ΝΟΕΜΒΡΙΟΣ ΙΑ΄!!
ΘΕΟΔΩΡΟΣ ΟΣΙΟΣ
ΣΤΟΥΔΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Θεοφάνους ὑμνογράφου, Ἀθανασίου μοναχοῦ
Σιμωνοπετρίτου·)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες
αὐτά. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ ἀληθῶς
φερώνυμε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς
ποθοῦσι Θεόδωρε, καὶ πλεονάσας μάκαρ τὸ τάλαντον,
εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον καλούσης σε, τοῦ νυμφῶνος, ἔνθα νῦν περιπολεῖς,
θρόνῳ τοῦ Παντάνακτος, ἐμφανιζόμενος.
Πάτερ Πατέρων
Θεόδωρε, σὺ Μοναζόντων πληθύν, τῷ Χριστῷ
προσενήνοχας, σωτηρίας αἴτιος, γεγονὼς χριστομίμητος, διδασκαλίαις ἀγλαϊζόμενος,
καὶ προστασίαις ψυχῶν κοσμούμενος, στόμα δεικνύμενος, τοῦ Κυρίου πάνσοφε,
προφητικῶς, ᾧ νῦν παριστάμενος, ἡμῶν μνημόνευε.
Χάρις
δαψιλὴς τοῦ Πνεύματος, ἱερομύστα σαφῶς, ἐξεχύθη σοῖς χείλεσι, καὶ πηγὴν ἀνέβλυσε,
διδαγμάτων Θεόδωρε, τῆς εὐσεβείας δείξασα πρόμαχον,
τῆς ἀληθείας σφοδρὸν συνήγορον, στῦλον ἑδραίωμα, ὀρθοδόξου πίστεως, μοναδικοῦ,
βίου ἀκριβέστατον, κανόνα πάνσοφε.
Δόξα. Ἦχος β΄.
Τῷ ἐκ
προγόνων χαρίσματι τῆς εὐσεβείας, τὴν τῆς προαιρέσεώς σου συνάψας συνεργίαν, διὰ
τὸν ὄντως ἐραστὸν Χριστόν, τὸν σταυρόν σου ἦρας, τίμιε Πάτερ, τύπον γεγονὼς
μοναδικῆς βιοτῆς· ὅθεν, ὡς χριστόγραφον στηλογραφίαν ὁ Θεός σε ἀνεβίβασεν εἰς τὴν
διδασκαλικὴν καθέδραν, ἀφ’ ἧς πλουτοδότως ἀναβρύεις τὰς παρακλήσεις τῆς
Χάριτος, ἃς οἱ πιστοὶ ἀντλοῦντες θεοδιψάστως, τὸν σὲ δοξάσαντα ὑμνοῦμεν, μάκαρ
Θεόδωρε.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς
χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες,
καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ
Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ὁλοτελῶς τὸν Χριστὸν ἀπὸ παιδὸς ἀγαπήσας,
τούτῳ προσκεκόλλησαι, ἀκλινῶς Θεόδωρε, καὶ τὸ τοῦ βίου δυσαχθὲς ἀποῤῥίψας
φορτίον, σταυρὸν ἐξελέξω τὸν τοῦ ἁγίου Σχήματος· ὅθεν ἓν γενόμενος μετὰ τοῦ
Κυρίου, τοῦτον ἀδιαλείπτως ἀνέπνεις, καὶ ἐναργῶς ἐφανέρους τοῖς παμπληθέσι σου
μαθηταῖς· Αὐτὸν ἱκέτευε παμμακάριστε Ὅσιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Μακρύνων ἐμάκρυνας πανοικεὶ ἐν ἐρήμῳ,
διὰ τὸν ἠγαπημένον σοι Ἰησοῦν, πλατύνας δὲ τὸ στόμα τῆς θεοφιλοῦς ψυχῆς σου, ἐδέξω
διὰ τῆς παιδαγωγίας τοῦ θείου Πλάτωνος, τὸ πλήρωμα τῆς ἄνωθεν θεολογίας· ὅθεν ὀρθοδόξως
ὡμολογήσας ὑπὲρ τῶν σεπτῶν εἰκόνων, στῦλος φανεὶς ἀκατάσειστος καὶ ἑδραίωμα τῆς
ἀληθείας. Πρέσβευε Θεόδωρε πανάριστε, καὶ ἡμᾶς διατηρεῖν ἀμόλυντον τὸ κατ’ εἰκόνα,
ὃ ἐκ Θεοῦ ἐλάβομεν.
Ἦχος γ΄.
Σύγκρασις πληθύος ἀρετῶν ἀνεδείχθης
Θεόδωρε θεόφρον, καὶ ταμεῖον ἀδαπάνητον χριστοειδοῦς διδασκαλίας, λόγοις τε καὶ
ἐπιστολαῖς ἐν Χριστῷ καταρτίζων τὸ λογικόν σου ποίμνιον, μεθ’ οὗ σύμπασα ἡ Ἐκκλησία
εὐγνωμόνως ἐπαινεῖ, ὡς σιτοδότην ψυχοτρόφον καὶ καθηγητὴν θεοκινούμενον.
Ἦχος δ΄.
Ὅλον σου τὸν νοῦν ἐν οὐρανοῖς
κολλήσας, ξένον καὶ πάροικον εἶχες σεαυτόν, ὁσιώτατε Θεόδωρε· διὸ τοῦ Κυρίου πᾶσαν
τὴν γῆν κατοικητήριον θεωρῶν, οὐκ ἐδειλίασας τὰς συχνὰς ἐξορίας τῶν ὑπερεχόντων
ἀνόμων, καὶ ὢν συνεσταυρωμένος τῷ Χριστῷ, ὡς ἐν τρυφῇ μυστικῇ ταῖς πικραῖς
βασάνοις ἔχαιρες· ἱκέτευε, Πάτερ δεόμεθα, καὶ ἡμᾶς ἄνω ἔχειν τὸν νοῦν καὶ τὰ
φρονήματα.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν τῆς ψυχῆς σου πίνακα ἀμόλυντον
Θεόδωρε τηρήσας, τὸν Χριστὸν ἔσχες ἐν αὐτῷ καλλιγράφον μονώτατον, σοὶ ἀχειροποιήτως
ἀποτυπώσαντα τὴν εἰκόνα Αὐτοῦ, ᾗ ἀκριβῶς συνεμορφώθης· ὅθεν, πάσῃ δυνάμει ἀγωνισάμενος
ὑπὲρ τῆς χρωματουργικῆς τῶν Πατέρων θεολογίας, θλίψεις ἀδιαλείπτους ὑπήνεγκας
καὶ μαρτύριον πολυχρόνιον, ἄγαλμα θεόγλυπτον τοῖς μονασταῖς δειχθείς, καὶ ἀσκήσεως
χριστοχάρακτος ὑποτύπωσις, πάντας ψυχοδυνάμως στηρίζων ταῖς θεοβλύτοις
διδασκαλίαις σου· διό σε κατὰ χρέος σήμερον τιμῶντες, δεόμεθά σου ὁσιώτατε·
τήρησον καὶ ἡμᾶς ταῖς εὐχαῖς σου νήφοντάς τε καὶ καθαρεύοντας.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ῥίψας, τῶν κοσμικῶν ἀνδρικῶς, τὴν μὴ
οὐδόλως ὠφελοῦσαν προσπάθειαν, προθύμως καθυπετάγης, τῷ σῷ πατρὶ ὡς Θεῷ, καὶ
σταυρὸν ἀνῆλθες τῆς ἀσκήσεως, ἀγάπη γὰρ πέφυκε, μοχθηρῶν ὑπεραίρεσθαι, καὶ ἀντιδώρως,
οἰκειοῦν πρὸς τὸν κτίσαντα, πάντα ἄνθρωπον, τὸν αὐτῇ συζευγνύμενον· ἥνπερ Πάτερ
Θεόδωρε, ὡς βάσιν μονάζουσι, ἐπιχορήγει πλουσίως, ὡς ταύτης θεῖον κειμήλιον,
γινώσκεις γὰρ ὅτι, τῆς ἀγάπης ἀμοιροῦντες, ματαίως τρέχομεν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Ὤφθη, ὁμολογίας στεῤῥός, καὶ ἀκλινέστατος
ἐργάτης Θεόδωρε, τιμήσας γὰρ τοῦ Κυρίου, καὶ τῶν Ἁγίων Αὐτοῦ, ἱερὰς εἰκόνας
τύπος γέγονας, ἡμῖν προσκυνήσεως, σχετικῆς ὡς Βασίλειος, σαφῶς διδάσκει, καὶ
προτρέπεται ἅπαντας, τοὺς πιστεύοντας τῶν Πατέρων διδάγμασι· ὅθεν λαβὼν τὰ ἔπαθλα,
καὶ βλέπων τὸν πρότυπον, καθαρωτάτῃ ψυχῇ σου, ὑπὲρ ἡμῶν ἐκδυσώπησον, Αὐτοῦ τὴν
εἰκόνα, ἐν ἡμῖν ἁγνῶς καθαίρειν, καὶ ἁγιάζειν τε.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν;
Ὥραν, τὴν τελευταίαν ὁρᾶν, καὶ
μνημονεύειν τοῦ Κριτοῦ τὴν ἀδέκαστον, ἀείποτε παρουσίαν, Πάτερ τοὺς σοὺς
φοιτητάς, ἐνουθέτεις θείαις κατηχήσεσι, τῶν ἄνω ἐφίεσθαι, γεηρῶν δὲ ἀπέχεσθαι,
Χριστῷ κολλᾶσθαι καὶ δουλεύειν ἀείποτε, ἵνα λήψωνται, τῆς ζωῆς στέφη ἄφθαρτα· ὅθεν
θεῖε Θεόδωρε, εὐχαῖς σου ἀξίωσον, καὶ τοὺς τιμῶντάς σε πόθῳ, πρὸ ὀφθαλμῶν ἔχειν
θάνατον, καὶ πάθη διώκων, τιμητικῇ μνήμῃ Κυρίου, κατὰ τοὺς λόγους σου.
Δόξα. Ἦχος πλ. β΄.
Τὰς τοῦ Κυρίου δωρεὰς γινώσκοντες
Πάτερ Θεόδωρε, εἰς τὸν αἰῶνα ἀνεπιφθόνως ἐπεκτεινομένας, Αὐτὸν δοξάζομεν διὰ τὴν
σὴν θεοφιλίαν· δῶρον γάρ σε ἀνέθηκεν τῇ Ἐκκλησίᾳ ὡς προνοούμενος αὐτῆς,
σάλπιγγα ἀναδείξας τε Ὀρθοδοξίας, τῶν Ἁγίων γλυκύτατον ὑμνητήν, τῆς ἀκριβείας τῆς
πίστεως ὑπέρμαχον, καὶ τῆς θείας ἀγαπήσεως βίβλον ζῶσαν· ὅθεν εὐλαβῶς τὴν
μνήμην σου τιμῶντες, τούτου δεόμεθα· στήριξον Δέσποτα τὴν κληρονομίαν σου ἀσάλευτον,
ταῖς πρεσβείαις τοῦ Ὁσίου Σου.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ ποιητὴς
καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος,
τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε
καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος πλ. δ'
Ὀρθοδοξίας
ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν Μοναζόντων
θεόπνευστον ἐγκαλλώπισμα, Θεόδωρε σοφέ, ταῖς
διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι
τὰς ψυχὰς ἡμών.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν
δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν
σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον
Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ χάρις
τοῦ Χριστοῦ, γενεάν σου τρισμάκαρ, ἐσφράγισε τρανῶς, ἐφελκύσαντα πάντας, εἰς
βίον ἀσκήσεως, καὶ ἀγῶνας τῆς πίστεως, σὲ δὲ μέγιστον, τῶν μοναζόντων ἀλείπτην,
καὶ τοῦ δόγματος, ἀκαταμάχητον στῦλον, ἀνέδειξε Θεόδωρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες,
Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα·
σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν
μόνην πανάμωμον.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄.
Κατεπλάγη Ἰωσήφ.
Πορευόμενος ὁδόν, τῶν τοῦ Κυρίου ἐντολῶν, μοναζόντων
ὁδηγός, ἐδείχθης Πάτερ ἀσφαλής, καὶ τῶν δογμάτων ὑπέρμαχος θεοφόρος· ἁγνῶς
συσταυρωθείς, τῷ σῷ Δεσπότῃ Χριστῷ, ἠρνήθης παντελῶς, πᾶσαν τοῦ κόσμου τρυφήν,
ὁμολογήσας δὲ θείαν οἰκονομίαν, ὑπερορίας μετέσχηκας· διὸ συμφώνως, ἡ Ἐκκλησία,
εὐγνωμονεῖ σε Θεόδωρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν,
καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε,
βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ
Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ
τόκον, πάλιν μένει παρθένος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν
Σοφίαν καὶ Λόγον.
Ἀποστόλων χορείαν ζηλοτυπῶν, τὴν
Μονὴ τοῦ Στουδίου ὡς ἀληθῶς, Θεόδωρε ἔδειξας, ταύτης θεῖον ἀπείκασμα, ἀκριβείᾳ
δὲ μείξας, ἀγάπην θεάρεστον, τὰς ψυχὰς τῶν σῶν τέκνων, ἐκάθηρας ἄριστα· ὅθεν
ποιμενάρχης, ἀνεφάνης χριστόπνους, σοφαῖς διακρίσεσιν, ὁδηγῶν ὑπηκόους σοι, πρὸς
ἀπάθειαν σύντομον, δογμάτων δὲ Κυρίου τρανός, θεολόγος Πάτε ρἀναδέδειξαι, ἐν
χαρᾷ μαρτυρίου, βαστάσας τὰ στίγματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν;
Εὐαγγελίον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Ταῖς πρακτικαῖς σου ἀρεταῖς, τὸ πῦρ τῆς θείας ἀγάπης, ἐν
τῇ ψυχῇ ἄσβεστον κρατήσας ἄχρι τέλους Θεόδωρε, καὶ τοῖς ῥείθροις τῶν
διδασκαλιῶν σου, διαθρέψας πλήθη μοναστῶν, ὡς ἄλλος Μωϋσῆς τῆς χάριτος,
ἐξήγαγες τούτους εἰς γῆν τῆς ἐπαγγελίας· ὅθεν καὶ ἡμᾶς ὁσιώτατε, αὔξησον ταῖς
πατρικαῖς σου διδαχαῖς, καὶ τὸν ἔσω ἄνθρωπιν χριστοπρεπῶς εἰς σωτηριώδη
μίμησιν, τοῦ Δεσπότου κατεύθυνον.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ Ἀκροστιχίς: Τὸν κλεινὸν Θεόδωρον ἐν ᾄσμασι τοῖσδε γεραίρω. Θεοφάνους.
ᾨδὴ α' Ἦχος πλ. δ' Ἁρματηλάτην Φαραώ
Ταῖς φωτοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος, καταλαμπόμενος, ὁλολαμπὴς
στῦλος, Πάτερ ἐχρημάτισας, καθοδηγῶν θεσπέσιε, πρὸς τὴν γῆν θεοφρόνως, ἐπαγγελίας
τούς σπεύδοντας, μύστα τῶν ἀρρήτων Θεόδωρε.
Ὁλοσχερῶς ταῖς ἀνενδότοις νεύσεσι, πρὸς τὸν Θεὸν ἐκδημῶν,
πρὸ τελευτῆς ὤφθης, ζωηφόρον νέκρωσιν, ἐνδεδυμένος Ὅσιε, καὶ ζωὴν τὴν ἀγήρω, νῦν
ἐπαξίως ἀπείληφας, Πάτερ θεοφόρε Θεόδωρε.
Νενικηκὼς τὰ τῶν παθῶν σκιρτήματα, τὰς τῶν τυράννων ὁρμάς,
νεανικῶς μάκαρ, πάσας ἐξεφαύλισας, πεπαρρησιασμένῃ ψυχῇ, τοῦ Χριστοῦ τὴν εἰκόνα,
τιμᾶν διδάσκων Θεόδωρε, καὶ τὰ τῶν Ἁγίων μορφώματα.
Κεκαθαρμένῃ διανοίᾳ πάνσοφε, ταῖς θεοπνεύστοις Γραφαῖς,
προσομιλῶν πλοῦτον, ἀρετῶν συνήθροισας, καὶ εὐσεβείας δόγματα, θεωρίαν πλουτήσας,
καὶ βίου μάκαρ λαμπρότητα, λάμψας ἀμφοτέρωθεν Ὅσιε.
Θεοτοκίον
Λόγον Θεοῦ σωματωθέντα τέτοκας, τὸν πρὶν ἀσώματον,
θεανδρικῶς κόσμῳ, συναναστρεφόμενον, ὑπερφυῶς πανάμωμε, Θεοτόκε Παρθένε· διό σε
πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
ᾨδὴ γ'. Ὁ στερεώσας κατ' ἀρχάς.
Νενευρωμένος τοῦ Χριστοῦ, παμμάκαρ τῇ παντευχίᾳ, τῶν πληγῶν
τὰς ἀλγηδόνας ὑπέστης, μαστιζόμενος δεινῶς, καὶ σκότει καθειργνύμενος, ὡς
κοινωνὸς δὲ πάθους, καὶ βασιλείας γεγένησαι.
Θεοφορούμενος σαφῶς, καὶ ζήλῳ πεπυρσευμένος, τὰς βεβήλους
διδαχὰς τῶν ἀφρόνων, διαλέλυκας ταῖς σαῖς, διδασκαλίαις πάνσοφε, τὴν ἐκ Θεοῦ χάριν,
Θεόδωρε κατεπλούτησας.
Ἐν θεωρίαις πρακτικός, ἐν πράξεσι θεολόγος, ἐχρημάτισας Θεόδωρε
Πάτερ, ἀσκητὴς διδακτικός, Ἱερομάρτυς ἔνδοξος, ὀρθοδοξίας στῦλος, τῆς Ἐκκλησίας
ἑδραίωμα.
Θεοτοκίον
Ὁ συναΐδιος Πατρί, καὶ Πνεύματι Θεὸς Λόγος, ἀναπλάσαι βουληθεὶς
τὸν γενάρχην, καθ' ὑπόστασιν αὐτόν, ἐκ σοῦ Ἁγνὴ συνέλαβεν, ἁγιωτέραν πάντων, σὲ
Θεομῆτορ εὑράμενος.
Κάθισμα, τοῦ Ὁσίου. Ἦχος γ' Θείας πίστεως.
Θεῖα δόγματα
καταπλουτήσας, πίστιν ἔσωσας Ὀρθοδοξίας, προκινδυνεύσας ὑπὲρ ταύτης Θεόδωρε, ἐν ἐξορίαις ἀθλήσας καὶ μάστιξιν, ἐν
φυλακαῖς καρτερήσας τὴν κάκωσιν· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι
ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Θεία γέγονας
σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα,
τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον
πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.
ᾨδὴ δ'. Σύ μου ἰσχύς
Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμε, ταῖς πλουσίαις, χάρισι
λαμπόμενος, ὡς τὴν πηγήν, ἔχων ἀληθῶς, τῶν ἀπαυγασμάτων, τῶν τῇ δε μάκαρ Θεόδωρε· ἐντεῦθεν Διδασκάλων, Ἀσκητῶν καὶ Μαρτύρων,
συγχορεύειν τοῖς δήμοις ἠξίωσαι.
Ὢ τῆς στερρᾶς, καὶ καρτερᾶς σου ἐντάσεως! ᾗ τυράννων, θράσος
κατεπάτησας, δι' ἦς σαφῶς, σὺ τὴν ὑπὲρ νοῦν, τῆς ἀγαθαρχίας ἐσχάτην μακαριότητα,
κατέλαβες θεόφρον, Ἀσωμάτοις συμψάλλων· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ῥῆμα Θεοῦ, σοὶ ἐνοικῆσαν φανότατα, τῶν δογμάτων, πάνσοφε Θεόδωρε, τοὺς ποταμοὺς βρύει δαψιλῶς, οἷς νῦν ἐντρυφῶντες,
οἱ φοιτηταί σου θεόπνευστε, βοῶμεν εὐχαρίστως, ἐν φωναῖς ἀσιγήτοις· τῇ δυνάμει
Σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον
Ὅλον ἐν σοί, ἀνακαινίζει τὸν ἄνθρωπον, ὅλως ὅλῳ, Πάναγνε ἑνούμενος,
ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν σὴν γαστέρα, οἰκῆσαι καταδεξάμενος, ὁ πλούτῳ
εὐσπλαγχνίας, ἑκουσίως πτωχεύσας, καὶ πλουτήσας τὸν κόσμον Θεότητι.
ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω
Νοῦν ψυχήν τε καὶ σῶμα, λόγῳ καθηράμενος, ναὸς πανέντιμος,
τοῦ Θεοῦ τῶν ὅλων, ἐχρημάτισας Πάτερ Θεόδωρε,
εὐωδίας θῦμα, ὅλον σαυτὸν Χριστῷ προσφέρων, ἱερεὺς καὶ θυσία γενόμενος.
Ἐλλαμπόμενος μάκαρ, αἴγλῃ τῇ τοῦ Πνεύματος, πᾶσιν ἀπήστραψας,
θεολόγῳ γλώσσῃ, τῆς Τριάδος τὸ φέγγος τὸ ἄχραντον, τῆς σαρκώσεώς τε, τῆς ὑπὲρ
νοῦν τοῦ Θεοῦ Λόγου, τὸ ἀπόρρητον Πάτερ μυστήριον.
Νοερῶς τοῖς Ἀγγέλοις, νῦν συναυλιζόμενος, Χριστὸν δυσώπησον,
τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ μακαρίζοντας, καὶ τὴν σὴν τιμῶντας,
πανευκλεῆ καὶ θείαν μνήμην, παμμακάριστε μάκαρ Θεόδωρε.
Θεοτοκίον
Ἀνεκφράστῳ Παρθένε, τρόπῳ ἐνοικήσας σοι, ἄνθρωπος γίνεται,
ὁ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀναλάμψας τὸν δ' ἄνθρωπον, ἐκ φθορᾶς λυτροῦται, καὶ
πρὸς ζωὴν καὶ ἀφθαρσίαν, ἐπανάγει ὡς μόνος Φιλάνθρωπος.
ᾨδὴ ς'. Ἱλάσθητί μοι
Σωφρόνως σου τὴν ζωήν, Θεόδωρε
μάκαρ ἤνυσας, δικαιοσύνῃ σαφῶς, ἀνδρείᾳ φρονήσει τε, τερπνότατον ὄχημα, ἀρετῶν ἡρμόσω,
σεαυτῷ θεόφρον Ὅσιε.
Μυρίζουσιν εὐπρεπῶς, δογμάτων οἱ θεῖοι λόγοι σου, καὶ ἐκ
βυθοῦ τῶν κακῶν, αἱρέσεων ἅπαντας, ἀνάγουσι πάνσοφε, τῆς ὀρθοδοξίας, πρὸς μετάρσιον
ἀκρότητα.
Ἀνέτειλέ σοι τὸ φῶς, καὶ τούτου Πάτερ ἡ σύζυγος, νῦν εὐφροσύνη
σαφῶς· ὡς φοίνιξ γὰρ ἤνθησας, παμμάκαρ Θεόδωρε,
καὶ καθάπερ κέδρος, ἐπληθύνθης ἀξιάγαστε.
Θεοτοκίον
Σωθείημεν διὰ σοῦ, θεογεννῆτορ Πανάμωμε, καὶ τύχοιμεν ἀληθῶς,
τῆς θείας ἐλλάμψεως, Θεοτόκε Ἄχραντε, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ
Θεοῦ.
Κοντάκιον τοῦ Ὁσίου. Ἦχος β' Τὰ ἄνω ζητῶν
Τὸν ἀσκητικόν,
ἰσάγγελόν τε βίον σου, τοῖς ἀθλητικοῖς, ἐφαίδρυνας παλαίσμασι, καὶ Ἀγγέλοις σύσκηνος,
θεομάκαρ ὤφθης Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ
Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ἀκαταμάχητον ἰσχὺν καὶ σθένος οὐρανόθεν, νῦν μοι
παράσχου ὦ Τριάς. Σὺ γὰρ ἁπάντων χορηγὸς τῶν τελείων καὶ ἀγαθῶν ἐξ ὕψους
δωρημάτων, ἐνίσχυσόν με πανσέβαστε τοῦ λοιποῦ πράξεσιν ἐναρέτοις ἀεὶ εὐαρεστεῖν
σοι, πρᾶττειν τε καὶ λέγειν ὁμοῦ, καὶ μὴ ὡς τὴν ἄκαρπόν με συκῆν ἐκκόψῃς,
φύλλοις δὲ μόνον κομπάζουσαν, νῦν δὲ ὑψίθρονε Τριάς, καὶ μονόσεπτε, τὰς
βαρβαρικὰς κοίμησον ἐφόδους, τὰς νῦν ὠμῶς κατὰ τῆς Ἐκκλησίας ἐπεγειρομένας,
λόγοις καταπράϋνων ἀῤῥήτοις, οἷς μόνος οἶδας τῇ σοφῇ σου προνοίᾳ, καὶ τῷ βάθει
τῶν πολλῶν σου κριμάτων, πᾶν ἰσχύεις τῷ παντοδυνάμῳ σου προστάγμάτι, ὅπως καὶ
ἡμεῖς ἐν ἀνέσει γενόμενοι ἐν ἀκυμάντῳ λιμένι αἰνοῦμεν καὶ εὐλογοῦμεν σὲ τὸν
Δεσπότην καὶ Θεὸν τοῦ παντός, εἰς αἰῶνας ἀπεράντους, εὐχαῖς Θεοδώρου, ὃν
ἐδόξασας ἐπὶ γῆς πλουσίοις ἔργοις ὁμοῦ καὶ θαύμασιν.
Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Θεοδώρου,
Ἡγουμένου τῶν Στουδίου.
Πολλὰς ἀμοιβάς, Θεόδωρε
τρισμάκαρ,
Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.
Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου
τοῦ Κοπρωνύμου, γονέων εὐσεβῶν, Φωτεινοῦ καὶ Θεοκτίστης. Παιδιόθεν δὲ τὸν
ἐνάρετον βίον ἑλόμενος, γράμμασιν ἐκπαιδεύεται καὶ εἰς τὸ ἀκρότατον ὕψος τῆς
γνώσεως ἀνήχθη. Τὸν μονήρη δὲ βίον ὑπελθὼν καὶ πᾶσαν ἰδέαν ἀρετῆς κατορθώσας,
χρίσματος τῆς ἱερωσύνης παρὰ τοῦ μεγάλου Ταρασίου ἀξιοῦται. Καὶ τοῦ ὁσίου
Πλάτωνος τηνικαῦτα Ἡγουμένου τῆς Μονῆς τῶν Στουδίου τυγχάνοντος, καὶ
παραιτησαμένου, ὁ μακάριος οὗτος τὴν ἡγεμονίαν ἀναδέχεται, καλῶς τὸ πιστευθὲν
αὐτῷ ποίμνιον ὁδηγῶν καὶ ἐπὶ νομὰς σωτηρίους ποιμαίνων.
Οὗτος οὖν ὁ μέγας Θεόδωρος καὶ Ταράσιος ὁ
ἐν Ἁγίοις, ὁ μὲν ἀπωθεῖται τῆς Ἐκκλησίας, ὁ δέ, μαστιχθείς, ἐν τῇ Θεσσαλονίκῃ
περιορίζεται, παρὰ Κωνσταντίνου υἱοῦ Εἰρήνης τῆς βασιλίσσης, διὰ τὸ τὴν μὲν
νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα ἀποβαλεῖν, ἀγαγέσθαι δὲ ἑτέραν καὶ
διελεγχθῆναι παρ᾿ αὐτῶν. Ἐπεὶ δὲ Κωνσταντῖνος τυφλωθεὶς τῆς βασιλείας ἀπεῤῥάγη,
ἀνακαλεῖται τῆς ἐξορίας Θεόδωρος. Ἀλλὰ καὶ αὖθις ἐξορίζεται ἐν τῇ τῆς
Ἀπολλωνιάδος λίμνῃ.
Ἐκεῖθέν τε πάλιν παραπέμπεται ἐν τῷ τῶν
Ἀνατολικῶν θέματι, ἐν ᾧ περὶ τὰς ἑκατὸν μάστιγας περὶ τὸν νῶτον δεξάμενος, γενναίως
ἐνεκαρτέρει. Καὶ αὖθις παρὰ τοῦ στρατοπεδάρχου σφοδραῖς μάστιξιν αἰκίζεται.
Κἀκεῖθεν ἐν τῇ Σμύρνῃ παραπεμφθείς, εἱρκτῇ δυσωδεστάτῃ ἐγκλείεται καὶ τῷ
βασανιστηρίῳ ξύλῳ ἐμβάλλεται. Ἐπεὶ δὲ καὶ αὐτὸς τῆς βασιλείας ἀπεῤῥάγη, καὶ
Μιχαὴλ τὰ σκῆπτρα ἐδέξατο, ἀνακαλεῖται τῶν δεσμῶν καὶ τῆς ἐξορίας ὁ μέγας
Θεόδωρος. Καὶ μικρὸν ἀνεθείς, τοῖς φίλοις συνῆν, καὶ μετὰ χρηστῆς ἐλπίδος
ἀνεπαύσατο ἐν Κυρίῳ. Ἦν δὲ τὴν ἡλικίαν κατάξηρος, ὠχρὸς τὴν ὄψιν, μιξοπόλιος
τὴν τρίχα καὶ ἐπιφάλακρος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ.
Αἴγυπτος
ὄντως, εἰ τέκοι, τίκτει μέγα,
Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει.
Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ,
στρατευόμενος ἐν τοῖς Νουμέροις (στρατιωτικοῖς τάγμασι), τοῖς λεγομένοις
Ῥουταλικοῖς, ὑπ᾿ Ἀργυρίσκῳ ἡγεμόνι, ἐν τῷ Κοτυαείῳ Φρυγίας Σαλουταρίας
(ὑγιεινῆς). Μὴ ἀνεχόμενος δὲ καθορᾶν τὴν τῶν εἰδώλων πλάνην παῤῥησιαζομένην,
εἰς τὸ ὄρος ἀνῆλθε, νηστείαις ἑαυτὸν καθαίρων καὶ προσευχαῖς. Ἱκανῶς δὲ
στομώσας ἑαυτὸν καὶ τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ τὴν ψυχὴν ἀναφλέξας, ἐκ τοῦ ὄρους
κατῆλθε. Καὶ στὰς ἐν μέσῳ τῶν εἰδωλολατρῶν, τὸν Χριστὸν ἀνεκήρυξεν. Ὅθεν
αἰκισθεὶς καὶ τριχίνοις ὑφάσματι τὰς σάρκας καταξανθεὶς καὶ καυτῆρσι
προσομιλήσας πυρὸς καὶ τριβόλοις, ἐν τῷ ἀφειδῶς ἕλκεσθαι, ἅπαν τὸ σῶμα
διαλωβηθείς, τὴν διὰ ξίφους δέχεται τελευτήν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος.
Οὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ
πρὸς ξίφος,
Πᾶσαν μακράν που καρδίας θεὶς δειλίαν.
Πᾶσαν μακράν που καρδίας θεὶς δειλίαν.
Οὗτος ἠγωνίσατο ἐπὶ Ἀντωνίου βασιλέως
Ῥωμαίων καὶ Σεβαστιανοῦ τοῦ δουκὸς ἐν Ἰταλίᾳ· Ἀναγκασθεὶς γὰρ τὸν Χριστὸν
ἀρνήσασθαι καὶ μὴ πεισθείς, τοὺς δακτύλους πρῶτον θλάττεται, εἶτα εἰς κάμινον
βάλλεται· καὶ διαρκέσας ἐν αὐτῇ ἡμέρας τρεῖς, ἐξῆλθεν ἀβλαβής. Καὶ δηλητήρια
φάρμακα πιεῖν ἀναγκάζεται· ὧν μηδὲν ἐνεργησάντων, ὁ ταῦτα κερασάμενος, τῷ
Χριστῷ προσῆλθε πιστεύσας. Καὶ μετὰ ταῦτα, ἐκσπᾶται τὰ νεῦρα, καὶ πυρωθέντι
ἐλαίῳ ἐμβάλλεται. Καὶ ἀναρτηθείς, λαμπάσι καταφλέγεται· καὶ κονίαν μετ᾿ ὄξους
ἀναγκάζεται τῷ στόματι δέξασθαι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται· καὶ κατὰ
κεφαλῆς κρεμᾶται ἐπὶ ἡμέρας τρεῖς· εἶτα τὴν δορὰν ἀφαιρεῖται, καὶ τότε τὸ
πνεῦμα τῷ Θεῷ παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Βικέντιου τοῦ Διακόνου.
Βληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει·
Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς, ἄνω τρέχει.
Οὗτος ὁ ἅγιος Μάρτυς Βικέντιος, ἐν
Αὐγουστοπόλει τῆς Ἱσπανίας ὑπάρχων, καὶ διδάσκων τὸν λαὸν μετὰ καὶ τοῦ
Ἐπισκόπου Ἱλαρίου (ἢ Οὐαλλερίου), Διάκονος ὤν, κρατηθέντες ἀμφότεροι, ἤχθησαν
παρὰ τὸ βῆμα Δατιανοῦ τοῦ ἄρχοντος. Ὃς αὐτίκα σιδήροις αὐτοὺς περιθείς, εἰς
πόλιν Βαλεντίαν ἀχθῆναι κελεύει, καὶ δυσωδεστάτῃ φρουρᾷ καθειρχθῆναι. Μετὰ δέ
τινας ἡμέρας ἐξαγαγὼν τὸν Βικέντιον, κελεύει ξέεσθαι καὶ σταυρῷ καταπήγνυσθαι
καὶ κατὰ μέλος αἰκίζεσθαι· ἐκεῖθέν τε ἀποσπασθείς, στρεβλοῦται καὶ μαστίζεται
καὶ τὰς πλευρὰς κατακαίεται. Ἔξαρθρος δὲ γενόμενος ὅλος, ῥάβδους σιδηρᾶς πυρωθείσας
ἐπὶ τοῦ στήθους δέχεται. Καὶ ἀποῤῥιφεὶς ἐν τῇ φυλακῇ, βοηθείας θείας καὶ
ἀγγελικῆς ἀξιοῦται, καὶ αὐτίκα τῷ Θεῷ τὸ πνεῦμα παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος.
Δένδροις Στεφανὶς
προσδεθεῖσα φοινίκων,
Τῶν Μαρτύρων ἤνθησεν ὡς φοῖνιξ μέσον.
Τῶν Μαρτύρων ἤνθησεν ὡς φοῖνιξ μέσον.
Αὕτη, στρατευομένου τινὸς ὑπάρχουσα γαμετὴ
καὶ τὸν Χριστὸν ἄνωθεν σεβομένη, ἐν τῷ βλέπειν τὸν ἅγιον Βίκτωρα ὑπὲρ ἄνθρωπον
πάσχοντα, ἤδη τὸν ἄνδρα ἀποβαλοῦσα καὶ ἐν χηρείᾳ τυγχάνουσα, ἐμακάρισε τῆς
καρτερίας καὶ τῶν στεφάνων, ὧν ὁ Θεὸς ἔμελλε δωρήσασθαι αὐτῷ· δι᾿ ἣν αἰτίαν τῷ
ἡγεμόνι προσάγεται. Καὶ ἐπεὶ τὸν Χριστὸν Θεὸν προαιώνιον ὡμολόγησεν, ἐκτείνεται
τὰς χεῖρας καὶ δυσὶ φοίνιξι βίᾳ καμφθεῖσι προσδεθεῖσα, ἀφίεται. Ὧν πρὸς τὴν
ἰδίαν ἀποκλινάντων ὁρμήν, αὕτη διαιρεῖται καὶ εἰς δύο μερίζεται τμήματα, καὶ
οὕτω τῷ Θεῷ τὴν ψυχὴν ἀποδίδωσιν.
Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Δράκωνος.
Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀβίβου, ἐπισκόπου Γεωργίας,
ἀθλήσαντος ἐν τῷ ἕκτῳ αἰῶνι
μ. Χ.
Τῆ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάξιμος, ὁ διὰ Χριστὸν σαλός, ὁ ἐν
Μόσχᾳ, ὁ θαυματουργός, ὁ Ῥώσσος, ἐν εἰρήνῃ ἐκοιμήθη ἐν ἔτει 1434 μ. Χ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν
Ἰδὼν ὁ προγνώστης σου, τῆς διανοίας τὴν καθαρότητα, λογικῶν
σε προβάτων, καθηγεμόνα Πάτερ προβάλλεται, ᾧ νῦν παμμάκαρ, κραυγάζεις Θεόδωρε·
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὸ θεῖον εἰκόνισμα, μορφῆς τρισμάκαρ τῆς ἀνθρωπίνης Χριστοῦ,
προσκυνῶν διετέλεις, τοῖς θεομάχοις ἀντιταττόμενος, μέχρι θανάτου, καὶ ψάλλων
Θεόδωρε· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ λόγος σου ἅλατι, διηρτυμένος ὤφθη Θεόδωρε, καὶ ὁ βίος
σου Πάτερ, λελαμπρυσμένος αἴγλῃ τοῦ Πνεύματος, ᾧ νῦν ἀστράπτων, βοᾷς ἀγαλλόμενος·
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἰδοὺ νῦν πεπλήρωται, Δαυΐδ τοῦ θείου ἡ θεία πρόρρησις,
λιτανεύουσιν ὄντως, τῷ σῷ προσώπῳ Θεογεννῆτορ Ἁγνή, οἱ κεκτημένοι τὸν πλοῦτον τῆς
χάριτος, καὶ εὐλογοῦσι Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'. Ἑπταπλασίως κάμινον
Σεσοβημένους ἔδειξας, θεοφόρε Θεόδωρε, τοὺς ἐφευρετὰς τῶν
δυσσεβῶν αἱρέσεων, διδάσκων τὴν ἄχραντον, τιμητικῶς εἰκόνα Χριστοῦ, σέβειν
προσκυνεῖν τε, καὶ τιμᾶν θεοφρόνως, καὶ μέλπειν τῷ Δεσπότῃ, ἱερεῖς εὐλογεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
Διὰ παντὸς τοῦ βίου σου, θεοφόρε Θεόδωρε, τῆς ὀρθοδοξίας, ὁδηγὸς
γεγένησαι, φωστὴρ φαεινότατος, θεοειδὴς διδάσκαλος, τύπος Μοναστῶν, καὶ ἀκριβὴς
νομογράφος, διδάσκων ἀναμέλπειν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Ἐπὶ τῆς γῆς ἠγώνισαι, εὐσεβείας διδάσκαλος, καὶ τῆς ἀληθείας,
ἀψευδὴς συνήγορος, Παμμάκαρ γενόμενος, ἐν οὐρανοῖς δὲ δῶρον Θεοῦ, τῆς δικαιοσύνης
ἀνεδήσω στεφάνους, τὸν δρόμον ἐκτελέσας, καὶ τὴν πίστιν τηρήσας, Χριστὸν
δοξολογήσας, εἰς πάντας τοὺς αἰῶνας.
Γνώσει τὸν νοῦν ἐλάμπρυνας, σωφροσύνῃ τὴν ἔφεσιν, καὶ τὸ
θυμικὸν δὲ τῇ ἀνδρείᾳ ἔζωσας, ἰθύνας Θεόδωρε, δικαιοσύνῃ πάνσοφε, ἱεροπρεπῶς τὰς
ψυχικάς σου δυνάμεις, συμφώνως ἀναμέλπων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Εὐλογημένη Δέσποινα, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας,
τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα, τῶν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς ἀπειρογάμου
νηδύος· ὃν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαὸς ὑπερυψοῦσιν, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ
Ῥοαῖς σου τῶν δακρύων ὡς Ἀσκητής, καὶ πηγαῖς τῶν αἱμάτων ὡς
Μάρτυς Χριστοῦ, ἐκλαμπρυνθείς, λάμπεις ἑκατέρωθεν τηλαυγῶς, δικαιοσύνην Ὅσιε,
περιβεβλημένος ὡς ἱερεύς, τῶν θείων ἀνακτόρων, χορεύων ἐνδοτάτῳ, περὶ Θεὸν Πάτερ
Θεόδωρε.
Ἁγίως σου τὸν δρόμον διαδραμών, ἐν Ἁγίων ἁγίοις σκηνώμασι,
νῦν κατοικεῖς, στέφος ἀφθαρσίας ἀπειληφώς, καὶ βασιλείας ἔνδυμα, μεγαλοπρεπές
τε καὶ ἱερόν, ἐν οἷς ἠγλαϊσμένος, Θεόδωρε παρέστης, τῷ σῷ Δεσπότῃ ἀγαλλόμενος.
Ἰδεῖν κατηξιώθης τῶν ἀγαθῶν, τὴν πηγὴν θεοφόρε Θεόδωρε, ὡς
μετελθών, βίον ἐνθεώτατον ἀληθῶς, καὶ τῆς τοῦ κόσμου σχέσεως, διὰ πολιτείας εἰλικρινοῦς,
τόν νοῦν ἐλευθερώσας, καὶ Μάρτυς στεφηφόρος, γεγενημένος ὤφθης ἄριστος.
Ῥημάτων σου ὁ φθόγγος δῶρον Θεοῦ, ἐπὶ πάσας ἠκούσθη πανεύφημε,
οἷα βροντή, τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὡς ποταμοὶ δὲ βρύουσι, τῶν σῶν διδαγμάτων
αἱ διδαχαί, Θεόδωρε· διὸ σε, ὡς θεῖον θεηγόρον, νῦν ἐπαξίως μακαρίζομεν.
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι,
τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων
ὡς ἀγαθός, ὁ νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὑπὲρ τῶν
θείων εἰκόνων, ὑπέμεινας πᾶσαν θλίψιν, βασάνους καὶ ἐξορίας· διὸ διπλοῦν καὶ τὸ
στέφος, ἐκ δεξιᾶς τοῦ Ὑψίστου, ἐδέξω Ὅσιε Πάτερ.
Θεοτοκίον
Ἐν σοὶ
πανάχραντε Κόρη, ἐθεωρήθησαν ὄντως, αἱ τοῦ Κυρίου πορεῖαι, καὶ τοὺς βροτοὺς ὁδηγοῦσιν,
ἔνθα χορεῖαι Ἀγγέλων, καὶ πάντων Ἁγίων δῆμοι.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἡ σεπτή
σου πανήγυεις, τοῖς μονάζουσι γίνεται, Πάτερ θεοδώρητε πηγὴ χάριτος, ἐν γὰρ τοῖς
θείοις λογίοις σου, τρυφῶντες εὑρίσκουσιν, ὥσπερ βρέφη στερεάν, τὴν τροφὴν αὐξανόμενοι,
εἰς ἀγάπησιν, τοῦ Χριστοῦ Ὃν δυσώπει ἐκ πανοτίων, συμπτωμάτων καὶ κινδύνων,
τούτους φυλάττειν ἀπήμονας.
Ἑωσφόρος
χριστόφωτος, ἀνεδείχθης Θεόδωρε, θείας ἐπιλάμψεσιν αὐγαζόμενος, ἐξ ὧν ἀφθόνως
μετέδωκας, ψυχαῖς τῶν συνόντων σοι, κατηχῶν αὐτοὺς σοφῶς, καὶ Ἀγγέλους
δεικνύμενος, ὑποθήκαις σου, ὡς καλὸς οἰκονόμος τοῦ Κυρίου, καὶ χριστόπνους
ποιμενάρχης, Μονῆς Στουδίου τὸ καύχημα.
Ὁ μὲν
κόσμος ἀγάλλεται, ἐν ὑλαίοις τοῖς πράγμασι, μοναζόντων σύλλογος δὲ εὐφραίνεται,
ὑπογραμμόν σε Θεόδωρε, καὶ τύπον ἀσκήσεως, καὶ ἀγάπης πρὸς Θεόν, ἀκριβείας τε
πρότυπον, ἔχων ἔκλαμπρον· πατρικαῖς ὑποθήκαις σου δὲ πλέει, ἀκυμάντων καὶ ἀφόβως,
τὸ τῆς ἀσκήσεως πέλαγος.
Τοῦ
Προδρόμου ὁμότροπος, ἀνεδείχθης Θεόδωρε, ἐξελέγξας ἄνακτα τὸν παράνομον, καὶ
διωγμοὺς ἐκαρτέρησας, τηρῶν τὴν ἀκρίβειαν, θείων νόμων καὶ θεσμῶν, δι’ ἀγάπην
Κυρίου σου, Ὃν ἱκέτευε, σὺν πληθύϊ ἁγίων φοιτητῶν σου, καὶ ἡμᾶς ἐν ἀκριβείᾳ,
τηρεῖν Αὐτοῦ τὰ ἐντάλματα.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε
φιλοπάτορσιν ὕμνοις, τὸν καθηγητὴν τῆς εὐσεβείας, καὶ ταμειοῦχον τῶν χαρίτων,
Θεόδωρον τὸν Στοδίου, πνευματικῶς οἱ πιστοὶ ἐγκωμιάσωμεν. Οὗτος γὰρ πόθον ἐπὶ
πόθῳ προστιθείς, καὶ ἔρωτα τῷ ἔρωτι, ἠξιώθη
ἰσοβίως τῆς Χριστοῦ ὁμολογίας. Τὸ κατ’ εἰκόνα δὲ καταστίλψας ἐπιμελῶς, εἰς τὸ
καθ’ ὁμοίωσιν θεοδυνάμως ἀνελήλυθε· ὅθεν καὶ ποιμὴν χριστοειδὴς ἀναδειχθείς,
ζωηρῶν ῥευμάτων ποταμοὺς ἀνέβλυσεν· ὀφλητικῶς οὖν τὴν αἴνεσιν προσάγοντες αὐτῷ ἀνακράξωμεν·
Πάτερ τρισόλβιε, τῇ μυστικῇ σου ῥάβδῳ ὁδήγησον καὶ ἠμᾶς, εἰς τὴν οὐράνιον
κατάπαυσιν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις εὐσεβείας
μυσταγωγέ, καὶ μονήρους βίου μυστηπόλε καὶ ὁδηγέ· χαίροις ὁ ἐκτρέφων, τῇ δωρεᾷ
τοῦ κόγου, Θεόδωρε παμμάκαρ, τοὺς προσιόντας σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου