῶς, Θεοτόκε τεκοῦσα, ἐδείχθης ἀληθῶς,
οὐρανῶν πλατυτέρα, καὶ κόσμον ἀνεκαίνισας, καὶ τὴν φύσιν οὐράνωσας, τὴν
ἀνθρώπινον, τῇ σῇ ἀῤῥήτῳ κυήσει. Ὅθεν πάντες σε, ὡς σωτηρίας κρηπῖδα, ὑμνοῦμεν
Πανύμνητε.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
γ΄. Τὴν ὡραιότητα.
Τὸ ἀκατάπληκτον, τῆς παῤῥησίας σου, καὶ τὸ ἀήττητον
τῆς εὐσθενείας σου, καταπλαγεὶς ὁ δυσμενής, αἰκίας ποικιλοτρόπους, σοι
ἐπανετείνατο, τῆς ψυχῆς σου καθάψασθαι, δολερῶς πειρώμενος, ἀλλ᾿ ᾐσχύνθη καὶ
πέπτωκε, τῇ σῇ ἀπεριτρέπτῳ ἀνδρείᾳ, δι’ ἧς νικηφόρος ὤφθης ἄριστος.
Θεοτοκίον.
Τὸν ἀπερίληπτον, καὶ ὑπερούσιον, σάρκα γενόμενον, δι’
ἀγαθότητα, ἐκ τῶν αἱμάτων σου φρικτῶς, ἐκύησας τοῖς ἀνθρώποις. Αὐτὸν
καθικέτευε, ὡς Υἱόν σου καὶ Κύριον, δοῦναι ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν καὶ
συγχώρησιν, καὶ ἔλεος καὶ χάριν Παρθένε· σὺ γὰρ ἡμῶν ἡ προστασία.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐνδεδυμένος τὴν στολὴν τὴν ἁγίαν, πρὸς μαρτυρίου
παρετάξω ἀγῶνας, τὴν τοῦ Χριστοῦ, ἰσχὺν περιζωσάμενος· ὅθεν ἐθριάμβευσας, τὴν
καχέσπερον πλάνην, καὶ λαμπρῶς ἐδόξασας, εὐσεβείας τὴν χάριν, τροπαιοφόρε
Μάρτυς ἀληθῶς· ἔνθεν ἀξίως, θεόθεν δεδόξασαι.
Θεοτοκίον.
Τὸν συνοχέα τῶν ἁπάντων καὶ Κτίστην, ἐν ταῖς ἀγκάλαις
σου κρατοῦσα ὡς βρέφος, τὴν τῶν βροτῶν οὐσίαν ἐνδυσάμενον, θρόνος ἡλιόμορφος,
καὶ περίβλεπτος ὤφθης, ὅν περ περιέπουσιν, ἀσωμάτων αἱ τάξεις, Εὐλογημένη
Ἄχραντε Ἁγνή· διὸ ὑμνοῦμεν, τὴν ἄῤῥητον δόξαν σου.
Τὸ
α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ
κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον. Μαρτυρικόν.
Ὁ Ν´.
Δόξα: Ταῖς του Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Βικέντιε ἔνδοξε, ὁ τοῦ Σωτῆρος λαμπρὸς Διάκονος, καὶ
Ἀθλητὴς δοκιμώτατος, σὺν τοῖς ἄνω λειτουργούς, Χριστῷ παριστάμενος, μὴ διαλίπῃς
καθικετεύειν, πάσης βλάβης ῥύεσθαι, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.
Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τοῦ
Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Αἶνὸν σοι Βικέντιε προσφόρως πλέκω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκτῖσι
λαμπόμενος νοηταῖς, Βικέντιε Μάρτυς, τῆς Τριάδος τῆς Παντουργοῦ, σοφίας
ἀμάρυγμά μοι λάμψον, ὡς ἂν αἰνέσω τὴν θείαν σου ἄθλησιν.
Ἰλύος
ἁπάσης τῶν γεηρῶν, καθαρὰν τηρήσας, τὴν ψυχήν σου ἀπὸ παιδός, σκεῦος ἐκλεκτὸν
τῆς ἐπιπνοίας, τοῦ Παρακλήτου ἐδείχθης Βικέντιε.
Νομίμως
ἀθλήσας ὑπὲρ Χριστοῦ, ἀνόμους καθεῖλες, καρτερία τῶν αἰκισμῶν· διὸ τῷ στεφάνῳ
σε τῆς νίκης, ὁ ἀθλοθέτης λαμπρῶς ἐστεφάνωσε.
Ὁ
χάριτι θείᾳ διακονεῖν, ἐν τῇ Ἐκκλησίᾳ, τῇ ἁγίᾳ προχειρισθείς, Μαρτύρων ἰσότιμος
ἐδείχθης, μαρτυρικῶς ἀριστεύσας Βικέντιε.
Θεοτοκίον.
Ναὸς
φωτοφόρος χωρητικός, ἐδείχθης Παρθένε, τοῦ τῶν ὅλων Δημιουργοῦ· ἐν σοι γὰρ
ηὐλίσθη ἀποῤῥήτως, σωματωθεὶς ἐξ ἀχράντων αἱμάτων σου.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Στόμα
σου τὸ ἅγιον, ἐπὶ τοῦ βήματος ἤνοιξας τῶν δυσσεβῶν, καὶ γλώσσῃ εὐσήμῳ, τὸν
Χριστὸν ὡμολόγησας.
Ὅλην
τὴν διάνοιαν, πρὸς τὸν Χριστὸν μεταθέμενος, τῶν χαλεπῶν, Μάρτυς οὐκ ᾐσθάνου,
αἰκισμῶν καὶ στρεβλώσεων.
Ἰσχῦσας
Βικέντιε, ὑπενεγκεῖν ὡς ἀσώματος, ἐν τῇ σαρκί, πικρὰς τιμωρίας, ἐν Χριστῷ
δυναμούμενος.
Βάψας
τοῖς σοῖς αἵμασι, Μεγαλομάρτυς Βικέντιε, τὴν σὴν στολήν, ταύτην λαμπροτέραν,
ἀπειργάσω ἐν Πνεύματι.
Θεοτοκίον.
Ἴασιν
καὶ λύτρωσιν, τῇ ἀσθενούσῃ καρδίᾳ μου, βλύσον Ἁγνή, ἡ τεκοῦσα κόσμῳ, τὸν Σωτῆρα
καὶ Κύριον.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγῶσιν ἀθλήσεως καταβαλῶν τὸν ἐχθρόν, Μαρτύρων
κεκόσμησαι τῇ δωρεᾷ εὐκλεῶς, τρισμάκαρ Βικέντιε·
σὺ γὰρ καταπαλαίσας, δυσμενῶν τὴν μανίαν, ὤφθης τροπαιοφόρος τοῦ Χριστοῦ τῇ
δυνάμει· ᾧ πρεσβευε Ἀθλοφόρε ὑπέρ.
Θεοτοκίον.
Σαρκὸς ἀῤῥωστήματι, διηνεκῶς ὁμιλῶν, ψυχῆς τοῖς
παθήμασι, καταδουλοῦμαι οἰκτρῶς, ματαίῳ φρονήματι᾿· ἔρισιν ἐγκαυχώμαι, καὶ
ἐννοίαις αἰσχίστοις· Σὺ οὖν βελτίωσόν με, τῷ τοῦ κρείττονος φόβῳ, Παρθένε
Θεοτόκε, ἀνθρώπων βοήθεια.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κοσμικῆς
πάσης σχέσεως, ὁλικῶς μακρύνας πόνοις ἀθλήσεως, μετετέθης ἀγαλλόμενος, πρὸς τὰ
ὑπερκόσμια σκηνώματα.
Ἐν
Σταυρῷ ἀναρτώμενος, καὶ ποικίλοις πόνοις κατατεινόμενος, ὤφθης σύμμορφος
Βικέντιε, τοῦ διὰ Σταυροῦ ἡμᾶς ζωώσαντος.
Νόμῳ
θείῳ πειθόμενος, τῶν ἀνόμων ἔλυσας τὰ φρυάγματα, στεῤῥοτάτῳ σου φρονήματι, καὶ
τῇ ἀνενδότῳ καρτερίᾳ σου.
Τῷ
πυρὶ φλογιζόμενος, ἄνθραξ εὐσεβείας ὤφθης Βικέντιε, καὶ τὴν ὕλην κατενέπρησας,
εἰδωλομανίας τῇ ἀθλήσει σου.
Θεοτοκίον.
Ἰατρὸν
ἡ κυήσασα, καὶ Σωτῆρα πάντων Χριστὸν τὸν Κύριον, ἴασαί μου τὰ ἀλγήματα, τῆς
ψυχῆς Παρθένε καὶ τοῦ σώματος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔστης
ἀκλινής, πρὸ τοῦ βήματος Βικέντιε, παρανόμου δικαστοῦ διὰ Χριστόν, κατακρίνων
τὴν ἐκείνου ἀθεότητα.
Πλήρης
ὢν φωτός, ὡς Διάκονος θεόληπτος, ἀπημαύρωσας ἐχθρῶν τῶν δυσμενῶν, καὶ τὰς ὄψεις
καὶ τὸ φρόνημα Βικέντιε.
Ῥήμασι
τοῖς σοῖς, καὶ ψυχῆς τῷ παραστήματι, καταπέπτωκεν εἰς γῆν ἐμβροντηθείς, ὁ
διώκων σε ἐχθρὸς Μάρτυς Βικέντιε.
Ὅρμῳ
γαληνῷ, τῆς ζωῆς τῆς ὑπὲρ ἔννοιαν, εὐπλοήσας ἐν πελάγει τῶν δεινῶν,
προσωρμίσθης θείῳ Πνεύματι Βικέντιε.
Θεοτοκίον.
Σκήνωμα
Θεοῦ, φωταυγὲς καὶ θεοκόσμητον, Θεοτόκε τῶν Ἀγγέλων ἡ χαρά, τὴν ψυχήν μου
σκεῦος ἔργασαι τῆς χάριτος.
ᾨδὴ στ´. Ἱλάσθητί μοι Σωτήρ.
Φωστῆρά
σε νοητόν, τῆς εὐσεβείας γινώσκομεν, ἀπὸ Δυσμῶν Ἀθλητά, τῷ κόσμῳ ἐκλάμψαντα,
καὶ ταῖς τῶν ἀγώνων σου, μυστικαῖς ἀκτῖσι, τοὺς πιστοὺς καταλαμπρύνοντα.
Ὁ
μυστηρίων Χριστοῦ, Διάκονος ἐνθεώτατος, Βικέντιε ἱερέ, Μαρτύρων ἀγλάϊσμα, τοὺς
πανηγυρίζοντας, τὴν σεπτήν σου μνήμην, πάσης βλάβης διαφυλάττε.
Ῥεόντων
τὸ εὐτελές, νοΐ τελείῳ κατέλιπες, καὶ πόνοις ἀθλητικοῖς, πρὸς μόνα τὰ ἄῤῥευστα,
ἐμφρόνως ἠτένισας, ὧν καὶ ἠξιώθης, εὐκλεῶς ἀγωνισάμενος.
Θεοτοκίον.
Ὡς
Μήτηρ τοῦ Λυτρωτοῦ, καὶ Ποιητοῦ πάσης κτίσεως, Θεογεννῆτορ Ἁγνή, κακίας μὲ
λύτρωσαι, τῆς τοῦ πολεμήτορος, καὶ τῷ θείῳ φόβῳ, τὴν καρδίαν μου καθήλωσον.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων
σου.
Τοῦ μαρτυρίου ἀνύσας τὸν δίαυλον, καὶ τοῦ Σωτῆρος
δοξάσας τὸ ὄνομα, Μεγαλομάρτυς Βικέντιε
ἔνδοξε, τῇ παρ’ Αὐτοῦ ἐδοξάσθης λαμπρότητι· ᾧ πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Ὁ Οἶκος.
Ἀπὸ νεότητος σοφέ, Χριστῷ ἀκολουθήσας, τῇ ἀπαρνήσει
τῶν τερπνῶν, ἐν γῆ καὶ σφαλλομένων, κατεφωτίσθης τὴν ψυχήν, τοῦ Παρακλήτου τῷ
φωτί, ὡς ἀρετῶν ταμεῖον. Ὅθεν τῆς Ἐκκλησίας αὐτοῦ, Διάκονος θεοειδὴς γενόμενος,
πρὸς ἀθλητικοὺς ἀγῶνας, ἐν καρτερότητι ψυχῆς, προθύμως ἀπεδύσω· δι’ ὧν τῶν μὲν
ἀντικειμένων ἡμῖν, τὴν πλάνην ᾔσχυνας, τοῦ δὲ Σωτῆρος τὸ ὄνομα ἐδόξασας, παρ’
οὗ ἐπαξίως δεδόξασαι· ᾧ πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Συναξάριον. .
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βικέντιου τοῦ Διακόνου.
Βληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει·
Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς, ἄνω τρέχει.
Οὗτος ὁ ἅγιος Μάρτυς Βικέντιος, ἐν
Αὐγουστοπόλει τῆς Ἱσπανίας ὑπάρχων, καὶ διδάσκων τὸν λαὸν μετὰ καὶ τοῦ
Ἐπισκόπου Ἱλαρίου (ἢ Οὐαλλερίου), Διάκονος ὤν, κρατηθέντες ἀμφότεροι, ἤχθησαν
παρὰ τὸ βῆμα Δατιανοῦ τοῦ ἄρχοντος. Ὃς αὐτίκα σιδήροις αὐτοὺς περιθείς, εἰς
πόλιν Βαλεντίαν ἀχθῆναι κελεύει, καὶ δυσωδεστάτῃ φρουρᾷ καθειρχθῆναι. Μετὰ δέ
τινας ἡμέρας ἐξαγαγὼν τὸν Βικέντιον, κελεύει ξέεσθαι καὶ σταυρῷ καταπήγνυσθαι
καὶ κατὰ μέλος αἰκίζεσθαι· ἐκεῖθέν τε ἀποσπασθείς, στρεβλοῦται καὶ μαστίζεται
καὶ τὰς πλευρὰς κατακαίεται. Ἔξαρθρος δὲ γενόμενος ὅλος, ῥάβδους σιδηρᾶς
πυρωθείσας ἐπὶ τοῦ στήθους δέχεται. Καὶ ἀποῤῥιφεὶς ἐν τῇ φυλακῇ, βοηθείας θείας
καὶ ἀγγελικῆς ἀξιοῦται, καὶ αὐτίκα τῷ Θεῷ τὸ πνεῦμα παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ.
Αἴγυπτος
ὄντως, εἰ τέκοι, τίκτει μέγα,
Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει.
Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ,
στρατευόμενος ἐν τοῖς Νουμέροις (στρατιωτικοῖς τάγμασι), τοῖς λεγομένοις
Ῥουταλικοῖς, ὑπ᾿ Ἀργυρίσκῳ ἡγεμόνι, ἐν τῷ Κοτυαείῳ Φρυγίας Σαλουταρίας
(ὑγιεινῆς). Μὴ ἀνεχόμενος δὲ καθορᾶν τὴν τῶν εἰδώλων πλάνην παῤῥησιαζομένην,
εἰς τὸ ὄρος ἀνῆλθε, νηστείαις ἑαυτὸν καθαίρων καὶ προσευχαῖς. Ἱκανῶς δὲ
στομώσας ἑαυτὸν καὶ τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ τὴν ψυχὴν ἀναφλέξας, ἐκ τοῦ ὄρους
κατῆλθε. Καὶ στὰς ἐν μέσῳ τῶν εἰδωλολατρῶν, τὸν Χριστὸν ἀνεκήρυξεν. Ὅθεν
αἰκισθεὶς καὶ τριχίνοις ὑφάσματι τὰς σάρκας καταξανθεὶς καὶ καυτῆρσι
προσομιλήσας πυρὸς καὶ τριβόλοις, ἐν τῷ ἀφειδῶς ἕλκεσθαι, ἅπαν τὸ σῶμα
διαλωβηθείς, τὴν διὰ ξίφους δέχεται τελευτήν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος.
Οὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ
πρὸς ξίφος,
Πᾶσαν μακράν που καρδίας θεὶς δειλίαν.
Πᾶσαν μακράν που καρδίας θεὶς δειλίαν.
Οὗτος ἠγωνίσατο ἐπὶ Ἀντωνίου βασιλέως
Ῥωμαίων καὶ Σεβαστιανοῦ τοῦ δουκὸς ἐν Ἰταλίᾳ· Ἀναγκασθεὶς γὰρ τὸν Χριστὸν
ἀρνήσασθαι καὶ μὴ πεισθείς, τοὺς δακτύλους πρῶτον θλάττεται, εἶτα εἰς κάμινον
βάλλεται· καὶ διαρκέσας ἐν αὐτῇ ἡμέρας τρεῖς, ἐξῆλθεν ἀβλαβής. Καὶ δηλητήρια
φάρμακα πιεῖν ἀναγκάζεται· ὧν μηδὲν ἐνεργησάντων, ὁ ταῦτα κερασάμενος, τῷ
Χριστῷ προσῆλθε πιστεύσας. Καὶ μετὰ ταῦτα, ἐκσπᾶται τὰ νεῦρα, καὶ πυρωθέντι
ἐλαίῳ ἐμβάλλεται. Καὶ ἀναρτηθείς, λαμπάσι καταφλέγεται· καὶ κονίαν μετ᾿ ὄξους
ἀναγκάζεται τῷ στόματι δέξασθαι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται· καὶ κατὰ
κεφαλῆς κρεμᾶται ἐπὶ ἡμέρας τρεῖς· εἶτα τὴν δορὰν ἀφαιρεῖται, καὶ τότε τὸ
πνεῦμα τῷ Θεῷ παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος.
Δένδροις Στεφανὶς
προσδεθεῖσα φοινίκων,
Τῶν Μαρτύρων ἤνθησεν ὡς φοῖνιξ μέσον.
Τῶν Μαρτύρων ἤνθησεν ὡς φοῖνιξ μέσον.
Αὕτη, στρατευομένου τινὸς ὑπάρχουσα γαμετὴ
καὶ τὸν Χριστὸν ἄνωθεν σεβομένη, ἐν τῷ βλέπειν τὸν ἅγιον Βίκτωρα ὑπὲρ ἄνθρωπον
πάσχοντα, ἤδη τὸν ἄνδρα ἀποβαλοῦσα καὶ ἐν χηρείᾳ τυγχάνουσα, ἐμακάρισε τῆς
καρτερίας καὶ τῶν στεφάνων, ὧν ὁ Θεὸς ἔμελλε δωρήσασθαι αὐτῷ· δι᾿ ἣν αἰτίαν τῷ
ἡγεμόνι προσάγεται. Καὶ ἐπεὶ τὸν Χριστὸν Θεὸν προαιώνιον ὡμολόγησεν, ἐκτείνεται
τὰς χεῖρας καὶ δυσὶ φοίνιξι βίᾳ καμφθεῖσι προσδεθεῖσα, ἀφίεται. Ὧν πρὸς τὴν
ἰδίαν ἀποκλινάντων ὁρμήν, αὕτη διαιρεῖται καὶ εἰς δύο μερίζεται τμήματα, καὶ
οὕτω τῷ Θεῷ τὴν ψυχὴν ἀποδίδωσιν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Θεοδώρου, Ἡγουμένου τῶν Στουδίου.
Πολλὰς ἀμοιβάς, Θεόδωρε
τρισμάκαρ,
Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.
Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου
τοῦ Κοπρωνύμου, γονέων εὐσεβῶν, Φωτεινοῦ καὶ Θεοκτίστης. Παιδιόθεν δὲ τὸν
ἐνάρετον βίον ἑλόμενος, γράμμασιν ἐκπαιδεύεται καὶ εἰς τὸ ἀκρότατον ὕψος τῆς
γνώσεως ἀνήχθη. Τὸν μονήρη δὲ βίον ὑπελθὼν καὶ πᾶσαν ἰδέαν ἀρετῆς κατορθώσας,
χρίσματος τῆς ἱερωσύνης παρὰ τοῦ μεγάλου Ταρασίου ἀξιοῦται. Καὶ τοῦ ὁσίου
Πλάτωνος τηνικαῦτα Ἡγουμένου τῆς Μονῆς τῶν Στουδίου τυγχάνοντος, καὶ
παραιτησαμένου, ὁ μακάριος οὗτος τὴν ἡγεμονίαν ἀναδέχεται, καλῶς τὸ πιστευθὲν
αὐτῷ ποίμνιον ὁδηγῶν καὶ ἐπὶ νομὰς σωτηρίους ποιμαίνων.
Οὗτος οὖν ὁ μέγας Θεόδωρος καὶ Ταράσιος ὁ
ἐν Ἁγίοις, ὁ μὲν ἀπωθεῖται τῆς Ἐκκλησίας, ὁ δέ, μαστιχθείς, ἐν τῇ Θεσσαλονίκῃ
περιορίζεται, παρὰ Κωνσταντίνου υἱοῦ Εἰρήνης τῆς βασιλίσσης, διὰ τὸ τὴν μὲν
νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα ἀποβαλεῖν, ἀγαγέσθαι δὲ ἑτέραν καὶ
διελεγχθῆναι παρ᾿ αὐτῶν. Ἐπεὶ δὲ Κωνσταντῖνος τυφλωθεὶς τῆς βασιλείας ἀπεῤῥάγη,
ἀνακαλεῖται τῆς ἐξορίας Θεόδωρος. Ἀλλὰ καὶ αὖθις ἐξορίζεται ἐν τῇ τῆς
Ἀπολλωνιάδος λίμνῃ.
Ἐκεῖθέν τε πάλιν παραπέμπεται ἐν τῷ τῶν
Ἀνατολικῶν θέματι, ἐν ᾧ περὶ τὰς ἑκατὸν μάστιγας περὶ τὸν νῶτον δεξάμενος,
γενναίως ἐνεκαρτέρει. Καὶ αὖθις παρὰ τοῦ στρατοπεδάρχου σφοδραῖς μάστιξιν
αἰκίζεται. Κἀκεῖθεν ἐν τῇ Σμύρνῃ παραπεμφθείς, εἱρκτῇ δυσωδεστάτῃ ἐγκλείεται
καὶ τῷ βασανιστηρίῳ ξύλῳ ἐμβάλλεται. Ἐπεὶ δὲ καὶ αὐτὸς τῆς βασιλείας ἀπεῤῥάγη,
καὶ Μιχαὴλ τὰ σκῆπτρα ἐδέξατο, ἀνακαλεῖται τῶν δεσμῶν καὶ τῆς ἐξορίας ὁ μέγας
Θεόδωρος. Καὶ μικρὸν ἀνεθείς, τοῖς φίλοις συνῆν, καὶ μετὰ χρηστῆς ἐλπίδος
ἀνεπαύσατο ἐν Κυρίῳ. Ἦν δὲ τὴν ἡλικίαν κατάξηρος, ὠχρὸς τὴν ὄψιν, μιξοπόλιος
τὴν τρίχα καὶ ἐπιφάλακρος.
Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Δράκωνος.
Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀβίβου, ἐπισκόπου Γεωργίας,
ἀθλήσαντος ἐν τῷ ἕκτῳ αἰῶνι
μ. Χ.
Τῆ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάξιμος, ὁ διὰ Χριστὸν σαλός, ὁ ἐν
Μόσχᾳ, ὁ θαυματουργός, ὁ Ῥώσσος, ἐν εἰρήνῃ ἐκοιμήθη ἐν ἔτει 1434 μ. Χ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σβέσας
ῥείθροις αἱμάτων, τὴν πυρὰν ἀσεβείας τὴν ἐπηρμένην σοφέ, ἐφλέχθης τὰς πλευράς
σου, τῇ παρανόμῳ κρίσει, ταῖς λαμπάσι Βικέντιε, ἀναβοῶν τῷ Χριστῷ· Εὐλογητὸς εἶ
Σῶτερ.
Πυρωθεὶς
τὴν ψυχήν σου, τῷ πυρὶ ὅπερ ἦλθε βαλεῖν Χριστὸς ἐπὶ γῆς, σιδήροις πυρωθεῖσι, τὰ
στέρνα διεπάρης, καὶ γενναίως ὑπέμεινας, ἀναβοῶν τῷ Χριστῷ· Εὐλογητὸς εἶ Σῶτερ.
Λαμπρυνθεὶς
τὴν καρδίαν, τῷ φωτὶ τῷ ἀδύτῳ τῆς θείας χάριτος, τὸ σκότος τῶν βασάνων, διῆλθες
ἀπροσκόπτως, καὶ πρὸς φῶς ἐξεδήμησας, τῆς ἀνεσπέρου ζωῆς, Βικέντιε θεόφρον.
Ἐν
εἱρκτῇ κεκλεισμένος, ἐμφανείας Ἀγγέλων κατηξιώθης λαμπρῶς, Βικέντιε θεόφρον·
μεθ’ ὧν καὶ ἀνεβόας, τῷ ἰσχύν σοι παρέχοντι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Κρίνον
ὤφθης εὐῶδες, ἀκανθῶν ἀνὰ μέσον καὶ ἄνθος εὔοσμον, τῶν κοσμικῶν κοιλάδων, τῷ
ζωοδότῃ Λόγῳ, Θεοτόκε ἀμίαντε· πρὸ τῶν αἰώνων καὶ γάρ, Κυρίῳ προωρίσθης.
ᾨδὴ η΄. Τὸν ἄναρχον Βασιλέα.
Ὡς
ἄσαρκος τοὺς ξεσμοὺς τῆς σαρκός σου, ὑπέμεινας καὶ λοιπὰς τιμωρίας, πρὸς μόνας
ἀφορῶν, Βικέντιε παμμάκαρ, τὰς ἄνω ἀντιδόσεις.
Γνωρίσας
σοῦ τὸ ἀνένδοτον Μάρτυς, ὁ τύραννος κολακείαις ἐχρῆτο, ψυχήν σου τὴν στεῤῥάν,
Βικέντιε μαλάξαι, ἀλλ’ ἥττηται εἰς τέλος.
Ἐφήπλωσαι
ἐν εἱρκτῇ τεταμένος, Βικέντιε ἀπηνῶς ἐπ’ ὀστράκων, ἀλλ’ εὗρες ἐν αὐτῇ,
πεποθημένον τέλος, ὡς Μάρτυς τοῦ Κυρίου.
Ῥυσθῆναι
μὲ νοσημάτων παντοίων, καὶ θλίψεων καὶ παθῶν ἀκαθάρτων, Βικέντιε σοφέ, καὶ
πολλαπλῶν πταισμάτων, τὸν Κύριον δυσώπει.
Θεοτοκίον.
Ἀνύμφευτε
Θεοτόκε Μαρία, βοήθεια τῶν ἀνθρώπων καὶ σκέπη, βελῶν τοῦ πονηροῦ, σκέπασον τὴν
ψυχήν μου, καὶ σῶσόν με τὸν ἀχρεῖον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σαρκός
σου τῆς τιμίας, ἐν τέλει τῶν ἀγώνων, ἀπολυθεὶς στεφηφόρος Βικέντιε, πρὸς τὰς
μονὰς τὰς ἀΰλους χαίρων ἀνέδραμες.
Ἰδόντες
σου τὸ σῶμα, κατηγλαϊσμένον, ἐν τῇ θαλάσσῃ αὐτὸ Μάρτυς ἔῤῥιψαν, οἱ ἀσεβεῖς ἀλλ’
ἐκεῖθεν πιστοῖς δεδώρηται.
Μυρίσασα
ἀξίως, ἡ σεμνὴ πρεσβύτις, τὸ εὐκλεές σου Βικέντιε λείψανον, ἐν ἱερῷ αὐτὸ τόπῳ
Μάρτυς κατέθετο.
Ὁλόφωτος
ταῖς θείαις, πέλων λαμπηδόσιν, Ἱερομάρτυς Βικέντιε ἔνδοξε, τὴν σκοτισθεῖσαν
ψυχήν μου λάμπρυνον δέομαι.
Θεοτοκίον.
Ὑδάτων
ἀπωλείας, σῶσόν με Παρθένε, ἡ τὸ ἁλλόμενον ὕδωρ πηγάσασα, καὶ πρὸς ζωὴν αἰωνίαν
ἴθυνον δέομαι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐν Διακόνοις ἄριστος, καὶ Μάρτυς ἀκαθαίρετος, τοῦ
Βασιλέως τῆς δόξης, Βικέντιε ἀνεδείχθης,
ἐχθροῖς παραταξάμενος, καὶ τούτους τροπωσάμενος, τῇ καρτερᾷ ἀθλήσει σου· διὸ
διπλῷ ἐκοσμήθης, στεφάνῳ παρὰ Κυρίου.
Θεοτοκίον.
Θεὸν τὸν Ὑπερούσιον, ἐκ τῶν ἁγνῶν αἱμάτων σου,
οὐσιωθέντα ἄτρεπτως, τό. καθ᾿ ἡμὰς Θεοτόκε, ἀφθὸῥως ἀπεκύησας, καὶ γάλακτι
ἐξέθρεψας. Ὃν ἐκτενῶς ἱκέτευε, ἐκδυσωποῦμέν σε Κόρη, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων.
Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ἔδωκας
σημείωσιν.
Ὅλον σου τὸ φρόνημα, τὸ τῆς σαρκὸς καθυπέταξας, τῇ
ψυχῇ σου Βικέντιε· ἐντεῦθεν θεάρεστον, βεβίωκας βίον, καὶ κρίσει τῇ θείᾳ, ὤφθης
Διάκονος σεπτός, τῆς Ἐκκλησίας Χριστοῦ μακάριε, καὶ Μάρτυς, ἀπαράτρεπτος, καὶ
στρατιώτης ἀήττητος, τοῦ Παντάνακτος πέφηνας, ἐναθλήσας στεῤῥότατα.
Βήματι παρέστηκας, Δατιανοῦ τοῦ παράφρονος, ἀπτοήτῳ
φρονήματι, καὶ τοῦτον κατέπληξας, τῇ σῇ παῤῥησίᾳ, καὶ τῇ καρτερίᾳ, τῶν
πολυτρόπων αἰκισμῶν, δι’ ὧν Κυρίου λαμπρῶς ἐδόξασας, τὸ πάθος τὸ ζωήῤῥυτον, ἐν
τοῖς οἰκείοις σοῦ μέλεσιν, Ἀθλοφόρε Βικέντιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ξέσεις τὰς τοῦ σώματος, τὰς πυρακτώσεις τὰς μάστιγας,
τοῦ Σταυροῦ τὴν προσήλωσιν, στέρνων τὴν διάτρησιν, καὶ τὰς ἑξαρθρώσεις, καὶ
τοὺς ὑπολοίπους, ποικιλοτρόπους αἰκισμούς, ἀνδρειοτάτῃ γνώμῃ ὑπέμεινας,
Βικέντιε μακάριε, τῶν Ἀσωμάτων ἐφάμιλλε, Διακόνων ὡράϊσμα, καὶ Μαρτύρων
ἀγλάϊσμα.
Σῶμά σου τὸ ἅγιον, μετὰ τὸ τέλος τὸ ἔνθεον, τῇ θαλάσσῃ
ἀπέῤῥιπται, ἀλλ᾿ ἐκεῖθεν δέδοται, ἀσινὲς καὶ σῶον, τῇ χέρσῳ θεόφρον, ἐπιστασίᾳ
σου σεπτῇ, καὶ κατετέθη ἐν οἴκῳ θείῳ σοῦ, ὅν περ πιστοὶ ἀνήγειραν, εἰς δόξαν
σήν τε καὶ αἴνεσιν, Ἀθλοφόρε Βικέντιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ἱερομάρτυς Βικέντιε, τίς σου κατ’ ἀξίαν, ἐπαινέσεται
τὴν ἄθλησιν; ὑπὲρ φύσιν γὰρ ἠγωνίσω, σεαυτὸν ἀπαρνησάμενος, καὶ μόνον τοῦ
Χριστοῦ τὴν δόξαν, ὁλοτρόπως ποθήσας ὑπὲρ αὐτῆς γὰρ μέχρις αἵματος, πρὸς τὴν
ἁμαρτίαν ἀντικατέστης, τῷ πονηρῷ διώκτῃ ἀνταγωνιζόμενος. Ἀλλ’ ὡς θείων δωρεῶν
ἀπολαύων, μὴ παύσῃ ὑπὲρ ἡμῶν δεόμενος, τῶν πιστῶς τελούντων σου τὸ μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ
πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ
προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Διακόνων ἡ καλλονή, Βικέντιε μάκαρ, ὁ ἄθλησας
ὑπὲρ Χριστοῦ, καὶ τὰς ἀνυποίστους, βασάνους ὑπομείνας· διὸ καὶ τῶν βραβείων τῆς
δόξης ἔτυχες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου