ΝΟΕΜΒΡΙΟΣ Ι΄!!
ΟΡΕΣΤΗΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια. Ἦχος α' . Πανεύφημοι Μάρτυρες
Ὀρέστα
πανόλβιε βαφαῖς, τοῦ ἰδίου αἵματος, σαυτῷ πορφύραν ἐπέχρωσας, ἣν στολισάμενος,
καὶ τῆς νίκης στέφος, ἐπαναδησάμενος, Χριστῷ τῷ ἀθανάτῳ παρίστασαι· ὃν
καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Πυρὶ
τῶν ἀγώνων σου Σοφέ, πλάνην κατενέπρησας, καὶ ταῖς σταγόσι τοῦ αἵματος, ἐχθρὸν
ἐβύθισας, παρατάξεις πάσας, καὶ πιστῶν κατήρδευσας, καρδίας βλαστανούσας
εὐσέβειαν· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ
μέγα ἔλεος.
Ὄρθρος
ἐξανέτειλας αὐγαῖς, καταστράπτων ἅπασαν, τὴν οἰκουμένην τῶν ἄθλων σου, Ὀρέστα
ἔνδοξε, Ἀθλητῶν τὸ κλέος, καὶ τῆς ἀθεότητος, τὸ σκότος ἐκδιώκων τῇ χάριτι· διὸ
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ὀρέστα
ἀοίδιμε τρυφῆς, ἀκηράτου μέτοχος, ἐγένου ὅτι ἐκήρυξας, Χριστὸν τὸν Κύριον,
ἀληθῆ Θεόν τε, καὶ σώζειν δυνάμενον, τοὺς πίστει πρὸς Αὐτὸν καταφεύγοντας· ᾯ
παριστάμενος, σὺν Ἀγγέλων τοῖς στρατεύμασι, μνείαν ποίει, ἡμῶν μεμνημένων σου.
Ὀρέστα
πανόλβιε Θεῷ, θῦμα εὐωδέστατον, καὶ ἱερώτατον σφάγιον, σὺ προσενήνεξαι, ὅτι
δριμυτάταις, βασάνους ὑπήνεγκας· ἀγρίου προσδεθεὶς ποσὶν ἵππου τε, τὰς χεῖρας
Ἅιε, ἐπὶ μήκιστον συρόμενος, Θεῷ ζῶντι, παρέθου τὸ πνεῦμά σου.
Ὀρέστα
Μαρτύρων οἱ χοροί, σοῦ ψυχὴν τὴν ἄμωμον, καθυπεδέξαντο χαίροντες, τὰ δὲ
ποτάμια, ῥεύματα τὸ σῶμα, φέροντα παρέδωκαν, τῇ πόλει τῶν Τυάνων ἀλώβητον,
εὖχος λαμπρότατον, ἰαμάτων χάριν ἄφθονον, βρύον πᾶσι, τοῖς ἀνευφημοῦσί σε.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε
τῶν πιστῶν αἱ χορεῖαι, τὴν μνήμην τοῦ Ἀθλοφόρου καὶ πανενδόξου Ὀρέστου λαμπρῶς
πανηγυρίσωμεν, καὶ τοῖς ᾄσμασιν ὡς ἄνθεσι τοῦτον καταστέψωμεν λέγοντες·
Χαίροις, ὁ τοῦ ἐπουρανίου Βασιλέως στρατιώτης ἀναδειχθείς, καὶ εὐθαρσῶς Αὐτὸν
ὁμολόγησας, καὶ τὴν πίστιν βεβαιώσας διὰ τοῦ μαρτυρίου· χαίροις, τῆς Τυανέων
ἀήττητος φρουρός, καὶ προστάτης ὁ ἔνδοξος· χαίροις, τῶν τὴν μνήμην σου τελούντων
πιστῶς, ὁ μέας ποδηγέτης, καὶ πρὸς Θεὸν πρεσβευτὴς ἑτοιμότατος. Διό, Μαρτύρων
καλλονή, Ὀρέστα παναοίδιμε, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν
οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς
προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ
τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν
τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι.
Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν
ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς
ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς,
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς·
ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη
παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ
ξύλου.
Ὅτε,
σὺ Ὀρέστα Ἀθλητά, πρὸ τυραννικοῦ προσηνέχθης, βήματος ἔνδοξε, πρὸς τὸ
ἀπαρνήσασθαι, Χριστὸν τὸν μόνον Θεόν, ἀντὶ πάντων ἐβόησας, λαμπρᾷ παῤῥησίᾳ·
Οὗτος μόνος ἔστι μοι, πατρὶς καὶ ὄνομα, τύχη, ἐπιτήδευμα γένος, σέβας Ὃν
ἀπαύστως λατρεύω, προσκυνῶ καὶ σέβω ὡς φιλάνθρωπον.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅτε,
ὁ διώκτης ἡγεμών, ἔσπευδε θωπείαις συλῆσαι, σοῦ τὴν εὐσέβειαν, τότε σὺ
ἀντέφησας, Ὀρέστα πάνσοφε· ἐμοὶ καύχημα μέγιστον, περίδοξον κλέος, ἐκ προγόνων
πέφυκεν, ὁμολογεῖν τὸν Χριστόν, ᾯ σὺν παῤῥησίᾳ λατρεύω, καὶ ὡς Θεῷ ζῶντι
θυσίαν, λογικὴν προσφέρω τὴν ἐν πνεύματι.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὅτε,
πρὸ βημάτων δικαστῶν, εἰδωλολατρῶν παρεστάθης, Ὀρέστα Μάρτυς Χριστοῦ, τότε
ἀνεκραύγαζες, βοῶν λαμπρᾷ τῇ φωνῇ· ἐγὼ δοῦλος μὲν πέφυκα, Χριστοῦ τοῦ Δεσπότου,
καὶ Αὐτὸν ἐπίσταμαι, μόνον Θεὸν ἀληθῆ· ὅθεν, ὑπὲρ Τούτου καὶ θνήσκω, θάνατον
τρυφῆς ἡδονῆς τε, καὶ ζωῆς ἁπάσης τιμιώτερον.
Δόξα.
Ἦχος β΄.
Τῶν
Τυανέων τὸν λαμπρὸν πολιοῦχον, καὶ τῆς πίστεως θαυμάσιον σέμνωμα, τὸν τοῦ
Χριστοῦ γενναῖον στρατιώτν, Ὀρέστην τὸν ὑπέρλαμπρον, πνευματικοῖς ἄνθεσιν
επαξίως στεφανώσωμεν· οὗτος γὰρ ἠνδρίσατο κατὰ τοῦ ἀοράτου ἐχθροῦ, καὶ παῤῥησίᾳ
πολλῇ τοῦτον κατήσχυνε, καὶ νῦν ἐν δόξῃ παριστάμενος, Χριστῷ τῷ Θεῷ, αἰτεῖται
ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
α’. Τοῦ λίθου σφραγισθέντος.
Χριστὸν ὁμολογήσας ἐπὶ τῶν ἀσεβούντων, εἰδωλομανίας τὸ θράσος
καθεῖλες Ἀθλοφόρε, καὶ δόξης ἐγένου κοινωνός, ἀγῶνας πολυτρόπους ἐνεγκῶν· διὰ
τοῦτο σὲ Ὀρέστα ὡς νικητήν, τιμῶντες σοὶ ἐκβοῶμεν· δόξα
τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ,
πάσιν ἰάματα.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Τυάνων τὸ ἄνθος τὸ εὐωδέστατον, καὶ τῶν Μαρτύρων τὸ κλέος τὸ
ὑπὲρ νοῦν θαυμαστόν, τὸν ὁπλίτην τοῦ Χριστοῦ τὸν ἀπροσμάχητον, ἀνευφημήσωμεν
φαιδρῶς, ἐκβοῶντες πρὸς αὐτόν· Ὀρέστα Μάρτυς Κυρίου, ἱκετεύων μὴ διαλίπῃς, ὑπὲρ
ἡμῶν τῶν σὲ τιμώντων πιστῶς.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῇ
καρτερίᾳ τῶν δεινῶν Ἀθλοφόρε, τὸν ὑπερήφανον ἐχθρὸν ἐτροπώσω, ὑπὲρ Χριστοῦ
ἀθλήσας καρτερώτατα· ὅθεν συναγάλλῃ νῦν, τοῖς Ἀγγέλοις Ὀρέστα, καὶ ἡμεῖς
γεραίρομεν, σοῦ τὴν πάντιμον μνήμην, ἀναβοῶντες· μνήσθητι ἡμῶν, πρὸς τὸν
Δεσπότην, τὸν σώζειν δυνάμενον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τοὺς
εὐχαρίστως Σε ψυχῇ καὶ καρδίᾳ, καθικετεύοντας ἁγνὴ Θεοτόκε, ἐκ πειρασμῶν
διάσωζε καὶ θλίψεων, ἔχεις γὰρ τὸ δύνασθαι, σύνδρομόν τε τὸ θέλειν, ὡς τεκοῦσα
πάναγνε, τὴν πηγὴν τοῦ ἐλέους, τὸν γεγονότα σάρκα δι’ ἡμᾶς, Πατρὸς τὸν Λόγον,
Χριστὸν τὸν φιλάνθρωπον.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ
ὅπλα τῆς πίστεως ἀναλαβὼν Ἀθλητά, γενναίως ἐχώρησας πρὸς παρατάξεις εχθροῦ, καὶ
τοῦτον κατήσχυνας, ἔῤῥιψας γὰρ εἰδώλων, τὸν βωμὸν προσευχῇ σου, ταῦτα εἰς χοῦν
λεπτύνας, σῷ φυσήματι μόνῳ· διὸ σὲ ἀνευφημοῦμεν, Ὀρέστα ἔνδοξε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία
πανάμωμε Θεοκυῆτορ ἁγνή, θερμῶς ἱκετεύουσα τὸν Σὸν Υἱὸν καὶ Θεόν, μὴ παύσῃς
δεόμεθα, λῦσαι τὰς περιστάσεις, τῶν εἰς Σὲ προστρεχόντων, θραῦσαί τε τοῦ
βελίαρ, τὰς δολίας ἐνέδρας, πρεσβείαις ταῖς μητρικαῖς Σου, ἐπικαπτόμενον.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐπεφάνη
σήμερον, ἡ τοῦ Ὀρέστου, σεβασμία ἄθλησις, φωταγωγοῦσα τοὺς αὐτόν, ἀνευφημοῦντας
καὶ ψάλλοντας· χαῖρε Τυάνων, φαιδρὸν ἐγκαλλώπισμα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
θερμὴ ἀντίληψις, καὶ προστασία, Σὺ ὑπάρχεις Δέσποινα, ἡμῶν τῶν πίστει ἀκλινῶς,
ἀναβοώντων πρὸς Κύριον· λιταῖς τεκούσης, Χριστὲ ἡμᾶς οἴκτειρον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. κβ΄, 11-19)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Ἁγιωσύνην
ἐνεδύσω, Ὀρέστα ἀοίδιμε, τῶν Ἀθλητῶν συνόμιλε, καὶ Ἀγγέλων ὁμόσκηνε, τῶν πιστῶν
τὸ στήριγμα, Ἐκκλησίας ἀγαλλίαμα, παριστάμενος τῷ θρόνῳ Χριστοῦ τοῦ
παντάνακτος, αἴτησαι ἡμῖν τοῖς τελοῦσι τὴν μνήμην σου ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ
μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου Μάρτυρος δύο.
Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς:
Τοὺς σούς, Ὀρέστα Μάρτυς, ἄθλους αἰνέσω.
ᾨδὴ
α'. Ἦχος β'. Δεῦτε λαοί
Ταῖς
θεϊκαῖς, καταστραπτόμενος πάντοτε, μαρμαρυγαῖς Πανεύφημε, τὴν φωτοφόρον σου
ἑορτὴν τοὺς τιμῶντας, καταύγασον, καὶ σκότους δεινῶν ἀπάλλαξον.
Ὁ
τοῦ Χριστοῦ, θεῖός σε πόθος ἐξέκαυσε, καὶ δυνατὸν εἰργάσατο, τὴν εὐκατάπρηστον,
καταφλέγοντα ὕλην, τῆς εἰδωλομανίας, Μάρτυς πανάριστε.
Ὑπομονῇ,
καὶ καρτερίᾳ διήλεγξας, τοὺς παρανόμους σέβειν σε, καταναγκάζοντας, Ἀθλοφόρε,
Ὀρέστα, ἔργα χειρῶν ἀνθρώπων, ἄψυχα ξόανα.
Θεοτοκίον
Σὲ
τοῦ Θεοῦ, τὸ καθαρώτατον σκήνωμα, καθικετεύω Ἄχραντε, τὴν σπιλωθεῖσάν μου,
ἡδοναῖς ἀκαθάρτοις, καθάρισον καρδίαν, τῇ μεσιτείᾳ σου.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον. Ἐν δὲ τοῖς
Θεοτοκίοις: Χρυσοστόμου.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁπάντων
ἀνθρώπων ὁ φωτισμός, τὸν νοῦν μου αὐγάσας, καταξίωσον ἐν ᾠδαῖς, Θεὲ ἀνυμνῆσαι
τὸν φωστῆρα, τῆς Ἐκκλησίας Ὀρέστην καὶ Μάρτυρα.
Βραβεῖα
τῆς νίκης παρὰ Θεοῦ, ἐδέξω Ὀρέστα, τροπωσάμενος τὸν ἐχθρόν, γενναίως κηρύξας ἐν
σταδίῳ, τὸ τοῦ Δεσπότου πανάγιον ὄνομα.
Τριαδικόν.
Γένος
Ὀρθοδόξων Χριστιανῶν, φύλαττε ἐκ πάσης, ἐπηρείας Τριὰς σεπτή, Πατὴρ ὁ Υἱὸς καὶ
θεῖον Πνεῦμα, ταῖς τοῦ Ὀρέστου πρεσβείαις τοῦ Μάρτυρος.
Θεοτοκίον
Χρυσοῦν
Σε γινώσκομεν ἀληθῶς, ἄχραντε ἁγνή, θυμιατήριον ἐσχηκός, θυμίαμα θεῖον καὶ
εὐῶδες, ὡς οἱ Προφῆται τρανῶς προκατήγγειλαν.
ᾨδὴ
γ'. Ἐν πέτρᾳ με τῆς πίστεως.
Σθενούμενος,
δυνάμει τοῦ Παρακλήτου, παρέστης τῷ δικάζοντι παρανόμως, καὶ τοῦτον τῇ τῶν
λόγων σου δυναστείᾳ, Παμμάκαρ ᾔσχυνας, καὶ ψάλλων ἔλεγες· Ὡς οὐκ ἔστιν Ἅγιος,
πλήν σου Κύριε.
Ὁ
λόγος σου, τῷ βίῳ λελαμπρυσμένος, ὁ βίος σου τῷ λόγῳ πεπυρσευμένος, πολλοὺς
πρὸς φῶς μετήγαγον εὐσεβείας, Μάρτυς πολύαθλε, μεθ' ὧν καὶ ἔψαλλες· Ὡς οὐκ
ἔστιν Ἅγιος, πλήν σου Κύριε.
Ὑψούμενον,
τὸν ἄνομον ἀπονοίᾳ, κατέῤῥαξας ἀνδρείᾳ καὶ καρτερίᾳ, ὑψώθης δὲ πρὸς Κύριον
Ἀθλοφόρε, Ὀρέστα ἔνδοξε, καὶ ψάλλων ἔλεγες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
Θεοτοκίον
Συνέλαβες,
ἐν μήτρᾳ σου Θεομῆτορ, τὸν Πλάστην σου καὶ Κύριον τῶν ἁπάντων, καὶ τοῦτον
ἀπεκύησας ὑπὲρ λόγον, σάρκα γενόμενον· διὸ σοὶ κράζομεν· Ὡς οὐκ ἔστιν ἄχραντος,
πλήν σου Δέσποινα.
Ἕτερος.
Οὐρανίας ἁψῖδος.
Δικαστοῦ
πρὸ βημάτων ἀπενεχθεὶς ἔνδοξε, ἔφης παῤῥησίᾳ τῷ ἡγεμόνι σοφώτατε, ὅτι Χριστὸς
μοί ἐστι, τῶν ἐφετῶν ἡ ἀκρότης, ἀντὶ πάντων μόνος γὰρ κῦδος καὶ ὄνομα.
Ἐγὼ
σέβειν ἐβόας ἀπὸ προγόνων μεμάθηκα, ἔνδοξε Ὀρέστα Υἱὸν Θεοῦ τοῦ παντάνακτος,
Χριστιανὸς οὖν εἰμι, μέχρι τοῦ νῦν τῷ τυράννῳ, καὶ ἀεὶ δὲ ἔσομαι,
καθωμολόγησας.
Τριαδικόν.
Ζωὴν
ἔνθεον πάντας διαγαγεῖν ποίησον, τοὺς δοξολογοῦντας ἀπαύστως τὸ θεῖον κράτος
Σου, ὦ Παναγία Τριάς, ταῖς εὐπροσδέκτοις πρεσβείαις, τοῦ Σὲ μεγαλύναντος,
Ὀρέστου Μάρτυρος.
Θεοτοκίον
Ὁ
Υἱός Σου Παρθένε ἐπὶ Σταυροῦ ἔδειξε, φίλῳ μαθητῇ Σε εἰπών· ἰδοὺ νῦν ἡ Μήτηρ
Σου, Σὲ οὖν Μητέρα ἡμεῖς, ἐπιγραφόμενοι πάντες, πρέσβυν εὐσυμπάθητον, τούτῳ
προσάγομεν.
Κάθισμα. Ἦχος
δ'. Κατεπλάγη Ἰωσήφ.
Σὺ
Ὀρέστα ἀνδρικῶς, ἐν τῷ σταδίῳ τὸν Χριστόν, ὡμολόγησας Υἱόν, ζῶντος Θεοῦ
ἀληθινόν, Οὗ τῇ δυνάμει τεράστια ἐτέλεσας, εἰδώλων τὸν βωμόν, εὐχῇ κατέῤῥιψας,
ξόανα δ’ αὐτῶν, εἰς χοῦν ἐλέπτυνας· διὸ τελοῦμεν σήμερον σὴν μνήμην, ἀναβοῶντες
πρὸς Κύριον· ταῖς τοῦ Ὀρέστου, Χριστὲ πρεσβείαις, τὰς ψυχὰς ἡμῶν σῶσον.
Δόξα.
Ὁ αὐτός. Ὁ ὑψωθείς.
Τὴν
τῶν μελῶν ἀποκοπὴν καρτερήσας, καὶ τοῦ πυρὸς τὴν χαλεπὴν τιμωρίαν, μαρτυρικῶς
ἠγώνισαι πανόλβιε· στέφος ἀνεπλέξω δέ, ἀφθαρσίας παμμάκαρ, θρόνῳ παριστάμενος,
τῆς Ἁγίας Τριάδος, ἣν ἐκδυσώπει ῥύσασθαι κακῶν, Μάρτυς Ὀρέστα, τοὺς πίστει
ὑμνοῦντάς σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τῶν
ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς
ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς
ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; Ἀλλὰ τῇ σῇ πρεσβείᾳ Ἀγαθή, τούτων μοι
πάντων, τὴν λύτρωσιν δώρησαι.
ᾨδὴ
δ'. Ἐλήλυθας ἐκ Παρθένου.
Οὐκ
ἔσεισαν, τῆς ψυχῆς σου τὸν πύργον συῤῥεύσαντες, βασάνων οἱ χείμαῤῥοι, Μάρτυς
Ὀρέστα μακάριε· πέτρᾳ γὰρ ἐστήρικτο, τῆς τοῦ Κυρίου ἀγάπης ἀξιάγαστε.
Ῥημάτων
σου, ἀντιβλέψαι τῷ φέγγει ὁ τύραννος, νυκτὶ πορευόμενος, τῆς ἀγνωσίας οὐκ
ἴσχυσεν· ὅθεν καταικίζων σε, υἱὸν φωτὸς καὶ ἡμέρας ἀπειργάσατο.
Ἐνεύρου
σε, Ἰησοῦς ὁ Χριστὸς θείᾳ χάριτι, βασάνοις θλιβόμενον, καὶ αἰκισμοῖς
δαπανώμενον, καὶ κατατεινόμενον, ἀνηλεῶς Ἀθλοφόρε παναοίδιμε.
Θεοτοκίον
Σὲ
Ἄχραντε, Ἀββακοὺμ ὄρος γράφει κατάσκιον, ἐξ οὗ ἐπεδήμησε, μόνος ὁ Λόγος
σαρκούμενος, ἄνθρωπος γενόμενος, ὑπερβολῇ εὐσπλαγχνίας ὁ φιλάνθρωπος.
Ἕτερος.
Εἰσακήκοα Κύριε.
Ἡγεμόνος
τεθάῤῥηκας, ἐναντίον λέγειν οὐδὲν πτοούμενος, οὐρανὸν καὶ γῆν μὴ πήξαντες, οἱ
θεοί σου πάντες ἀπολέσθωσαν.
Θεοῖς
ὅλως οὐκ ἔθυσας, ζῶντι δὲ Θεῷ θυσία γεγένησαι, ἱερά τε καὶ εὐπρόσδεκτος, διὰ
βίου Μάρτυς καὶ ἀθλήσεως.
Τριαδικόν.
Ἱκετεύομεν
σύνθρονε, Πάτερ Λόγε Πνεῦμα Τριὰς ἀμέριστε, τὴν εἰρήνην πᾶσι δὸς ἡμῖν, ταῖς
Ὀρέστου Μάρτυρος ἐντεύξεσι.
Θεοτοκίον
Σὲ
Παρθένε κεκτήμεθα, πρέσβυν θερμοτάτην πρὸς τὸν Θεὸν ἡμῶν, τὸν Υἱόν Σου Ὃν ἱκέτευε,
ὀφλημάτων λύσιν ἡμῖν δωρήσασθαι.
ᾨδὴ
ε'. Ὁ φωτισμός, τῶν ἐν σκότει.
Τοῖς
ῥαβδισμοῖς, συντριβόμενος Μάκαρ, ἅπαν τὸ σῶμα, ἔστης ὡς ἀδάμας εὐσθενεστάτην,
τὴν καρτερίαν ἐνδεικνύμενος πίστει, καὶ κραυγάζων Ὀρέστα Ἔνδοξε· Ἕτερον ἐκτός
σου, Θεὸν οὐκ ἐπίσταμαι.
Ἀφανισμῷ,
τοὺς Θεοὺς τῶν Ἑλλήνων σὺ παραπέμψας, ταῖς ἱερωτάταις σου πρὸς τὸν Κτίστην,
εὐχαῖς Ὀρέστα, αἰκισμοὺς καθυπέστης, σφοδροτάτους καταικιζόμενος, καὶ τὴν τῆς
σαρκός σου, δορὰν ἀφαιρουμενος.
Τριαδικόν
Μίαν
ἀρχήν, τρισυπόστατον σέβων μίαν οὐσίαν, μίαν κυριότητα καταγγέλλων, τῆς
ὑπερθέου καὶ ἀκτίστου Τριάδος, ψευδωνύμους Θεοὺς συνέτριψας, καὶ τοὺς τῶν
εἰδώλων, ναοὺς κατηδάφισας.
Θεοτοκίον
Ἀνατολῆς,
τοῦ Ἡλίου τῆς δόξης Μήτηρ ἐδείχθης, Κόρη ἐπὶ δύσιν τῆς ἀνθρωπίνης, γεγεννημένου
ἀπωσμένης οὐσίας, καί τους πάντας καταφωτίζοντος, πάντας ἐκ νυκτός τῶν δεινῶν
ἀπαλλάττοντος.
Ἕτερος.
Φώτισον ἡμᾶς.
Κύριον
Θεόν, σὺ Ὀρέστα ὡμολόγησας, καταφρονῶν στεῤῥῶς βασάνων πικρῶν, καὶ πικροτάτου
θανάτου Μάρτυς ἀοίδιμε.
Λόγοις
ἡγέμων, οὐ μὲ πείσεις θύσειν δαίμοσι, πρᾶττε ἃ βούλει λοιπὸν ὅπως γνῶς, ἔφης
Ὀρέστα Θεοῦ ἀληθοῦς τὴν δύναμιν.
Τριαδικόν.
Μίαν
ἐν τρισί, τοῖς προσώποις τὴν Θεότητα, Πατέρα Λόγον καὶ Πνεῦμα τὸν Θεόν, φωναῖς
αἰσίαις ἀπαύστως ὑμνεῖσθαι ἄξιον.
Θεοτοκίον
Τόμος
ὁ καινός, Πατρὸς Λόγος ἐν ᾧ γέγραπται, Σὺ ἀνεδείχθς Θεόνυμφε Ἁγνή, ὡς οἱ
Προφῆται κατήγγειλαν κόσμῳ ἄνωθεν.
ᾨδὴ
ς'. Ἐν ἀβύσσῳ πταισμάτων.
Ῥαντισμῷ
τῶν πανσέπτων αἱμάτων σου, λύθρον ἐναγὲς ἀπεπαύθη τοῖς δαίμοσι, φρενοβλαβῶς
φερόμενον, Ἀθλοφόρε Χριστοῦ γενναιότατε.
Τῶν
ψυχῶν ἰατρὸν καὶ σωμάτων σε, Μάρτυς εὐμοιρήσαντες παθῶν λυτρούμεθα, καὶ
πειρασμῶν καὶ θλίψεων, εὐπροσδέκτοις καὶ θείαις πρεσβείαις σου.
Ὑφαντὸν
ἐκ τῆς ἄνωθεν χάριτος, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος ἔνδυμα, ἀπολαβὼν ἐγύμνωσας,
δυσμενῶν παρατάξεις Πανόλβιε.
Θεοτοκίον
Συμπαθείας
με θείας ἀξίωσον, τὸν ἀσυμπαθῆ καὶ κακίᾳ κρατούμενον, καὶ ἡδοναῖς προσκείμενον,
Παναγία Παρθένε Θεόνυμφε.
Ἕτερος.
Τὴν δέησιν.
Νεάζουσαν,
ἡλικίαν ἔχων μέν, τὸ δὲ φρόνημα ἐνθέως γενναῖον, πρὸς τοῦ ἐχθροῦ, παρατάξεις
ἀντέστης, καταβαλὼν μεθοδείας καὶ ἔνεδρα, Ὀρέστα τούτου ἀνδρικῶς, καὶ τῆς νίκης
ἐδέξω τὸν στέφανον.
Ξεόμενός
σου, τὰς σάρκας ἔνδοξε, οὐ διέλιπες Σωτῆρα τῶν ὅλων, δοξολογῶν, ὅτι γέγονας
πάσαις, ταῖς τοῦ ἐχθροῦ ἐπινοίαις ἀνάλωτος· διὸ καὶ ἔσχες ἀκλινῶς, καρτερίαν
εἰς τέλος ἀνένδοτον.
Ὁ
τύραννος, ἐν εἱρκτῇ κατέκλεισεν, ἀσιτίᾳ παντελεῖ σε συνέχων, ἀλλὰ χρησταῖς,
ταῖς ἐλπίσιν ἐβόας· ὅτι ἐκ πίστεως δίκαιος ζήσεται, δεήσεσι προσκαρτερῶν, καὶ
ψυχὴν ἐν Θεῷ ἀγαλλόμενος.
Θεοτοκίον
Ὁ
ἔμψυχος, οὐρανὸς Θεόνυμφε, Σὺ ἐδείχθης ἀνατείλασα κόσμῳ, τὸν νοτῶν,
καταυγάσαντα τοῦτον, δικαιοσύνης λαμπρότατον ἥλιον, ᾯ πρέσβευε τὸν ψυχικόν,
φωτισμὸν ἡμῖν δοῦναι καὶ ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν γενναιότατον, καὶ τῶν
Τυάνων πολιοῦχον ἀπροσμάχητον ,
εὐφημοῦμέν σε Ὀρέστα ἐν ὑμνῳδίαις, ἀνακράζοντες· ἱκέτευε τὸν Κύριον, λυτρωθῆναι
πειρασμῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι· Χαῖρε Μάρτυς πολύαθλε.
Ὁ Οἶκος.
Ἄγγελοι οὐρανόθεν, ἐν χαρᾷ ἐπεκρότουν, ἡνίκα τὸν
Χριστὸν ὡμολόγεις, ἡμεῖς δὲ νῦν τὴν μνήμην τὴν σήν, ἑορτάζοντες Ἀθλοφόρε
Ὀρέστα, ἐν κρότοις τε καὶ ᾄσμασι κραυγάζομεν, πρὸς σὲ τοιαῦτα·
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐκηρύχθη·
χαῖρε, δι’ οὗ ὁ σατὰν κατησχύνθη.
Χαῖρε, τῶν Μαρτύρων φαιδρὸν ἐγκαλλώπισμα·
χαῖρε, Ἀθλητῶν τὸ λαμπρὸν σεμνολόγημα.
Χαῖρε, ὕψος δυσανάβατον, πόνοις τοῖς ἀθλητικοῖς·
χαῖρε, βάθος δυσθεώρητον, καρτερίας ψυχικῆς.
Χαῖρε, ὅτι ἐγένου Βασιλέως ὁπλίτης·
χαῖρε, ὅτι ἐδέξω ἐξ Αὐτοῦ στέφος νίκης.
Χαῖρε, φρουρὲ Τυάνων ἀήττητε·
χαῖρε, λαμπρὲ σῆς πόλεως πρόμαχε.
Χαῖρε, δι οὗ
ἐστερέωτ’ ἡ πίστις·
χαῖρε, δι’ οὗ εὐλογεῖται ὁ Κτίστης.
Χαῖρε, Μάρτυς πολύαθλε.
Συναξάριον.
Τῇ
Ι´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος
Ὁρέστου.
Ἀθλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων,
Νικητικὰ βραβεῖα πολλὰ προσδόκα.
Οὐράνιον δεκάτῃ ὄρος ἤλυθε λαμπρὸς
Ὀρέστης
Οὗτος
ὁ Ἅγιος ὑπῆρχεν ἐκ πόλεως Τυάνων, χώρας Καππαδοκίας. Ὁμολογῶν δὲ τὸν Χριστόν,
ἐκρατήθη παρὰ Μαξιμίνου ἡγεμόνος, ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ· καὶ μὴ
πεισθεὶς θῦσαι τοῖς εἰδώλοις, ἀλλὰ παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ὁμολογῶν, τύπτεται
μετὰ ῥάβδων ἰσχυρῶς τοσοῦτον, ὥστε τὰ ἔγκατα τῶν σπλάγχνων αὐτοῦ ἀποσπασθῆναι
καὶ φαίνεσθαι ἔξωθεν. Καὶ μετὰ τοῦτο ἀπήχθη εἰς τὸν ναὸν τῶν εἰδώλων· τοῦ δὲ
ἐμφυσήσαντος εἰς τὰ εἴδωλα, ἐγένοντο παραχρῆμα ὡσεὶ κονιορτός. Εἶτα παρεδόθῃ τῇ
φυλακῇ, καὶ μετὰ ἑπτὰ ἡμέρας, παρέστη τῷ βήματι τοῦ Μαξιμίνου· καὶ πάλιν
ἀναγκασθεὶς θῦσαι καὶ μὴ πεισθείς, ἥλοις μακροῖς ἐτρυπήθη τοὺς ἀστραγάλους· καὶ
προσδεθεὶς ἀγρίῳ ἵππῳ, μετὰ ἁλύσεων ἐλαυνομένῳ βίᾳ πολλῇ, καὶ ἑλκυσθεὶς μίλλια
εἰκοσιτέσσαρα ἀπὸ τῆς πόλεως Τυάνων, παρέδωκε τὸ πνεῦμα.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν
Ἑβδομήκοντα· Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου.
Ἑξάδα μυστῶν τοῦ Λόγου ὑμνῶ λόγοις,
Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.
Οὗτοί
εἰσιν ἐκ τῶν Ἑβδομήκοντα· καὶ οἱ μὲν Ὀλυμπᾶς καὶ Ῥοδίων, ἀκολουθοῦντες τῷ ἁγίῳ
Ἀποστόλῳ Πέτρῳ, ἀμφότεροι ἐν Ῥώμῃ τῇ πόλει, ὑπὸ Νέρωνος τὰς κεφαλὰς
ἀπετμήθησαν. Ὁ δὲ Σωσίπατρος, οὗτινος πρὸς Ῥωμαίους γράφων ὁ ἅγιος Παῦλος ἐν
ἐπιστολῇ μέμνηται, Ἐπίσκοπος Ἰκονίου γενόμενος, ἐν εἰρήνῃ ἐτελειώθη· καὶ πολλά
ἐστιν εὑρεῖν πολλαχοῦ τὸν Ἀπόστολον μεμνημένον αὐτοῦ ἐν ταῖς ἐπιστολαῖς. Ὁ δὲ
Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ ἐπιστολῇ ὁ μακάριος Παῦλος, οἰκονόμος τῆς
ἐν Ἱεροσολύμοις Ἐκκλησίας γεγονὼς καὶ μετὰ ταῦτα Ἐπίσκοπος Πανεάδος, ἐν εἰρήνῃ
ἐτελειώθη. Ὁ δὲ Κούαρτος, Ἐπίσκοπος Βηρυτοῦ γενόμενος, καὶ πολλὰ παθὼν ὑπὲρ
εὐσεβείας καὶ πλείστους τῶν Ἑλλήνων ἐπιστρέψας ἐπὶ Κύριον, ἐτελειώθη καὶ αὐτὸς
ἐν εἰρήνῃ.
Τῇ
αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις.
Θεοστήρικτος τὸν Θεὸν στήσας βάσιν,
Ὄντως θεοστήρικτος ἔργοις ὡράθη.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νόννου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.
Ὅλος γέμων ἦν γνώσεως Θεοῦ Νόννος,
Εἰς καλὸν εἰδὼς καὶ τὰ χείρονα τρέπειν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαρτίνου Ἐπισκόπου Ταρακίνης.
Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος,
Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Καλλιόπιος καὶ Νῖρος
ξίφει τελειοῦνται, καὶ ὁ Ἅγιος Μάρτυς Ὠρίων,
ζῶν ἐμβληθεὶς τῇ γῇ τελειοῦται..
Ξίφει τράχηλον, Καλλιόπιε, κλίνας,
Κάλλος θεωρεῖς ἀκλινῶς Θεοῦ Λόγου.
Ὑπῆρξεν ἡμῖν ἡ κεφαλή σου, Νίρε,
Θείου κεφαλὴ Μάρτυρος διὰ ξίφους.
Κἂν ζῶν ἐβλήθη Μάρτυς εἰς γῆν Ὠρίων,
Ὑπὲρ τὸν Ὠρίωνα λάμπει τοῦ πόλου.
Τῇ
αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Δημητριανοῦ, Ἐπισκόπου Ἀντιοχείας, κατὰ τῷ 3ῳ αἰῶνι μ. Χ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μίλου
Ἐπισκόπου Τελεπόλεως τῆς Περσίδος, καὶ τῶν δύο Μαθητῶν αὐτοῦ.
Ἔκτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον,
Σφαγῇ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖς
λίθοις.
Οὐχ ὡς Ἀδὰμ μήλου θανάτου ἐγεύσω,
ἀλλ’ ἀφθαρσίας, Μίλε, τῆς ἐν τῷ πόλῳ.
Οὗτος
ὁ ἅγιος Πατὴρ ἡμῶν Μίλος, ἐν μιᾷ πόλει τῶν Περσῶν τεχθεὶς καὶ βαπτισθείς, τὰ
ἱερὰ γράμματα ἐξεμάνθανε. Μέλλοντα δὲ αὐτὸν στρατευθῆναι τῷ ἐκεῖσε βασιλεῖ, εἰς
ἡλικίαν ἐλάσαντα, ὀπτασία διεκώλυσε τοῦτον νυκτερινὴ καὶ φοβερά· καὶ ἔκτοτε ἐν
παρθενίᾳ ἦν καὶ ἀσκήσει, ἐξιλεούμενος τὸν Θεὸν ὑπέρ τε ἑαυτοῦ καὶ παντὸς τοῦ
γένους αὑτοῦ. Καταλιπὼν δὲ τὴν πόλιν αὑτοῦ μετὰ χρόνους τινάς, γέγονε Μοναχός·
καὶ οἰκήσας ἐν ᾧ τόπῳ ὁ Προφήτης Δανιὴλ τὰς ὀπτασίας ἑώρακεν, ἀξιοῦται τῆς
ἐπισκοπῆς τῆς ἁγιωτάτης Ἐκκλησίας, διὰ χειρὸς Γενναδίου Ἐπισκόπου, Ὁμολογητοῦ
καὶ Μάρτυρος γενομένου. Καὶ πολλὰ κοπιάσας ἐκεῖ ὁ Ἅγιος, ἐλέγχων καὶ ἔργοις καὶ
λόγοις τοὺς ἀνομοῦντας, εἶτα τυπτόμενος ὑπ᾿ αὐτῶν καὶ διωκόμενος, ὡς ἔγνω
τούτους ἀδιορθώτους, προκηρύξας αὐτοῖς τὴν μέλλουσαν ἐπελθεῖν αὐτοῖς ἐκ Θεοῦ
ὀργήν, ἀνεχώρησεν.
Ἤδη
δὲ τριμηνιαίου παραδραμόντος καιροῦ, καὶ τῶν ἀρχόντων τῆς πόλεως αὐτοῦ, ἐξ
ἁμαρτίας τινός, θυμῷ περιπεσόντων βασιλικῷ, τὴν μὲν πόλιν ὁ βασιλεύς,
στρατιώτας ἀποστείλας μετὰ τριακοσίων ἐλεφάντων, τελείως κατέστρεψε, τοὺς δὲ
ταύτης οἰκήτορας, ἀπέκτεινεν ἐν μαχαίρᾳ. Ὁ δὲ Ἅγιος, καταλαβὼν τὰ Ἱεροσόλυμα,
ἀπῆλθε πρὸς Ἀμμώνιον, μαθητὴν τοῦ ἁγίου Ἀντωνίου· καὶ ποιήσας ἐκεῖ χρόνους δύο,
ὑπέστρεψεν ἐν Περσίδι. Ἐν δὲ τῷ ὑποστρέφειν αὐτόν, ἦλθε πρὸς Μοναχόν τινα,
σπήλαιον οἰκοῦντα· καὶ ἰδὼν δράκοντα φοβερόν, εἰσιόντα ἐν ᾧ ἦν σπηλαίῳ,
τριάκοντα δύο πήχεων ὄντα, λέγει πρὸς αὐτόν· Ἔφθασε, δράκων, ἐπὶ σὲ ἡ ῥομφαία
τοῦ Κυρίου· καὶ ὡς εἶπε, τὴν τοῦ τιμίου Σταυροῦ σφραγῖδα δεξάμενος ὁ δράκων καὶ
φυσηθείς, διεῤῥάγη.
Ὁ
δὲ Ἅγιος, ἀπελθὼν ἐν τῇ πόλει αὑτοῦ, ᾠκοδόμησεν ἐκκλησίαν, εἰς συγγνώμην τοῦ
ἀπειθήσαντος λαοῦ, καὶ πικρῷ θανάτῳ τοῦ ζῆν ἀπαλλαγέντος. Καὶ χρόνον ἐκεῖσε
ἱκανὸν διαβιβάσας, εἰς τὴν Κτησιφῶντα πόλιν ἀφίκετο· ἐν ᾗ καὶ σύνοδον εὑρὼν
Ἐπισκόπων, ἔστη ἐν μέσῳ αὐτῶν ἐλέγχων τὸν Ἐπίσκοπον, δι᾿ ὃν καὶ ἡ σύνοδος
γέγονε. Τοῦ δέ, ἐξευτελίζοντος τὸν Ἅγιον καὶ μυκτηρίζοντος καὶ τοῖς αὑτοῦ
προβλήμασιν ἐπὶ πάντων ἐγκαυχωμένου, ὁ Ἅγιος πρὸς αὐτόν, «Ἐπειδὴ ἀδιόρθωτος,
φησί, μένων, ἀλαζονεύῃ γαυριῶν κατὰ τῶν τοῦ Κυρίου μου Ἀρχιερέων, οὓς ἐπισυνῆψε
τὸ Πνεῦμα τὸ Ἅγιον, ἤδη ἔφθασεν ἐπὶ σὲ ἡ ὀργὴ τοῦ Κυρίου, ἡμίξηρόν σε
ἀποκαθιστῶσα ἐπὶ χρόνοις πλείστοις, ἐφ᾿ ᾧ διὰ σοῦ καὶ τοὺς λοιποὺς
σωφρονισθῆναι». Καὶ ἅμα τῷ λόγῳ, σκηπτὸς ἐξ οὐρανοῦ κατελθὼν ἀπὸ βροντῆς
φρικώδους, ὡς εἶδος ἀστραπῆς, ἡμίξηρον αὐτὸν εἰργάσατο καὶ ἔμεινεν οὕτως ἐπὶ
χρόνους δώδεκα ἡμίξηρος. Καὶ μετὰ ταῦτα τὴν πόλιν ἐκείνην λιπών, πάλιν εἰς
ἑτέραν πόλιν ἀφίκετο.
Ὁ
γοῦν ἄρχων τῆς πόλεως, χαλεπῇ μαστιζόμενος νόσῳ ἐπὶ χρόνοις δυσί, τὴν τούτου
παρουσίαν μαθών, μηνύσας, ἱκέτευεν ἀφικέσθαι πρὸς αὐτόν, εὐχῆς μεταδοῦναι καὶ
ἐπισκέψασθαι νοσοῦντα δεινῶς. Καὶ ὡς κατήγγειλε τὴν ἄφιξιν ὁ ἀποσταλείς, ὁ
Ἅγιος πρὸς αὐτόν· «Ἄπελθε, φησίν, εἰπὲ τῷ ἀποστείλαντί σε ἀσθενεῖ μεγάλῃ τῇ
φωνῇ· Τάδε ὁ Ἐπίσκοπος σοὶ δηλοῖ· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν ἐγὼ κηρύττω ὁ
ἀνάξιος καὶ εὐτελής, ἀποβαλοῦ πᾶσαν περιέχουσάν σε νόσον, καὶ περιζωσάμενος τὴν
ὀσφύν σου, ἐλθὲ τοῖς ποσί σου περιπατῶν, καὶ ὄψομαί σε». Τοῦ δὲ ἀπελθόντος καὶ
εἰρηκότος αὐτῷ κατὰ τὸν τοῦ Ἁγίου λόγον, ὁ ἄρχων ἀναῤῥωσθεὶς καὶ ἐνδυναμωθείς,
ὡς μηδοτιοῦν λείψανον τοῦ δεινοῦ νοσήματος περιφέρων, ἀπῆλθε πρὸς τὸν Ἅγιον,
οἰκείοις βαδίζων ποσίν· οὗ τοῖς τιμίοις ἑαυτὸν προσρίψας ἴχνεσιν, ἀμφοτέραις
χερσὶν ἐπιβαλλόμενος, ἐκυλινδοῦτο καὶ κατησπάζετο, εὐχαριστῶν τῷ Θεῷ, τῷ οὕτως
αὐτὸν δοξάσαντι. Τοῦτο τὸ παράδοξον θαῦμα πολλοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν
ἐπεσπάσατο.
Ἐκεῖσε
καὶ δαίμονας ἀπήλασεν ὁ Ἅγιος οὐκ ὀλίγους· καὶ γυναῖκα, κλινήρη οὖσαν ἐπὶ
χρόνοις ἐννέα παρειμένην, τῆς χειρὸς κρατήσας ἀνίστησιν ὑγιῆ· καὶ ἀδίκως τινὰ
παρ᾿ ἑτέρου ὑφαιρούμενον καὶ τὴν ἀδικίαν δι᾿ ὅρκου καταφρονητικῶς
διαβεβαιούμενον καὶ τοὺς λόγους τοῦ Ἁγίου παρ᾿ οὐδὲν θέμενον, διὰ προσευχῆς τὴν
τοῦ Γιεζῆ λέπραν καθ᾿ ὅλου τοῦ σώματος σχεῖν παρεσκεύασεν, εἰς διόρθωσιν τῶν
πολλῶν. Ὡς ἐκ τούτου πλῆθος οὐκ ὀλίγον τῆς πόλεως προσελθεῖν τῷ Ἁγίῳ καὶ τὴν
εἰς Χριστὸν πίστιν ἀνακαλεῖσθαι· καὶ ἕτερα σημεῖα ἐν διαφόροις τόποις οὐκ ὀλίγα
ἐποίησεν. Ἀλλ᾿ ὁ Βασιλίσκος τούτων ἀκούσας, μετεστείλατο τὸν Ἅγιον· καὶ παραστήσας
σὺν τοῖς δυσὶ μαθηταῖς αὐτοῦ, ὡς εἶδε τὴν εἰς Χριστὸν πίστιν αὐτῶν ἀκλινῆ καὶ
ἀσάλευτον, πάμπολλα εἰς αὐτοὺς πρότερον δεινὰ ἐνδειξάμενος, αὐτὸς δι᾿ ἑαυτοῦ τὸ
ἴδιον ξίφος σπασάμενος, βάλλει κατὰ τοῦ στήθους τὸν Ἅγιον· ὁμοίως δὲ καὶ ὁ
ἀδελφὸς τοῦ Βασιλίσκου, τῷ ἰδίῳ ἀδελφῷ συναιρόμενος, βάλλει καὶ αὐτὸς τὸν Ἅγιον
κατὰ τῆς καρδίας. Ὁ δὲ τοῦ Κυρίου Ἀθλητής, ἔτι ἐμπνέων· «Ἐπειδὴ συνεφωνήσατε,
φησίν, ἀναίτιον ὄντα με ἀποκτεῖναι, αὔριον ταύτῃ τῇ ὥρᾳ ἐκ χειρὸς ἀλλήλων τὸ
αἷμα ὑμῶν ἐκχυθήσεται καὶ ἡ μήτηρ ὑμῶν ἄτεκνος ἔσται». Καὶ ταῦτα εἰπών,
παρέδωκε τὴν ψυχὴν τῷ Κυρίῳ. Καὶ τοὺς δύο μαθητὰς αὐτοῦ, εἰς δύο βουνοὺς
ἀναγαγὼν ὁ δυσσεβὴς Βασιλίσκος, τοῖς λίθοις συνέχωσε. Τῇ δὲ ἑξῆς ἐξελθὼν ὁ
δυσσεβὴς καὶ ὁ αὐτοῦ ἀσελφὸς εἰς θήραν, οὐδὲν λογισάμενοι τὸ τοῦ Ἁγίου πρόῤῥημα,
ἔλαφον εὐμεγέθη καταφθάσαντες μονώτατοι, ἐξ ἑκατέρου μέρους αὐτῆς εὑρεθέντες,
ἀφῆκαν τὰς λόγχας κατ᾿ αὐτῆς· αἱ δέ, ὡς ῥοίζῳ τινὶ κατ᾿ αὐτῶν ἐλθοῦσαι, ταῖς
καρδίαις αὐτῶν ἐμπεπήγασιν. Καὶ οὕτω τὰς ψυχὰς αὑτῶν βιαίως ἀποῤῥήξαντες, τοῦ
ζῆν ἀπηλλάγησαν. Οἱ δὲ ἅγιοι τοῦ Χριστοῦ Μάρτυρες ὑπὸ τῶν πιστῶν κηδευθέντες,
τὴν ἀτελεύτητον καὶ ἀΐδιον ζῶσι ζωήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Ὁμολογητοῦ Γεδίου
τοῦ Ἐπισκόπου, τοῦ καὶ χειροτήσαντος τὸν Ἅγιον Μῖλον.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου.
Ἀσκήσει Ἀρσένιε Χριστὸν δοξάσας,
δόξης κατηξίωσαι τῆς ὑπὲρ λόγον.
Οὗτος
ὁ μακάριος καὶ νεοφανὴς ἐν Ἁγίοις Πατράσιν, ὥρμητο ἐξ Ἀνατολῆς, γεννηθεὶς ἐκ
γονέων εὐσεβῶν, Ἐλευθερίου καὶ Βαρβάρας τὴν κλῆσιν, ἐν ἔτει 1840, ἐν τινι χωρίῳ
ἐγγὺς τῆς Καισαρείας, Φάρασα κοινῶς λεγομένῳ.
Κάτοχος
γενόμενος τῆς ἐγκυκλίου παιδείας, καὶ ἀγαπήσας ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν
Κύριον, ἠκολούθησεν αὐτῷ, φθάσας τὸ εἰκοστὸν ἕκτον ἔτος τῆς ἑαυτοῦ ἡλικίας.
Περιβληθεὶς τὸ σχῆμα τῶν Μοναχῶν ἐν τῇ ἐκεῖσε Μονῇ τοῦ Τιμίου Προδρόμου, ἔλαβε
τὸ ὄνομα Ἀρσένιος, ἀντὶ Θεοδώρου, οὗ πρότερον ἐκαλεῖτο· ἔνθεν συντονωτάτῃ
ὑποβέβληται ἀσκήσει, νηστείαις καὶ ἀγρυπνίαις καὶ δάκρυσι καὶ ἀεννάοις
προσευχαῖς σχολάζων, καὶ κατατήκων τὴν σάρκα, καὶ μυστικαῖς θεωρίαις καὶ θείαις
ἐλλάμψεσι λαμπρύνων τὴν ἑαυτοῦ ψυχήν. Ὅθεν ὁ Κύριος, ἀμειβόμενος τοὺς κόπους
αὐτοῦ, δέδωκεν αὐτῷ πλουσίαν τὴν χάριν τῶν θαυμάτων· πολλοὺς γὰρ ἀσθενοῦντας
ἰάσατο, καὶ δαιμονῶντας τῆς μάστιγος ἐῤῥύσατο, πιστοῖς καὶ ἀπίστοις προσεφαπλῶν
τῆς εὐεργεσίας τὸν πλοῦτον. Καὶ ἐν Σιὼν ἱερουργῶν σὺν ἄλλοις ἱερεῦσιν, ἔλαμψε
τὸ πρόσωπον αὐτοῦ, διαδοθείσης ἐν αὐτῷ τῆς ἔνδοθεν αὐτοῦ χάριτος καὶ
λαμπρότητος.
Ὁσίως
καὶ ἀμέμπτως διανύων τὴν ζωήν, καὶ περιφανὴς καὶ αἰδέσιμος ταῖς κατ’ ἀρετὴν
προκοπαῖς καὶ ἐπιδόσεσι γεγονώς, παρεγένετο ἐν Ἔλλάδι σὺν πᾶσι τοῖς ἐν Μικρᾷ
Ἀσίᾳ Χριστιανοῖς, ἐν ἔτει 1924 κατὰ μῆνα Αὔγουστον, ἀνταλλαγῆς καὶ μετοικεσίας
γενομένης, καὶ ἐγκατεστάθη ἐν τῇ νήσῳ Κερκύρᾳ, ἔνθα μετὰ τεσσαράκοντα ἡμέρας,
μικρὸν νοσήσας, καὶ προειπὼν τὸν ἑαυτοῦ θάνατον, μετέστη πρὸς τὰς οὐρανίους καὶ
αἰωνίους μονάς, τὸ ὀγδοηκοστὸν καὶ τρίτον ἄγων τῆς ἡλικίας ἔτος.
Παρεληλυθότων
δὲ τριάκοντα καὶ τεσσάρων ἐτῶν, ἐγένετο ἡ ἀνακομιδὴ τῶν τιμίων αὐτοῦ λειψάνων,
ὑπὸ τοῦ Γέροντος Παϊσίου τοῦ Ἁγιορείτου, ἅτινα καὶ κατετέθησαν ἐν τῇ Γυναικείᾳ
Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, τῇ οὔσῃ ἐγγὺς τῆς Σουρωτῆς
Θεσσαλονίκης.
Ἧν
δὲ ὁ Ὅσιος κατὰ τὸν τύπον τοῦ σώματος, τῇ ἡλικίᾳ εἰς ὕψος ἐκτεινόμενος· τῇ ὄψει
ἰσχνός, τῇ συντόνῳ ἀσκήσει· εἶχε τρίχωμα δασύ, ὡσαύτως καὶ ὀφρῦς, τὴν δὲ
γενειάδα καθικνουμένην ἄχρι τοῦ στήθους· ὀφθαλμοὺς μεγάλους, καὶ μέτωπον εὐρύ,
τοῖς δὲ τρόποις ἧν σύννους καὶ αὐστηρός, οἱονεὶ ὁρῶν τὸν ἀόρατον, κατὰ τὸν
θεῖον Παῦλον.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Εἰκόνος χρυσῆς.
Αἱμάτων
κρουνοῖς, ἀθεΐας τὴν πυρὰν ἐναποσβέσας, ὄμβροις θαυμάτων Ἀξιάγαστε, τοὺς
ἐκτακέντας τοῖς πάθεσι, πάντοτε δροσίζεις βοῶντας, καὶ πιστῶς ἀναμέλποντας·
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θαυμάτων
βυθός, ἰαμάτων ποταμὸς κρήνη προχέουσα, πᾶσαν ὑγείαν πᾶσαν ἄφεσιν, τῶν λυπηρῶν
ἀναδέδεικται, Μάρτυς ἀθλοφόρε Ὀρέστα, ἡ σωρὸς τῶν λειψάνων σου· ἣν
προσκυνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.
Λυθεὶς
τῶν παθῶν, τῶν τοῦ σώματος σοφὲ διὰ βασάνων, ζῴῳ δεσμεῖσαι ἀπαγόμενος, καὶ
ὠμοτάτως συρόμενος· ὅθεν τῆς σαρκὸς ἀπελύθης, καὶ Θεῷ καθαρώτερον, καὶ
τελεώτερον σαυτόν, Μάρτυς συνέδησας.
Θεοτοκίον
Ὁ
φύσει Θεός, φύσιν εἴληφεν ἐκ σοῦ Ἁγνὴ βροτείαν, καὶ σάρξ ὡράθη ὑπὲρ ἔννοιαν,
διὰ πολλὴν ἀγαθότητα, σῶσαι βουληθεὶς τοὺς ἀνθρώπους· ὃν ὑμνοῦντες κραυγάζομεν·
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἕτερος.
Οἱ ἐκ τῆς Ἰουδαίας.
Πικραῖς
οὐ κατεπτήχθης ἀπειλαῖς ἡγεμόνος ἀπαρνηθῆναι Χριστόν, ἀλλ’ ἐν δυνάμει τούτου,
τῶν ἥλων ἐμπαγέντων, ἐν τῷ σώματι ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ῥευμάτων
ποταμίων ἐξαχθέν σου τὸ σῶμα λαμπροφοροῦντος χερσίν, Ὀρέστα κατετέθη, ἰάματα
πηγάζον, ἐκβοώσῃ τῇ πόλει σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τριαδικόν.
Συντήρησον
τὸν κόσμον ἡ Τριὰς ἐν γαλήνῃ τῇ δ’ Ἐκκλησίᾳ σου, εἰρήνηην δὸς πρεσβείαις, τοῦ
γενναίου Ὀρέστου, ὃν τιμῶντες κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον
Μητέρα
καὶ Παρθένον ἐγνωκότες Σὲ πάντες ἀνευφημοῦμεν ἁγνή, ὡς τὸν Σωτῆρα πάντων,
τετοκυῖαν ἀφράστως, τῶν βοώντων πανύμνητε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
ᾨδὴ
η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὑπὲρ
τὴν πρόσκαιρον ζωήν, τὴν αἰώνιον σοφὲ ἐπιποθήσας, τῆς θνῃσκούσης Ὀρέστα, καὶ
φθειρομένης σαρκός, οὐδόλως ἐφείσω πανόλβιε· ὅθεν τὰς βασάνους, ὑπέμεινας
γενναίως.
Σὲ
τὸ ἀρνίον τοῦ Χριστοῦ, ὥσπερ λύκος πονηρὸς κατασπαράττων, αἰκισμοῖς ὁ διώκτης,
θῦμα δεκτὸν ἱερόν, καὶ θεῖον εἰργάσαντο σφάγιον, ἄξιον τῆς ἄνω, Δεσποτικῆς
τραπέζης.
Ἅρμα
τοῦ Λόγου γεγονώς, ἐποχούμενον αὐτὸν ἔσχες Παμμάκαρ· ὅθεν δεθεὶς ἀλόγοις
ἀπαγωγῇ πονηρᾷ, συρμῷ τε βιαίῳ ἐξέπνευσας, καὶ πρὸς τὴν ἀγήρω, νύσσαν ἔφθασας
χαίρων.
Θεοτοκίον
Ἱερωτάταις
σε φωναῖς, προκατήγγειλαν Θεοῦ σεπτοὶ Προφῆται, ἐσομένην Μητέρα, ξενοπρεπεῖ
τοκετῷ, τοῦ πάντων κτισμάτων δεσπόζοντος· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς
αἰῶνας.
Ἕτερος.
Τὸν Βασιλέα.
Τοῦ
Βασιλέως, τῶν οὐρανῶν στρατιώτης, γεγονὼς νικηφόρος Ὀρέστα, μέλπεις σὺν
Ἀγγέλοις, Αυτὸν εἰς τοὺς αἰῶνας.
Ὑπὲρ
τῆς δόξης, Θεοῦ δοξάζοντος πάντας, τοὺς δοξάζοντας Αὐτὸν ἐβασανίσθης· διὸ
ἀντιδοξάζῃ, Ὀρέστα εἰς αἰῶνας.
Τριαδικόν.
Φῶς
ἓν ὑμνοῦμεν, τὸν ἐκ φωτὸς Πατρὸς Λόγον, καὶ τὸ Πνεῦμα φῶς θεῖον Τριάδα, Θεότητα
μίαν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ
Ἀθλοφόρος, ὁ ἐν τῇ Βάτῳ Ὀρέστης, τὴν ζωὴν ἀπέθετο Παρθένε, μυστικήν σε Βάτον,
ὑμνῶ εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Νενικηκὼς
τοὺς τυράννους, μετὰ πλείστας βασάνους, μετῆλθες πρὸς Θεὸν περιχαρῶς, νίκης
βραβεῖα δεξάμενος, ὡς ὁπλίτης γενναῖος, ὡς μέγας ἀριστεύς, ὡς ἐκλεκτός τοῦ
Χριστοῦ στρατιώτης, Ὀρέστα παμμακάριστε.
Ἐν
οὐρανοῖς συγχορεύεις, τοῖς Ἀγγέλοις παμμάκαρ, καὶ μέλπεις σὺν αὐτοῖς
χαρμονικῶς· Ἅγιος, Ἅγιος, Ἅγιος, Πατὴρ ὁ παντοκράτωρ, Υἱὸς ὁ ὁμοούσιος Πατρί,
καὶ τὸ Ἅγιον Πνεῦμα, Τριὰς ἡ παντοδύναμος.
Συναγελάζων
χορείαις, Ἀποστόλων Μαρτύρων, Ὁσίων Προφητῶν ἱεραρχῶν, Μάρτυς σὺν τούτοις
δεήθητι, τοῖς τιμῶσί σε πόθῳ, δοθῆναι ἱλασμὸν ἁμαρτιῶν, καὶ παντοίων κινδύνων,
Ὀρέστα ἀπολύτρωσιν.
Θεοτοκίον
Ὡς
τοῦ Κυρίου Μητέρα, Χερουβὶμ ὑπερτέραν, πανάχραντε Παρθένε δυσωπῶ· Τῆς
ταλαιπώρου καρδίας μου, τὰ ἐπώδυνα πάθη, θεράπευσον καὶ ῥῦσαί με πυρός, ἐν
ἡμέρᾳ τῆς δίκης, τὸν καταδίκης ἄξιον.
Ἕτερος.
Κυρίως Θεοτόκον.
Χορεύσωμεν
ἐν θείοις, ᾄσμασι τελοῦντες, μνήμην Ὀρέστου τοῦ Μάρτυρος σήμερον, ὑπὲρ ἡμῶν γὰρ
πρεσβεύει Κυρίῳ πάντοτε.
Ψαλμοῖς
δὲ σὺ καὶ ὕμνοις, πόλις τῶν Τυάνων, σὸν πολιοῦχον Ὀρέστην ἑόρταζε νῦν,
μεγαλαυχοῦσα τῇ δόξῃ τούτου καὶ χαίρουσα.
Τριαδικόν.
Ὦ
Πάτερ Λόγε Πνεῦμα, Ὀρέστου ταῖς πρεσβείαις, αἰτησαμένῳ τὸν ὕμνον καὶ τῷ
πονήσαντι, ἀντιβραβεύοις τελείαν πταισμάτων ἄφεσιν.
Θεοτοκίον
Ὑπερευλογημένη,
Κόρη ἡμᾶς σῶσαι, τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν αἴτησαι, τοὺς εὐσεβῶς Θεοτόκον Σὲ
καταγγέλοντες.
Ἐξαποστειλάριον.
Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.
Χορείαν
συστησάμενοι, κροτήσωμεν ἐν ᾄσμασι, τοῦ Ἀθλοφόρου Ὀρέστου, τὴν μνήμην
ἐπιτελοῦντες, Χριστὸν γὰρ ἀληθῆ Θεόν, οὗτος τρανῶς ἐκήρυξε· διὸ καὶ νῦν
ἀγάλλεται, ἐν οὐρανοῖς σὺν Ἀγγέλοις, ὑπὲρ τοῦ κόσμου πρεσβεύων.
Ἕτερον.
Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ
πόλις τῶν Τυάνων, ἀγάλλου χαῖρε καὶ σκίρτα, ἀνθήσασα τῷ Κυρίῳ, τὸν Ἀθλοφόρον
Ὀρέστην, καὶ τὰ μνημόσυνα τούτου, νῦν ἐπικρότει τοῖς ὕμνοις.
Θεοτοκίον
Ὦ
Δέσποινα Θεοτόκε, τὸν Σὸν Υἱὸν ἐκδυσώπει, ἡμᾶς λυτρῶσαι κινδύνων, τοὺς τὴν
φωνήν Σοι βοῶντας, Ἀγγέλου τὴν χαρμόσυνον· Μῆτερ ἀνύμφευτε Χαῖρε.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
ἀριστέα τῆς ἄνω στρατολογίας Χριστοῦ, τὸν τοῦ ἐχθροῦ τὸ θράσος, καὶ ὀφρὺν
καθελόντα, Ὀρέστην τὸν πολύτλαν, δεῦτε πιστοί, εὐφημήσωμεν ᾄσμασι, καὶ γὰρ
πρεσβεύει ἀπαύστως ὑπὲρ ἡμῶν, τῇ Τριάδι παριστάμενος.
Αἱ
τῶν Ἀγγέλων χορεῖαι φαιδρῶς ἐκρότησαν, ἐπὶ τῇ σῇ ἀθλήσει, γενναιόφρον Ὀρέστα,
ὁρῶσαί σε ἐνώπιον δικαστοῦ, παρανόμου κηρύττοντα, ὅτι Χριστοῦ ἐκ προγόνων
δοῦλος πιστός, ειμὶ ἔφυν τε καὶ ἔσομαι.
Τῶν
Τυανέων ἡ πόλις σκίρτα καὶ χόρευε, ἀνθήσασα ὡς κρῖνον, εὐωδέστατον ὄντως, τὸν
ἔνδοξον Ὀρέστην τὸ εὐκλεές, Ἀθλητῶν ἐγκαλλώπισμα, τῆς εὐσεβείας τὸν κήρυκα τὸν
λαμπρόν, ἀσεβείας τε διώκτην στεῤῥόν.
Τῶν
ἰαμάτων τὴν χάριν παρὰ Θεοῦ εἰληφώς, τοὺς προσιόντας πόθῳ, εὐλαβῶς τῷ ναῷ σου,
καὶ τοὺς ἐπιτελοῦντάς σου τὴν φαιδράν, καὶ φωσφόρον πανήγυριν, ἐκ νοσημάτων
παντοίων φθοροποιῶν, ἀπαλλάττοις Μάρτυς ἔνδοξε.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
φιλομαρτύρων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι
τὴν Ἐκκλησίαν, ἐπὶ τῇ μνήμῃ τοῦ Μάρτυρος Ὀρέστου. Οὗτος γὰρ ὁ τοῦ ἐπουρανίου
Βασιλέως γενναῖος στρατιώτης, καλῶς ἀγωνισάμενος κατὰ τοῦ ἀντιπάλου, τὰ τούτου
εἴδωλα δυνάμει ἀοράτῳ εἰς χοῦν ἐλέπτυνε, κατὰ τὸ γεγραμμένον, ὃν ἐκρίπτει ὁ
ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. πρὸς αὐτὸν οὖν βοήσωμεν· Ὀρέστα Μάρτυς ἔνδοξε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, λυτρωθῆναι κινδύνων ψυχῆς τε καὶ σώματος, τοὺς φαιδρῶς
ἑορτάζοντας, τὴν σεβασμίαν σου ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἀθλητὴν
ὑπέρλαμπρον τοῦ Χριστοῦ, καὶ Μαρτύρων θείων, ἐγκαλλώπισμα φαεινόν, τὸν ἐκ τῶν
Τυάνων, καὶ Καππαδόκων χώρας, τὸν ἔνδοξον Ὀρέστην, ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου