Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 11. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΒΙΚΤΩΡ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ ΙΑ΄!!
ΒΙΚΤΩΡ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Βίκτωρ καρτερώτατε, ἀθλητικῶς ἀνδρισάμενος, γνώμῃ θεόφρονι, οἷα στρατιώτης, τοῦ Χριστοῦ ἀήττητος, καθεῖλες τῶν ἐχθρῶν τὴν παράταξιν, στεῤῥᾷ ἐνστάσει σου, καὶ Ἀγγέλων ἰσοστάσιος, ἀνεδείχθης, τελέσας τὸν δρόμον σου.

Χριστῷ τῷ τῶν ὅλων Βασιλεῖ, πίστει στρατευσάμενος, Αὐτοῦ τὸ ἅγιον ὄνομα, λαμπρῶς ἐκήρυξας, Βίκτωρ Ἀθλοφόρε, παῤῥησίᾳ λόγων σου, καὶ γλώσσῃ ἐλευθέρᾳ μακάριε· ἐντεῦθεν ἤνεγκας, τὰς στρεβλώσεις τὰς τοῦ σώματος, καὶ βασάνων, τὸ λίαν ἐπίπονον.

Δακτύλων τὴν θλάσιν ὑποστάς, ἀσεβείας ἔθλασας, πᾶσαν τὴν δύναμιν ἔνδοξε, καὶ πιὼν πώματα, δηλητηριώδη, γλυκασμὸν οὐράνιον, τῷ ταῦτα δεδοκότι ἐπήγασας, Βίκτωρ μακάριε, ἐν Χριστῷ γὰρ τῷ Σωτῆρί σου, ξένα Μάρτυς, εἰργάσω θαυμάσια.

Δοξάσας ἀθλήσει σου στεῤῥᾷ, τὸν τῆς δόξης Κύριον, Χριστὸν τὸν πάντων δεσπόζοντα, γνώμῃ παράφρονι, τοῦ τῆς ἀδικίας, ἄρχοντος μακάριε, ἀφήρησαι δορὰν τὴν τοῦ σώματος, Βίκτωρ πολύαθλε, ἀφθαρσίας δὲ ἱμάτιον, ἐνεδύσω, τελέσας τὸν δρόμον σου.

Δόξα. Ἦχος β΄.
Τῆς εὐσεβείας ἐνδεδυμένος τὸ σθένος, τῆς ἀσεβείας καθεῖλες τὴν ἰσχύν, ἀθλητικοῖς παλαίσμασιν, Ἀθλοφόρε Βίκτωρ πολύαθλε· οὐδόλως γὰρ ἐπτοήθης μακάριε, θυμὸν ἀρχόντων ἀσεβῶν, οὐδὲ βασάνων ἀνυποίστων, τὴν ἐπιφορὰν κατέπτηξας, ἀλλὰ πάντων περιεγένου ἀκαταπλήκτῳ ψυχῇ, Χριστὸν ἔχων ἐνδυναμοῦντά σε, ἐν τῷ σκάμματι τῆς ἀθλήσεως· ᾯ νῦν ἐν δόξῃ παριστάμενος, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἤθλησας καρτερῶς, Μεγαλομάρτυς Βίκτωρ, καὶ ᾔσχυνας τὴν πλάνην, ὑπερφυέσιν ἄθλοις, δυνάμει τῇ τῆς πίστεως.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Φέρων ἐν τῇ ψυχῇ, τὸ πῦρ τὸ ζωηφόρον, οὐδόλως κατεφλέχθης, ῥιφθεὶς ἐν τῇ καμίνῳ, τῇ πυριφλέκτῳ Ἅγιε.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσεται.
Φέγγει τῷ μυστικῷ, τῆς σῆς ἀνδρείας Μάρτυς, λαμπρῶς καταυγασθεῖσα, ἡ Στεφανὶς νομίμως, ὑπὲρ Χριστοῦ ἠγώνισται.

Δόξα. Τριαδικόν.
Ἄθλοις μαρτυρικοῖς, Τριάδα τὴν Ἁγίαν, Πατέρα Λόγον Πνεῦμα, δοξάσας Ἀθλοφόρε, νῦν παρ’ αὐτῆς δεδόξασαι.

Καὶ νῦν. Θεοτοκίον.
Ἔτεκες ἐν σαρκί, τὸν πάντων Βασιλέα, ὑπερφυῶς Παρθένε, καὶ πύλη σωτηρίας, ἡμῖν ὤφθης τῷ τόκῳ Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείοις ἄθλοις σου, ἀνδραγαθήσας, θείας μέτοχος, ὤφθης εὐκλείας, Ἀθλοφόρε Χριστοῦ μεγαλώνυμε, καταβαλὼν γὰρ τῆς πλάνης τὸ φρύαγμα, τῆς εὐσεβείας τὸ κράτος ἐτράνωσας, Βίκτωρ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ Χριστῷ στρατευσάμενος, στεῤῥοτάτῳ φρονήματι, στρατιώτης ἄριστος τούτου γέγονας, καὶ τῶν ἐχθρῶν τὴν παράταξιν, τῷ ὅπλῳ τῆς πίστεως, καὶ ἀθλήσει σου στεῤῥᾷ, φερωνύμως κατέβαλες, Βίκτωρ ἔνδοξε· διὰ τοῦτο τῆς νίκης τῷ στεφάνῳ, οὐρανόθεν κατεστέφθης, ὡς νικητὴς ἐν τῷ σκάμματι.

Τῇ σοφίᾳ τῇ ἄνωθεν, καὶ τῇ γνώσει τοῦ Πνεύματος, ἀληθῶς κοσμούμενος Βίκτωρ ἔνδοξε, γλώσσῃ ἐνθέῳ ἐκήρυξας, τὸν λόγον τῆς πίστεως, καὶ τὸ ὄνομα Χριστοῦ, καὶ εἰδώλων τὸ ἄθεον, ἐστηλίτευσας, ἀπτοήτῳ παμμάκαρ παῤῥησίᾳ, καὶ θαυμάτων ἐπιδείξει, καὶ ἀνδρικοῖς ἀγωνίσμασι.

Καὶ δακτύλους σου θλώμενος, καὶ λαμπάσι φλεγόμενος, καὶ πικραῖς κολάσεσι δαπανώμενος, καὶ δηλητήρια φάρμακα, παμμάκαρ δεχόμενος, ἀπερίτρεπτος σαφῶς, καὶ ἀσάλευτος ἔμεινας, θείῳ Πνεύματι, καὶ τελέσας τὸν μέγιστον ἀγῶνα, τῶν Ἀγγέλων ταῖς χορείαις, περιφανῶς συνηρίθμησαι.

Ὡς τὸ πῦρ τὸ οὐράνιον, ὃ Χριστὸς βαλεῖν Ἅγιε, ἐπὶ γῆς ἐλήλυθεν ἐν καρδίᾳ σου, φέρων ἀνδρείως εἰσέδραμες, Βίκτωρ παναοίδιμε, εἰς τὴν κάμινον πυρός, ἔνθα ἄφλεκτος ἔμεινας θείῳ Πνεύματι, ἐν αὐτῇ ἐν τρισὶν ἡμέραις Μάρτυς, καὶ πυρὶ τῶν σῶν ἀγώνων, τὴν ἀνομίαν κατέφλεξας.

Ὀφθαλμοὺς ὀρυττόμενος, καὶ τῶν νεύρων τὴν σύστασιν, ἀπηνῶς ἐκοπώμενος, ὡς ἀσώματος, τῶν δυσσεβῶν ἐξενεύρισας, τὸ ἄθεον φρόνημα, καὶ δορὰν ἀφαιρεθείς, τὴν τοῦ σώματος Ἅγιε, τῆς νεκρώσεως, τοὺς χιτῶνας ἀπέῤῥιψας στολὴν δέ, ἀφθαρσίας ἠμφιάσω, Βίκτωρ καὶ δόξης ἱμάτιον.

Τὸν ἀγῶνα τὸν κάλλιστον, θεωμένη ἀνύοντα, καὶ Χριστοῦ τὴν δύναμιν θριαμβεύουσαν, ἡ Στεφανὶς ἐν σοὶ Ἅγιε, ἐτρώθη τῷ ἔρωτι, τῆς ἀγάπης τοῦ Χριστοῦ, τῆς ψυχῆς σου τὸ εὔτονον, μακαρίζουσα· διὰ τοῦτο ἠγώνισται νομίμως, καὶ σὺν σοὶ κατηξιώθη, τῆς οὐρανίου λαμπρότητος.





Δόξα. Ἦχος δ΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, εἰδωλικὴν καθεῖλες ἀπόνοιαν, ἄθλοις καὶ λόγοις ἀριστεύσας, Βίκτωρ Ἀθλητὰ μεγαλώνυμε. Τὴν γὰρ σωτήριον ὁμολογίαν, ὡς θησαυρὸν κατέχων οὐράνιον, μέχρις αἵματος ὑπὲρ αὐτῆς ἠγωνίσω, ἀηττήτῳ ψυχῇ, πρὸς δυσσεβεῖς τυράννους, καὶ πονηρὸν κοσμοκράτορα, στεῤῥῶς ἀντικαθιστάμενος, ἔξω κόσμου καὶ σαρκὸς γὰρ ἐγένου, ἐν τῷ καιρῷ τῆς ἀθλήσεως, ἐν τῇ ἐπιλάμψει τῆς θείας χάριτος· ὅθεν φερωνύμως νικητὴς γενόμενος, καὶ τῶν στεφάνων τῆς δόξης ἀξιωθείς, ἱκέτευε Ἅγιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Λιτή. Ἦχος α΄.
Τίς ἐπαξίως ὑμνήσει, τοὺς ἐν ἀθλήσει ἀγῶνάς σου, Βίκτωρ Ἀθλητὰ καρτερόψυχε; Θείᾳ πτερωθεὶς γὰρ ἀγάπῃ, ὅλον σεαυτὸν ἠρνήσω, καὶ μαρτυρίου τὸν δρόμον, ἀπεριτρέπτῳ καρδίᾳ διήνυσας· ὅθεν, τοῖς διώκταις ἐβόας· οὐδέν με χωρίσει τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, οὐ πῦρ, οὐ ξῖφος, οὐ θάνατος, ὃν ἀσμένως δέχομαι, ὡς ζωῆς ἀϊδίου πρόξενον. Ἀλλ’ ἐν ἄθλοις ἀηττήτος, καὶ ἐν θαύμασι περιφανής, τῷ Σωτῆρι πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἀθλητικῇ ἐνστάσει καλλωπιζόμενος, ὑπερφυῶς ἐθαυματώθης πολύαθλε, ἀνυποίστοις ὁμιλήσας αἰκίαις, καὶ σκληραῖς τιμωρίαις, ὢ τοῦ θαύματος! Πῶς ὡς ἄσαρκος ἤνεγκας, τὴν τῶν νεύρων ἔκσπασιν, τῶν μελῶν τὴν κατάφλεξιν, καὶ δορᾶς τὴν ἀφαίρεσιν; Ὄντως γὰρ ἐν σοὶ μακάριε, τοῦ Χριστοῦ ἡ δύναμις, ὑπὲρ ἥλιον ἔλαμψε, τῶν μὲν πιστῶν τὰς καρδίας φωτίζουσα, τῶν δὲ ἀπίστων ἀμαυροῦσα τὰς ψυχάς, ὡς μὴ θελόντων κράζειν· Κύριε, δόξα Σοι.

Ἦχος γ΄.
Τοῖς νοεροῖς ὀφθαλμοῖς, Θεὸν ὁρῶν τὸν ἀόρατον, κατὰ Παῦλον τὸν μέγαν, καὶ παρ’ αὐτοῦ χάριν καὶ δύναμιν λαμβάνων, τῶν τοῦ σώματος ὀφθαλμῶν, τὴν πικρὰν ἐξόρυξιν, ἀνδρειοφρόνως ὑπέμεινας, Βίκτωρ πανεύφημε, καὶ τῷ ἐξ αὐτῶν ῥεύσαντι αἵματι, τοὺς ὀφθαλμοὺς ἀπετύφλωσας, τοῦ τὴν πτέρναν ἡμῶν, ἐπιτηροῦντος ὡς γέγραπται. Καὶ νῦν, Χριστοῦ τὴν λαμπρότητα βλέπων, ἀνακεκαλυμμένῳ προσώπῳ, τὸν νοῦν ἡμῶν καταύγασον, φωτοφόροις πρεσβείαις σου, τοῦ συνιέναι καὶ ποιεῖν, Κυρίου τὸ θέλημα.

Δόξα. Ἦχος δ΄.
Ὡς ἄνθραξ νοητός, τῆς εὐσεβείας τὸ πῦρ ἐκλάμπων, τὸ καταναλίσκον πᾶσαν ὕλην σαθρὰν ματαιότητος, ἀληθῶς ἐδείχθης, Βίκτωρ Ἀθλοφόρε Χριστοῦ· ἐντεῦθεν τῶν ἀσεβῶν τὴν μανίαν ἠνάλωσας, πυρὶ ὁμιλήσας, καὶ μηδόλως καταφλεχθείς, τῇ δρόσῳ τῆς θείας χρηστότητος, καὶ ἐξ αὐτοῦ ἀσινὴς ἐξελθῶν, τὰ μεγαλεῖα τοῦ Σωτῆρος δοξάζεις, καὶ τὸ θαυμαστὸν Αὐτοῦ φῶς, πᾶσιν ἐκλάμπεις, τὸ φωτίζον καὶ στηρίζον, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Βίκτωρ, Ἀθλητὰ μακάριε, καταπαλαίσας στεῤῥῶς, τὸν ἐχθρὸν τὸν ἀόρατον, τοῦτον καταβέβληκας, ἀνενδότῳ ἐνστάσει σου, καὶ τοῦ Σωτῆρος τὸ μέγα ὄνομα, λόγοις καὶ ἄθλοις, λαμπρῶς ἐδόξασας· ὅθεν δεδόξασαι, δόξῃ ὑπὲρ ἔννοιαν καὶ τῆς χαρᾶς, τῆς ὑπὲρ κατάληψιν, Μάρτυς ἠξίωσαι.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Βίκτωρ, Ἀθλοφόρε ἔνδοξε, πολυειδέσι ποιναῖς, καὶ ποικίλαις στρεβλώσεσι, ὥσπερ ἄλλου πάσχοντος, στεῤῥοψύχως ὡμίλησας, ἔρωτι θείῳ, καταφλεγόμενος, καὶ πρὸς τὰ ἄνω, κατεπειγόμενος, ὧν ἐπιβέβηκας, καθελὼν τὸ φρύαγμα, τῶν δυσσεβῶν· ὅθεν τὴν ἁγίαν σου, μνήμην γεραίρομεν.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσεται.
Βίκτωρ, Ἀθλητὰ πανένδοξε, ἀφαιρεθεὶς τὴν δοράν, τῆς φθορᾶς ἀπέῤῥιψας, πᾶν σοφῶς ἀνθοφόρημα, καὶ νικηφόρως, Χριστῷ ἀνέδραμες, ὡς χρυσοπτέρυξ ἀετὸς Ἅιε, καὶ κατεσκήνωσας, καλιὰν εἰς ἄϋλον, ἔνθα χοροί, Ἀθλητῶν ἀγάλλονται, εἰς δόξαν ἄῤῥητον.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν φερώνυμον κλῆσίν σου, τῇ συντονωτάτῃ ἀθλήσει, ἀληθεύουσαν ἔδειξας, Ἀθλητὰ μυριόνικε, ὑπεραρθεὶς γὰρ τῶν φθαρτῶν, τῷ Σταυρῷ τοῦ Κυρίου, καταλλήλως ἐβίωσας, καὶ πρὸς ἀγῶνας ἀθλητικούς, ἀνδρικῶς ἀποδυσάμενος, πᾶσαν φρένα ἐξέπληξας, ἀκαταπλήκτῳ ψυχῆς παραστήματι, καὶ ἐν ἀμφοτέροις νικητὴς γενόμενος, ἐπαξίων ἐπάθλων, παρὰ Χριστοῦ τοῦ Ἀθλοθέτου ἔτυχες. Αὐτὸν ἱκέτευε δεόμεθα, Βίκτωρ ἀξιάγαστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείοις ἄθλοις σου, ἀνδραγαθήσας, θείας μέτοχος, ὤφθης εὐκλείας, Ἀθλοφόρε Χριστοῦ μεγαλώνυμε, καταβαλὼν γὰρ τῆς πλάνης τὸ φρύαγμα, τῆς εὐσεβείας τὸ κράτος ἐτράνωσας, Βίκτωρ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νικήσας τὸν ἐχθρόν, φερωνύμως τρισμάκαρ, ἐδέξω ἐκ Θεοῦ, τοὺς τῆς νίκης στεφάνους· ᾧ πρέσβευε δεόμεθα, Ἀθλητὰ Βίκτωρ ἔνδοξε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, τοῖς τὴν μνήμην σου, χαρμονικῶς ἐκτελοῦσι, καὶ σὲ μακαρίζουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐξέλαμψεν ἡμῖν, ἐξ ἁγνῶν Σου αἱμάτων, μορφῇ τῇ καθ’ ἡμᾶς, ὥσπερ Ἥλιος μέγας, Χριστὸς ὁ παντοδύναμος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, τὸν πρωτόπλαστον, ἐκ τῆς ἀρχαίας κατάρας, ἐκλυτρούμενος, οἷα φιλάνθρωπος φύσει, Παρθένε πανάμωμε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μαρτυρίου ἀνύσας στεῤῥῶς τὸν δόλιχον, μαρτυρικῶς ἐδοξάσθης Μεγαλομάρτυς Χριστοῦ, καὶ πλουσίων δωρεῶν ὤφθης ἀνάπλεως, ἐξ ὧν μετάδος καὶ ἡμῖν, τοῖς γεραίρουσι φαιδρῶς, τὴν μνήμην σου τὴν ἁγίαν, Βίκτωρ γενναῖε ὁπλῖτα, καὶ πρεσβευτὰ τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκωθέντα ἀτρέπτως ἐκ τῶν αἱμάτων Σου, τὸν Ποιητὴν τῶν ἁπάντων δι’ εὐσπλαγχνίαν πολλήν, ἀπεκύησας ἡμῖν ὑπὲρ κατάληψιν· ὅθεν ὑμνοῦμέν Σου ἁγνή, μεγαλεῖα τὰ πολλά, οἱ διὰ Σοῦ σεσωσμένοι, Θεογεννῆτορ Μαρία, ἁμαρτωλῶν τὸ καταφύγιον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει ἀληθῶς, τῶν εὐσεβούντων τὰς ψυχάς, ἡ ἀνδρεία ἡ πολλή, καὶ ἡ ἀνένδοτος ῥοπή, ἣν ἐνεδείξω θεόφρον ἐν ταῖς βασάνοις· πῦρ γὰρ καὶ τομάς, γενναίως ἔφερες, θλάσιν τῶν χειρῶν, καὶ νεύρων ἔκσπασιν, δι’ ὧν συνέτριψας πᾶσαν τὴν δύναμιν, τοῦ πονηροῦ κοσμοκράτορος, ἐξ οὗ τῆς λύμης, ἀτρώτους σῶζε, τοὺς σὲ γεραίροντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀποῤῥήτως ἐν γαστρί, τὸν προαιώνιον Θεόν, συλλαβοῦσα Μαριάμ, τοῦτον γεγέννηκας ἡμῖν, διπλοῦν τῇ φύσει καὶ ἕνα τὴν ὑπόστασιν· ὅθεν τὴν φρικτήν, κυοφορίαν Σου, μέλπομεν ἀεί, πιστῷ φρονήματι, καὶ σὺν Ἀγγέλῳ τὸ χαῖρε βοῶμέν Σοι, οἱ θεωθέντες τῷ τόκῳ Σου· χαῖρε Παρθένε, Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν ἀγαλλίαμα.






Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσεται.
Εὐαγγέλιον, τοῦ Ἁγ. Γεωργίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν λόγον τῆς πίστεως καλλιεργῶν φιλοπόνως, τοῦ μαρτυρίου ἐδρέψω τὰ δράγματα, Βίκτωρ Ἀθλοφόρε πολύαθλε· ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ γάρ, σεαυτὸν ἠρνήσω, καὶ πρὸς πλείστας βασάνους, τὸ σῶμά σου δέδωκας, ἀναχαλκεύσας αὐτῷ, πρὸς ἀφθαρσίαν, τοῖς τοῦ Σωτῆρος πάθεσιν, ᾧ συνδοξαζόμενος ἔνδοξε, ἱκέτευε τυχεῖν καὶ ἡμᾶς, τῆς ἄνω δόξης Ἅγιε.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ, Βίκτωρ, τὰς σὰς ἀριστείας. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
μνῆσαι προθέμενος τοὺς σεπτούς, ἀγῶνάς σου Βίκτωρ, τὴν πρεσβείαν σου ἐξαιτῶ, Μάρτυς συνεργῆσαί μοι τῷ λόγῳ, ὡς ἂν ἐπάξιον ᾄσω σοι αἴνεσιν.
Μεγίστους ἀγῶνας ἐπὶ τῆς γῆς, τρωθεὶς θείῳ πόθῳ, διανύσας ἀθλητικῶς, μεγίστων ἐπάθλων ἠξιώθης, ἐν οὐρανίοις Ἀθλοφόρε ἀήττητε.
Νευρούμενος σθένει τῷ θεϊκῷ, ἀνδρείως ὑπέστης τὰς στρεβλώσεις τῶν σῶν μελῶν, Βίκτωρ ἀνακράζων ἐν τοῖς ἄθλοις· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Θεοτοκίον.
ς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, μητρώοις ἐντεύξεσι δυσώπει, κατοικτειρῆσαι τοὺς Σὲ μεγαλύνοντας.











ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βασιλεῖ τῶν αἰωνων ὡς στρατευθεὶς ἔνδοξε, καὶ τὴν πανοπλίαν τὴν θείαν περιζωσάμενος, ψυχῆς στεῤῥὀτητι, ἐχθρῶν καθεῖλες τὰς τάξεις, καὶ γενναίως ἤθλησας, Βίκτωρ πανθαύμαστε.
σχυρῶς ἀντετάξω τῷ δυσσεβεῖ Ἅγιε· ὅθεν τῶν δακτύλων τὴν θλάσιν, στεῤῥῶς ὑπέμεινας, καὶ πᾶσαν ἔθλασας, τοῦ δυσμενοῦς τὴν ἀπάτην, πίστει δυναμούμενος, Βίκτωρ καὶ χάριτι.
Καταφλέξας τὴν πλάνην θείῳ πυρὶ ἔνδοξε, τὴν ἐκ τῶν λαμπάδων ἀνδρείως, φέρεις κατάφλεξιν, καὶ κόσμῳ ἔλαμψας, φωτοειδὲς ὥσπερ ἄστρον, φέγγει τῆς ἀθλήσεως, Βίκτωρ πολύαθλε.
Θεοτοκίον.
Τὸν Δεσπότην τῶν ὅλων ὑπερφυῶς τέξασα, λύοντα ἐχθροῦ δυναστείαν, τὴν πολυχρόνιον, Παρθένε Δέσποινα, τῆς πονηρᾶς δεσποτείας, τῶν παθῶν ἀπάλλαξον, τὸν νοῦν μου δέομαι.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν μελῶν καρτερήσας τὰς ἐκτομάς, καὶ πυρὸς ὑπομείνας καύσεις δεινάς, πρὸς λῆξιν τὴν ἄπονον, μεταβέβηκας ἔνδοξε, τοῦ δυσμενοῦς ὀλέσας, ἰσχὺν τὴν ὀλέθριον, καὶ τοῦ Σταυροῦ κρατύνας, τὴν ἄμαχον δύναμιν· ὅθεν πάντα πόνον, καὶ ὀδύνην κουφίζων, παρέχεις τοῖς πάσχουσι, τὴν θερμήν σου ἀντίληψιν, Ἀθλητὰ Βίκτωρ ἔνδοξε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὑπὲρ φύσιν τεκοῦσα τὸν Ποιητήν, ἀποῤῥήτως ἀτρέπτως δίχα τροπῆς, τὴν φύσιν ἐκαίνισας, τοῦ προπάτορος ἄχραντε, παλαιωθεῖσαν πάλαι, ἀπάτῃ τοῦ ὄφεως, καὶ ταύτην πρὸς τὴν πρώτην, ἀνήγαγες εὔκλειαν· ὅθεν παρὰ φύσιν, ἁμαρτόντα με Κόρη, συνέτισον δέομαι, καὶ μετάνοιαν δώρησαι, ἀληθῆ μοι πανάμωμε, ὡς ἂν μεταμελείας καιρόν, σχῶ Παρθένε καὶ θρηνήσω ἅπαντα, τὰ δεινά μου τοῦ βίου, ἁγνὴ παραπτώματα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ς ἐβλήθης εἰς κάμινον, Μάρτυς τοῦ πυρὸς ἀνύμνεις τὸν Κύριον, τὸν σὲ ἄφλεκτον φυλάξαντα, ἐν τρισὶν ἡμέραις θείᾳ χάριτι.
ήσει θείων χειλέων σου, ὃ σὲ τυραννῶν ἐμβρόντητος γέγονεν· ὅθεν Μάρτυς ἐπὶ πλεῖόν σε, ταῖς πικραῖς αἰκίαις κατετίτρωσκε.
Τῇ σοφίᾳ τοῦ Πνεύματος, καὶ τῇ εὐτολμίᾳ Μάρτυς τῶν λόγων σου, τὸν Χριστὸν λαμπρῶς ἐκήρυξας, καὶ τὴν ἀνομίαν ἐστηλίτευσας.
θλοφόρος ἀήττητος, ὤφθης ἐν σταδίῳ ἀγωνισάμενος, καὶ ἐκπλήξας τοὺς παράφρονας, Μάρτυς τῷ στεῤῥῷ σου παραστήματι.
Θεοτοκίον.
Σωτηρίας ἀξίωσον, Κόρη αἰωνίου τοὺς μεγαλύνοντας, τὸ ἀνέκφραστον μυστήριον, τῆς ἀκαταλήπτου Σου κυήσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σθένει θεϊκῷ, τὴν τῶν νεύρων σου διάσπασιν, ὑπομείνας ἐξενεύρισας στεῤῥῶς, Μάρτυς Βίκτωρ ἀσεβείας πάντα σύνδεσμον.
νωθεν Χριστός, παρασχών σοι Μάρτυς δύναμιν, θαυμαστόν σε καὶ ἀήττητον σαφῶς, ἐν βασάνοις πολυτρόποις ἀπειργάσατο.
Στόματι τῷ σῷ, ὄξος Μάρτυς εἰσδεχόμενος, σὺν κονίᾳ οὐρανίου γλυκασμοῦ, ἀντελάβου Ἀθλοφόρε τελεώτερον.
Θεοτοκίον.
χραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, τὴν χρανθεῖσάν μου ψυχὴν ταῖς ἡδοναῖς, μετανοίας τῷ ὑσσώπῳ ἀποκάθαρον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
ημάτων σου, μὴ ἐνεγκὼν τὴν σοφίαν, ὁ παράφρων δικαστὴς Ἀθλοφόρε, πολυειδεῖς, σοὶ ἐπάγει βασάνους, καὶ ἐν ἰκρίῳ κρεμάσας τὸ σῶμά σου, τοῦτο λαμπάσι μανικῶς, καταφλέγεσθαι Βίκτωρ προσέταξε.
δών σε, μηδὲν κακὸν πεπονθότα, ὁ φαρμάκων θανασίμων τὴν πόσιν, προσαγαγών σοι προσῆλθε Κυρίῳ, ἀλλοιωθεὶς ἐνεργείᾳ τῆς πίστεως, Βίκτωρ θεόφρον Ἀθλητά, Ἀθλοφόρων σεπτὸν ἐγκαλλώπισμα.
Συνέσει, τῇ ἀληθεῖ διαπρέπων, τὴν ἀσύνετον ἐλέγχεις καρδίαν, τοῦ δυσσεβοῦς, δικαστοῦ Ἀθλοφόρε, περὶ τὸ φῶς ἑκουσίως τυφλώττοντος· ἔνθεν ὑπέστης καρτερῶς, ὀφθαλμῶν σου σοφὲ τὴν ἐκκέντησιν.
Θεοτοκίον.
Τὸν θρόνον, τοῦ Βασιλέως τῆς δόξης, τὴν καθέδραν τοῦ τῶν ὅλων Δεσπότου, τὸν φωταυγῆ, καὶ ὑπέρλαμπρον οἶκον, ἐν ᾧ σαρκὶ ὁ Χριστὸς ἐγκατώκησε, τὴν Θεοτόκον Μαριάμ, ἀσιγήτοις φωναῖς μεγαλύνωμεν.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς στρατευθεὶς τῷ Βασιλεῖ τῶν αἰώνων, κατηγωνίσω τὸν ἀρχέκακον ὄφιν, καὶ μαρτυρίου πόνοις ἠνδραγάθησας· ὅθεν τῆς ἀθλήσεως, διανύσας τὸ σκάμμα, νίκης τὸ διάδημα, ἐπαξίως ἐδέξω, Μεγαλομάρτυς Βίκτωρ ἐκ Θεοῦ· Ὃν ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Ὁ Οἶκος.
Ὑπὲρ ἡλίου τὰς αὐγάς, ἡ παμφαὴς ἡμέρα, τῶν παλαισμάτων σου σοφέ, ἐξέλαμψε τῇ κτίσει, καὶ φῶς ἐκπέμπει νοητόν, ταῖς διανοίαις τῶν πιστῶν, τῶν σῶν λαμπρῶν ἀγώνων. Σὺ γὰρ τῇ θείᾳ πτερωθεὶς ἀγάπῃ, ὡς ἄσαρκος μετὰ σαρκὸς ἠγωνίσω, πρὸς ἀοράτους καὶ ὁρατοὺς ἐχθροὺς ἀντιμαχόμενος. Καὶ τούτους κατὰ σαρκὸς νικήσας, τῷ ὅπλῳ τῆς πίστεως, ἀνυποίστων ἀλγηδόνων, καὶ πικροτάτων βασάνων καὶ στρεβλώσεων, ἐν τῇ ἑνώσει τῶν ὑπὲρ φύσιν ἀγαθῶν, ἀνώτερος ἐφάνης, ὧν ἡτοίμασε Κύριος, τοῖς ὁλοψύχως ἀγαπήσασιν Αὐτόν, καὶ τὸν Σταυρὸν Αὐτοῦ, βαστάσασιν ἀνδρείως· ὧν νῦν ἀπολαύων, Βίκτωρ Ἀθλητὰ πανθαύμαστε, ἀπαύστως ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος.
Οὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ πρὸς ξίφος,
Πᾶσαν μακράν που καρδίας θεὶς δειλίαν.
Ἐνδεκάτῃ Βίκτωρος ἀλκίμοιο θυμὸς ἔνθεν ἤρθη.
Οὗτος ἠγωνίσατο ἐπὶ Ἀντωνίου βασιλέως Ῥωμαίων καὶ Σεβαστιανοῦ τοῦ δουκὸς ἐν Ἰταλίᾳ· Ἀναγκασθεὶς γὰρ τὸν Χριστὸν ἀρνήσασθαι καὶ μὴ πεισθείς, τοὺς δακτύλους πρῶτον θλάττεται, εἶτα εἰς κάμινον βάλλεται· καὶ διαρκέσας ἐν αὐτῇ ἡμέρας τρεῖς, ἐξῆλθεν ἀβλαβής. Καὶ δηλητήρια φάρμακα πιεῖν ἀναγκάζεται· ὧν μηδὲν ἐνεργησάντων, ὁ ταῦτα κερασάμενος, τῷ Χριστῷ προσῆλθε πιστεύσας. Καὶ μετὰ ταῦτα, ἐκσπᾶται τὰ νεῦρα, καὶ πυρωθέντι ἐλαίῳ ἐμβάλλεται. Καὶ ἀναρτηθείς, λαμπάσι καταφλέγεται· καὶ κονίαν μετ᾿ ὄξους ἀναγκάζεται τῷ στόματι δέξασθαι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται· καὶ κατὰ κεφαλῆς κρεμᾶται ἐπὶ ἡμέρας τρεῖς· εἶτα τὴν δορὰν ἀφαιρεῖται, καὶ τότε τὸ πνεῦμα τῷ Θεῷ παρατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ.
Αἴγυπτος ὄντως, εἰ τέκοι, τίκτει μέγα,
Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ, στρατευόμενος ἐν τοῖς Νουμέροις (στρατιωτικοῖς τάγμασι), τοῖς λεγομένοις Ῥουταλικοῖς, ὑπ᾿ Ἀργυρίσκῳ ἡγεμόνι, ἐν τῷ Κοτυαείῳ Φρυγίας Σαλουταρίας (ὑγιεινῆς). Μὴ ἀνεχόμενος δὲ καθορᾶν τὴν τῶν εἰδώλων πλάνην παῤῥησιαζομένην, εἰς τὸ ὄρος ἀνῆλθε, νηστείαις ἑαυτὸν καθαίρων καὶ προσευχαῖς. Ἱκανῶς δὲ στομώσας ἑαυτὸν καὶ τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ τὴν ψυχὴν ἀναφλέξας, ἐκ τοῦ ὄρους κατῆλθε. Καὶ στὰς ἐν μέσῳ τῶν εἰδωλολατρῶν, τὸν Χριστὸν ἀνεκήρυξεν. Ὅθεν αἰκισθεὶς καὶ τριχίνοις ὑφάσματι τὰς σάρκας καταξανθεὶς καὶ καυτῆρσι προσομιλήσας πυρὸς καὶ τριβόλοις, ἐν τῷ ἀφειδῶς ἕλκεσθαι, ἅπαν τὸ σῶμα διαλωβηθείς, τὴν διὰ ξίφους δέχεται τελευτήν.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βικέντιου τοῦ Διακόνου.
Βληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει·
Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς, ἄνω τρέχει.
Οὗτος ὁ ἅγιος Μάρτυς Βικέντιος, ἐν Αὐγουστοπόλει τῆς Ἱσπανίας ὑπάρχων, καὶ διδάσκων τὸν λαὸν μετὰ καὶ τοῦ Ἐπισκόπου Ἱλαρίου (ἢ Οὐαλλερίου), Διάκονος ὤν, κρατηθέντες ἀμφότεροι, ἤχθησαν παρὰ τὸ βῆμα Δατιανοῦ τοῦ ἄρχοντος. Ὃς αὐτίκα σιδήροις αὐτοὺς περιθείς, εἰς πόλιν Βαλεντίαν ἀχθῆναι κελεύει, καὶ δυσωδεστάτῃ φρουρᾷ καθειρχθῆναι. Μετὰ δέ τινας ἡμέρας ἐξαγαγὼν τὸν Βικέντιον, κελεύει ξέεσθαι καὶ σταυρῷ καταπήγνυσθαι καὶ κατὰ μέλος αἰκίζεσθαι· ἐκεῖθέν τε ἀποσπασθείς, στρεβλοῦται καὶ μαστίζεται καὶ τὰς πλευρὰς κατακαίεται. Ἔξαρθρος δὲ γενόμενος ὅλος, ῥάβδους σιδηρᾶς πυρωθείσας ἐπὶ τοῦ στήθους δέχεται. Καὶ ἀποῤῥιφεὶς ἐν τῇ φυλακῇ, βοηθείας θείας καὶ ἀγγελικῆς ἀξιοῦται, καὶ αὐτίκα τῷ Θεῷ τὸ πνεῦμα παρατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος.
Δένδροις Στεφανὶς προσδεθεῖσα φοινίκων,
Τῶν Μαρτύρων ἤνθησεν ὡς φοῖνιξ μέσον.
Αὕτη, στρατευομένου τινὸς ὑπάρχουσα γαμετὴ καὶ τὸν Χριστὸν ἄνωθεν σεβομένη, ἐν τῷ βλέπειν τὸν ἅγιον Βίκτωρα ὑπὲρ ἄνθρωπον πάσχοντα, ἤδη τὸν ἄνδρα ἀποβαλοῦσα καὶ ἐν χηρείᾳ τυγχάνουσα, ἐμακάρισε τῆς καρτερίας καὶ τῶν στεφάνων, ὧν ὁ Θεὸς ἔμελλε δωρήσασθαι αὐτῷ· δι᾿ ἣν αἰτίαν τῷ ἡγεμόνι προσάγεται. Καὶ ἐπεὶ τὸν Χριστὸν Θεὸν προαιώνιον ὡμολόγησεν, ἐκτείνεται τὰς χεῖρας καὶ δυσὶ φοίνιξι βίᾳ καμφθεῖσι προσδεθεῖσα, ἀφίεται. Ὧν πρὸς τὴν ἰδίαν ἀποκλινάντων ὁρμήν, αὕτη διαιρεῖται καὶ εἰς δύο μερίζεται τμήματα, καὶ οὕτω τῷ Θεῷ τὴν ψυχὴν ἀποδίδωσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοδώρου, Ἡγουμένου τῶν Στουδίου.
Πολλὰς ἀμοιβάς, Θεόδωρε τρισμάκαρ,
Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Κοπρωνύμου, γονέων εὐσεβῶν, Φωτεινοῦ καὶ Θεοκτίστης. Παιδιόθεν δὲ τὸν ἐνάρετον βίον ἑλόμενος, γράμμασιν ἐκπαιδεύεται καὶ εἰς τὸ ἀκρότατον ὕψος τῆς γνώσεως ἀνήχθη. Τὸν μονήρη δὲ βίον ὑπελθὼν καὶ πᾶσαν ἰδέαν ἀρετῆς κατορθώσας, χρίσματος τῆς ἱερωσύνης παρὰ τοῦ μεγάλου Ταρασίου ἀξιοῦται. Καὶ τοῦ ὁσίου Πλάτωνος τηνικαῦτα Ἡγουμένου τῆς Μονῆς τῶν Στουδίου τυγχάνοντος, καὶ παραιτησαμένου, ὁ μακάριος οὗτος τὴν ἡγεμονίαν ἀναδέχεται, καλῶς τὸ πιστευθὲν αὐτῷ ποίμνιον ὁδηγῶν καὶ ἐπὶ νομὰς σωτηρίους ποιμαίνων.
Οὗτος οὖν ὁ μέγας Θεόδωρος καὶ Ταράσιος ὁ ἐν Ἁγίοις, ὁ μὲν ἀπωθεῖται τῆς Ἐκκλησίας, ὁ δέ, μαστιχθείς, ἐν τῇ Θεσσαλονίκῃ περιορίζεται, παρὰ Κωνσταντίνου υἱοῦ Εἰρήνης τῆς βασιλίσσης, διὰ τὸ τὴν μὲν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα ἀποβαλεῖν, ἀγαγέσθαι δὲ ἑτέραν καὶ διελεγχθῆναι παρ᾿ αὐτῶν. Ἐπεὶ δὲ Κωνσταντῖνος τυφλωθεὶς τῆς βασιλείας ἀπεῤῥάγη, ἀνακαλεῖται τῆς ἐξορίας Θεόδωρος. Ἀλλὰ καὶ αὖθις ἐξορίζεται ἐν τῇ τῆς Ἀπολλωνιάδος λίμνῃ.
Ἐκεῖθέν τε πάλιν παραπέμπεται ἐν τῷ τῶν Ἀνατολικῶν θέματι, ἐν ᾧ περὶ τὰς ἑκατὸν μάστιγας περὶ τὸν νῶτον δεξάμενος, γενναίως ἐνεκαρτέρει. Καὶ αὖθις παρὰ τοῦ στρατοπεδάρχου σφοδραῖς μάστιξιν αἰκίζεται. Κἀκεῖθεν ἐν τῇ Σμύρνῃ παραπεμφθείς, εἱρκτῇ δυσωδεστάτῃ ἐγκλείεται καὶ τῷ βασανιστηρίῳ ξύλῳ ἐμβάλλεται. Ἐπεὶ δὲ καὶ αὐτὸς τῆς βασιλείας ἀπεῤῥάγη, καὶ Μιχαὴλ τὰ σκῆπτρα ἐδέξατο, ἀνακαλεῖται τῶν δεσμῶν καὶ τῆς ἐξορίας ὁ μέγας Θεόδωρος. Καὶ μικρὸν ἀνεθείς, τοῖς φίλοις συνῆν, καὶ μετὰ χρηστῆς ἐλπίδος ἀνεπαύσατο ἐν Κυρίῳ. Ἦν δὲ τὴν ἡλικίαν κατάξηρος, ὠχρὸς τὴν ὄψιν, μιξοπόλιος τὴν τρίχα καὶ ἐπιφάλακρος.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Δράκωνος.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παύλου, τοῦ σαλλοῦ, τοῦ ἐν Κορίνθῳ.
Ὑποκριθεὶς ὁ Παῦλος ἐν γῇ μωρίαν,
Χορῷ θανὼν σύνεστι τῶν θεοφρόνων.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀβίβου, ἐπισκόπου Γεωργίας, ἀθλήσαντος ἐν τῷ ἕκτῳ αἰῶνι μ. Χ.

Τῆ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάξιμος, ὁ διὰ Χριστὸν σαλός, ὁ ἐν Μόσχᾳ, ὁ θαυματουργός, ὁ Ῥώσσος, ἐν εἰρήνῃ ἐκοιμήθη ἐν ἔτει 1434 μ. Χ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.





ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ν καμίνῳ ἐῤῥίφθης ὡς οἱ τρεῖς πάλαι Παῖδες Βίκτωρ πολύαθλε, καὶ ταύτῃ ἐν ἡμέραις, τρισὶν ἄφλεκτος μείνας, τῇ Τριάδι ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
λαρὸς καὶ χαρίεις τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, ἐξῆλθες τῆς καμίνου, ἐκπλήττων τοὺς ὁρῶντας, καὶ κραυγάζων γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
νω ἔχων τὸ ὄμμα τῆς καρδίας σου Βίκτωρ Μάρτυς ἀήττητε, γενναίως ὑπομένεις, ἐπὶ τρισὶν ἡμέραις, ἐκ ποδῶν τὴν ἀνάρτησιν, ποιούμενος ἀσφάλως, τὴν πρὸς Χριστὸν πορείαν.
Θεοτοκίον.
Σαρκωθεὶς ἐξ ἁγνῶν Σου Θεοτόκε αἱμάτων ὁ Ὑπερούσιος, ἐθέωσε τὴν φύσιν, βροτῶν τὴν πεπτωκυῖαν, καὶ προστάτιν Σε ἔδειξε, τῶν προσκυνούντων ἁγνή, τὸν ξένον τοκετόν Σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώμῃ ἀνδρείᾳ, τοῦ πυρωθέντος ἐλαίου, τὴν κατάφλεξιν Μεγαλομάρτυς φέρων, δρόσον ὑπεδέξω, τῆς ἄνω προμηθείας.
νδεδυμένος, τοῦ Παρακλήτου τὴν χάριν, τὴν τοῦ σώματος δοράν σου ἀφηρέθης, σὺν αὐτῇ τῆς ὕλης, τὸ ἄχθος ἀποῤῥίπτων.
ώμην λαμβάνων, ἀπὸ Χριστοῦ Ἀθλοφόρε, ἀφαιρούμενος τὸ κώδιόν σου Βίκτωρ, ἀκλόνητος ἔστης, ὡς καρτερὸς ἀδάμας.
Θεοτοκίον.
καταφλέκτως, τὴν τῆς Θεότητος φλόγα, ἐν τοῖς σπλάγχνοις Σου βαστάσασα Παρθένε, φλέξον πᾶσαν ὕλην, παθῶν τῶν τῆς ψυχῆς μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συντόνῳ προθυμίᾳ, τελέσας τὸν ἀγῶνα, τῇ ἐκτομῇ τῇ τοῦ ξίφους ὑπέκλινας, καὶ πρὸς Χριστὸν νικηφόρος Βίκτωρ ἀνέδραμες.
δόντες τὸ ἐκρεῦσαν, ἐκ τοῦ αὐχένος γάλα, σὺν αἵματι Μάρτυς ἐθαύμασαν, οἱ παρεστῶτες καὶ δόξαν Θεῷ ἀνέπεμψαν.
Μεγάλῃ φωνῇ Μάρτυς, Στεφανὶς αἰνοῦσα, τῶν εὐκλεῶν σου ἀγώνων τὸ μέγεθος, σύν σοι μεγάλης εὐκλείας, Βίκτωρ ἠξίωται.
Οἱ Μάρτυρες Κυρίου, Βίκτωρ ὁ γενναῖος, καὶ σὺν Μηνᾷ ὁ θεόφρων Βικέντιος, καὶ Στεφανὶς ἡ Ἁγία, ἀνευφημείσθωσαν.
Θεοτοκίον.
πέραγνε Μαρία, Κεχαριτωμένη, τὴν ἄναγνόν μου καρδίαν καθάγνισον, τῷ ἁγνοτάτῳ Κυρίου φόβῳ καὶ σῶσόν με.





Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθλητικῶς ἠρίστευσας, καὶ τὸν ἐχθρὸν κατέβαλες, μαρτυρικῇ σου ἐνστάσει, Βίκτωρ σοφὲ Ἀθλοφόρε, καὶ νῦν τῆς δόξης Ἅγιε, τρυφῶν τῆς ὑπὲρ ἔννοιαν, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν ἐτησίως τελούντων, τὴν παναγίαν σου μνήμην.
Θεοτοκίον.
Θεὸν ἀφράστως τέτοκας, δι’ ἄκραν ἀγαθότητα, ὑπεραγία Παρθένε, τὸν τὰ ἑκούσια πάθη, ὑπὲρ ἡμῶν ἐνέγκαντα, καὶ σώσαντα τὸν ἄνθρωπον, Ὃν ἐκτενῶς ἱκέτευε, τῇ μητρικῇ οἰκειώσει, ὑπὲρ ἡμῶν Θεοτόκε.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς εὐσεβείας τὰ ὅπλα περιζωσάμενος, ὡς ἀληθὴς ὁπλίτης, τοῦ τῶν ὅλων Δεσπότου, ἐχθρῶν τῶν ἀοράτων καὶ ὁρατῶν, τὴν ἰσχὺν καταβέβληκας, καὶ μαρτυρήσας νομίμως ὑπὲρ Χριστοῦ, θαυμαστῶς Βίκτωρ δεδόξασαι.

Σοφίᾳ λόγων καὶ ἄθλων Μάρτυς ἐνστάσεσι, Χριστὸν τὸν πάντων Κτίστην, ὡμολόγησας χαίρων, καὶ πλάνην τῶν εἰδώλων τὴν δυσσεβῆ, θριαμβεύσας κατήσχυνας, καὶ στεῤῥοτάτῃ ὑπῆλθες Βίκτωρ ψυχῇ, τοὺς ἀγῶνας τῆς ἀθλήσεως.

Τὰς χαλεπὰς ἀλγηδόνας Μάρτυς τοῦ σώματος, ἀθλῶν ὑπὲρ Κυρίου, ἀνενδότως ὑπέστης· ἐντεῦθεν πρὸς τὴν ἄπονον χαρμονήν, μετετέθης γηθόμενος, ἀποτμηθεὶς τὸν αὐχένα σου ἀνδρικῶς, Ἀθλητὰ Βίκτωρ πανεύφημε.

Ὡς κοινωνήσασαν Μάρτυς τῆς σῆς ἀθλήσεως, τὴν θείαν Στεφανίδα, καὶ Μηνᾶν τὸν γενναῖον, Βικέντιόν τε ἅμα τὸν θαυμαστόν, πρεσβευτὰς συμπαράλαβε, καὶ τῇ Τριάδι πρεσβείαν ὑπὲρ ἡμῶν, ὁμοῦ Βίκτωρ προσαγάγετε.

Δόξα. Ἦχος πλ. α΄.
Μαρτυρικοῖς παλαίσμασι, τοῦ Σωτῆρος τὸ ὄνομα, ἐν ᾧ ἡ σωτηρία, Ἀθλητὰ Βίκτωρ ἐδόξασας, ὑπὲρ Αὐτοῦ γὰρ μακάριε, ποικίλοις πόνοις ὡμίλησας, καὶ πάντων ἀκμαιότερος ὤφθης, τὸ ὑλικὸν σαρκίον, ἐν τῇ ἐπεκδύσει τοῦ ὑλώδους, καὶ τῇ τῆς ἀφθαρσίας δωρεᾷ, σαφῶς μεταστοιχειώσας. Ἀλλ’ ὦ Μάρτυς πανθαύμαστε, σὺν τοῖς σοῖς συναθληταῖς ἱκέτευε, δοθῆναι ἡμῖν, φωτισμὸν καὶ χάριν καὶ ἔλεος.





Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Βίκτωρ Ἀθλοφόρε τοῦ Ἰησοῦ, τῶν σῶν συνωνύμων ὁ προστάτης καὶ βοηθός, πρέσβευε ἀπαύστως, Χριστῷ τῷ Ἀθλοθέτῃ, δοῦναι τοῖς σὲ τιμῶσι, χάριν καὶ ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου