ΝΟΕΜΒΡΙΟΣ ΙΖ΄!!
ΓΕΝΝΑΔΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΕΝ ΤΩ ΜΙΚΡΩ
ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Τὴν θεοπρεπῆ, διανύων πολιτείαν, τῆς ἀπ᾿ οὐρανῶν,
ἠξιώθης ἐπιπνοίας, καθάρας τὴν καρδίαν, ἀρετῶν ἐπιδόσεσι, καὶ ἀρχιερεὺς θεῖος
ἐδείχθης, ἐν ἐκλογῇ τῇ θεοκρίτῳ σαφῶς Ὅσιε· ὅθεν Γεννάδιε
σοφέ, τιμῶμεν τὴν μνήμην σου.
Μέγας ἀληθῶς, ἱεράρχης ἀνεδείχθης, οἷα θησαυρός,
ταπεινώσεως ἁγίας, καὶ μείζοσιν ἀγῶσι, καὶ λαμπροῖς προτερήμασι, Πάτερ
κατεκόσμησας μεγάλως, ἥν περ κεκλήρωσαι μεγάλην, καθέδραν Ἅγιε· διὸ μεγάλων ἐκ
Θεοῦ, χαρίτων ἠξίωσαι.
Ζήλῳ ἱερῷ, διαπρέπων Ἱεράρχα, τῶν αἱρετικῶν, διαλύεις
τὴν ἀπάτην, καὶ ἐν δυσὶ τελείαις, τὸν Χριστὸν Πάτερ φύσεσιν, ἅμα ἐνεργείαις
δογματίζεις, ἐν ὑποστάσει μία ὄντα, καὶ μετὰ σάρκωσιν, τὸν σὲ δοξάσαντα
λαμπρῶς, παμμάκαρ Γεννάδιε.
Ποίμνης σου σοφῶς, ἠγησάμενος τῆς θείας, ἐπὶ τὴν Σιών,
παρεγένου τὴν ἁγίαν, ἐκεῖθεν δὲ εἰς Κύπρον, ὥσπερ ἄγνωστος ἔφθασας, ἔνθα τῷ
Κυρίῳ ἐναπέθου, τὴν σὴν ψυχὴν Ἀρχιεράρχα, καλῶς τελέσας σου, τὴν μετὰ σώματος
ζωήν, Γεννάδιε ἔνδοξε.
Δόξα. Ἦχος β΄.
Τῶν ἀρετῶν ταῖς ἰδέαις ἐμπρέπων, ἱερωσύνης ἐκπληρώσω
τὸ ἔνδυμα, ὡς τοῦ Θεοῦ θεράπων, Γεννάδιε Πάτερ· τοῦ καλοῦ Ποιμένος τοῖς
ἴχνεσιν, ἀκλινῶς ἀκουλουθῶν, τύπον θείων πράξεων, καὶ εἰκόνα ἐνάρετου ζωῆς,
σεαυτὸν παρέστησας, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· διὸ ἑορτάζει σου, Ἱεράρχα μνήμην τὴν
πάνσεπτον.
Καὶ νῦν. Θεοτοκίον...
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ἀπόστιχα. Ἦχος πλ. β´. Τριήμερος
ἀνέστης.
Ποιμένων ἀκροθίνιον, καὶ σκεῦος πολυτίμητον, οὐρανίων,
ἀνεδείχθης δωρεῶν, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ὡς θεῖος Ἱεράρχης, Πάτερ Γεννάδιε
μακάριε.
Στίχ.: ΟΙ Ἱερείς
σου Κύριε ἐνδύσονται δικαιοσύνην...
Καθάρας τὴν καρδίαν σου, ταῖς θείαις ἀναβάσεσι, φῶς τὸ
θεῖον, ὑπεδέξω μυστικῶς, καὶ τῶν θαυμάτων Πάτερ, τὴν χάριν ἐκομίσω, παρὰ Θεοῦ
τοῦ σὲ δοξάσαντος.
Στίχ.: Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Δογμάτων τῶν τῆς πίστεως, καὶ θείων παραδόσεων,
ἀνεδείχθης, Ἱεράρχα ζηλωτής, ὡς Ἐκκλησίας ὄμμα, καὶ εὐσεβείας στόμα, Πάτερ
Γεννάδιε θεόσοφε.
Δόξα. Τριαδικόν.
Τριάδα ὁμοούσιον, Μονάδα τρισυπόστατον, τὸν Πατέρα,
καὶ Υἱὸν καὶ τὸ εὐθές, Πνεῦμα σοφῶς κηρύττων, τὴν πλάνην διαλύεις, τὴν τῶν
αἱρέσεων Γεννάδιε.
Καὶ νῦν. Θεοτοκίον.
Σαρκὸς ἐν ὁμοιώματι, τεχθεὶς ἐκ τῶν αἱμάτων σου, ὁ
Πατρῷα, ἐν μορφῇ Υἱὸς Θεοῦ, ἀνέπλασε Παρθένε, τοὺς σὲ Θεογεννῆτορ, ὡς Θεοτόκον
μεγαλύνοντας.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ηχος πλ. α´. Τὸν συνάναρχον
Λόγον.
Ἀρετῶν ταῖς ἰδέαις κατακοσμούμενος, τῆς Ἐκκλησίας
ἐδείχθης Ἀρχιεράρχης σοφός, καὶ ποιμὴν ἀληθινὸς Πάτερ Γεννάδιε, ὡς θεράπων τοῦ
Χριστοῦ, καὶ Ὁσίων κοινωνός, ἐν πάσῃ δικαιοσύνῃ. Καὶ νῦν δυσώπει ἀπαύστως,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη
τῶν προστρεχόντων εἰς σέ· χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν
σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν τόκον σου.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ
ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ.
ΕΙς δὲ τό, Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια
τοῦ Ἁγίου. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Πάτερ Γεννάδιε τὸν σόν, βίον ἐκ νεότητας, ταῖς ἀρεταῖς
κατεκόσμησας, ὡς στοιχειούμενος, φόβῳ τῷ ἔνθεῳ· ὅθεν ἐχρημάτισας, θεράπων τοῦ
Θεοῦ ἐνθεώτατος, καὶ θεῖος πρόεδρος. Ἐκκλησίας ἀναδέδειξαι, Ἀποστόλων, ἴχνεσιν
ἑπόμενος.
Πάτερ Γεννάδιε φωστήρ, εὐσεβείας μέγιστος, ὡς ἀληθῶς
ὤφθης Ἅγιε, ζήλῳ τῆς πίστως, καὶ λαμπρῶς κοσμήσας, Κωνσταντινουπόλεως τὸν
θρόνον τὸν σεπτὸν καὶ περίδοξον, λόγοις καὶ πράξεσι, τῆς ἁγίας πολιτείας σου,
ἐπαξίως, θεόθεν δεδόξασαι.
Πάτερ Γεννάδιε τῆς σῆς, χάριτος τρυφήσασα, ἡ νῆσος
Κύπρος ἀγάλλεται, ἐν τῇ ἐλεύσει σου, καὶ ἡ Ἐκκλησία, Πάφου μακαρίζει σε· ἐν
ταύτῃ γὰρ τὸ ἅγιον σῶμά σου, ὡς κατατέθειται, ἰαμάτων κρηνην ἔβλυσεν ἐπομβρίᾳ,
τοῦ Ἁγίου Πνεύματος.
Προσόμοια ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ
ξύλου.
Ὅτε Ἱεράρχης ἀληθής, ψήφῳ θεϊκῇ ἀνεδείχθης Πάτερ
Γεννάδιε, τότε δοκιμώτατος ποιμὴν καὶ πρόεδρος, βασιλίδος τῶν πόλεων, ὤφθης
θεοφόρε, πάσης Ἐκκλησίας δέ, λύχνος πολύφωτος, λάμπων εὐσεβείας ἀκτῖσι, καὶ τῆς
ἐνάρετου ζωῆς σου, τοῖς θεοπρεπέσι προτερήμασι.
Ὅτε ἀπεδίδως τῷ Θεῷ, Πάτερ τὰς ὁσίας εὐχάς σου, νύκτωρ
Γεννάδιε, τότε τὸ δαιμόνιον φάσμα τεθέασαι, προμηνύον τὴν μέλλουσαν, ἐν τῇ
Ἐκκλησίᾳ, ταραχὴν καὶ σύγχυσιν, τῇ ἐπηρείᾳ αὐτοῦ· ὅθεν ἐκ τῆς τούτου μανίας,
λύτρωσαι ἡμᾶς Ἱεράρχα, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Χαίροις Ἱεράρχα τοῦ Χριστοῦ, καὶ μυσταγωγὲ τῶν ἀῤῥήτων
Πάτερ Γεννάδιε· χαίροις σκεῦος πάγχρυσον τῶν θεϊκῶν δωρεών, ἀπαθείας κειμήλιον,
ποιμένων ἀκρότης, ὕψος ταπεινώσεως, βάθος φρονήσεως· χαίροις λειτουργὲ θείας
δόξης, καὶ τῶν σὲ τιμώντων προστάτα, καὶ πρὸς τὸν Χριστὸν μεσῖτα μέγιστε.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, τοῦ Εὐαγγελίου ἐργάτης γενόμενος, τῆς
Ἐκκλησίας τοῦ Χριστοῦ προέστης, τῇ ἄνωθεν προμηθείᾳ· ἐν ἀληθείᾳ γὰρ καὶ
πνεύματι, διεξάγων τὴν ζωήν, καὶ τῇ θείᾳ ἐπιπνοίᾳ τὸν λόγον πιστούμενος, τῶν
ἐντολῶν τὸν σπόρον, τοῖς πιστοῖς ἐγεώργησας· καὶ καλῶς ποιμάνας τὸν λαὸν τοῦ
Θεοῦ τὸν περιούσιον, τῆς τοῦ Κυρίου χαρᾶς ἠξιώθης, ἀπολαβὼν τὸν μισθὸν τῶν
καμάτων σου. Αὐτῆς, καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, Ἱεράρχα
Γεννάδιε.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία
Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας
Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς
ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων
τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ
Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, φῶς ἱλαρόν, τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη
δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Στόμα
δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων
ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρεφήσεται. Ζυγοὶ δόλιοι βδέλυγμα
ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ
ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ
ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ
θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θάνατον. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελλον,
πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἄμωμον ὀρθοτομεῖ
ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ
δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται
ἐλπίς, τὸ δὲ καυχηματῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ
παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίου
εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀεβῶν ἀγαλλίαμα. Ἐν
εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματα δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει
πολίτας ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Φερωνύμως γενναίῳ φρονήματι, ὑπὲρ τῆς δόξης Χριστοῦ,
λαμπρῶς ἠγώνισαι, Ἱεράρχα Γεννάδιε· πράξει γὰρ τὴν χάριν ἐκφαίνων, τρόπους
ἐπιεικέσιν ἐκπαίδευσας, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, τοὺς τῷ θείῳ σημειωθέντας
αἵματι· καὶ σωφρόνως καὶ ἀμέμπτως πολιτευσάμενος, ἱεραρχίας ὑπόδειγμα, ἐν
Ἐκκλησίᾳ πολλῇ ἐγένου. Ἄλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ἀδιαλείπτως
ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Πνευματικαῖς ἐμπρέπων πράξεσι, τοῦ Παρακλήτου ἐδέξω
τὰς δωρεάς, καὶ τὰς θείας ἐλλάμψεις, Ἱεράρχα Γεννάδιε· καὶ ἐν αὐτῷ ζῶν καὶ
κινούμενος, τῆς Ἐκκλησίας κυβερνήτης ὤφθης, καὶ ὁδηγὸς ἀληθής, καὶ βίου
ἐνάρετου, θεόπνευστον ὄργανον· ἔργῳ γὰρ ὑπέδειξας, τῶν ἀρετῶν τὰς ὑψώσεις, καὶ
θείας ταπεινώσεις, τὸ περίβλεπτον ὕψος· ἐν ᾧ ὡς φῶς τῷ κόσμῳ ἔλαμψας, φωτίζων
καὶ στηρίζων, τοὺς πίστει προσιόντας σοι.
Ἦχος γ΄.
Τῇ θεοειδεῖ σου ζωή, θεοειδέστατος ἱεράρχης ὤφθης,
ἱερώτατε Πάτερ Γεννάδιε· θεῖος γὰρ ζῆλος ἐν σοὶ διέλαμψε, χρηστότης τρόπων,
ταπεινοφροσύνης ἀκρότης, καὶ συνδρομὴ ἠθῶν σεμνότητος· ἐν οἷς εὐαρεστῶν Θεῷ,
ὀρθῶν δογμάτων μυσταγωγεῖς τὴν ἀκρίβειαν, θαύμασιν ἐκλάμπων, καὶ Ἀποστολικοῖς
χαρίσμασι, καὶ πρεσβεύεις Κυρίῳ, ὑπὲρ τῶν τιμῶντων σε.
Δόξα. Ἦχος δ΄.
Ὡς καθαρὸς τὴν ψυχήν, οὐρανίων καὶ θείων μυήσεων,
ἀληθῶς ἠξιώθης, ἱερομύστα Γεννάδιε· τὸ γὰρ Ἅγιον Πνεῦμα ἐν σοι οἰκῆσαν, τὰ
μέλλοντα συμβαῖνεν σοι ἐγνώρισε, καὶ θαυματουργίας χάριν σοι δέδωκε· δι᾿ ἧς
ἀφρόνων μὲν ὤφθης παιδευτής, τῆς Ἐκκλησίας δὲ σεπτὸς νυμφαγωγός, καὶ πρακτικὸς
διδάσκαλος· πᾶσι γὰρ τὰ κρείττω παρέθου, δικαιοσύνης ὑποδεικνύων τὴν ὁδόν, καὶ
πρεσβεύεις Κυρἰῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε
εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α´. Χαίροις
ἀσκητικῶν.
Χαίροις Ἱεραρχῶν καλλονή, τῆς Βυζαντίδος ὁ περίδοξος
πρόεδρος, καὶ πάσης τῆς Ἐκκλησίας, ὁ διαυγὴς ὀφθαλμός, ταπεινοφροσύνης ὕψος
ἔνθεον· ἠθῶν καθαρότητος, φυτοκόμος ὁ ἄριστος, βίου ἁγίου, ὑποφήτης θεόληπτος,
πρακτικότατος, ἐγκρατείας διδάσκαλος, σκεῦος τὸ πολυτίμητον, τῶν θείων
ἐλλάμψεων, τὸ τῆς ἀγάπης ταμεῖον, τὸ τῆς πραότητας σκήνωμα, Γεννάδιε Πάτερ, ὁ
παρέχων τοῖς αἰτοῦσι, χάριν καὶ ἔλεος.
Στίχ.: Οἷ Ἱερεῖς
σου Κύριε ἐνδύσονται δικαιοσύνην...
Χαίροις ὁ τοῦ Χριστοῦ μιμητής, Ἱεραρχῶν περιφανὲς
σεμνολόγημα, ὁ βίῳ λελαμπρυσμένος, ἀγγελικῷ ἀληθῶς, καὶ σοφίᾳ θείᾳ
καλλυνόμενος· τὸ στόμα τὸ ἔνθεον, τῶν δογμάτων τῆς πίστεως, ὁ οὐρανόθεν,
δεδεγμένος Γεννάδιε, θείου Πνεύματος, τὴν σεπτὴν ἐπιφοίτησιν· ὅθεν σαφῶς
προέβλεψας, τὴν μέλλουσαν σύγχυσιν, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐπιβουλῇ τοῦ
ἀλάστορος, ἐξ ἧς ἡμᾶς ῥῦσαι, ἱεράρχα θεοφόρε, τῇ προστασίᾳ σου.
Στίχ.: Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Δρόμον διαπερῶν τῆς ζωῆς, ὡς Ἱεράρχης θεοφόρος
Γεννάδιε, ἐπέστης Πνεύματι θείῳ, πρὸς τὴν ἁγίαν Σιών, ἐν ᾗ κόσμου ὤφθη τὸ
σωτήριον· ἐκεῖθεν ἐν σχήματι, ξένῳ Πάτερ κατέπλευσας, ἐπὶ τὴν Κύπρον, καὶ πρὸς
πόλιν οὐράνιον, ἀνελήλυθας, λιπὼν ταύτῃ τὸ σῶμά σου. Ὅθεν σὲ μακαρίζομεν,
τελοῦντες τὴν μνήμην σου, καὶ ἑξαιρέτως ἡ Πάφος, λαμπρυνομένη τῇ δόξῃ σοῦ, ἡ
δίδου ὑψόθεν, τῆς σεπτῆς σου εὐλογίας, χάριν τὴν ἄφθονον.
Δόξα. Ἦχος πλ. δ΄.
Ποιμαντικῇ σοφίᾳ φαιδρύνας τὸν βίον σου, διαπρεπὴς ἐν
ἰεράρχαις, Γεννάδιε πέφηνας· καὶ ἀληθεῖ ὁσιότητι, τὴν Ἀποστολικὴν ἐξουσίαν,
λαμπροτέραν ἐργασάμενος, Εὐαγγελικῶς ηὔξησας, τὸ δοθέν σοι τάλαντον. Καὶ νῦν
τῆς δόξης τοῦ Κυρίου σου, ἀνακεκαλυμμένως τρυφῶν, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ηχος πλ. α´. Τὸν συνάναρχον
Λόγον.
Ἀρετῶν ταῖς ἰδέαις κατακοσμούμενος, τῆς Ἐκκλησίας
ἐδείχθης Ἀρχιεράρχης σοφός, καὶ ποιμὴν ἀληθινὸς Πάτερ Γεννάδιε, ὡς θεράπων τοῦ
Χριστοῦ, καὶ Ὁσίων κοινωνός, ἐν πάσῃ δικαιοσύνῃ. Καὶ νῦν δυσώπει ἀπαύστως,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη
τῶν προστρεχόντων εἰς σέ· χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν
σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς σκεῦος ἐκλεκτόν, ἀρετῶν οὐρανίων, σοφὸς ἀρχιερεύς,
τῆς Χριστοῦ Ἐκκλησίας, Γεννάδιε μακάριε, ἀληθῶς ἐχρημάτισας. Ὅθεν σήμερον, τὴν
σὴν γεραίρομεν μνήμην, μακαρίζοντες, τοὺς ἱερούς σου καμάτους, δι’ ὧν κόσμῳ
ἔλαμψας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐδέξω ἐν γαστρί, τὸν Ὑπέρθεον Λόγον, καὶ τέτοκας
αὐτόν, ἀσυγχύτως ἀτρέπτως, Θεόν τε καὶ ἄνθρωπον, τὸν Ἀδὰμ ἀναπλάττοντα,
Ἀειπάρθενε, Θεοχαρίτωτε Κόρη· ὃν ἱκέτευε, ἐν μητρικῇ οἰκείώσει, ὑπὲρ τῶν
ὑμνούντων σε.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
δ΄. Ταχὺ προκατάλαβε.
Τῷ βίῳ θεόληπτος, ἐν ταπεινώσει πολλῇ, καὶ πλήρης
χρηστότητας, καὶ φωτισμοῦ θεϊκοῦ, γενόμενος Ὅσιε, ὤφθης τοῦ Βυζαντίου, εὐκλεὴς
ποιμενάρχης, ἄγων καὶ κατευθύνων, πρὸς νομὰς εὐσεβείας, τοὺς ἄρνας τοῦ Κυρίου,
ἐν λόγοις καὶ πράξεσι,
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν τὸν ἀσώματον, σωματωθέντα ἐκ σοῦ, δι᾿ ἄφατον
ἔλεος, τίκτεις ὡς βρέφος Ἁγνή, καὶ ἄφθορος ἔμεινας· ὅθεν τοῦ ἀποῤῥήτου,
μυστηρίου σου Κόρη, πίστει ἀνενδοίαστῳ, ἀνυμνοῦμεν τὴν δόξαν, δι᾿ οὗ πρὸς
ἀφθαρσίαν, ἀνεκλήθημεν Ἄχραντε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ νῆσος Κύπρος δεξαμένη σε Πάτερ, ὑπερηγάσθη ἀρετῶν
σου τὸν πλοῦτον, καὶ τὴν πολλὴν ταπείνωσίν σου Ὅσιε, ὅθεν καὶ κηδεύσασα, τὸ σὸν
ἅγιον σκῆνος, μέγαν σε ἐκτήσατο, πρὸς τὸν Κτίστην μεσίτην, καὶ τὴν σεπτήν σου
μνήμην· ἐν χαρά, πανηγυρίζει, παμμάκαρ Γεννάδιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Ὑπερούσιον , Θεὸν τετοκυῖα, οὐσιωθέντα δι’ ἡμᾶς
εὐσπλαγχνίας, Θεογεννῆτορ Κόρη παντευλόγητε, κόσμου καταφύγιον, καὶ προστάτις
ἐδείχθης, καὶ θερμὴ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, διὸ ποικίλων ῥύου
ἀναγκῶν, τοὺς προσιόντας, .ἀεὶ τῇ πρεσβείᾳ σου.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· τὸ ἐν τῷ ὄρθρῳ τοῦ Ἅγ.
Χρυσοστόμου.
Ὁ Ν ´.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχ.: Ἐλεῆμον, ἐλέησον μὲ ὁ Θεὸς.... Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ἀγγελικὴν ἐπιδειξάμενος ζωήν, τῶν ἀρετῶν τῇ πράξει,
τὴν σὴν στολὴν ἐποίκιλας, θεοφόρε Γεννάδιε· καὶ εὐσεβείας πόνοις, καὶ γνώσει τῇ
κρείττονι, θεοπρεπῶς διακονήσας ἐν τῇ δοθείσῃ σοι χάριτι, τῆς ἀφθαρσίας τὸ
διάδημα, παρὰ Χριστοῦ ἐδέξω· ᾧ πρέσβευε ἐκτενῶς, δοῦναι ἱλασμὸν ταῖς ψυχαῖς
ἡμῶν, καὶ ζωὴν αἰώνιον.
Σῶσον
ὁ Θεὸς τὸν λαόν σου...
Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τοῦ
Ἁγίου, οὑ ἡ ἀκροστιχίς. Τῷ ἱερομύστῃ Γενναδίω αἰνός. Γερασίμου.
ᾨδὴ α´. Ἦχος β´. Ἐν βυθῷ κατέστρωσέ
ποτε.
Τοῦ φωτὸς τοῦ θείου τὰς αὐγάς, Πάτερ εἰσδεχόμενος, καὶ
ἐν μεθέξει ἀΰλῳ θεούμενος, φωτισμόν μοι δώρησαι, φωτοφόροις σου ἱκεσίαις Γεννάδιε, ὅπως ἀνυμνήσω, μνήμην σου τὴν θείαν καὶ
ὑπέρλαμπρον.
Ὡς τῷ θείῳ φόβῳ ἐκ παιδός, Πάτερ στοιχειούμενος, καὶ
πρὸς Θεὸν ὁλικῶς ἀναγόμενος, πάσης ματαιότητος, ὑπεξέκλινας οὐρανίῳ φρονήματι,
καὶ ἀμέμπτῳ βίῳ, σεαυτὸν ἐλάμπρυνας Γεννάδιε.
Ἱεράρχης ὤφθης ἱερός, Ὅσιε Γεννάδιε,
τοῦ Παρακλήτου χρισθεὶς ἐν τῇ χάριτι, καὶ καθάπερ ἄγγελος, ἱεράτευσας τῷ Κυρίῳ
μακάριε, ταπεινοφροσύνῃ, καὶ πάσῃ πραότητι κοσμούμενος.
Θεοτοκίον.
Ἐκ
γαστρὸς σου ἐλαμψεν ἡμῖν, ὁ τῆς δόξης Κύριος, σωματωθεὶς ἐξ ἀχράντων αἱμάτων
σου, καὶ παρθένων ἀφθορον, μετὰ τόκον σε διασώσας Πανάμωμε, καὶ τὴν πεπτωκυῖαν,
φύσιν τῶν ἀνθρώπων ἀνεμόρφωσε.
ᾨδὴ
γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Ῥάβδῳ
θείᾳ Ὅσιε, πρὸς νομὰς ὡδήγησας, λαὸν τὸν περιούσιον, εὐσεβείας ποιμὴν ὡς
ἔνθεος, καὶ ζωῆς ἐνάρετου καὶ σεμνότητος.
Ὁ
βίος σου λαμπόμενος, ἀρετῶν ταῖς λάμψεσιν, ἀστέρα σε πολύφωτον, Ἐκκλησίᾳ πάσῃ Γεννάδιε, καὶ φωστῆρα ἀνέδειξε παγκόσμιον.
Μεμυημένος Ὅσιε, τὴν Χριστοῦ ταπείνωσιν, ἐν πλοῦτος
ταπεινώσεως, καὶ ἀγάπης τε καὶ πραότητας, ἐν τῷ κόσμος διέπρεψας Γεννάδιε.
Θεοτοκίον.
Ὑπὲρ
ἡμῶν ἱκέτευε, Θεοτόκε Δέσποινα, τὸν σὸν Υἱὸν καὶ Κύριον, λυτρωθῆναι πάσης
κακώσεως, τοὺς ἐν πίστει δοξάζοντας τὸν τόκον σου.
Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείαις
πράξεσι, κεκοσμημένος, ἱεράτευσας, Θεῷ ἀμέμπτως, Ἱεράρχα θεόφρον Γεννάδιε, καὶ μεταστὰς πρὸς τὰ ἄνω βασίλεια, τῶν
Ἀσωμάτων συνόμιλος γέγονας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι
ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Σὰρξ
γεγένηται, ὁ Θεὸς Λόγος, ἐξ αἱμάτων σου, ἀνερμηνεύτως, καὶ ἐφάνη τῷ κόσμῳ ὡς
ἄνθρωπος, διπλοῦς τῇ φύσει ὁμοῦ καὶ θελήσεσι, τῇ ὑποστάσει δὲ εἶς ὡς ηὐδόκησε.
Κόρη Πάναγνε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ᾨδὴ
δ΄. Ἐλήλυθας, ἐκ Παρθένου
Συνέσεως,
πεπλησμένος τῆς θείας Γεννάδιε, ὅσιος καὶ
δίκαιος, καὶ σώφρων ὤφθης ἐν ἅπασι, τῶν πιστῶν τὸ φρόνημα τῇ πολιτείᾳ σου, τῶν
φθαρτῶν παιδεύων ἀπέχεσθαι.
Τὸν
Κύριον, ἐν νυκτὶ ἱκετεύων Γεννάδιε, τὸν
ἐχθρὸν τεθέασαι, τὴν ἣν ἐπάξει προλέγοντα, ἐκ τῶν αἱρετιζόντων ζάλη ψυχόλεθρον,
ἐν τῇ Ἐκκλησία μακάριε.
Ἡγίασας
τὴν ψυχὴν καὶ τὸ σῶμα Γεννάδιε, θείαις
ἀναβάσεσιν, ἐξ ὑλικῆς πάσης σχέσεως, ὡς τὸν νοῦν ἐκάθηρας πόνοις ἀσκήσεως· ὅθεν
θείας δόξης ἠξίωσαι.
Θεοτοκίον
Γεννήσασα,
ὑπὲρ φύσιν τὸν πάντων Δεσπόζοντα, ὤφθης πάσης κτίσεως, ὡς ἀληθῶς ὑπερέχουσα·
ὅθεν με ὑπέρτερον δεῖξον Πανάχραντε, ἐκ τῆς τῶν παθῶν καταπτώσεως.
ᾨδὴ
ε΄. Μεσίτης Θεοῦ.
Ἐν
οἴκῳ Θεοῦ, ἐλαία κατακαρπὸς Γεννάδιε, κατὰ
Δαβὶδ πέφηνας, καὶ ἐλαίῳ Πάτερ τῶν καμάτων σου, τῶν πιστῶν ἱλαρύνεις, καρδίας
τε καὶ πρόσωπα.
Νοΐ
καθαρῷ, καὶ χερσιν ὁσίαις ἱερούργησας, ἅγιε Γεννάδιε,
τοῦ Χριστοῦ τὸ θεῖον Εὐαγγέλιον, Ἀποστόλων τὸν ζῆλον, ἐν ἅπασι δεικνύμενος.
Ναῷ
παρεστώς, νύκτωρ προσευχόμενος Γεννάδιε,
δαιμόνιον φάντασμα, ἐν αὐτῷ τεθέασαι καὶ ᾔσχυνας, τὴν αὐτοῦ κακουργίαν, συντόνῳ
ἱκεσίᾳ σου.
Θεοτοκίον.
Ἀφράστως
Χριστόν, τὸν τῶν ὅλων Κύριον κυήσασα, φθορᾶς τὴν ἐπιχύσιν, Κόρη ἀπεξήρανας τῷ
τόκῳ σου, καὶ πηγὴν εὐλογίας, τοῖς πέρασιν ἀνέβλυσας.
ᾨδὴ
στ´. Ἐν ἀβύσσῳ πταισμάτων.
Διδαχαῖς
μὴ προσεχῶν τῆς γλώττης σου, ὁ ἀτάκτως Ὅσιε πολιτευόμενος, δίκην δικαίαν
εὕρηκεν, ὡς Θεοῦ παριδὼν τὸ μακρόθυμον.
Ἵνα
δόξης μετάσχης τῆς κρείττονος, δόξαν τὴν ἐπίγειον καὶ θρόνον Ἅγιε, ἐμφρόνως
καταλέλοιπας, καὶ Χριστοῦ τὴν πτωχείαν ἠγάπησας.
Ὡς
πτωχός τε καὶ ξένος καὶ ἄοικος, ἐν τῇ Κύπρος ἔφθασας Πάτερ Γεννάδιε, καὶ ἀπαντᾷς ἐξέπληξας, μετὰ τέλος
γνωσθεὶς τοῖς προστρέξασι.
Θεοτοκίον.
Ἀειπάρθενε
Κόρη Ἀπείρανδρε, ἡ κυοφορήσασα τὸν πάντων αἴτιον, δι’ ἔλεος ἀμέτρητον,
σκοτισθέντα τὸν νοῦν μου καταύγασαν.
Κοντάκιον.
·Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἱεράρχης
ἔνθεος, Πάτερ ἐδείχθης, λαμπρυνθεὶς τῷ Πνεύματι, τῇ καθαρῇ σου βιοτῇ, ἱερομυστα
Γεννάδιε, Χριστῷ πρεσβεύων, ὑπὲρ τῶν
τιμώντων σε.
Ὁ
Οἶκος.
Τῆς
καθαρῶς καὶ ἀμέμπτου ζωῆς, τὰς ἐπιδόσεις θησαυρίσας, θησαυρὸς ὁσίων ἠθῶν, καὶ
ταπεινοφροσύνης ἐνδιαίτημα, καὶ ἀγάπης πλοῦτος ἀκένωτος, ἀναδέδειξαι Ὅσιε· ὅθεν
ἱερωσύνης κληρωσάμενος τὸ ἔνδυμα, ἱεραρχικὼς Χριστῷ εὐηρέστησας, καὶ πρόεδρος
περίδοξος, τῆς βασιλίδος τῶν πόλεων γέγονας, καὶ κυβερνήτης ἱερός, τῆς
Ἐκκλησίας τῆς σεπτῆς· ἣν ἰθύνας ἀσφαλῶς, λάθρα ἐν Σιών, καὶ ἐν σχήματι ταπεινῷ,
ἐν Κύπρῳ ἧκες, τῶν φθαρτῶν τὰ ἄφθαρτα, καὶ τῶν σφαλλομένων τὰ αἰώνια
ἀνταλλαττόμενος· καὶ ἅπαντας ἐξέπληξας τῇ πολλῇ ταπεινώσει, καὶ τῇ ξένῃ πτωχείᾳ
ἱερομύστα Γεννάδιε· οἵ τὸ σεπτὸν σῶμά σου
κηδεύσαντες, ἐβόων σοι Πάτερ· Μὴ παύσῃ Χριστῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.
Συναξάριον.
Τῇ ιζ΄ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Γεννάδιος, Πατριάρχης
Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Γεννάδιος εὗρε τὴν Ἐδὲμ
στέφος,
Φανεὶς νοητὴν πρὸς παλαίστραν γεννάδας.
Φανεὶς νοητὴν πρὸς παλαίστραν γεννάδας.
Οὗτος
ἢν διαλαμπῶν κατὰ τὸν πέμπτον αἰῶνα, βίῳ σεμνῷ καὶ ὡς εἰπεῖν ἀγγελικῷ ἐμπρέπων,
καὶ λόγῳ καὶ ἀράξει καὶ βαθεία ταπεινοφροσύνῃ κοσμούμενος. Πρεσβύτερος ὧν τῆς
ἐν Κωνσταντινουπόλῃ ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας. Διεδέξατο τὸν ἱερὸν Ἀνατόλιον,
ἐκδημήσαντα τῶν τῄδε ἐν ἔτει υνη΄, καὶ μέγας καὶ θαυμαστὸς ὤφθη Πατριάρχης.
Εὐαγγελικῶς ποιμάνας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐν Ἀποστολικῷ ζήλῳ, καὶ πάσῃ
ἀρετῇ. Πλήρης ὢν θείου Πνεύματος, θαυμάτων πεπλούτηκεν ἐνέργειαν, διὸ καὶ
ἐξήρανε τὴν χεῖρα καὶ αὔθις ἰάσατο, τοῦ τολμήσαντος γράψαι ἐν εἰκόνι τήν του
Κυρίου ἰδέαν ἐν σχήματι Διός· τὸν ἀτάκτως πορευόμενον, καὶ μὴ θέλοντα
ἐπαναστρέψαι εἰς ἑαυτόν, ἐν τῷ ναῷ τοῦ ἁγίου Ἐλευθερίου ἱερέα, δεηθεὶς τοῦ
Ἱερομάρτυρος, θανάτῳ παρέδωκεν· ἐν νυκτί τινι προσευχόμενος ἔνδον τοῦ θυσιαστηρίου,
ἑώρακε δαιμόνιον φάσμα, ταραχὰς ἐπαπειλοῦν τῇ Ἐκκλησίᾳ, ὅ καὶ γέγονε,
τελευτήσαντος τοῦ μακαρίου. Οὗτος τὰς αἱρέσεις, καὶ δὴ τῶν τὴν μίαν φύσιν καὶ
ἐνέργειαν ἐν Χριστῷ φληναφούντων ἤλεγξε καὶ κατῄσχυνε· τὴν ἐπάρατον σιμωνίαν
Συνοδικῶς καταδίκασε, κανονικῇ ἐπιστολῇ ἀπελέγξας τοὺς τὰ τοιαῦτα τολμῶντας.
Καὶ
τούτου ᾠκοδόμηται καὶ συγκεκρότηται ἡ περιώνυμος τοῦ Στουδίου μόνη, καὶ ὁ
πάνσεπτος τῆς Θεοτόκου ναός, ἐπὶ τῆς ζωηφόρου αὐτῆς Πηγῆς, ὑπὸ Λέοντος τοῦ α΄
τοῦ καὶ Μακέλλη ἐπιλεγομένου, μετήνεκται δὲ ἐξ Ἱεροσολύμων ἡ Ἱερὰ τῆς
Θεομήτορος ἐσθής· ὑπὸ τῶν πατρικίων Γαλβίου καὶ Κανδίδου. Καὶ λύχνος τῆς
Ἐκκλησίας γεγονὼς καὶ ὁρώμενος, καὶ ἐπὶ δέκα καὶ τρισὶν ποιμάνας ἐνιαυτούς καὶ
κυβερνήσας τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, προεχειρίσατο διάδοχον τὸν πρεσβύτερον Ἀκάκιον.
Αὐτὸς δὲ λάθρᾳ φυγὼν μετά τινος μοναχοῦ, ᾧ ἡ κλῆσις Νεῖλος, παρεγένετο ἐν
σχήματι ἀγνώστῳ καὶ ταπεινῷ τῇ Ἁγίᾳ Σιών. Καὶ ἐκεῖθεν ἀπάρας ἔφθασεν εἰς Πάφον
τῆς νήσου Κύπρου, σκοπῶν ἀπελθεῖν ἐν τῷ ὄρει μόνος, ἔνθα ὁ μέγας Ἱλαρίων τὴν
ἀσκητικὴν πολιτείαν ἤνυσεν· ὅπῃ πορευόμενος καὶ ἀποπλανηθείς, ἐκοιμήθη καθ’
ὁδόν, ψύχει πολλῷ συσχεθείς, ἄτε χειμερίου ὥρας καὶ χιόνος ἐνσκηψιάσης τῷ τόπῳ.
Πρωΐας δὲ γενόμενης, εὕρηται τὸ τίμιον λείψανον, ὅπερ ἔγνωσται τίνος ἥν,
πλείστοις θαύμασι καὶ θεοσημείοις ἰαμάτων δοξασθέν, εἰς ἔκπληξιν τῶν ὁρώντων
καὶ ἀκουόντων, θαυμαζόντων πάντων τὴν ἄκραν ταπείνωσιν, καὶ τὴν μεγάλην
ἁγιότητα τοῦ μεγάλου πατρὸς Γενναδίου. Καὶ ἀνακομισθὲν ἐκεῖθεν, ἐνεταφιάσθη ἐν
ᾧ τόπῳ ηὐδόκησεν ὁ Ἅγιος, ἔνθα καὶ ναὸς ᾠκοδόμηται τῷ ἁγίῳ αὐτοῦ ὀνόματι. Κέκτηται
δὲ θεόθεν ὁ Ἅγιος χάριν τοῦ ἰᾶσθαι τοὺς ὑπὸ ψύχους καὶ κατάῤῥου πάσχοντος, ὡς
καὶ αὐτὸς ἀπὸ πολλῆς ψυχρότητος τέθνηκε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς
ἡμῶν Γρηγορίου, Ἐπισκόπου
Νεοκαισαρείας, τοῦ Θαυματουργοῦ.
Ὁ Γρηγόριος, θαυματουργῶν καὶ
πάλαι,
Θεῷ παραστάς, θαυματουργεῖ τι πλέον.
Θεῷ παραστάς, θαυματουργεῖ τι πλέον.
Οὗτος ἦν ἐπὶ Αὐρηλιανοῦ τοῦ βασιλέως ἐξ
Ἑλλήνων γεννητόρων· τῇ δὲ τῶν κρειττόνων μερίδι εὐθὺς προσθεὶς ἑαυτόν, τὴν
ἀληθῆ κατὰ Χριστὸν πίστιν ἐπέγνω· καὶ προϊούσης τῆς ἡλικίας, τὰ τῆς εὐσεβείας
αὐτῷ συνηυξάνετο. Μεγέθει δὲ καὶ πλήθει θαυμάτων, ἃ κατειργάσατο, ἐπώνυμον
ἔσχεν ὃ λέγεται. Ἔτι γὰρ τῇ σχολῇ συνήθως φοιτῶν ἐν Ἀλεξανδρείᾳ, καὶ παιδείας
μεταλαμβάνων τῆς κατὰ φιλοσοφίαν, ἑταιρικὸν γύναιον ἐκ συνθήματος ἐπὶ διαβολῇ
αὐτῷ προσελθόν, τῶν συμφοιτητῶν εἰς τοῦτο αὐτὴν παρακινησάντων, καὶ δαίμονι διὰ
τὴν συκοφαντίαν ληφθὲν καὶ εἰς γῆν σπαραττόμενον, ἰάσατο διὰ προσευχῆς. Οὗτός
ποτε τὴν Ὑπεραγίαν Θεοτόκον ἅμα Ἰωάννῃ τῷ Θεολόγῳ εἶδε καθ᾿ ὕπαρ, μυοῦντας αὐτῷ
τὸ τῆς Τριάδος μυστήριον. Καὶ μετὰ τὸ Ἐπίσκοπον αὐτὸν χειροτονηθῆναι παρὰ
Φαιδίμου τοῦ Ἀμασίας Προέδρου, ἐν τῷ ἀπιέναι εἰς τὴν λαχοῦσαν Ἐκκλησίαν, καὶ
μετὰ τὸ ἀπελθεῖν, ἀκοῆς ἀνώτερα καὶ μείζονα πίστεως θαύματα πεποιηκέναι
λέγεται.
Λίθον γὰρ βουνῷ παραπλήσιον διὰ προσευχῆς
ἐκίνησε καὶ πρὸς ἕτερον μετήγαγε μέρος. Καὶ ἔν τινι εἰδωλείῳ ὁ Ἅγιος κατὰ
πάροδον εἰσελθών, ἐξήλασεν ἐκεῖθεν τὰ δαιμόνια· ὑποχωρήσαντος δέ, εἰσελθεῖν ἐν
αὐτῷ πάλιν οὐκέτι ἠδύναντο. Τοῦτο μαθὼν ὁ νεωκόρος, κατὰ τοῦ Ἁγίου ὠργίζετο.
Τοῦ δὲ Ἁγίου ἐν χάρτῃ γράψαντος Γρηγόριος τῷ Σατανᾷ, εἴσελθε· καὶ τοῦτον ἐν τῷ
ναῷ θέντος τοῦ νεωκόρου, καὶ τῶν δαιμόνων εἰσελθόντων, τῷ τοιούτῳ θαύματι ὁ
νεωκόρος καταπλαγείς, ἀντὶ τοῦ λατρευτὴς εἶναι δαιμόνων, Χριστοῦ μαθητὴς εὐθὺς
ἀναδείκνυται, τῷ μεγάλῳ προσελθὼν Γρηγορίῳ. Καὶ λίμνην, θαλάσσῃ κυμαίνουσαν
ἴσα, μίαν νύκτα διακαρτερήσας τῇ προσευχῇ, ἄνικμον καὶ χέρσον ἀπέδειξε, τῶν δύο
ἀδελφῶν ἀντιποιουμένων τῆς λίμνης τὸν κατ᾿ ἀλλήλων συναποξηράνας θυμόν,
πολεμικῶς καὶ ἀδιαλλάκτως ἐχόντων. Ἔτι δὲ καὶ τοῦ ποταμοῦ τὴν ἐπὶ τὰ πρόσω
φορὰν ἀπέσχε, τῶν προσοίκων αὐτοῦ δεηθέντων, κατὰ τῆς διαβρόχου γῆς καὶ
συρφετώδους ἐρείσας τὴν βακτηρίαν καὶ προσθεὶς τῷ θαύματι θαῦμα· τό τε γὰρ
ῥεῖθρον ὁρᾶται ἀναχαιτιζόμενον, ὥσπερ δεδοικὸς προσψαῦσαι τῇ ῥάβδῳ, καὶ ἡ
ῥάβδος, ἤδη οὖσα ξηρὰ καὶ τῆς φυσικῆς ὑγρότητος ἄμοιρος, εἰς εὐθαλὲς ἐγένετο δένδρον.
Καὶ οὐδὲ ὁ χρόνος λύμη τῷ θαύματι γέγονεν, ἀλλὰ καὶ νῦν, ὥς φασι, τοῦ ποταμοῦ
τὴν εἰς τὰ πρόσω φεύγοντος πρόοδον, καὶ τοῦ δένδρου τοσούτοις ἐξαρκοῦντος
ἔτεσιν, ἡ τοῦ Χριστοῦ δύναμις διὰ τοῦ μεγάλου Γρηγορίου κηρύττεται. Καὶ πρὸς
τούτοις, ὁ ὑποκριθεὶς Ἑβραῖος τὸν νεκρόν, ἐν ὑπτίῳ καὶ ἐκτεταμένῳ σχήματι, διὰ
προσευχῆς αὐτοῦ, αὐτὸ τοῦτο κατ᾿ ἀλήθειαν γέγονεν, ὅπερ ἐσχηματίζετο. Ἐνομίσθη
δέ ποτε ἐν τῷ ὄρει, ἑστὼς καὶ προσευχόμενος δένδρον τοῖς διώκουσι. Καὶ λοιμὸν
τοῖς ἀπίστοις ἐπήγαγε, καὶ προσελθόντας τῇ πίστει τοῦ θανάτου ἀπήλλαξεν. Ἐν δὲ
τῷ μέλλειν πρὸς Κύριον ἐκδημεῖν, εὐχαριστηρίους ἀφῆκε φωνάς, ὅτι τὴν πόλιν
αὐτοῦ πολυάνθρωπον οὖσαν, καὶ τοσοῦτον τῇ ἀσεβείᾳ καὶ ἀπιστίᾳ πλήθουσαν, ἐπὶ
τῆς ἐναντίας τάξεως κατέλιπεν. Ὅσους γὰρ εὗρε τοὺς παραδεξαμένους τὴν πίστιν,
τοσούτους τοὺς παραμεμενηκότας τῇ ἀπιστίᾳ κατέλιπε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὅσίου καὶ Ὁμολογητοῦ Λαζάρου, τοῦ
Ζωγράφου.
Οὐ ζωγραφεῖ σε Λάζαρος καὶ
νῦν, Λόγε,
Ἀλλὰ βλέπει σε ζῶντα, μὴ ληπτὸν χρόαις.
Ἀλλὰ βλέπει σε ζῶντα, μὴ ληπτὸν χρόαις.
Οὗτος νηπιόθεν τὸν μονήρη βίον ὑπέρχεται καὶ
ζωγραφικὴν ἐπιστήμην ἐκπαιδεύεται, καὶ πρὸς τῇ σκληραγωγίᾳ καὶ ἐγκρατείᾳ, καὶ
τῆς ἐλεημοσύνης ἐπεμελεῖτο· διὸ καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα δέχεται. Ἐντεῦθεν
κατὰ πασῶν τῶν αἱρέσεων ἀποδύεται· καὶ τοσαύτας θλίψεις, οὐ μόνον παρὰ τῶν τὰ
Εὐτυχοῦς καὶ Νεστορίου καὶ Διοσκόρου φρονούντων, ἀλλὰ καὶ παρὰ τῶν ἀθέων
Εἰκονομάχων ὑπέμεινεν, ὅσας οὐδέ ἐστιν εἰπεῖν. Ἀλλὰ καὶ ἐπὶ τὴν πρεσβυτέραν
Ῥώμην στέλλεται, τῶν Πατρικῶν καὶ Ἀποστολικῶν ὑπερμαχήσων δογμάτων. Καὶ
μεγαλοπρεπῶς ὑποστρέψας, αὖθις τῶν αὐτῶν ἕνεκεν ὑποθέσεων ἐπὶ Ῥώμην ἀπαίρει.
Καὶ περὶ τὰ μέσα που τῆς ὁδοῦ, ἀνωμαλίας τινὸς αὐτῷ περὶ τὸ σῶμα γενομένης,
τελευτᾷ ἐν Χριστῷ. Καὶ τὸ τίμιον αὐτοῦ σῶμα ἀνακομισθέν, ἐν τῇ μονῇ τοῦ
Εὐάνδρου κατετέθη.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων Ζαχαρίου τοῦ Σκυτοτόμου καὶ Ἰωάννου·
καὶ διήγησις ὠφέλιμος.
Ὁ Ζαχαρίας καὶ Ἰωάννης ἅμα,
Χερουβικὸν νοῦν ἔσχον ἐξ ἀγρυπνίας.
Χερουβικὸν νοῦν ἔσχον ἐξ ἀγρυπνίας.
Ἀνήρ τις τῶν κατὰ κόσμον περιφανῶν, ὄνομα
αὐτῷ Ἰωάννης, πάντων καταφρονήσας καὶ τὸν λιτὸν μετερχόμενος βίον, ἔργῳ τὴν τῶν
ἀγαθῶν πρὸς ἑαυτὸν ἐπεσπάσατο μετουσίαν, ἐπαγρυπνῶν ἐν ταῖς προσευχαῖς καὶ
νήφων τοῖς ἐπίπροσθεν αὐτῷ κατορθώμασιν. Ὡς δὲ μετὰ τῶν ἄλλων καὶ τὸ ἐν ταῖς
αὐλαῖς Κυρίου παννυχίζειν ἀπαραίτητον ἦν αὐτῷ, μιᾷ τῶν νυκτῶν ἀφίκετο πρὸς τὸν
ἐπ᾿ ὀνόματι τῆς τοῦ Θεοῦ Λόγου Σοφίας ναὸν τὸν ἐν τῷ Βυζαντίῳ. Καὶ τὰς πύλας
ἤδη κεκλεισμένας εὑρών, ἐν τῷ πλησίον σκάμνῳ κεκμηκὼς ἀνεπαύσατο, ὑποψιθυρίζων
τὴν ἐκ τύπου αὐτοῦ Ἀκολουθίαν. Καὶ ὡς ἐν τούτοις ἦν, λαμπηδόνα φωτὸς ἔξωθεν
ἐρχομένην ὁρᾷ. Ἐπιστήσας δὲ τὸν ὀφθαλμόν, ἄνδρα τινὰ σεμνὸν ἑπόμενον τῷ φωτὶ
κατενόει. Καὶ περιχαρὴς ὥς περ ἐπὶ τῷ θεάματι γεγονώς, συνέστειλε μᾶλλον
ἑαυτόν, γνῶναι θέλων τοῦ ἐρχομένου τὸ ἀποτέλεσμα. Ὡς δὲ λοιπὸν ἐκεῖνος ἤδη, τοῦ
φωτὸς πορευομένου, πρὸς τὰς κεκλεισμένας πύλας ἀφίκετο, ἐπ᾿ αὐτῇ τῇ φλιᾷ
προσκλιθεὶς καὶ ἱκανῶς προσευξάμενος, ὑψοῦ τὰς χεῖρας μετεωρήσας, τὸ
χριστοφόρον σημεῖον ταῖς πύλαις διαχαράττει, καὶ παραυτίκα σὺν τῷ φωτὶ ἀκωλύτως
εἰσῆλθε. Καὶ πάλιν ἐπ᾿ αὐτῷ τῷ ἐδάφει καταβαλὼν ἑαυτόν, ἐν ᾧ ἄνωθεν ἡ τῆς
Θεομήτορος εἰκὼν ἐκτετύπωται, καὶ ἀναστάς, ὁμοιοτρόπως καὶ ταύτας τὰς πύλας ἠνέῳξε.
Καὶ ἀνελθὼν ἐν τῷ νάρθηκι πρὸς τὰς ἀργυρέας πύλας, ἱκανῶς, ὡς ἔδοξε τῷ ὁρῶντι,
προσηύξατο. Καὶ πάλιν ὁρᾷ τὸν αὐτὸν διὰ τῆς σφραγῖδος καὶ ταύτας τὰς ὡραίας
ὑπανοίξαντα πύλας καὶ φωτοειδῆ ὅλον ἐν τῷ σεπτῷ ναῷ εἰσερχόμενον καὶ κατὰ τὸ
μεσαίτατον τοῦ ναοῦ ὑψοῦ τὰς χεῖρας διάραντα καὶ τὸν Θεὸν ἐξευμενιζόμενον. Ὅτε
δὲ τὰς εὐχὰς τῷ Θεῷ ἀπέδοτο, πάλιν νοστήσας, τὸ ἔσχατον τοῦ ναοῦ καταλαμβάνει
προαύλιον, τῶν πυλῶν πάλιν ὑπὸ τῆς θείας ἐνεργείας ἀποκλεισθεισῶν. Ἵστατο οὖν ὁ
ἱερὸς ἐκεῖνος ἀνὴρ ἀποσκοπῶν, ὡς ἔλεγεν, ὅποι τὴν πορείαν ἔχει ὁ τοῦ ναοῦ
ἐξελθών. Ὡς δὲ λοιπὸν τὴν κατ᾿ εὐθεῖαν ὁδὸν ἐβάδιζε, μὴ ὀκλάσας ὁ Ἀβραμιαῖος
ἐκεῖνος ἀνήρ, ἐπηκολούθει καταμαθεῖν βουλόμενος, ποῦ ἄρα ὁ τοῦ Θεοῦ ἱερὸς
ἀποκρύπτεται μαργαρίτης. Ὡς δὲ τῆς ὁδοῦ μικρὸν ὑποκλίνας ὁ φαινόμενος, πρὸς τὸ
κάταντες τοῦ Μάρτυρος Ἰουλιανοῦ τῶν βαθμίδων ἐγένετο, πρός τι σμικρότατον τῶν
ἐκεῖσε οἴκημα ἐπιστὰς καὶ τὸ τῆς ἔνδον οὔσης γυναικὸς ὄνομα, Μαρία, σιγηρᾷ τῇ
φωνῇ καλέσας καὶ τῇ χειρὶ κρούσας εἰσῆλθε, τότε τὸ περιαστράπτον φῶς τὸν ἄνδρα
κατὰ τὴν ὁδόν, ὑπεξιὸν ἀνεχώρει, καὶ ἐν ἀμφοτέροις ἐκείνοις ἡ οὖσα νὺξ
ἐγνωρίζετο. Ἀλλὰ τὸ γύναιον ἐπιδραμὸν μετὰ τῆς φωταγωγοῦ λυχνίας τῷ εἰσελθόντι
προσήνεγκεν. Ὁ δέ, μηδὲ τῇ κλίνῃ προσκλιθεὶς μήτ᾿ ἄλλως πως τὸ σῶμα
διαναπαύσας, πρὸς ἐργασίαν ἐτράπη· σκυτοτόμος γὰρ ἦν καὶ δερμάτων διαῤῥαφεύς.
Τότε ὁ ἐπακολουθῶν αὐτῷ ἀξιομνημόνευτος
Ἰωάννης, ἀνερυθριάστως τῇ κέλλῃ προσέλαβε, καὶ τῇ γῇ προσκλιθείς, τοῦ ἀοιδίμου
δάκρυσι τοὺς πόδας κατέβρεχε. Μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ, λέγων, ὅς τις εἶ καὶ τίς
σου ἡ ὑψηλὴ ἐργασία ἡ εἰς τὸν Θεόν, δι᾿ οὗ τὰς ἐξαισίους δυνάμεις, ἃς εἶδον,
πεποίηκας. Καὶ ὁ ταπεινόφρων ἐκεῖνος· Συγχώρησον, γέρων, διὰ τὸν Κύριον·
ἁμαρτωλός εἰμι ἄνθρωπος, μηδὲν ἀγαθὸν ἐργασίας ἐπιφερόμενος· τίς γὰρ εἰμὴ
ἰδιώτης ἐγώ; ἢ πόθεν μεμάθηκα, τυποῦσθαί τισι καὶ κανονίζειν, ἐπιδεὴς ὢν καὶ
οἰκτρᾶς ἐργασίας ἐπειλημμένος; Πεπλάνησαι ἄνερ, πεπλάνησαι, φάντασμα μᾶλλον
ἰδὼν καὶ οὐκ ἀλήθειαν. Τότε ὁ γέρων τοῖς δάκρυσι προσέθηκε δάκρυα, μὴ ἐνδοὺς
ὁρκίζων εἰς τὸν Θεόν, εἰπεῖν τῶν ἀγαθῶν αὐτοῦ τὸ περίδοξον· Εἰ μὴ γὰρ ἔργον
τοῦτο τῆς προνοίας ἦν, τοῦ γνωσθῆναι τὰ κατὰ σέ, ἔλεγεν, οὐκ ἂν ἐγὼ ὁ ἐλάχιστος
θεωρὸς τοιούτων μυστηρίων ἠξιώθην γενέσθαι. Τότε ὑπὸ τῶν ὅρκων ὥς περ
στενούμενος ὁ ἀνήρ, ἀναστὰς ὅθεν ἐκάθητο καὶ μετάνοιαν πρῶτον τῷ γέροντι
ποιησάμενος, οὕτως ἤρξατο λέγειν·
Οὐδὲν ἕτερον ἐπὶ γῆς κατόρθωμα, μὰ τὴν
ἀλήθειαν, κέκτημαι, ἀδελφέ μου, συγχώρησον, εἰ μὴ τὸ ταῖς ἁμαρτίαις μου
συμφύρεσθαι καὶ τῆς σαρκὸς τὴν εὐπάθειαν περὶ πολλοῦ ποιεῖσθαι. Ἐκ δὲ τῆς τοῦ
Θεοῦ μου ἀγαθότητος, ὀψέποτε τῆς γεέννης τὸν φόβον λογισάμενος, ταύτην ἣν ὁρᾷς
ἀδελφήν, γυναῖκα ποτὲ προσαγόμενος, τὸ καθαρὸν τέως τῆς σαρκός οὐκ ἐμόλυνα,
ἀλλ᾿ ἐξίσου τῇ ἁγνείᾳ στοιχήσαντες, ὡς στειρευούσῃ ταύτῃ, τὸ πρᾶγμα τοῖς
γνωρίμοις ἐναπεκρύψαμεν, καὶ μέχρι τῆς δεῦρο, διὰ τὸν πόθον τοῦ πλάσαντος, τῆς
σαρκικῆς μίξεως καθαρεύομεν. Προσθήσω δέ σοι καὶ ἕτερον διὰ τὴν τοῦ ὅρκου
ἀσφάλειαν. Ὁ ἐμὸς ἅπας βίος οὐδὲν πλέον, μὰ τὴν ἀλήθειαν, εἰμὴ τριμήσιον· καὶ
τοῦτο μεταχειριζόμενος δέρμασι, κοπιῶ ἐργαζόμενος· καὶ τὴν ἐκ τούτου πρόσοδον,
ἰσοτάλαντον τίθημι, τὸ πρῶτον καὶ τιμιώτερον τῷ Χριστῷ, τῇ δὲ ἡμετέρᾳ χρείᾳ τὸ
δεύτερον. Καὶ οὕτως ἀεὶ συντηρούμενος, τὸν κριτὴν καθ᾿ ἑκάστην, καὶ τῶν
φορολόγων πνευμάτων τὰς ἐφόδους φαντάζομαι.
Καὶ συμπεράνας ὧδε τὸν λόγον, ἀλλήλους
κατασπασάμενοι καὶ πρὸς γῆν κατανεύσαντες, ἐν εἰρήνῃ τῆς κέλλης ὁ ἱερὸς ὑπανεχώρει
ἀνήρ. Καὶ ὁ μέν, ἀπελθὼν ἐν ᾧ τὴν ξενίαν ἐκέκτητο, τῷ Θεῷ ηὐχαρίστει ἐν οἷς
τεθέαται μεγαλείοις. Ὁ δὲ θαυμάσιος ἐκεῖνος σκυτεὺς καὶ ἀληθῶς ἀφιλόκομπος, τῆς
ἀνθρωπίνης δόξης φεύγων τὸ δέλεαρ, μετανάστης τῆς κέλλης ἐγένετο, ἄγνωστος πᾶσι
τὸ παράπαν γενόμενος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λογγῖνος ἐν εἰρήνῃ τελειοῦται.
Ἔχεις ἀθλητήν, Χριστέ,
Λογγῖνον μέγαν·
Ἔχεις δὲ καὶ Λογγῖνον Ἀσκητὴν μέγαν.
Ἔχεις δὲ καὶ Λογγῖνον Ἀσκητὴν μέγαν.
Οὗτος ὁ Ὅσιος, ἀφῆκεν ἡμῖν τὸ ἀπόφθεγμα
τοῦτο· Ὥσπερ ὁ νεκρὸς οὐκ αἰσθάνεταί τινος, οὐδὲ κρίνει τινά, οὕτω καὶ ὁ
ταπεινόφρων οὐ δύναται κρῖναι ἄνθρωπον, κἄν ἴδῃ αὐτὸν προσκυνοῦντα τοῖς
εἰδώλοις. Ὁ ἴδιος οὗτος ἠρώτησε τὸν ἀββᾶν Λούκιον οὕτω· Θέλω ξενιτεῦσαι. Καὶ
ἀπεκρίθη ἐκεῖνος· Ἐὰν μὴ κρατήσῃς τῆς γλώσσης σου, οὐκ εἶ ξένος ὅπου ἄν
ἀπέλθῃς, καὶ ὦδε οὖν κράτησον τῆς γλώσσης σου, καὶ ξένος εἶ. Ἠρώτησεν δὲ
δεύτερον· Θέλω νηστεῦσαι. Καὶ ἀπεκρίθη ἐκεῖνος· Εἶπεν Ἡσαΐας ὁ Προφήτης· Ἐὰν
κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, οὐδ’ οὕτω κληθήσεται νηστεία δεκτή, ἀλλὰ
μᾶλλον κράτησον τῶν πονηρῶν λογισμῶν. Ἠρώτησε καὶ τρίτον· Θέλω φυγεῖν τοὺς
ἀνθρώπους. Καὶ ἀπεκρίθη ἐκεῖνος· Ἐὰν μὴ πρότερον κατορθώσῃς τὴν ἀρετὴν μετὰ τῶν
ἀνθρώπων, οὐδὲ κατὰ μόνας δύνασαι κατορθῶσαι.
Οὗτος ὁ Ὅσιος ἠρωτήθη ποτέ· Ποία ἀρετὴ
εἶναι μεγαλυτέρα πασῶν; Καὶ εἶπεν· Ὅτι, καθὼς ἡ ὑπερηφανία εἶναι μεγαλυτέρα πασῶν
τῶν κακιῶν καὶ τῶν παθῶν, καὶ ἐδυνήθη νὰ ῥίψῃ καὶ τοὺς Ἀγγέλους ἐκ τοῦ Οὐρανοῦ·
οὕτως ἐκ τοῦ ἐναντίου ἡ ταπεινοφροσύνη εἶναι μεγαλυτέρα πασῶν τῶν ἀρετῶν,
ἐπειδὴ αὐτὴ δύναται νὰ ἀναβιβάσῃ ἐκ τῶν ἀβύσσων τὸν ἄνθρωπον, ἄν καὶ ἦναι ὡς
τὸν δαίμονα ἁμαρτωλός. Διὰ τοῦτο καὶ ὁ Κύριος πρώτους πάντων μακαρίζει τοὺς
πτωχοὺς τῷ πνεύματι, ἤτοι τοὺς ταπεινούς.
Γράφεται δὲ περὶ τούτου καὶ ἐν τῷ
χειρογράφῳ Παραδείσῳ τῶν Πατέρων, ὅτι εἶπε ταῦτα τὰ ψυχοσωτήρια λόγια· Ἡ
νηστεία ταπεινοῖ τὸ σῶμα, ἡ ἀγρυπνία καθαρίζει τὸν νοῦν, ἡ ἡσυχία φέρει τὸ
πένθος, τὸ πένθος βαπτίζει τὸν ἄνθρωπον καὶ ποιεῖ αὐτὸν ἀναμάρτητον. Εἶχε δὲ
οὕτος κατάνυξιν πολλὴν ἐν τῇ εὐχῇ καὶ ἐν τῇ ψαλμωδίᾳ αὐτοῦ. Λέγει οὖν ἐν μιᾷ
τῶν ἡμερῶν ὁ μαθητὴς αὐτοῦ· Ἀββᾶ, οὗτός ἐστιν ὁ κανὼν ὁ πνευματικός, τὸ νὰ κλαίῃ
ὁ μοναχὸς ἐν τῇ προσευχῇ αὐτοῦ. Καὶ ἀπεκρίθη ὁ Γέρων· Ναὶ τέκνον, αὐτὸς εἶναι ὁ
κανὼν τὸν ὁποῖον ζητεῖ ὁ Θεός. Διότι ὁ Θεὸς δὲν ἔκαμε τὸν ἄνθρωπον διὰ νὰ
κλαίῃ, ἀλλὰ διὰ νὰ χαίρῃ καὶ νὰ εὐφραίνηται, ἵνα δοξάζῃ αὐτὸν καθαρῶς καὶ
ἀναμαρτήτως, ὡς οἱ Ἄγγελοι. Ἐπειδὴ δὲ ὁ ἄνθρωπος ἔπεσεν εἰς τὴν ἁμαρτίαν,
ἀνάγκη νὰ κλαίῃ. Ὅπου γὰρ αἱ ἁμαρτίαι δὲν εἶν αι, ἐκεῖ δὲν εἶναι χρεία οὖτε
κλαυθμοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάξιμος, Πατριάρχης Κωνσταντινουπόλεως,
ἐν εἰρήνῃ τελειοῦται.
Μάξιμος ὠδίνησε, καὶ τεκὼν τέκνα
Πράξεις ἁγνάς, ἄπεισιν ἁγνὸς ἐκ βίου.
Πράξεις ἁγνάς, ἄπεισιν ἁγνὸς ἐκ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰουστῖνος ἐν εἰρήνῃ τελειοῦται.
Ἀσκητικὸς ἄγρυπνος ὀφθαλμὸς
μύει,
Ἰουστῖνος, τὸ θαῦμα τῶν ἠσκηκότων.
Ἰουστῖνος, τὸ θαῦμα τῶν ἠσκηκότων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γεννάδιος, ὁ ἐν τῇ Μονῇ τοῦ
Βατοπεδίου ἀσκήσας, καὶ δοχειάρης αὐτῆς ὤν, ὁ ἀξιωθεὶς ἰδεῖν πίθον κενὸν
βλύζοντα ἔλαιον, διὰ θαύματος τῆς Θεοτόκου, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Γεννάδιος εἶδε θαῦμά τι
ξένον,
Πίθον κενὸν βλύζοντα· Ἁγνῆς ἡ χάρις.
Πίθον κενὸν βλύζοντα· Ἁγνῆς ἡ χάρις.
Κατὰ τὸν καιρόν, καθ’ ὅν ὁ Ὅσιος Γεννάδιος
ἧν δοχειάρης ἐν τῇ ἱερᾷ ονῇ τοῦ Βατοπεδίου, συνέβη ἕν ἔτος ἔλλειψις ἐλαίου
τοσαύτη, ὥστε ἔμεινε μόνον καὶ μόνον ἕν ἀγγεῖον πλῆρες τούτου. Ὁ δὲ Ὅσιος,
ἐπιθυμῶν ἵνα φυλάξῃ τὸ τελευταῖον τοῦτο ἔλαιον διὰ τὰς κανδήλας τῆς ἐκκλησίας,
ἤρξατο νὰ ὑστερῇ τοὺς ἀδελφούς, ἀλλ’ ὁ καθηγούμενος τῆς Μονῆς, ἔχων ἐλπίδας
βεβαίως εἰς τὴν βοήθειαν τῆς Θεοτόκου, ἐφ’ ἥν καὶ ἀφιερωμένη ὑπάρχῃ ἡ Ἱερὰ Μονὴ
αὕτη, διέταξεν ἵνα δίδῃς ἐλευθέρως ἔλαιον τοῖς ἀδελφοῖς καὶ ὁ δοχειάρης
ὑπήκουσε τοῦ Καθηγουμένου αὐτοῦ προστάγματι. Ἡμέραν δέ τινα, ὅτε ὁ Ὅσιος
Γεννάδιος ἐνόμιζεν ὅτι ἔμελλεν νὰ εὕρῃ καὶ ἐκεῖνο τὸ τοῦ ἐλαίου ἀγγεῖον κενόν,
εὗρεν αὐτὸ ἐξ ἐναντίας μετὰ θαυμασμοῦ μεγάλου πλῆρες ἐλαίου, καὶ τοσοῦτον ὥστε
τὸ ἔλαιον ὑπερχειλῖσαν ἔῤῥεεν ἐκ τοῦ ἀγγεῖου, ἀφθόνως καὶ ἑπομένως ἐξήρχετο καὶ
ἐκ τῶν θυρῶν τοῦ δοχείου. Τότε, ἅπαντες ἐδόξασαν τὸν Θεὸν καὶ τὴν Ὑπεραγίαν
Θεοτόκον, τὴν οὕτω Μητρικῆς φροντίζουσαν ὑπὲρ τῶν τιμώντων αὐτὴν καὶ ἐξ ὅλης
ψυχῆς εὐχαριστήσαν αὐτῇ ἐνώπιον τῆς εἰκόνος τῆς εὑρισκομένης καὶ τότε ἐν τῷ
δοχείῳ. Ἔκτοτε δέ, ἡ Ἁγία Εἰκὼν ἀκινήτως εὑρίσκεται ἐν τῷ ἰδίῳ δοχείῳ θαυμάσιον
καὶ ἄῤῥητον ἐκπέμπουσαν εὐωδίαν. Τινὲς δὲ ἐμφαντικώτερον λέγουσι τὴν Ἁγίαν
ἐκείνην Εἰκόνα Δοχειάρισσαν. Ὁ δὲ Ὅσιος Γεννάδιος, μετὰ τὸ θαῦμα, πλήρεις
ἡμερῶν γενόμενος, ἐν εἰρήνῃ ἐτελείωσε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Νίκωνος τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου, τοῦ καὶ μαθητοῦ τοῦ Ἁγίου Σεργίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάκ, τοῦ Πέρσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωάννου
τοῦ Δερμοκαΐτου, τοῦ ἐν τῷ Ὀλύμπῳ τῆς Βιθυνίας ἀσκήσαντος, τοῦ καὶ ἐξομολόγου
τοῦ Ῥωμανοῦ τοῦ Λεκαπηνοῦ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ἰδόντες ἐθαύμασαν οἱ τὸ σεπτόν σου, εὐράμενοι
λείψανον, τὴν σὴν πολλὴν ταπείνωσιν, ὡς ξένος γὰρ ἅγιε, μετέστης ἀπὸ τῆς γῆς,
πρὸς δόξαν ὑπερκόσμιον, Γεννάδιε παμμάκαρ,
ἀξιοθαύμαστε.
Ναὸν σοι ἀνήγειραν Κυπρίων δῆμοι, ἐν ᾧ τὸ σεβάσμιον,
κατέθεντό σου λείψανον, ἐξ οὑ ἔῤῥει ἄφθονος, τῶν ἰαμάτων ῥοή, ἐκπλύνουσα Γεννάδιε, παθῶν τὰς δυσωδίας, Πνεύματος χάριτι.
Ὁ ἔνδοξος πρόεδρος τοῦ Βυζαντίου, ὁ μέγας Γεννάδιος, Κυπρίων τὸ ἀγλάϊσμα, καὶ ἑξαιρέτως
Πάφου δέ, πρὸς τὸν Χριστὸν πρεσβευτής, καὶ θεῖος ἡμῶν ἔφορος, ὑμνείσθω παρὰ
πάντων, ᾠδαῖς καὶ ᾄσμασι.
Θεοτοκίον.
Σωτῆρα καὶ Κύριον καὶ Βασιλέα, Χριστὸν τὸν
φιλάνθρωπον, κυήσασα Πανάχραντε, σωθῆναί με πρέσβευε, τὴν εὐσπλαγχνίαν αὐτοῦ,
καὶ καταξιώσαι με, τῆς ἄνω βασιλείας, καθικετεύω σε.
ᾨδὴ η´. Κάμινος πότε.
Γνώμην ταπεινήν, καὶ ἄκακον καρδίαν, καὶ ἦθος ἄπλαστον
κτησάμενος, καὶ τρόπον φιλόθεον, περιφανῶς διέπρεψας, ἐν ἱεράρχαις Πάτερ Γεννάδιε, Εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν Κύριον.
Ἔλιπες σοφέ, καθέδρας τῆς μεγάλης, τὴν περιφάνειαν Γεννάδιε, καὶ ξένῳ ἐν σχήματι, ἐπὶ ξένης
ἐπεδήμησας, οἷα περ ξένος Πάτερ καὶ ἄγνωστος· διὸ ἐδοξάσθης, μεγάλοις
χαρίσμασι.
Ῥήμασι τοῖς σοῖς, τὸν τὴν μορφὴν Κυρίου, παραχαράξαντα
διήλεγξας, καὶ τοῦτον ἐπαίδευσας, καὶ ἐνθέοις μεσιτείαις σου, τούτου ἰάσω αὖθις
τὸ σύντριμμα, θαυμάζοντός σου Πάτερ, τὴν τῶν θαυμάτων ἐνέργειαν.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, Θεοκυῆτορ Κόρη, τὴν ῥυπωθεῖσάν μου
διάνοιαν, ὁρμαῖς τοῦ ἀλάστορος, ἀποκάθαρον καὶ λάμπρυνον, τοῖς ῥείθροις τοῦ
πλουσίου ἐλέους σου, ἵνα σὲ δοξάζω, σωθεὶς τῇ σῇ χάριτι.
ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Σωφρόνως ἐβίωσας, καὶ ἰσαγγέλως Ἅγιε, ἀπάθειᾳ
λαμπρύνας τὴν πολιτείαν σου, καὶ εὐαρεστήσας Κυρίῳ, ὡς ἱερεὺς ὅσιος καὶ πρᾶος·
διὸ κατ’ ἀξίαν σε, ὁ Χριστὸς Πάτερ ἐδόξασε.
Ἰάσεις ὁ τάφος σοῦ, πηγάζει, θείῳ Πνεύματι, καὶ ἰᾶται
κατάῤῥου Πάτερ τὸ πάθημα, καὶ ὑγείαν πᾶσι παρέχει, καὶ ψυχικὴν ὄντως εὐρωστίαν,
τοῖς πίστει, προστρέχουσι, τῇ ταχείᾳ ἀντιλήψει σου.
Μαρτύρων συνόμιλος, Ἱεραρχῶν ὁμόσκηνος, καὶ Ἁγίων
ἁπάντων ὤν ἰσοστάσιος, σὺν αὐτοῖς ἀπαύστοις δυσώπει, ὑπὲρ ἡμῶν τῶν
ἐπιτελοῦντων, Γεννάδιε ἔνδοξε, τὴν ἁγίαν σου
πανήγυριν.
Οὐράνιον σκήνωμα, χαρὰν τὴν ἀνεκλάλητον, ἐκ Θεοῦ
κατοικίαν λαβὼν Γεννάδιε, μέμνησο ἡμῶν τῶν
σῶν τέκνων, ὡς συμπαθὴς Πάτερ θεοφόρε, κἀμοῦ δὲ τὴν αἴνεσιν, εὐτελὲς ὡς δῶρον
πρόσδεξαι.
Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον, καὶ θεῖον ἐνδιαίτημα, Παντευλόγητε
Κόρη Θεοχαρίτωτε, ῥῦσαι τῆς πικρὰς συνοχῆς με, ἐπιβουλῆς τῆς τοῦ βροτοκτόνου,
καὶ δίδου μοι Δέσποινα, ἐν παντὶ φόβον τὸν ἔνθεον.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς
συνέλθωμεν.
Θεοπρεπῶς ἐποίμανας, τὸν λαὸν τοῦ Κυρίου, ὡς Ἱεράρχης
ἔνθεος, πράξει καὶ θεωρίᾳ, Γεννάδιε θεοφόρε,
καὶ Θεὸν μεγαλύνας, ταῖς ἐναρέτοις πράξεσι, παρ’ αὐτοῦ ἐδοξάσθης πανευκλεῶς,
καὶ Ἀγγέλων σύσκηνος ἀνεδείχθης· μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν σὲ
ἀνυμνούντων.
Θεοτοκίον.
Σωματωθέντα τέτοκας, τὸν Ὑπέρθεον Λόγον, καὶ τοῦ Ἀδὰμ
ἀνέτρεψας, τὴν ἀρχαίαν κατάραν, τὴν εὐλογίαν Παρθένε, ἀντεισάξασα κοσμῶ, καὶ
τὴν χαρὰν τὴν ἄληκτον, καὶ ζωὴν τὴν ἀγήρῳ καὶ τὴν τρυφήν, τὴν διαιωνίζουσαν
Θεοτόκε· διὸ σὲ μεγαλύνομεν, ὡς πηγὴν ἀφθαρσίας.
Εἰς τοὺς Αἰνούς. Ἦχος πλ. δ΄. Ὢ τοῦ
παραδόξου θαύματος!
Πάτερ ἱερὲ Γεννάδιε, τῶν ἀρετῶν τῷ φωτί, λαμπρυνθεὶς
τὴν διάνοιαν, τῶν παθῶν ἐσκέδασας, ὁλικῶς τὴν σκοτόμαιναν, καὶ ποιμενάρχης
ὤφθης θεόληπτος, τῆς βασιλίδος πασῶν τῶν πόλεων· ὢ τῆς βαθείας σου, ὄντως
ταπεινώσεως! Δι’ ἧς ἐκ γῆς, πρὸς ὕψος μετάρσιον, ὑψώθης Ὅσιε.
Πάτερ θεόφρον Γεννάδιε, τῇ ἰσαγγέλῳ ζωῇ, διαλάμπων ἐν
ἅπασι, τὸν ἐχθρὸν ἑώρακας, ὅτε ηὔχου πρὸς Κύριον, ἐπαπειλοῦντα σάλον καὶ
κλύδωνα, τῇ Ἐκκλησίᾳ μετὰ τὸ τέλος σου· ὅθεν κατάβαλε, τούτου τὰ φρυάγματα, τὰ
καθ’ ἡμῶν, καὶ εἰρήνην βράβευσον, τοῖς σὲ γεραίρουσι.
Πάτερ παμμάκαρ Γεννάδιε, τὰς ἐπιγείους τιμάς, καὶ
καθέδραν περίβλεπτον, νουνεχῶς κατέλιπες, οὐρανίῳ φρονήματι, καὶ ἐπὶ ξένης
παραγενόμενος, ἐν νήσῳ Κύπρῳ ὁσίως τέθνηκας, καὶ ἀνελήλυθας, ἅρματι ὀχούμενος,
τῶν ἀρετῶν, πρὸς τὰ ὑπερκόσμια, χαίρων σκηνώματα.
Πάτερ ἱερὲ Γεννάδιε, ὅτε τὸ σκῆνος τὸ σόν, ἐν ὁδῷ
εὗρον κείμενον, ἅπαντες ἐξέστησαν, τὸν σὸν τρόπον ὡς ἔμαθον, ταφῇ ὁσίᾳ δὲ τοῦτο
ἔδωκαν, καὶ ναὸν θεῖόν σοι ἀνεδείμαντο· ὅθεν περίσωζε, τοὺς τελοῦντας Ἅγιε, τὴν
ἱεράν, καὶ ἁγίαν μνήμην σου, ταῖς ἱκεσίαις σου.
Δόξα. Ηχος πλ. α΄.
Τῷ φωτὶ τῆς χάριτος, τῇ σῇ ἀμέμπτῳ πολιτείᾳ ὡς φωστὴρ
ἐξέλαμψας, τῇ Ἐκκλησίᾳ Ὅσιε· τύπον γὰρ ἐν πᾶσι, σεαυτὸν παρέστησας, μὴ τὰ ὑψηλὰ
φρονεῖν παιδεύων, τῷ οἰκείῳ ὑποδείγματι· καὶ τῶν θείων δογμάτων, τὸν θησαυρὸν
φυλάττων, τῆς ἄνω βασιλείας, τὸ δηνάριον ἐδέξω, Ἱεράρχα Γεννάδιε, πᾶσιν
αἰτούμενος εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομεν σὲ Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σὲ οἱ
πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ
προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Βίῳ διαπρέψας ἀγγελικῷ, ὤφθης Βυζαντίου, ποιμενάρχης
θεοειδής, καὶ ἐν Κύπρῳ Πάτερ, Κυρίῳ ἐκδημήσας, Γεννάδιε ἐδέξῳ, δόξης τὸν
στέφανον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου