Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 18. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΟΣ ΠΑΡΑΜΥΘΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ ΙΗ΄!!
ΑΝΑΣΤΑΣΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΑΡΑΜΥΘΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν ὑστέροις καιροῖς, ὡς ἀστὴρ νεόφωτος, ἀθλήσας ὑπὲρ Χριστοῦ, ἡμῖν ἐξέλαμψε, τῆς πίστεως τῷ φωτί, τῆς Ἐκκλησίας φαιδρύνων τὸ πλήρωμα, ὡς ἔνδοξος Ἀθλητής, ὁ Νεομάρτυς Χριστοῦ Ἀναστάσιος, ὁ Παραμυθίας γόνος, καὶ σεπτὸν ἀγλάϊσμα· οὗ τὴν ἔνθεον μνήμην, ἑορτάσωμεν γηθόμενοι.

Βαβαὶ τῆς Σῆς προμηθείας Χριστέ! ὅτι ἀσθενείᾳ, φύσεως ἐνίσχυσας, ἀθλῆσαι ὑπὲρ τοῦ Σοῦ, Σῶτερ ὀνόματος, ἐσχάτοις ἐν τοῖς καιροῖς, καὶ τῶν Μαρτύρων τῶν πάλαι τὴν ἔνστασιν, μιμήσασθαι καρτερῶς, ἀκαταπλήκτῳ ψυχῆς παραστήματι, Ἀναστάσιον τὸν νέον, Ἀθλητήν Σου Κύριε· οὗ πρεσβείαις οἰκτίρμον, ἡμῖν δίδου τὰ ἐλέη Σου.

Τὴν σὴν γεραίρομεν ἄθλησιν, δι’ ἧς στρατιώτης, τοῦ Χριστοῦ περίδοξος, καὶ Μάρτυς περιφανής, ὤφθης μακάριε, ἀθλήσας ὑπὲρ Αὐτοῦ, καὶ καταισχύνας τὴν πλάνην τὴν βέβηλον, καὶ δόξης μαρτυρικῆς, ἀπολαβὼν τὸν ἀμάραντον στέφανον· ὅθεν ἡ Παραμυθία, ἡ πατρίς σου γάνυται, καὶ φαιδρῶς ἑορτάζει, Ἀναστάσιε τὴν μνήμην σου.

Ἕτερα Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐν νεότητι σώματος, τὸν ἀρχαῖον ἀλάστορα, Μάρτυς Ἀναστάσιε καταβέβληκας, καὶ τοῦ Σωτῆρος τὸ ὄνομα, λαμπρῶς ὡμολόγησας, ἐν στεῤῥότητι ψυχῆς, καὶ ἀνδρείῳ φρονήματι, καὶ τὸ αἷμά σου, δι’ Αὐτὸν προθυμότατα ἐκχέας, ἐπαξίως ἠξιώθης, τῆς τῶν Μαρτύρων λαμπρότητος.

Οὔτε ἄνθος νεότητος, οὔτε δώρων ὑπόσχεσις, οὐ ποιναὶ οὐ θάνατος Μάρτυς ἴσχυσαν, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, χωρίσαι σε Ἅγιε, ἀλλ’ ἐβόας εὐθαρσῶς· τοῦ Χριστοῦ μου τὸ ὄνομα, οὐκ ἀρνήσομαι· καὶ τμηθεὶς τὸν αὐχένα οὐρανίου, εὐκληρίας ἠξιώθης, ὡς ἀληθῶς Ἀναστάσιε

Ὤσπερ βλάστημα ἔνθεον, καὶ λαμπρὸν ἐγκαλλώπισμα, καὶ μεσίτην μέγιστον πρὸς τὸν Κύριον, Παραμυθία γεραίρει σε, στεῤῥὲ Ἀναστάσιε, καὶ βοᾷ σοι ἐν χαρᾷ· σύ μου κλέος καὶ καύχημα πέλεις Ἅγιε, καὶ τῇ σῇ καυχωμένη προστασίᾳ, χαρμοσύνως μακαρίζω, τὴν μακαρίαν σου ἄθλησιν.

Δόξα. Ἦχος πλ. β΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, ὑπὲρ Χριστοῦ νομίμως ἠγωνίσω, Ἀθλητὰ Ἀναστάσιε· ὅθεν ἡ Ἐκκλησία τοῦ Θεοῦ, λαμπρυνομένη τῇ ἀθλήσει σου, τὴν σὴν ἑορτάζει μνήμην, ἐν ἀγαλλιάσει βοῶσα· χαίροις, ὁ τῇ ἀνωθεν ἰσχύϊ, τῶν πάλαι Μαρτύρων, ἀναζωγραφήσας τὴν ἀρετήν· χαίροις, ὁ τῇ κλήσει προσφόρως, λαμπρὰ ἀναστήσας τρόπαια, κατὰ τῶν ἀντικειμένων· χαίροις, τῆς Παραμυθίας εὐωδέστατον ἄνθος, καὶ πρὸς Χριστὸν πρεσβευτὴς θερμότατος. ᾯ πρέσβευε δεόμεθα Μάρτυς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Παραμυθία ἡ πόλις, Ἀναστάσιον τὸν Νέον Ἀθλητήν, θεοπρεπῶς βλαστήσασα· θείῳ γὰρ ἔρωτι τρωθείς, πάντα σκύβαλα ἡγήσατο, καὶ ὑπὲρ Χριστοῦ προθύμως, θανεῖν ᾑρετίσατο· καὶ ἀθλητικῶς ἀγωνισάμενος, τὴν καλὴν ὁμολογίαν, τῇ ἐκχύσει τοῦ αἵματος, λαμπρῶς ἐδόξασεν· ὅθεν, κατ’ ἀξίαν δοξασθείς, παραμυθίαν πᾶσι παρέχει, καὶ χάριν καὶ ἔλεος αἰτεῖται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τοῦ Θεοῦ ἡμῶν.

Ὁ αὐτός.
Τῷ τῆς πίστεως πυρί, ἀναφλεχθεὶς τὴν ψυχήν, εὐθαρσῶς ἐχώρησας, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως. Καὶ ἐν ἀνδρείᾳ πολλῇ, τοῖς διώκταις ἀντιταξάμενος, τοῖς πᾶσιν ὑπέδειξας, τῆς εὐσεβείας τὴν δύναμιν, Νεομάρτυς Ἀναστάσιε· ὅτι τῇ σῇ ἀθλήσει, τῶν κλονουμένων ὤφθης στηριγμός, καὶ τῶν πεσόντων ἀνάστασις, πρὸς τὴν θείαν ἀγάπησιν, πάντων πτερώσας τὸ φρόνημα· ἀλλὰ πρέσβευε τῷ Κυρίῳ, Ἀθλητὰ παμμακάριστε, τῷ θείῳ ἑδράζεσθαι φόβῳ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Νεανικὴν ὑπεριδὼν ἡλικίαν, ἐν θεοσδότῳ φρονήσει, καὶ τυραννικὴν ἐκφαυλίσας ἀπάτην, ἐν τῷ ζήλῳ τοῦ κρείττονος, ἀθλητικὸν ὑπῆλθες στάδιον, ἐν ὑστέροις καιροῖς, Ἀναστάσιε ἔνδοξε. Τῶν γὰρ παθῶν τοῦ Κυρίου, κατὰ Παύλου ἐκοινώνησας, καὶ τῆς Ἀναστάσεως Αὐτοῦ, φερωνύμως τὰς ἐλλάμψεις ἐδέξω, ἐν τῇ ἀπολαύσει τῆς ἄνω Βασιλείας· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Δόξα. Ἦχος δ΄.
Τὸν Νέον τοῦ Χριστοῦ Ἀθλητήν, Ἀναστάσιον τὸν ἔνδοξον, φιλομαρτύρων οἱ δῆμοι, μαρτυρικοῖς ἐπαίνοις στέψωμεν, ὅτι νομίμως ἠγωνίσατο, τὸν καλὸν τῆς εὐσεβείας ἀγῶνα, καὶ νίκης μέγα τρόπαιον, κατὰ τῶν ἀντιπάλων ἀνέστησε. Τῶν γὰρ πάλαι Μαρτύρων, τὸν ζῆλον ἀνεμάξατο, καὶ μιμητὴς αὐτῶν ἐδείχθη, ἀθλητικῇ παραστάσει, καὶ τῇ ἐκχύσει τοῦ αἵματος. Καὶ νῦν, ἰσοστάσιος αὐτῶν γενόμενος, ἐν δόξῃ καὶ τιμῇ οὐρανίῳ, πρεσβεύει σὺν αὐτοῖς τῇ Τριάδι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, νεοπαγὲς τῆς εὐσεβείας προπύργιον, ἡ πτῶσις τῆς ἀσεβείας, ὁ τῶν πιστῶν στηριγμός, τῶν πάλαι Μαρτύρων ὁ ἰσότιμος. Αὐτῶν γὰρ τοῖς ἴχνεσιν, ἀνενδότῳ φρονήματι, ἀκολουθήσας, θεοφρόνως ἠρίστευσας, καὶ κατήσχυνας, τῆς ἀπάτης τὸ φρύαγμα· ὅθεν ὑπερκοσμίων σε, βραβείων ἠξίωσεν, ὁ στεφοδότης ὁ μέγας, ὡς ἀληθῶς Ἀναστάσιε, Χριστός, Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίρων, ἀκαταπλήκτῳ ψυχῇ, ὁμολογήσας τοῦ Σωτῆρος τὸ ὄνομα, μαστίγων ὑπέστης πεῖραν, καὶ ἐν εἱρκτῇ ζοφερᾷ, καθειρχθεὶς θεόφρον ἐκαρτέρησας· ἐντεῦθεν οὐράνιοι, ἐπιστάντες σοι Ἄγγελοι, λευκῇ ἐσθῆτι, πρὸς ἀγῶνα τὸν μέγαν σε, ἐνεθάῤῥυνον, ὡς τεθέαται Ἅγιε· ὅθεν καὶ ἀγαλλόμενος, τμηθεὶς τὸν αὐχένα σου, τροπαιοφόρος ἀνῆλθες, πρὸς τὸν Χριστὸν Ἀναστάσιε, ἀπαύστως πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Χαίρει, Παραμυθία ἐν σοί, ἡ μακαρία σου πατρὶς Ἀναστάσιε, καὶ πόθῳ πανηγυρίζει, τὴν σὴν φαιδρὰν ἑορτήν, ἀγαλλιωμένη τῇ ἀθλήσει σου. Προστάτην γὰρ μέγιστον, καὶ θερμὸν ἀντιλήπτορα, ἔχει σε Μάρτυς, καὶ θερμῶς τῇ πρεσβείᾳ σου, καταφεύγουσα, ἐκ βαθέων κραυγάζει σοι· σκέπη ἔσο μοι Ἅγιε, καὶ πρέσβυς πρὸς Κύριον, πάσης ἀνάγκης καὶ βλάβης, καὶ συμφορᾶς με λυτρούμενος, αἰτούμενος πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ ζήλῳ τῆς πίστεως, σαὐτὸν ἀπαρνησάμενος, ὑπὲρ τῆς ἀληθείας τὸ αἷμά σου ἐξέχεας, Νεομάρτυς Ἀναστάσιε. Καὶ ὡς θῦμα ἄμωμον, καὶ ἱερεῖον λογικόν, προσενεχθεὶς τῷ Χριστῷ, τῆς τῶν Μαρτύρων στάσεως, παρ’ Αὐτῷ μετέσχηκας. Οὗ νῦν τῆς δόξης ἀπολαύων, ὡς καλλίνικος Ἀθλητής, ἀπαύστως, ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐναθλήσας νομίμως Νεομάρτυς περίδοξος, ὤφθης ἐν ὑστέροις τοῖς χρόνοις, Ἀθλητὰ Ἀναστάσιε· διὸ Παραμυθία εὐσεβῶς, ὡς θεῖον μακαρίζει σε βλαστόν, καὶ ὡς ἔνθεον μεσίτην πρὸς τὸν Χριστόν, τιμᾷ σε ἀνακράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν καὶ ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν πλάνην κατήσχυνας τῶν δυσσεβῶν ἀνδρικῶς, ἐκχύσει τοῦ αἵματος ὐπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ πόνοις ἀθλήσεως· ὅθεν τῆς ἀφθαρσίας, δεδεγμένος τὸ στέφος, πρέσβευε τῷ Κυρίῳ, Ἀναστάσιε Μάρτυς, λυτροῦσθαι πολυτρόπων ἡμᾶς περιστάσεων
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἄνθος νοητόν, Ἀθλητῶν τῷ λειμῶνι, ἐξήνθησας σοφέ, Ἀναστάσιε Μάρτυς, εὐφραίνων τὰς ψυχὰς ἡμῶν, ταῖς ὀδμαῖς τῶν χαρίτων σου· ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην, εὐφημοῦμέν σε, ὡς στρατιώτην γενναῖον, Χριστοῦ τοῦ παντάνακτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ὡς Μήτηρ τοῦ Θεοῦ, καὶ βοήθεια πάντων, τῶν πίστει ἀῤῥαγεῖ, προσιόντων Σοι Κόρη, βοήθει ἡμῖν πάντοτε, ἐν κινδύνοις καὶ θλίψεσι, καὶ ἀπότρεπε, τὴν καθ’ ἡμῶν τοῦ δολίου, πᾶσαν πρόθεσιν, τῇ κραταιᾷ Σου πρεσβείᾳ, Παρθένε Πανάμωμε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Παραμυθία ὡς βλαστόν σε ὡραῖον, ἀναβλαστήσασα σκιρτᾷ καθορῶσα, τὴν θαυμαστήν σου δόξαν καὶ λαμπρότητα· σὺ γὰρ ὡς ἀσώματος, ἠγωνίσω ἀνδρείως, καὶ Χριστὸν ἐδόξασας, τῇ στεῤῥᾷ σου ἀθλήσει, καὶ δοξασθεὶς ἀξίως παρ’ Αὐτοῦ, χάριν παρέχεις, ἡμῖν Ἀναστάσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Πεποικιλμένη δωρεαῖς ἀποῤῥήτοις, καὶ λαμπομένη τῆς ἁγνείας τῷ κάλλει, ὑπερφυῶς Χριστὸν ἐκυοφόρησας, κόσμον διασώζοντα, τῆς ἀρχαίας κατάρας, καὶ πρὸς τὴν παλίνζωον, ἐπανάγοντα δόξαν, τοὺς ὀρθοδόξῳ πίστει Σε ἀεί, Θεογεννήτρια, Κόρην κηρύττουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Μαρτύρων ζηλώσας τὰ κατορθώματα, Νεομάρτυς ἐδείχθης Χριστοῦ ἀήττητος, Ἀναστάσιε στεῤῥὲ ἀθλήσας ἄριστα, καὶ αἱμάτων τοῖς κρουνοῖς, τὸν ἀρχέκακον ἐχθρόν, ἐπόντισας Ἀθλοφόρε, ἡμῖν δὲ πᾶσι βλυστάνεις, τὸν γλυκασμὸν τῆς θείας χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸν Δεσπότην τῶν ὅλων κυοφορήσασα, διὰ ἔλεος μέγα σῶσαι θελήσαντα, τὸν ἀπάτῃ τοῦ ἐχθροῦ πεσόντα ἄνθρωπον, τῶν Ἀγγέλων χαρμονή, καὶ ἀνθρώπων προσφυγή, σωτήριος ἀνεδείχθης, Θεογεννῆτορ Παρθένε· διὸ κηρύττομεν τὴν δόξαν Σου.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοῦ μαρτυρίου ὑπελθὼν τὸν ἀγῶνα, ἀθλητικῶς ἠνδραγάθησας, Νεομάρτυς Ἀναστάσιε. Καὶ τῶν πιστῶν ἀναστήσας τὸ φρόνημα, πεπτωκὸς τῇ συνοχῇ τῆς μακρᾶς δουλείας, νικηφόρος Ἀθλητής, τῆς εὐσεβείας ὤφθης, ἐν ἐσχάτοις χρόνοις. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ἀδιαλείπτως ἱκέτευε, σώζεσθαι ἡμᾶς πάσης θλίψεως.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Παραμυθίας τὸν γόνον μέλπω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Πεποικιλμένος μαρτυρίου χάρισι, καὶ τῷ ἀδύτῳ φωτί, τῆς ἀΰλου δόξης, καταλαμπρυνόμενος, θεόφρον Ἀναστάσιε, φωτισμόν μοι παράσχου, μαρτυρικῇ παῤῥησίᾳ σου, ὅπως ἀνυμνήσω τὴν μνήμην σου.
νενδοιάστῳ πίστει Ἀναστάσιε, καὶ θεολήπτῳ ψυχῇ, καὶ θερμῇ ἀγάπῃ, πρὸς Χριστὸν τὸν Κύριον, πρὸς τὸν ἀγῶνα ἔνδοξε, μαρτυρίου χωρήσας, περιφανῶς ἠνδραγάθησας, κατὰ τοῦ δολίου ἀλάστορος.
ώμην τὴν θείαν σύμμαχον κτησάμενος, λαμπρῶς ἠρίστευσας, καὶ στεῤῥὸς ὁπλίτης, ὤφθης τοῦ παντάνακτος, νεότητι μὲν σώματος, ψυχικῇ δὲ ἀνδρείᾳ, καταβαλὼν τὸν πολέμιον, Μάρτυς Ἀθλητὰ Ἀναστάσιε.
Θεοτοκίον.
πειρογάμως τὸν Θεὸν ἐκύησας, τὸν δι’ ἡμᾶς καθ’ ἡμᾶς, πλούτῳ εὐσπλαγχνίας, ἄνθρωπον γενόμενον, εὐλογημένη πάναγνε, Θεοτόκε Παρθένε· διό Σε πάντες δοξάζομεν, οἱ τῇ Σῇ πρεσβείᾳ σωζόμενοι.












Ὠδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Μὴ δειλιάσας τῶν ἐχθρῶν, τὴν δυναστείαν θεόφρον, ἀπτοήτῳ παῤῥησίᾳ ἐβόας· τὸν Χριστόν μου καὶ Θεόν, οὐδόλως ἀπαρνήσομαι· δι’ Ὃν καὶ χαίρων θνήσκων, ἵνα καὶ ζήσω αἰώνια.
πὲρ Χριστοῦ σφαγιασθείς, ἀκαταπλήκτῳ καρδίᾳ, Ἀναστάσιε Αὐτῷ προσηνέχθης, ὥσπερ θῦμα καθαρόν, καὶ προσφορὰ εὐπρόσδεκτος, καὶ τῶν Μαρτύρων δήμοις, συνηριθμήθης γηθόμενος.
Θείᾳ ἀγάπῃ πτερωθείς, τὸ τῆς νεότητος ἄνθος, μεγαλόφρονι παρέδραμες γνώμῃ, καὶ τὸν θάνατον Χριστοῦ, ζηλώσας Ἀναστάσιε, μαρτυρικῆς εὐκλείας, θεουργικῶς κατηξίωσαι.
Θεοτοκίον.
εροφθόγγων Προφητῶν, φωναί Σε Παρθενομῆτορ, προεκήρυττον συμβόλοις καὶ τύποις· ἀλλ’ ἡμεῖς Σε τὸν Θεόν, κυήσασαν ἐπέγνωμεν, ὅτι τῇ Σῇ κυήσει, τῆς καταδίκης ἐῤῥύσθημεν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μαρτυρήσας νομίμως ὑπὲρ Χριστοῦ, καὶ τὴν πλάνην αἰσχύνας τῶν δυσσεβῶν, χαρᾶς πολλῆς ἔπλησας, τῶν πιστῶν τὰ συστήματα, ἰδόντα τῆς ψυχῆς σου, τὸ ἄτρεπτον φρόνημα, καὶ πλεῖον στηριχθέντα, πρὸς πίστιν τὴν ἔνθεον· ὅθεν καὶ ἀνδρείως, ἐκτμηθεὶς τὸν αὐχένα, ἐδέξω τῆς νίκης σου, τὸν πολύτιμον στέφανον, Ἀθλητὰ Ἀναστάσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν συλλαβοῦσα ὑπερφυῶς, καὶ τεκοῦσα Παρθένε δίχα φθορᾶς, παθῶν καὶ χειρώσεως, τοῦ θανάτου λελύτρωσαι, καὶ χαλεπῶν δακρύων, καὶ θρήνων καὶ θλίψεων, τοὺς ἀνυμνοῦντας Κόρη, τὸν ἄσπορον τόκον Σου· ὅθεν σωτηρίας, ἀπαρχήν Σε εἰδότες, ᾠδὴν χαριστήριον, τῇ Σῇ δόξῃ προσάδομεν, καὶ συμφώνως βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι Κόρη, τῇ Σῇ ἀγαθότητι.












ᾨδὴ δ’. Σύ μου ἰσχύς.
θλητικήν, ἐπιδειξάμενος ἔνστασιν, ἐν ὑστέροις, χρόνοις Ἀναστάσιε, τῶν Ἀθλητῶν ὤφθης κοινωνός, τοῦ Χριστοῦ δοξάσας, τὸ ὑπερύμνητον ὄνομα· καὶ νῦν τῆς θείας δόξης, ἀπολαύων κραυγάζεις· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Στόμα τὸ σόν, ἀνοίξας Μάρτυς ὡς γέγραπται, τὴν σοφίαν, εἵλκυσας τὴν ἄνωθεν, καὶ πρὸ βημάτων τυραννικῶν, εὐθαρσῶς ἐβόα· Χριστιανὸς εἰμὶ ἄνομοι, Χριστοῦ μου τῆς ἀγάπης, οὐδείς με ἀποστήσει, οὐ θυμὸς οὐδὲ πῦρ οὔτε θάνατος.
Τυραννικήν, ἀποτομίαν ἐφαύλισας, εὐσεβείας, σθένει δυναμούμενος, καὶ παροχὰς πλείστων δωρεῶν, καὶ ἐπαγγελίας, ἀπατηλῶν χορηγήσεων, παρεῖδες θεοφρόνως, πρὸς τὰ ἄφθαρτα κάλλη, ἀνυψώσας τὸν νοῦν Ἀναστάσιε.
Θεοτοκίον.
λος ἐν Σοί, ὁ τοῦ Πατρὸς Λόγος σύνθρονος, ἐνοικήσας, μὴ ἐκστὰς τῆς φύσεως, μηδὲ τραπεὶς Κόρη ὅπερ ἦν, ἄνθρωπος ἐτέχθη, ἐκ τῶν ἀχράντων αἱμάτων Σου, διπλοῦς μὲν τῇ οὐσίᾳ, ἐν μιᾷ ὑποστάσει, καὶ ἡμᾶς Θεοτόκε διέσωσε.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Νεανίας ὡραῖος, φύσεως λαμπρότητι καλλωπιζόμενος, πέλων Νεομάρτυς, πολλῷ πλέον λαμπρότερος πέφηνας, στρατευθεὶς Κυρίῳ, καὶ δι’ Αὐτὸν προθύμῳ γνώμῃ, τὸ σὸν αἷμα ἐκχέας μακάριε.
Γνόντες Μάρτυς τὸν τόνον, καὶ τὸ ἀπερίτρεπτον τῆς διανοίας σου, οἱ σοὶ ἐπελθόντες, ἀσεβείας συνήγοροι Ἅγιε, ἔτυπτον εὐτόνως, τὸ σὸν σαρκίον ἀλλ’ οὐδόλως, τῆς ἀγάπης Χριστοῦ σε ἐχώρησαν.
λικῇ διανοίᾳ, Μάρτυς Ἀναστάσιε ἀνατεινόμενος, πρὸς τὸ θεῖον κάλλος, τὴν ζοφώδη εἱρκτὴν χαίρων ἔφερες, ἔνθα παρουσίας, τῆς τῶν Ἀγγέλων ἠξιώθης, ὡς ἰσάγγελος ὢν τῷ φρονήματι.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, τοῦ Θεοῦ ἐμάκρυνα ὁ ἀσυνείδητος, ἀλλὰ Σὺ Παρθένε, μὴ εἰς τέλος παρίδῃς με δέομαι, ὅτι τῇ Σῇ σκέπῃ, καὶ προστασίᾳ καταφεύγω, ἵνα εὕρω ὃ πρώην ἀπώλεσα.










ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Νεομάρτυς Χριστοῦ, καὶ Ἀθλητὴς Ἀναστάσιος, ὑμνείσθω χρεωστικῶς, ὡς νέον ἀγλάϊσμα, πιστῶν καὶ ἑδραίωμα, καὶ Παραμυθίας, ἄνθος ὄντως εὐωδέστατον.
Νέος ὡράθης ἀστήρ, ὡς ἀληθῶς Ἀναστάσιε, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἀθλήσας στεῤῥότατα, ἐσχάτοις ἐν ἔτεσι, καὶ καταπυρσεύεις, Ὀρθοδόξων τὰ πληρώματα.
Μαρτύρων τῶν τοῦ Χριστοῦ, ὤφθης ἰσότιμος Ἅγιε, τὴν ἄθλησιν ἑαυτῶν, καλῶς μιμησάμενος, Μάρτυς Ἀναστάσιε· μεθ’ ὧν ἐκδυσώπει, ὑπὲρ πάντων τῶν τιμώντων σε.
Θεοτοκίον.
κύησας ἐν σαρκί, τὸν ὑπερούσιον Κύριον, δίχα τροπῆς καὶ φυρμοῦ, ἀφράστως δι’ ἔλεος, καὶ κόσμον διέσωσας, τῆς πάλαι κατάρας, Θεοτόκε ἀειπάρθενε.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὑπὲρ Χριστοῦ μαρτυρικῶς ἐναθλήσας, τῆς τῶν Μαρτύρων ἠξιώθης εὐκλείας, ἐν τοῖς ἐσχάτοις χρόνοις Ἀναστάσιε· ἄνθος γὰρ νεότητος, παριδὼν θεοφρόνως, ἀνδρικῶς ὑπέμεινας, τὴν τομὴν τοῦ αὐχένος· καὶ αἰωνίου δόξης μετασχών, Χριστὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Ὁ Οἶκος.
Νέος ὑπάρχων κομιδῇ, ἐν φύσεως εὐχροίᾳ, καὶ καλλονῇ σωματικῇ, καὶ πίστεως ἀγάπῃ, καὶ τρόποις καὶ ἤθεσι σεμνοῖς, ἀρίστως διαπρέπων, προθύμῳ γνώμῃ καὶ ψυχῇ, πρὸς τὸ μαρτύριον στεῤῥέ, νομίμως ἀπεδύσω. Καὶ ἐν ἀθλητικῷ παραστήματι, Χριστοῦ κηρύξας τὸ σωτήριον ὄνομα, μαστίγων πεῖραν ὑπέστης, καὶ εἱρκτῆς ζοφώδους κάθειρξιν, ἀγαλλομένῃ καρδίᾳ δοξάζων, τὸν σὲ ἐνισχύσαντα, Ἀναστάσιε Κύριον. Καὶ εὐτόλμως ἀνακράζων· Χριστιανός εἰμι καὶ ἔσομαι, χαίρων ὑπέκλινας τῷ ξίφει τὸν αὐχένα σου, καὶ τῆς τῶν Μαρτύρων δόξης καὶ ἀγλαΐας, ἐν οὐρανοῖς ἠξίωσαι. Μεθ’ ὧν Χριστὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.













Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀναστασίου, τοῦ ἐκ Παραμυθίας Θεσπρωτίας.
Ἀναστάσιος ὑπὲρ Χριστοῦ ἀθλήσας,
Νέος Μάρτυς πέφηνεν, ἴσος τῶν πάλαι.
Ἀναστασίοιο δεκάτῃ ὀγδοάτῃ κάρην κέρσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πλάτωνος
Μικροῦ λαθὼν παρῆλθεν ἡμᾶς ὁ Πλάτων,
Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος.
Οὗτος, ἐκ χώρας ἦν τῶν Γαλατῶν, Ἀγκύρας τῆς πόλεως, ἀδελφὸς τοῦ Ἁγίου Μάρτυρος Ἀντιόχου. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν, προσήχθη Ἀγριππίνῳ τῷ ἡγεμόνι, νέος ὢν τὴν ἡλικίαν. Καὶ τύπτεται ὑπὸ δώδεκα στρατιωτῶν, καὶ ἁπλοῦται ἐπὶ κραββάτου χαλκοῦ πυρωθέντος, ῥαβδιζόμενος ἄνωθεν. Καὶ σφαίραις πεπυρωμέναις τὰς μασχάλας καὶ τὰς πλευρὰς διακαίεται. Καὶ ἀπὸ τοῦ νώτου ἐν σχήματι λώρου, τὴν δορὰν ἀφαιρεῖται, καὶ τὰς σάρκα ξέεται καὶ τὰς πλευρὰς ἐπὶ τοσοῦτον, ὡς ἀλλοιωθῆναι τὴν ὄψιν. Καὶ τότε τὴν διὰ ξίφους δέχεται τελευτήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ
Τὸ καρτερόφρον Ῥωμανοῦ πᾶς θαυμάσει.
σὺν χαρμονῇ γὰρ πνιγμονὴν ἐκαρτέρει.
Οὗτος ἦν ἐπὶ Μαξιμιανοῦ βασιλέως. Καὶ διὰ τὴν ὑπὲρ Χριστοῦ ἀγάπην, εἰσελθεῖν βουλόμενον τὸν ἔπαρχον Ἀσκληπιάδην εἰς τὸν τῶν εἰδώλων ναόν, κατέσχεν, λέγων: Οὐκ εἰσί, τὰ εἴδωλα θεοί. Τύπτεται οὖν τὸ στόμα, καὶ ἀναρτηθεὶς ξέεται τὰς παρειάς. Ἠνέχθη δὲ καὶ παιδίον, τοῦτο τοῦ Ἁγίου αἰτησαμένου, εἰς ἔλεγχον τοῦ ἐπάρχου. Καὶ ἐρωτηθέν: Ποῖον δεῖ σέβειν Θεόν;, εἶπε: Τὸν τῶν Χριστιανῶν. Τυπτόμενον δὲ τὸ παιδίον, παρεστώσης ἐκεῖσε καὶ τῆς μητρὸς αὐτοῦ, ἐδίψησε καὶ ἐζήτησεν ὕδωρ Ἡ δὲ μήτηρ αὐτοῦ, εὐσεβὴς καὶ θεοφιλὴς οὔσα, ἔφη αὐτῷ: Μὴ πίῃς τέκνον ἐκ τοῦ ὕδατος τούτου, ἀλλ’ ἄπελθε καὶ πίε ἐκ τοῦ ζῶντος ὕδατος. Καὶ διὰ τὸ ἐλέγχειν τὸν τύραννον, τυφθὲν αὖθις, τὴν κεφαλὴν ἀφαιρεῖται. Ὁ δὲ Ἅγιος Ῥωμανός, τὴν γλῶτταν τέμνεται, καὶ μετὰ τὴν ἐκτομὴν φθέγγεται παραδόξως, εὐχαριστῶν τῷ Θεῷ. Διαγνωσθέντος οὖν τοῦ κατὰ τὸν Ἅγιον παραδόξου θαύματος καὶ τῷ βασιλεῖ Μαξιμιανῷ, προστάξει αὐτοῦ διὰ πνιγμονῆς ἐν τῇ εἱρκτῇ τῆς προσκαίρου ζωῆς ἀπολύεται, καὶ τὸν στέφανον τοῦ μαρτυρίου κομίζεται.

Τῇ αὐτῇ ἡμέρᾳ, τὸ Ἅγιο Νήπιο, ἐρωτηθὲν παρὰ τοῦ ἐπάρχου ποῖον Θεὸν σέβεται, καὶ ἀποκριθὲν ὅτι τὸν Χριστόν, ξίφει τελειοῦται.
Κόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει,
τοῖς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ τοῦ ἐκ Παλαιστίνης
Ῥωμαλέος ἦν Ῥωμανὸς πρὸς βασάνους,
ῥώμῃ κρατυνθεὶς παντοδυνάμου Λόγου.
Οὗτος, ἐκ Παλαιστίνης ἕλκων τὸ γένος, καὶ τῆς ἐν Καισαρείᾳ παροικίας ὢν Διάκονος καὶ ἀφορκιστής, ἤθλησεν ἐπὶ Διοκλητιανοῦ ἐν πόλει Ἀντιοχείᾳ. Οὗτος πολλούς, τῶν κολάσεων τὸ ἐπίπονον δεδοικότας καὶ καταμαλακιζομένους πρὸς τὴν ὁμολογίαν, ἐπήλειφε πρὸς τοὺς ἀγῶνας. Διὸ καὶ αὐτόκλητος τῷ δικαστῇ παρέστη, καὶ αὐτίκα πυρὶ καταδικάζεται. Ὅπερ γνοὺς ὁ βασιλεὺς Διοκλητιανός, τοῦ μὲν πυρὸς ἀπήγαγε, τὴν γλῶτταν δὲ αὐτοῦ ἐκτμηθῆναι κελεύει. Ἀλλ’ ὁ Μάρτυς τὴν γλῶτταν ἀφαιρεθείς, γεγονώτερον ἐλάλει, καὶ παῤῥησίᾳ τὸν Χριστὸν ἐκήρυττε. Καὶ μετὰ ταῦτα εἱρκτῇ βάλλεται, καὶ ἐν πέντε κεντήμασι τοὺς πόδας διατείνεται, καὶ βρόχῳ περιβληθείς, ἀναιρεῖται ἀποπνιγείς.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ζακχαίος ὁ Διάκονος καὶ Ἀλφαῖος, ξίφει τελειοῦνται.
Ζακχαῖος ἐκχεῖ πλοῦτον ὁ πρὶν ἡμίση·
ὁ νῦν δέ, Σωτήρ, αἷμα χεῖ πᾶν ἐκ ξίφους.
Ἀλφαῖε καρτέρησον, εἰ τέμνῃ κάραν,
καὶ κλῆρον ἕξεις τὴν ἄτμητον Τριάδα.
Ἄγεται ὁ Ζακχαῖος οὗτος ἐπὶ τοῦ βήματος, σιδηροῦν καὶ βαρὺν κλοιὸν φέρων ἐπὶ τοῦ τραχήλου. Καὶ ἐρωτηθείς, δειναῖς καὶ ἀπανθρώποις ὑποβάλλεται τιμωρίαις, καὶ δεσμοῖς ληφθεὶς κατὰ τὸ δεσμωτήριον, ταῖς κατὰ διάστημα τέσσαρσιν ὑποδιῃρημέναις ὀπαῖς τοῦ ξύλου ἐμβάλλεται. Καὶ νυχθημέροις τέσσαρσι κατατεινόμενος, γενναίως ἐκαρτέρει. Μετὰ τοῦτον ὁ Ἀλφαῖος, πλήρης Πνεύματος Ἁγίου, προσάγεται. Καὶ μάστιξιν ἅπαν τὸ σῶμα καταξανθείς, καὶ τὰς πλευρὰς κατακαείς, τῷ συναγωνιστῇ τὰ ὅμοια πεισόμενος, τῇ εἱρκτῇ κατακλείεται. Καὶ τῷ κολαστηρίῳ ξύλῳ καὶ αὐτὸς νυχθημερὸν τανυσθείς, τῇ ἕωθεν τὴν διὰ ξίφους δέχεται τελευτήν, ὁμοίως καὶ ὁ Ζακχαῖος.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βασιλείου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Θεοῦ συγκατάβασιν.
Λαμπρῶς ἠνδραγάθησας, κατὰ τῆς πλάνης ἐσχάτοις ἔτεσιν, ἐν νεότητος ὥρᾳ, καὶ τὸν ἀρχαῖον ἐχθρὸν κατέβαλες, ἀναβοῶν τῷ Χριστῷ, Ἀναστάσιε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πηγῇ προσεπέλασας, τῆς ἀφθαρσίας ἀγαλλιώμενος, ἐκτμηθεὶς τὸν αὐχένα, καὶ τοῦ ἀδύτου φωτὸς πεπλήρωσαι, ἀναβοῶν ἐν χαρᾷ, Ἀναστάσιε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ς εἶδεν ἑστῶτά σε, ἐγκεκλεισμένον εἱρκτῇ μακάριε, νεανιῶν ἐν μέσῳ, ἐν ἀστραπτούσαις ὄντως ἐσθήσεσιν, ὁ ταῦτα βλέπων ἐξέστη τῷ θαύματι, καὶ τὴν ἐν σοὶ τοῦ Χριστοῦ, δόξαν ἐθαύμασε.
Θεοτοκίον.
Γενοῦ μοι πανάμωμε, καὶ προστασία καὶ ἱλαστήριον, τῷ ἐν πόνοις ποικίλοις, καὶ ἁμαρτίαις συνεχομένῳ δεινῶς, καὶ τὴν ζωήν μου βελτίωσον δέομαι, τῇ εὐσπλαγχνίᾳ τῇ Σῇ, οἷα πιστῶν προσφυγή.





ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
ν τῇ σεπτῇ ἀθλήσει σου, Ἀθλητὰ Ἀναστάσιε, ἡ Παραμυθίας πόλις ἐπαγάλλεται, βλαστὸν γάρ σε ἅγιον, καὶ καύχημα ἐκτήσατο, καὶ τὴν ἱεράν σου, ἑορτάζουσα μνήμην, βοᾷ ἐν εὐφροσύνῃ· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
είθροις τοῖς τῶν αἱμάτων σου, Ἀθλητὰ Ἀναστάσιε, τὴν τῆς Ἐκκλησίας χλαῖναν θεοΰφαντον, ἐνθέως ἐφοίνιξας, καὶ λαμπροτέραν ἔδειξας· ὅθεν σου τὴν μνήμην, ἑορτάζει βοῶσα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
θλητικῶς ἠγώνισαι, ἐν ὑστέροις τοῖς ἔτεσι, καὶ τῆς ἀσεβείας ᾔσχυνας τὸ φρύαγμα, πιστῶν δὲ τὸ φρόνημα, πρὸς τὸν Χριστὸν ἐθέρμανας, θλίψεσι ψυγέν, καὶ μακροτάτῃ δουλείᾳ, Ἀγγέλων συμπολῖτα, Ἀναστάσιε Μάρτυς, Νεομαρτύρων κλέος, καὶ εὐσθενούντων σθένος.
Θεοτοκίον.
Σωματικῶς ἐκύησας, τὸν ὑπέρθεον Κύριον, καὶ ἐν ταῖς ἀγκάλαις ταῖς Σαῖς περιέφερες, τὸν ἅπαντα φέροντα, παντοδυνάμῳ νεύματι, Κόρη Παναγία, Θεοτόκε Μαρία· διό Σε χαρμοσύνως, ἀνυμνοῦμεν βοῶντες· χαῖρε εὐλογημένη, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
σχὺν ἐνδεδυμένος τὴν θεϊκήν, τὸ ἀνίσχυρον θράσος κατέβαλες, τοῦ δυσμενοῦς, Μάρτυς Ἀναστάσιε ἀνδρικῶς, καὶ τὸν καλὸν ἀγῶνά σου, ἤνυσας νομίμως καὶ καρτερῶς· διὸ τῆς ἄνω δόξης, ἀξίως ἠξιώθης, μετὰ Μαρτύρων ἀγαλλόμενος.
Μὴ πτήξας τῶν τυράννων τὰς ἀπειλάς, στεῤῥοτάτῳ θεόφρον φρονήματι, μὴ ταῖς πολλαῖς, τούτων ὑποσχέσεσιν ἑλκυσθείς, τῷ ξίφει καθυπέκλινας, χαίρων τὸν αὐχένα σου ἀνδρικῶς, καὶ ἤρθης πρὸς τὰ ἄνω, σκηνώσεις τροπαιοῦχος, Χριστοῦ ὁπλίτης Ἀναστάσιε.
Νέος Ἀθλοφόρος καὶ εὐκλεής, τοῦ Σωτῆρος Χριστοῦ Ἀναστάσιε, τῆς Ἀθλητῶν, δόξης ὁ συνόμιλος καὶ τιμῆς, ὁ ἀναστήσας τρόπαια, κατὰ τῶν ἀπίστων περιφανῆ, ἀνάστησον τὸν νοῦν μου, παθῶν ἀπὸ κοπρίας, καὶ τὸν παρόντα δέξαι ὕμνον μου.
Θεοτοκίον.
ψίστου ἡ καθέδρα ἡ ὑψηλή, ὁ πυρίμορφος θρόνος καὶ ἔμψυχος, τοῦ Ποιητοῦ, κεχαριτωμένη Κόρη ἁγνή, οἶκον κἀμὲ ἀνάδειξον, ὕλης ἐκκαθάρασα γεηρᾶς, τῆς θείας ἐνεργείας, τῇ Σῇ ἐπιστασίᾳ, ἵνα ῥυσθῶ ῥοπῆς τοῦ χείρονος.






Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ τοῦ Χριστοῦ ὁπλίτης, καὶ Ἀθλητὴς νεοφανής, ὑμνείσθω ᾄσμασι θείοις, ὡς θριαμβεύσας τὸν ἐχθρόν, ὁ Ἀναστάσιος ἤδη, Παραμυθίας ὁ γόνος.
Θεοτοκίον.
Ὁ Ποιητὴς τῶν ὅλων, σωματωθεὶς ὑπερφυῶς, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, Σὲ προστασίαν τοῦ κόσμου, ἀνέδειξε Θεοτόκε· διό Σε ἀνευφημοῦμεν.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, τὴν ἀκαταγώνιστον, περιζωσάμενος δύναμιν, γενναίω ἤθλησας, καὶ ακτηγωνίσω, τὸν ἐχθρὸν τὸν ἄσαρκον· διὸ μαρτυρικῆς δόξης σύσκηνος, λαμπρῶς γενόμενος, Ἀναστάσιε πανεύφημε, ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Νεότητος ὥραν παριδών, γνώμῃ οὐρανόφρονι, μαρτυρικῶς ἠκολούθησας, Χριστοῦ τοῖς ἴχνεσι, καὶ τοῦ μαρτυρίου, ἤνυσας τὰ σκάμματα, ὡς Μάρτυς Ἀναστάσιε ἔνθεος· διὸ τῆς νίκης σε, τῷ στεφάνῳ ἐστεφάνωσεν, οὗ τὸ μέγα, ὄνομα ἐδόξασας.

Τυράννων ὑποίσας τὰς ὁρμάς, ἀνενδότως Ἅγιε, τῆς ἀσεβείας διέλυσας, ἅπαντα σύνδεσμον, καὶ τμηθεὶς τῷ ξίφει, ῥείθροις τῶν αἱμάτων σου, Χριστοῦ τὴν Ἐκκλησίαν κατήρδευσας, θάλλειν ἐν Πνεύματι· διὰ τοῦτο Ἀναστάσιε, εὐφημεῖ σου, τὴν ἔνδοξον ἄθλησιν.

Ἀγάλλεται σήμερον φαιδρῶς, τῇ ἁγίᾳ μνήμῃ σου, Παραμυθία ἡ πόλις σου, ἡ σὲ βλαστήσασα, ὡς εὐῶδες ἄνθος, Μάρτυς Ἀναστάσιε, καὶ ὕμνον ἐπινίκιον ᾄδει σοι, ᾗ δίδου πάντοτε, Νεομάρτυς τῆς πρεσβείας σου, οὐρανόθεν, τὰ θεῖα δωρήματα.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν τοῦ Σωτῆρος ἀγάπην, ἐν τῇ ψυχῇ ταμιεύσας, ἀθλητικῶς ἠνδραγαθήσας, Νεομάρτυς Ἀναστάσιε. Σὲ γὰρ οὐ νεότητος τερπνότης, οὐ πλουσίων ἐπαγγελιῶν δωρεαί, οὐκ ἀπειλαὶ οὐ θάνατος, τοῦ θεμελίου τῆς πίστεως, παρασαλεῦσαι δεδύνηνται· ὅθεν ἀπτοήτῳ ψυχῇ, τὸν θάνατον δεξάμενος, τῆς ἀθανάτου λήξεως ἐπέβης, μαρτυρικῶς μεγαλυνθείς. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν, πρέσβευε μακάριε, ὑπὲρ τῶν τιμώντων σε.





Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τῆς Παραμυθίας τερπνὸς βλαστός, καὶ πάσης Ἠπείρου, νέον κλέος ὤφθης σοφέ· ὅθεν σου τὴν μνήμην, τελοῦμεν τὴν ἁγίαν, χαρμονικῶς τιμῶντές σε Ἀναστάσιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου