Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 11. ΟΣΙΟΣ ΠΑΥΛΟΣ ΣΑΛΛΟΣ ΚΟΡΙΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ ΙΑ΄!!
ΠΑΥΛΟΣ ΟΣΙΟΣ ΣΑΛΛΟΣ ΚΟΡΙΝΘΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐκ περάτων συνδράμετε, καὶ Κορίνθῳ προσέλθετε, ἑορτὴν ποιούμενοι πανσεβάσμιον, Παύλου τοῦ θείου δοξάσαντος, Χριστὸν τὸν Θεὸν ἡμῶν, προσποιήσεσι, μωραῖς ἀρεταῖς λαμπρυνόμενον ὦ θεόφρονες, χαμευνείαις νηστείαις καθαρθέντα, τῇ ἀσκήσει καὶ δειχθέντα, σκεῦος Χριστοῦ ἱερώτατον.

Ὡς ἀστέρα πολύφωτον, ἀρεταῖς διαλάμποντα, ἐν Κορίνθῳ εὕρομεν ὁσιώτατε, τὸν γὰρ Σταυρὸν τοῦ Κυρίου σου, ἐπ’ ὤμου λαβόμενος, ἐπορεύθης ἀκλινῶς, τὴν εὐθεῖαν καὶ εἴληφας στέφη ἄφθαρτα, ἐκ χειρὸς τοῦ Δεσπότου ἃ καὶ νέμεις, τοῖς ἐν πίστει ἐκτελοῦσι, μνήμην τὴν σὴν τὴν πανίερον.

Καὶ τῷ κρύει πηγνύμενος καὶ τῷ θέρει μακάριε, ὑπομένων ἅπαντα ἐκαρτέρησας, ἐξ ἁπαλῶν γὰρ ὀνύχων σου, Χριστὸν ἠκολούθησας, μετὰ πόθου καὶ χαρᾶς, ἐν νυκτὶ καὶ ἡμέρᾳ τε προσδεόμενος· διὸ ἔχων Κυρίῳ παῤῥησίαν, μὴ ἐλλίπῃς ἱκετεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε τῶν Ἀποστόλων ὁ χορός, Ἱεραρχῶν ὁ σύλλογος, καὶ ἀσκητῶν πλήθη τε τὰ ἐν Κορίνθῳ, συνελθόντα πιστῶν πανηγυρίσωμεν φαιδρῶς, Παύλου τοῦ διὰ Χριστὸν Σαλοῦ καὶ θερμοτάτου τῆς εὐσεβείας κήρυκος, τὴν πάμφωτον μνήμην· ἐναρμόνιον δ’ ὕμνον ἄδοντες εἴπωμεν· χαίροις, ὁ τὸν Χριστὸν ἀγαπήσας, καὶ τὸν κόσμον ἀρνησάμενος· χαίροις, ὁ μωραῖς εἰσηγήσεσι τὸν πολυμήχανον διαφυγών· χαίροις, ὁ πολλοὺς τοὺς στεφάνους, παρὰ Θεοῦ κομισάμενος. Καὶ νῦν, παμμακάριστε Παῦλε, τῷ θρόνῳ τοῦ Κυρίου παρεστώς, μνείαν ποιοῦ καὶ ἡμῶν τῶν γεραιρόντων, τὴν ἀεισέβαστον μνήμην σου.






Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ  Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας  Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι  εἰς τὸν αἰῶνα ζῶσι,  καὶ ἐν   Κυρίῳ    μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ  βασίλειον  τῆς  εὐπρεπείας, καὶ τὸ  διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει  τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ  δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς  παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου  τῶν νεφῶν, ἐπὶ  σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται  αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει  αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.  Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Ἀγάλλεσθε ἅπαντες οἱ ἐν Κορίνθῳ, λόφοι τε καὶ ὄρη ὡς ἀρνία σκιρτήσατε σήμερον, ἐπὶ τῇ μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Παύλου τοῦ σημειοφόρου καὶ παμμάκαρος. Ἀγάπῃ γὰρ πίστει καὶ ἐλπίδι κεκοσμημένος, εἰσῆλθεν εἰς τὴν Βασιλείαν τῶν οὐρανῶν. Αὐτοῦ πρεσβείαις Κύριε, ἀξίωσον ἡμᾶς τῆς αἰωνίου χαρᾶς.

Ἦχος β΄.
Ὁ νικῶν περιβαλεῖται ἐν ἱματίοις λευκοῖς καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τοῦ βίβλου τῆς ζωῆς. Ταῦτα ἀκούσας καὶ ποθήσας, ἁγιώτατε Πάτερ, νοΐ κεκαθαρμένῳ καὶ ἁγνεύοντι λογισμῷ ἠκολούθησας τῷ Χριστῷ, σταυρώσας τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ ἐλογίσω σκύβαλα πάντα τὰ ἐν γῇ. Καὶ νῦν ἐν οὐρανοῖς εὐφραινόμενος, μέμνησο καὶ ἡμῶν, ὡς παῤῥησίαν τυχὼν ὁσιώτατε.

Ἦχος γ΄.
Πάντες οἱ πιστοὶ συνέλθετε σήμερον Κορίνθῳ, τὴν μνήμην τιμῶντες τοῦ πανευφήμου Πατρός, ἐν ἐσπέρᾳ γὰρ καὶ πρωΐ καὶ μεσημβρίᾳ, ἀλλὰ καὶ ἐν νυκτὶ τὸν Χριστὸν ἐν τοῖς στέρνοις φέρων ἐδοξολόγει αὐτοῦ τὴν δύναμιν. Καὶ μεταστὰς ἐν οὐρανοῖς, ἀδιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ βαστάζων, Παῦλε παναοίδιμε, λοιδωρούμενος οὐκ ἀντελοιδώροις, πάντα ὑπομένων τῇ ἰσχύϊ τοῦ Χριστοῦ, μωρίαις μὲν τῇ ἡμέρᾳ χλευαζόμενος, κλαυθμῷ δὲ τῇ νυκτὶ καθαιρόμενος, σὺν Ἀγγέλοις συνωμίλεις καὶ συνευφραίνεσο, ὢ τοῦ θαύματος! Μέγας εἶ Κύριε, καὶ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Σου.


Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Δεῦρο, τῶν Κορινθίων πληθύς, σὺν Ἀποστόλοις καὶ Ὁσίοις καὶ Μάρτυσι, συνέλθετε ἐπὶ μνήμῃ, τοῦ θεοφόρου Πατρός, καὶ ἐν τῇ ἀσκήσει διαλάμψαντος, τοῦ Παύλου γεραίροντες, ἐν ψαλμοῖς τε καὶ ᾄσμασι, τὴν πολιτείαν, τοὺς ἀγῶνας τὰ σκάμματα, φίλον γνήσιον, τοῦ Χριστοῦ μου γενόμενον, ἅπαντες οὖν βοήσωμεν, αὐτῷ μετὰ πίστεως, πάρεσο Πάτερ ἐν μέσῳ, ἡμῶν παρέχων ἰάματα, Χριστὸς δ’ ἱκετεύων, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, πιστὲ θεράπων Χριστοῦ, φιλοπτωχίας ἐραστὴς γὰρ γενόμενος, ἐπήρκεσας πᾶσι Πάτερ, ἀναδειχθεὶς χορηγός, πᾶσι δεομένοις καὶ διδάσκαλος, σαλὸς μὲν φαινόμενος, καὶ προστάτης γενόμενος, τῶν πτωχευόντων, ἀληθῶς συμπαθέστατος, πᾶσιν ἤρκεσας, μεταδοὺς ἱλαρώτατα· ὅθεν τιμῶμεν σήμερον, τὴν θείαν σου κοίμησιν, καὶ ἱκετεύομεν πόθῳ, σὺν κατανύξει αἰτούμενοι, τιμῶντες σὴν μνήμην, ἱλασμὸν ἁμαρτημάτων, καὶ θεῖον ἔλεος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, τῶν Κορινθίων λαμπάς, ἡ τὸν πυρσὸν τῆς εὐσεβείας ἀνάψασα, μωρὸς γὰρ ἐφαίνου Πάτερ, καὶ ταπεινὸς ἐν τῇ γῇ, πλὴν ἐν νῷ θεράπων ἀναδέδειξαι, Χριστοῦ τοῦ παντάνακτος, χλευαζόμενος Ἅγιε, καὶ τὴν καρδίαν, Ἰησοῦ ἀναθέμενος, πᾶσιν ἔλαμψας, μελετῶν τὰ οὐράνια· ὅθεν καθικετεύομεν, ἀπόδος τοῖς μέλπουσι, τὸν φωτισμὸν τὸν ἐξ ὕψους, τῆς εὐσεβείας ὑπέρμαχε, ἡμῖν δὲ παράσχου, τὴν συγχώρησιν πταισμάτων, ταῖς ἱκεσίαις σου.







Δόξα. Ἦχος πλ. α΄.
Ὁσιώτατε Πάτερ Παῦλε παμμακάριστε, τὴν γραφὴν τοῦ ὀμωνυμοῦντός σοι θεοκήρυκος μελετήσας καλῶς, ἔγνως ἐν τοῖς πράγμασιν ὅτι τὸ μωρὸν τοῦ Θεοῦ, σοφώτερον τῶν ἀνθρώπων ἐστί. Διὸ γέγονας μωρὸς τοῖς ἀνθρώποις καὶ σοφῶς διῆγες ἐν Χριστῷ, ὃ ἐστὶν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. Τὸν πολυμήχανον δὲ ἀπατήσας καὶ τὰς παγίδας αὐτοῦ καθελών, βαλὼν δὲ τὴν χεῖρά σου ἐπ’ ἄροτρον σωτηρίας καὶ τῷ φόβῳ τοῦ Κυρίου ὁπλισθείς, ὅλος ὀφθαλμὸς γέγονας, ὡς τὰ Χερουβὶμ καὶ Σεραφὶμ πρὸς τὰ ἄνω ἀποβλέπων, ἔνθα Χριστὸς ὁ Θεός· ᾯ καὶ παριστάμενος, Πάτερ μέμνησο καὶ ἡμῶν, τῶν τιμώντων σε ἐν ᾄσμασι.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μωρίαν ἑκούσιον διὰ Χριστὸν τὸν Θεόν, ἐπόθησας Ὅσιε, καὶ ὡς σοφὸς ἀληθῶς, μωραίνων διήνυσας, μέσου πολλῶν θορύβων, τὸν ἀγῶνά σου Παῦλε· ὅθεν σε ὁ Δεσπότης, Παραδείσου πρὸς πλάτος, ἐσκήνωσε πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κορίνθου πολίτης καὶ προστάτης γεγένησαι, ὡς σημειοφόρος ὑπάρχων, χαρισμάτων ὢν ἔμπλεως, ἐν κόσμῳ Παῦλε Ὅσιε σοφέ, Σαλὸν διὰ Χριστὸν ὑποκριθείς, καὶ βιώσας χριστομίμητα ἐν τῇ γῇ, ὑπόδειγμα τοῖς πᾶσι γέγονας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρουμένῳ σὲ ἡμῖν, πρέσβυν ἀκοίμητον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸ σκεῦος ἐκλογῆς, καὶ Χριστοῦ στρατιώτην, τιμήσωμεν πιστοί, τὸν μακάριον Παῦλον, μωρίαις γὰρ ἀπέσβεσε, τοῦ ἐχθροῦ πανουργεύματα, λοιδωρούμενος, πλὴν ἐν καρδίᾳ κατέχων Ἰησοῦν· διὸ καὶ τοῖς στεφάνοις ἐστέφθη, σοφῶς πολιτευσάμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγῶνα τὸν ἔνθεον Πάτερ Χριστοῦ τοῦ Θεοῦ, καλῶς σὺ ἠγώνισαι πίστιν τηρήσας ἐν γῇ, ἀγάπην ἐλπίδα τε, Παῦλε σημειοφόρε, ἀσκητῶν ἡ ἀκρότης· ὅθεν καὶ τοὺς στεφάνους, ἐκ χειρὸς τοῦ Κυρίου, ἐδέξω νῦν καὶ πρεσβεύεις, ὑπὲρ τῆς ποίμνης σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχδέξαι Δέσποινα τς κεσίας μν, καταύτας προσάγαγε τσΥἱῷ καΘεῷ, Κυρία Πανάχραντε, λσον τς περιστάσεις, τν ες σπροστρεχόντων, σκέδασον τς νέδρας, κατθράση Παρθένε, τν ννφοπλιζομένων, καττν δούλων σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Οὔτε χλεύη ἀνθρώπων σὲ διεκώλυσεν, οὔτε πικραὶ ἀλγηδόνες τὸ καρτερὸν τῆς ψυχῆς, ἠδυνήθησαν σοφὲ διασαλεῦσαί σου, ἀλλ’ ἐπορεύθης ἀκλινῶς, ὑπομένων ἐν χαρᾷ, κακώσεις ὀνείδη θλίψεις, ἐπὶ γῆς γὰρ ἄσημος ὤφθης, ἐν οὐρανοῖς δὲ τὰ νῦν δεδόξασθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὁσιώτατε Πάτερ, Παῦλε παμμακάριστε, τῆς φωνῆς τοῦ Κυρίου ἀκούσας λεγούσης· ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος, ἐξῆλθες ἀνεπιστρόφῳ λογισμῷ τὸν Σταυρὸν τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἀράμενος. Καὶ ἐμφρόνως καὶ σοφῶς πολιτευσάμενος ἔφυες τὰ τοῦ ἐχθροῦ ἔνεδρα, καὶ ἤδη μετ’  Ἀγγέλων συνών, καὶ τὴν φρικτὴν καὶ τρισάγιον δοξολογίαν μέλπεις ἐν φόβῳ καὶ χαρᾷ, Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ὁ Ὤν, καὶ τὸ ἦν καὶ ὁ ἐρχόμενος. Μεθ’ ὧν ἀξίωσον ἡμᾶς συμπαθέστατε Πάτερ, τοὺς τιμῶντάς σε ἐν ᾄσμασι.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Πρὸς τὸν βυθὸν τῶν θαυμαστῶν πράξεων καὶ ὑψηλῶν ἀρετῶν, μὴ κεκτημένος Πάτερ, γλῶσσάν τε καὶ ἔννοιαν, τῷ κυβερνήτῃ πρόσειμι, τῷ διδοῦντι σοφίαν, Χριστῷ τῷ σὲ μεταστήσαντι, Παῦλε πρὸς ζωὴν ἀτελεύτητον.
Ἀναλαβὼν ἐπὶ τῶν ὤμων Ὅσιε τὸν τοῦ Κυρίου σταυρόν, ἐξ ἁπαλῶν ὀνύχων, τοῦτον ἐπεπόθησας, νηστείαις καὶ δεήσεσιν, ἐγκρατείᾳ καὶ πόνοις, τὸν βίον Πάτερ κοσμούμενος, καὶ ταῖς ἀρεταῖς λαμπρυνόμενος.
Ὑπομονῇ καρτερικῶς διέπρεψας ἀκτημοσύνῃ πολλῇ, ἐν τῷ χειμῶνι κρύει, ἐν τῷ θέρει καύσωνι, διπλόθεν δαπανώμενος, καὶ νεκρώσει τελείᾳ, τὴν σάρκα Πάτερ κατέτηξας, Παῦλε ἐραστὰ τοῦ Δεσπότου Χριστοῦ.
Θεοτοκίον.
Ἡ τὸν Δεσπότην τοῦ παντὸς ἐν κόλποις Σου Θεὸν βαστάσασα, καὶ ἐκ μαζῶν Σου γάλα, τοῦτον διαθρέψασα, τὸν τρέφοντα τὰ σύμπαντα, Θεοτόκε μὴ παύσῃ, Αυτῷ πρεσβεύειν ἑκάστοτε, πάσης ἀπειλῆς λυτρωθῆναι ἡμᾶς.






ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα
Γνώσεως οὐκ ἄμοιρος καὶ ψαλμικῶς ᾠδῶν ἔμπλεως, διδακτικῶς ὤφθς, χρυσοῤῥῆμον, μελῳδῶν τὰ θεάρεστα.
Ἔξωθεν τῷ σχήματι, διὰ Χριστὸν μωρὸς δείκνυσαι, ἀλλὰ τῷ νῷ, φρόνιμος θεράπων, τοῦ Θεοῦ Παῦλε γέγονας.
Ῥήμασιν ἀσχήμοσι, τοῖς ἐντυγχάνουσι παίγνιον, καὶ χλευασμὸς ὤφθης ἐν τῷ κόσμῳ, μελετῶν τὰ οὐράνια.
Θεοτοκίον.
Τεῖχος καὶ λιμένα Σε, καὶ φυλακτήριον ἔχομεν, οἱ γηγενεῖς, ἄχραντε Μαρία, παρὰ Σοῦ βοηθούμενοι.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.
Τὸν ἐκ βρέφους λιπόντα κόσμον φθαρτόν, καὶ Χριστῷ κολληθέντα πίστει θερμῇ, Παῦλον εὐφημήσωμεν, τὸν φερώνυμον κήρυκα, τὸν ἀσκήσει πρότερον τὰ πάθη νικήσαντα, καὶ τοῖς ἐν κόσμῳ, δεύτερον μωρίας παιζόμενον· ὅθεν καὶ τὸν δρόμον, εὐσεβῶς τελειώσας, τὸ στέφος ἀπείληφε, τοῦ μισθοῦ ἐπουράνιον, πρὸς αὐτὸν οὖν βοήσωμεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἀποπτύσας τὴν πρόσκαιρον, καὶ ἀπολλυμένην δόξαν μακάριε, τὴν οὐράνιον ἐπόθησας, κληρουχίαν Παῦλε ἀξιάγαστε.
Ἰαμάτων χαρίσματα, τοῖς πεπιστευκόσι Παῦλε διένειμας, ζῶν καὶ πάλιν μετὰ θάνατον, δι’ ὀνείρων πλείστοις ὀπτανόμενος.
Ῥαθυμῶν μὲν οὐδέποτε, ἐν τῇ τῶν ποδῶν σου Πάτερ γυμνότητι, καὶ λακτίσμασι κοσμούμενος, ὡς ὁ Παῦλος χαίρεις ἐν τοῖς στίγμασιν.
Ὡς πατέρα τιμῶμέν σε, καὶ προστάτην Παῦλε θεομακάριστε, συμπολῖταί σου προσπίπτοντες, τῷ ναῷ σου ἴασιν λαμβάνοντες.
Θεοτοκίον.
Μητρικῇ παῤῥησίᾳ Σου, πρέσβευε Χριστῷ Παρθένε Θεόνυμφε, δοῦναι ἄφεσιν πταισμάτων ἡμῖν, καὶ τῶν συνεχόντων περιστάσεων.



ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Τὴν πικρὰν ἀλγηδόνα Πάτερ κατεμάλαξας, ὑπομονῆς γλυκασμῷ καὶ πηγαῖς δακρύων ἐν νυξὶν ἀοράτως κατήρδευσας, τὸν λειμῶνα Παῦλε, σῶν φυτειῶν νοὸς τὴν φρένα, ἡμερόφυτον ἄνθος βλαστάνοντα.
Ἡ τοῦ αἵματος ῥύσις, τῶν πολυωδύνων σου ἑλκῶν μακάριε, τὴν τοῦ ψεύδους φλόγα, τῶν δεινῶν συκοφαντῶν ἀπέσβεσε, ληδωρούντων Πάτερ, τὰ κατὰ σοῦ δαιμονιῶντα, καὶ σαλόν σε καλούντων ἀθέμιτον.
Νεκρωθείς σου τὰ μέλ πάσας συνενέκρωσας, τῶν παθῶν τὰς ὁρμὰς καὶ τῇ ἀπαθείᾳ πολιτεύει, βιῶν χριστομίμητα, θεοφόρε Παῦλε, τῆς ἐκλογῆς σκεῦος ὑπάρχων, πρὸς Θεὸν δὲ μετέστης ὡς ἄξιος.
Θεοτοκίον.
Ἡ Θεὸν ἐν ἀγκάλαις, τὸν ἀκατανόητον μόνη βαστάσασα, καὶ μαζῶν ὡς βρέφος, ἐπιδοῦσα τῷ πάντας ἐκτρέφοντι, Αὐτῷ νῦν πρέσβευε, τῶν θλιβερῶν νῦν ἀπαλλᾶξαι, καὶ χαρᾶς ἀπολαῦσαι Θεόνυμφε.

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Θερμὸς θεράπων Χριστοῦ, ἐγένου μακαριώτατε, ἀκολουθήσας αὐτὸν ἐν γῇ· διὸ πρέσβευε ἡμᾶς τοὺς τιμῶντάς σε, τοῦ εὑρεῖν ῥαδίως, τὴν ὁδὸν πρὸς τὴν μετάνοιαν.
Ἐξέλαμψας ὡς φωστὴρ τοῖς λόγοις ἅμα καὶ ἔργοις σου, ἀκολουθῶν τῷ Χριστῷ, ὁσίως ἀσκούμενος· διὸ καταξίωσον, καὶ ἡμᾶς βαδίζειν, τὴν ὁδὸν πρὸς τὴν μετάνοιαν.
Ὁ ἐν Κορίνθῳ λαός, ἐξέστη πανοσιώτατε, τὴν ἀρετὴν καθορῶν, καὶ θεῖά σου ῥήματα, ἀκούων συνέτρεχε, ὑπὸ σοῦ εὑρίσκων, τὴν ὁδὸν πρὸς τὴν μετάνοιαν.
Θεοτοκίον.
Συνέλαβες Μαριάμ, ἀμνὸν Κυρίου τὸν αἴροντα, τὰς ἁμαρτίας βροτῶν, καὶ πάντας καλέσαντα, ὡς Παῦλος ἐδίδασκε, ἀκλινῶς ποθοῦσι, τὴν ὁδὸν πρὸς τὴν μετάνοιαν.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐπὶ γῆς ἠγώνισαι, Ὅσιε Πάτερ, τῇ ἀσκήσει πρότερον, καθαγνισθεὶς ἐν Χριστῷ, ἐπολιτεύσω σοφώτατα, χλεύη μωρείαις, νικήσας καὶ δόλιον.
Ὁ Οἶκος.
Τὸν ἐν ἀσκήσει διαλάμψαντα Παῦλον, κόσμον δὲ φθαρτὸν λιπόντα, καὶ Θεῷ κολληθέντα, πίστει θερμῇ, ἔξωθεν μὲν διὰ Χριστὸν Σαλὸν φαινόμενον, ἄγρυπνον δὲ τὸ τῆς ψυχῆς ὄμμα κεκτημένον, δεῦτε φιλέορτοι τιμήσωμεν, τὸν Κορινθίας γόνον λαμπρόν, τὸν δαβιτικῶς τοῖς πένησι διδόντα, πλοῦτον πολὺν διδαχῶν καὶ ἀρετῶν. Οὗτος γὰρ ἀσκητικῶς παλαίσας, ὤφθης σοφὸς ἐν τοῖς ἔργοις, νικήσας τὸν δόλιον.



Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Παύλου, τοῦ σαλλοῦ, τοῦ ἐν Κορίνθῳ.
Ὑποκριθεὶς ὁ Παῦλος ἐν γῇ μωρίαν,
Χορῷ θανὼν σύνεστι τῶν θεοφρόνων.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ.
Αἴγυπτος ὄντως, εἰ τέκοι, τίκτει μέγα.
τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει.
Μηνᾶς ἑνδεκάτῃ ἔτλη ξίφος γηθόσυνος κῆρ
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ, στρατευόμενος ἐν τοῖς Νουμέροις (στρατιωτικοῖς τάγμασι), τοῖς λεγομένοις Ῥουταλικοῖς, ὑπ᾿ Ἀργυρίσκῳ ἡγεμόνι, ἐν τῷ Κοτυαείῳ Φρυγίας Σαλουταρίας (ὑγιεινῆς). Μὴ ἀνεχόμενος δὲ καθορᾶν τὴν τῶν εἰδώλων πλάνην παῤῥησιαζομένην, εἰς τὸ ὄρος ἀνῆλθε, νηστείαις ἑαυτὸν καθαίρων καὶ προσευχαῖς. Ἱκανῶς δὲ στομώσας ἑαυτὸν καὶ τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ τὴν ψυχὴν ἀναφλέξας, ἐκ τοῦ ὄρους κατῆλθε. Καὶ στὰς ἐν μέσῳ τῶν εἰδωλολατρῶν, τὸν Χριστὸν ἀνεκήρυξεν. Ὅθεν αἰκισθεὶς καὶ τριχίνοις ὑφάσματι τὰς σάρκας καταξανθεὶς καὶ καυτῆρσι προσομιλήσας πυρὸς καὶ τριβόλοις, ἐν τῷ ἀφειδῶς ἕλκεσθαι, ἅπαν τὸ σῶμα διαλωβηθείς, τὴν διὰ ξίφους δέχεται τελευτήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος.
Οὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ πρὸς ξίφος,
Πᾶσαν μακράν που καρδίας θεὶς δειλίαν.
Οὗτος ἠγωνίσατο ἐπὶ Ἀντωνίου βασιλέως Ῥωμαίων καὶ Σεβαστιανοῦ τοῦ δουκὸς ἐν Ἰταλίᾳ· Ἀναγκασθεὶς γὰρ τὸν Χριστὸν ἀρνήσασθαι καὶ μὴ πεισθείς, τοὺς δακτύλους πρῶτον θλάττεται, εἶτα εἰς κάμινον βάλλεται· καὶ διαρκέσας ἐν αὐτῇ ἡμέρας τρεῖς, ἐξῆλθεν ἀβλαβής. Καὶ δηλητήρια φάρμακα πιεῖν ἀναγκάζεται· ὧν μηδὲν ἐνεργησάντων, ὁ ταῦτα κερασάμενος, τῷ Χριστῷ προσῆλθε πιστεύσας. Καὶ μετὰ ταῦτα, ἐκσπᾶται τὰ νεῦρα, καὶ πυρωθέντι ἐλαίῳ ἐμβάλλεται. Καὶ ἀναρτηθείς, λαμπάσι καταφλέγεται· καὶ κονίαν μετ᾿ ὄξους ἀναγκάζεται τῷ στόματι δέξασθαι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται· καὶ κατὰ κεφαλῆς κρεμᾶται ἐπὶ ἡμέρας τρεῖς· εἶτα τὴν δορὰν ἀφαιρεῖται, καὶ τότε τὸ πνεῦμα τῷ Θεῷ παρατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βικέντιου τοῦ Διακόνου.
Βληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει·
Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς, ἄνω τρέχει.
Οὗτος ὁ ἅγιος Μάρτυς Βικέντιος, ἐν Αὐγουστοπόλει τῆς Ἱσπανίας ὑπάρχων, καὶ διδάσκων τὸν λαὸν μετὰ καὶ τοῦ Ἐπισκόπου Ἱλαρίου (ἢ Οὐαλλερίου), Διάκονος ὤν, κρατηθέντες ἀμφότεροι, ἤχθησαν παρὰ τὸ βῆμα Δατιανοῦ τοῦ ἄρχοντος. Ὃς αὐτίκα σιδήροις αὐτοὺς περιθείς, εἰς πόλιν Βαλεντίαν ἀχθῆναι κελεύει, καὶ δυσωδεστάτῃ φρουρᾷ καθειρχθῆναι. Μετὰ δέ τινας ἡμέρας ἐξαγαγὼν τὸν Βικέντιον, κελεύει ξέεσθαι καὶ σταυρῷ καταπήγνυσθαι καὶ κατὰ μέλος αἰκίζεσθαι· ἐκεῖθέν τε ἀποσπασθείς, στρεβλοῦται καὶ μαστίζεται καὶ τὰς πλευρὰς κατακαίεται. Ἔξαρθρος δὲ γενόμενος ὅλος, ῥάβδους σιδηρᾶς πυρωθείσας ἐπὶ τοῦ στήθους δέχεται. Καὶ ἀποῤῥιφεὶς ἐν τῇ φυλακῇ, βοηθείας θείας καὶ ἀγγελικῆς ἀξιοῦται, καὶ αὐτίκα τῷ Θεῷ τὸ πνεῦμα παρατίθεται.


Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος.
Δένδροις Στεφανὶς προσδεθεῖσα φοινίκων,
Τῶν Μαρτύρων ἤνθησεν ὡς φοῖνιξ μέσον.
Αὕτη, στρατευομένου τινὸς ὑπάρχουσα γαμετὴ καὶ τὸν Χριστὸν ἄνωθεν σεβομένη, ἐν τῷ βλέπειν τὸν ἅγιον Βίκτωρα ὑπὲρ ἄνθρωπον πάσχοντα, ἤδη τὸν ἄνδρα ἀποβαλοῦσα καὶ ἐν χηρείᾳ τυγχάνουσα, ἐμακάρισε τῆς καρτερίας καὶ τῶν στεφάνων, ὧν ὁ Θεὸς ἔμελλε δωρήσασθαι αὐτῷ· δι᾿ ἣν αἰτίαν τῷ ἡγεμόνι προσάγεται. Καὶ ἐπεὶ τὸν Χριστὸν Θεὸν προαιώνιον ὡμολόγησεν, ἐκτείνεται τὰς χεῖρας καὶ δυσὶ φοίνιξι βίᾳ καμφθεῖσι προσδεθεῖσα, ἀφίεται. Ὧν πρὸς τὴν ἰδίαν ἀποκλινάντων ὁρμήν, αὕτη διαιρεῖται καὶ εἰς δύο μερίζεται τμήματα, καὶ οὕτω τῷ Θεῷ τὴν ψυχὴν ἀποδίδωσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοδώρου, Ἡγουμένου τῶν Στουδίου.
Πολλὰς ἀμοιβάς, Θεόδωρε τρισμάκαρ,
Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Κοπρωνύμου, γονέων εὐσεβῶν, Φωτεινοῦ καὶ Θεοκτίστης. Παιδιόθεν δὲ τὸν ἐνάρετον βίον ἑλόμενος, γράμμασιν ἐκπαιδεύεται καὶ εἰς τὸ ἀκρότατον ὕψος τῆς γνώσεως ἀνήχθη. Τὸν μονήρη δὲ βίον ὑπελθὼν καὶ πᾶσαν ἰδέαν ἀρετῆς κατορθώσας, χρίσματος τῆς ἱερωσύνης παρὰ τοῦ μεγάλου Ταρασίου ἀξιοῦται. Καὶ τοῦ ὁσίου Πλάτωνος τηνικαῦτα Ἡγουμένου τῆς Μονῆς τῶν Στουδίου τυγχάνοντος, καὶ παραιτησαμένου, ὁ μακάριος οὗτος τὴν ἡγεμονίαν ἀναδέχεται, καλῶς τὸ πιστευθὲν αὐτῷ ποίμνιον ὁδηγῶν καὶ ἐπὶ νομὰς σωτηρίους ποιμαίνων.
Οὗτος οὖν ὁ μέγας Θεόδωρος καὶ Ταράσιος ὁ ἐν Ἁγίοις, ὁ μὲν ἀπωθεῖται τῆς Ἐκκλησίας, ὁ δέ, μαστιχθείς, ἐν τῇ Θεσσαλονίκῃ περιορίζεται, παρὰ Κωνσταντίνου υἱοῦ Εἰρήνης τῆς βασιλίσσης, διὰ τὸ τὴν μὲν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα ἀποβαλεῖν, ἀγαγέσθαι δὲ ἑτέραν καὶ διελεγχθῆναι παρ᾿ αὐτῶν. Ἐπεὶ δὲ Κωνσταντῖνος τυφλωθεὶς τῆς βασιλείας ἀπεῤῥάγη, ἀνακαλεῖται τῆς ἐξορίας Θεόδωρος. Ἀλλὰ καὶ αὖθις ἐξορίζεται ἐν τῇ τῆς Ἀπολλωνιάδος λίμνῃ.
Ἐκεῖθέν τε πάλιν παραπέμπεται ἐν τῷ τῶν Ἀνατολικῶν θέματι, ἐν ᾧ περὶ τὰς ἑκατὸν μάστιγας περὶ τὸν νῶτον δεξάμενος, γενναίως ἐνεκαρτέρει. Καὶ αὖθις παρὰ τοῦ στρατοπεδάρχου σφοδραῖς μάστιξιν αἰκίζεται. Κἀκεῖθεν ἐν τῇ Σμύρνῃ παραπεμφθείς, εἱρκτῇ δυσωδεστάτῃ ἐγκλείεται καὶ τῷ βασανιστηρίῳ ξύλῳ ἐμβάλλεται. Ἐπεὶ δὲ καὶ αὐτὸς τῆς βασιλείας ἀπεῤῥάγη, καὶ Μιχαὴλ τὰ σκῆπτρα ἐδέξατο, ἀνακαλεῖται τῶν δεσμῶν καὶ τῆς ἐξορίας ὁ μέγας Θεόδωρος. Καὶ μικρὸν ἀνεθείς, τοῖς φίλοις συνῆν, καὶ μετὰ χρηστῆς ἐλπίδος ἀνεπαύσατο ἐν Κυρίῳ. Ἦν δὲ τὴν ἡλικίαν κατάξηρος, ὠχρὸς τὴν ὄψιν, μιξοπόλιος τὴν τρίχα καὶ ἐπιφάλακρος.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Δράκωνος.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀβίβου, ἐπισκόπου Γεωργίας, ἀθλήσαντος ἐν τῷ ἕκτῳ αἰῶνι μ. Χ.

Τῆ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάξιμος, ὁ διὰ Χριστὸν σαλός, ὁ ἐν Μόσχᾳ, ὁ θαυματουργός, ὁ Ῥώσσος, ἐν εἰρήνῃ ἐκοιμήθη ἐν ἔτει 1434 μ. Χ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.




ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φωτισμῷ διανοίας τοῦ ἡλίου τῷ φέγγει Πάτερ ἠτένιζες, διώκων τὴν σκοτώδη, ἀχλὺν τῶν παθημάτων, καὶ κροτῶν ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥυπτικῶς καταπλύνων τὰς τιμίας σου χεῖρας ἐπὶ ὑδάτων πολλῶν, νοητῶς ἐκδιδάσκεις, καθαίρειν τὰς καρδίας, τοὺς ὁρῶντάς σε πάνσοφε, ἐκ λογισμῶν πονηρῶν, καὶ πάσης πανουργίας.
Ὁμιλῶν ἀσχημόνως καὶ ἀσμάτων ἀσέμων χείλη πληρῶν τερπικῶς, ἐξέπληξας τὸν ὄφιν, καὶ πάσας τὰς δυνάμεις, τοῦ ἐχθροῦ διεσκόρπισας, χεῖρας κροτῶν καὶ βοῶν· Χριστὲ εὐλογητὸς εἶ.
Νοητῶν ἐκκαθαίρων τὰς ψυχὰς τῶν νοσούντων διὰ τοῦ ὕδατος, ῥαντίζων ἐπεφώνεις· καθάρθητε καὶ δεῦτε, τῷ Σωτῆρι κραυγάσατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐπὶ Σοὶ Παναγία τὸ ἀνθρώπινον γένος ἔσχε τὴν λύτρωσιν, τῆς πάλαι ἁμαρτίας, καὶ νέαν ἀφθαρσίαν, διὰ Σοῦ κεκαλλώπισται, ἀνακραυγάζον πιστῶς· Χριστὲ εὐλογητὸς εἶ.

ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Ἀποφυγὼν τὰ πρόσκαιρα, καὶ ποθῶν τὰ αἰώνια, δόξης κοσμικῆς, διὰ Χριστὸν κατέπτυσας, γελῶν καὶ γελώμενος, τῶν μοναζόντων ἔρεισμα, καὶ ὑπομονῆς καρτερικώτατε στῦλε, εἰκὼν ἀκτημοσύνης, καὶ ὑπόδειγμα πᾶσι, τοῖς πίστει προσκυνοῦσι, Χριστὸς εἰς τοὺς αἰῶνας.
Γελοιωδῶς τοῖς βλέπουσι, διὰ Χριστὸν τὸν δρόμον σου, παίγνιον μωροῖς προσελογίσθης Ὅσιε, κλαυθμῷ καθαιρόμενος, ἐν ταῖς νυξὶ πρὸς Κύριον, ἔχων τεταμένας τῆς ψυχῆς σου τὰς χεῖρας, ἐβόας θεοφόρε· διὰ Σὲ Λυτρωτά μου, ἀλγῶ καὶ ὑπομένω, τὴν τῶν ἀνθρώπων χλεύην.
Νυκτοπορῶν θεάρεστε, προσευχαῖς καὶ δεήσεσιν, ἡμεροφαὴς ταῖς ἀρεταῖς ἐξέλαμψας, ἐν αἷς κατεφαίδρυνας, τὴν σὴν πατρίδα ἅπασαν, καὶ τοὺς συμπολίτας πανόλβιε Παῦλε, τοὺς πίστει ἐκβοῶντας· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς συγγενεῖς καὶ γνώριμοι, καὶ λαὸς τῆς πατρίδος σου, ἄρχοντες ὁμοῦ σὺν γυναιξὶ καὶ πένησι, τὸν τάφον ὁρῶντές σου, τὰς ἀρετὰς θαυμάζουσι, καὶ τὴν ὀρφάνιαν θρηνῳδοῦντες βοῶσι, πατέρα σε καλοῦντες, καὶ ὑπέρμαχον μέγαν, τρισόλβιε θεράπον, Χριστοῦ τοῦ Βασιλέως.
Θεοτοκίον.
Καταφυγὴ καὶ δύναμις Θεοτόκε ὑπάρχουσα, τῶν πεπιστευκότων εἰς τὴν Σὴν βοήθειαν, ἐν τάχει κατάβαλε, τοῦ Ἰσμαὴλ τὸ φρύαγμα, καὶ τοὺς καθ’ ἡμῶν ὑλακτικῶς μαινομένους, ἀκοίμητε πρεσβεία, τῶν εἰς Σὲ προστρεχόντων, δι’ ἧς πᾶσα ἡ κτίσις, εὑρίσκει σωτηρίαν.



ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Μετέστης θεοφόρε πρὸς οὐρανόν, ἔνθα ἔσχες καὶ ζῶν τὸ πολίτευμα, τῷ συνωνύμῳ σου νοητῶς ἐπακολουθῶν, καὶ ἕως τρίτου ἔφθασας, πίστει καὶ ἐλπίδι ταῖς ἀρεταῖς, ἀγάπῃ θείᾳ Παῦλε, Χριστῷ συμβασιλεύων, καὶ μετ’ Ἀγγέλων συγχορεύων φαιδρῶς.
Ἡ χάρις τοῦ Κυρίου Παῦλε σοφέ, προορᾶν καὶ προλέγειν τὰ μέλλοντα, προφητικῷ, ὄμματι νοὸς ἔδειξεν ἡμῖν, ἀληθινὸν ἐν ἅπασι, καὶ τῶν νοσημάτων φυγαδευτήν· διὸ τῇ σῇ πατρίδι, καὶ πόλει Κορινθίων, πρεσβευτικῶς ἀεὶ προΐστασο.
Νοΐ κεκαθαρμένος καὶ λογισμῷ, κατοπτεύεις τὰ ἄνω Βασίλεια, ἔνθα τρυφῶν, μνήσθητι πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων πόθῳ σου, τὴν δεδοξασμένην σου τελευτήν, καὶ πᾶσι τοῖς γνωρίμοις, χαρίζου τὰς εὐχάς σου, ἀποδημήσας πρὸς τὸν Κύριον.
Θεοτοκίον.
Ἐλπὶς καὶ προστασία Χριστιανῶν, τοὺς ἡμᾶς πολεμοῦντας πολέμησον, τῇ κραταιᾷ, καὶ παντοδυνάμῳ Σου δεξιᾷ, ὅτι ἐν Σοὶ θαῤῥύνοντες, Μήτηρ τοῦ Κυρίου καὶ πλαστουροῦ, βουλὰς ἐπερχομένας, ἐχθρῶν ὑπεναντίων, οὐ δειλιῶμεν, Σὺ γὰρ σκέπεις ἡμᾶς.

Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Τῶν Κορινθίων ἅπασαι αἱ χορεῖαι, συμφώνως θείαν μνήμην τοῦ θεοφόρου, Παύλου δεῦτε ὕμνοις καταστέψωμεν, μελῳδικῶς προσάδοντες· ἀντιλαβοῦ ἡμῶν Πάτερ, ἐν τῇ ἡμέρᾳ τῆς δίκης.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ Παύλου τὴν πανίερον, τελέσωμεν πανήγυριν, οἱ ἐν Κορίνθῳ καὶ πάσῃ, τῇ ἐπαρχίᾳ ἐνθέως, αὐτοῦ ἐγκωμιάζοντες, ἀρετὰς καὶ μιμούμενοι, τὴν πολιτείαν ἅπαντες, ὅτι ἐξέλαμψεν ὄντως, ἐν βίῳ χριστομιμήτῳ.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ὧ Πατὴρ εὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.












Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Κορινθίων τὰ πλήθη δεῦτε συνέλθετε, τὴν ἑορτὴν τιμῶντες, διδασκάλου Ὁσίου, Παύλου δοξασθέντος ἐν γῇ δαψιλῶς, καὶ ἀσκήσει χωρήσαντος, πρὸς οὐρανῶν Βασιλείαν δι’ ἣν ἡμᾶς, ἀγωνίζεσθαι προτρέπεται. (Δίς)

Τίς ἂν ἀξίως ὑμνήσῃ Πάτερ θεόσοφε, ἀγῶνάς σου ὁσίους, καὶ παλαίσματα θεῖα, ὅπερ σὺ ἠργάσω Σαλὸς νομισθείς, ταπεινώσει κοσμούμενος, καὶ τροπωσάμενος ἔνεδρα τοῦ ἐχθροῦ, οὐρανοὺς ἐκληρονόμησας.

Ἐν τῇ ἀσκήσει σου Πάτερ πάντας ἐξέπληξας, τὸν ταπεινὸν καὶ πρᾷον, ἐν καρδίᾳ σου φέρων· ὅθεν ἀνεδείχθης ψυχῶν ἰατρός, πρεσβευτής τε θερμότατος, τῶν προστρεχόντων σοι Παῦλε, καὶ ἐν κλαυθμῷ, αἰτουμένων τὴν βοήθειαν.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀγάλλου καὶ χόρευε, ἡ Ἐκκλησία Κορίνθου, καὶ εὐφραίνου ἐν Κυρίῳ, γόνος σου λαμπρός, Παῦλος ὁ θεόληπτος, ὁ στύλος τῆς ὑπομονῆς, καὶ τῶν πτωχῶν ὑπερασπιστής, σήμερον μετέστης πρὸς οὐρανίους μονάς, υἱὸς Θεοῦ κατὰ χάριν γενόμενος, καὶ συγκληρονόμος Χριστοῦ. Αὐτὸν πάντες ἐν χαρᾷ καὶ πόθῳ ζέοντι, μελῳδικῶς τιμήσωμεν, ὡς πρεσβεύοντα ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου