Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 17. ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΑΚΟΛΟΥΘΙα & ΠΑΡΑΚΛΗΣΙΣ





ΝΟΕΜΒΡΙΟΣ ΙΖ΄!!

ΓΡΗΓΟΡΙΟΣ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Κυρίλλου Κογεράκη)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ὁ πάντων βλέπων καρδίας καὶ τὰ κρυπτὰ ἐφορῶν, τὴν ἀγαθότητά σου, προγινώσκων ἐξεῖλε, μανίας τῶν εἰδώλων καὶ ἐραστήν, θείας γνώσεως ἔδειξεν ἐκ τῶν κτισμάτων τὸν Κτίστην θεοπρεπῶς, ἐνοπτρίζεσθαι Γρηγόριε.

 

Τῇ κατὰ κόσμον σοφίᾳ Πάτερ Γρηγόριε, τὴν τοῦ Εὐαγγελίου, προσαρμόσας μωρίαν, ἐγένου θεία βίβλος καὶ ὁδηγὸς ἀπλανέστατος Ἅγιε, ἡνιοχῶν πρὸς τὰ ἄνω νοῦν καὶ ψυχάς, τῶν ἐκ πόθου προσιόντων σοι.

 

Κατανοήσας σωφρόνως ὅτι ναὸς εἶ Θεοῦ, τὴν σωφροσύνην Πάτερ, καὶ ἁγνείαν ἐν βίῳ, εἰς ἄκρον ἐξασκήσας πάσας σοφῶς, τὰς παγίδας συνέτριψας, τοῦ μισοάγνου καὶ μόνον τῷ καθαρῷ, ἐκ καρδίας διηκόνησας.

 

Φιλοσοφίαν τὴν κρείττω Πάτερ ἑλόμενος, γρηγόρως τὸ σὸν ὄμμα, τῷ Κυρίῳ ἐκτείνας, ὑπῆλθες φιλερήμως στενὴν ὁδόν, μονοτρόπου ἀσκήσεως, ἀλλ’ ὁ εἰδώς σου τὸν πλοῦτον ὡς φῶς λαμπρόν, Ἐκκλησίας σε κατέστησεν.

 

Δόξα. Ἦχος δ΄.

Τῆς εἰδωλομανίας τὴν ψυχώλεθρον ἀχλύν, ἐκφυγὼν ὡς στρουθίον ἐκ πάγης, κατεσκήνωσας Γρηγόριε, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου τῆς Αὐτοαληθείας. Καὶ τούτου ἐντρυφήσας κατακόρως, τὴν χάριν προσέιληφας τοῦ θαυματουργεῖν. Ἐν ᾗ ἡμᾶς χαρίτωσον, τοῦ καθ’ ἑκάστην διαπερᾶν τῆς πρακτικῆς εἰδωλολατρείας τὸ πέλαγος, καὶ ἐγγίζειν τῷ Θεῷ ἐκ καρδίας, τῷ εὐεργέτῃ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Αἴνεσιν τῷ Θεῷ, προσάγομεν τρισμάκαρ, τὴν μνήμην σου τελοῦντες, Γρηγόριε ὡς δόντι, ἡμῖν σε τεῖχος ἄῤῥηκτον.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Μέγα σου ἀληθῶς, ὁ βίος Πάτερ μέγας, μεγίστη δὲ ἡ χάρις, ἥν σοι Χριστὸς παρέσχε, βλύζειν θαυμάτων πέλαγος.

 

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Ἥττηνται ἀληθῶς, δαιμόνων δεκαρχίαι, τῇ κλήσει σου θεόφρον, ἡμεῖς δὲ εὐποροῦμεν, πρέσβυν σε καὶ προστάτην, πρὸς τὸν Θεὸν ὑπέρμαχον.

 

Δόξα. Τριαδικόν.

Νόες ἀγγελικοί, τὴν μνήμην σου τιμῶσι, Γρηγόριε θεόφρον, σὺν σοὶ δὲ ἀνυμνοῦσι, Τριάδα ὁμοούσιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεόνυμφε σεμνή, ἡ δοῦσα Γρηγορίῳ, χάριν θεολογίας, ὑπὲρ ἡμῶν δυσώπει, τὸν Σὸν Υἱὸν καὶ Κύριον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. δ’.

Ἐν προσευχαῖς γρηγορῶν, ταῖς τῶν θαυμάτων ἐργασίαις ἐγκαρτερῶν, ἐπωνυμίαν ἐκτήσω τὰ κατορθώματα, ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, φωτίσαι τὰς ψυχὰς ἡμῶν, μὴ ποτὲ ὑπνώσωμεν, ἐν ἁμαρτίαις εἰς θάνατον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά. Στιχηρὰ τοῦ Ἱεράρχου. Ἦχος πλ. δ'. Τὶ ὑμᾶς καλέσωμεν.

Τὶ σε νῦν καλέσω Γρηγόριε; πρακτικόν, ὅτι τὰ πάθη, καθυπέταξας τῷ νῷ· θεωρόν, ὅτι ἐδρέψω, τῆς σοφίας τὸν καρπόν· ἐνθέου, ὀπτασίας ἀξιούμενον, καὶ δόγματα, οὐράνια μυούμενον, ἱερουργὸν ἱερώτατον, θαυματουργὸν ὑπερθαύμαστον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Τὶ προσαγορεύσω σε Ὅσιε; ὁδηγὸν τῶν πλανωμένων, καὶ νοσούντων ἰατρόν, χορηγὸν τῶν πρὸς τὴν χρείαν, τοῖς αἰτοῦσι δαψιλῆ, διώκτην, τῶν δαιμόνων ἰσχυρότατον, ἀλείπτην, τοῦ Μαρτύρων ἀγωνίσματος, προφητικῶς διαλάμποντα, χαρίσμασιν ἀξιάγαστε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Τὶ σε νῦν προσείπω Γρηγόριε; καθαιρέτην τῆς ἀθέου, δυσσεβείας κρατερόν, ὁριστὴν τῆς εὐσεβείας, καὶ διδάσκαλον ἐθνῶν, εἰρήνης, βραβευτὴν ἀκαταμάχητον, πολέμων, καταλύτην ἀκαθαίρετον, ἐν ὄρεσι διαιτώμενον, καὶ βλέποντα τὰ ἐν πόλεσιν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

Ἕτερα. Ὁ αὐτός. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος, φύσις θνητὴ δωρεῶν, ὑπὲρ φύσιν τετίμηται, καὶ θαυμάτων χάριτι, ὑπὲρ λόγον ἠξίωται, λόγῳ καὶ μόνῳ αὐτῇ ὑποτάσσεται, ἡ ἄνευ λόγου, ἀμέσως ὡς ἔλλογος, ὥσπε πιστούμεθα, ἐκ πολλῶν καὶ ἄλλων τε, σὺν τοῦ κλεινοῦ, Γρηγορίου ἔργοις τε, καὶ πλείστοις θαύμασι.

 

Ὢ τοῦ παραδόξου θαύματος, ἡ τῶν θαυμάτων πηγή, Ἰησοῦς ὁ Κύριος, πᾶσι χάριν δεδώρηται, τοῖς ὅσοι πίστει Αὐτῷ ἀνατίθενται, ψυχῶν σωμάτων, τὴν ἐπιμέλειαν, καὶ ἐπενδύονται, τὸν καινὸν καὶ ἄφθαρτον Ἀδὰμ Χριστόν, ὡς καὶ ὁ Γρηγόριος, ὁ ὑπερθαύμαστος.

 

Ὢ τοῦ παραδόξου θαύματος, ἴχνεσιν θείων ἀνδρῶν, Προφητῶν Ἀποστόλων τε, Πάτερ συνεστοίχησας, καὶ σεπτὸν Εὐαγγέλιον, δι’ ἀκριβείας καὶ τελειότητος, βιώσας Πνεύματος θείαν δύναμιν, εἴληφας Ἅγιε, τέρατα σημεῖά τε ἐπιτελῶν, ἄλλος προσηγόρευσαι, Μωσῆς Γρηγόριε.

 

 

Δόξα. Ἦχος πλ. β'

Εἰς βάθος θεωρίας ὑπελθὼν πανσόφως, Ἱεράρχα Χριστοῦ, τὴν θείαν ἐμυήθης τῆς Τριάδος φανέρωσιν, καὶ πνεύματι προσβλέπων ἀκλινῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, τῶν θαυμάτων ἄβυσσον πηγάζεις ἡμῖν, τὴν ὑγρὰν ὑδάτων φύσιν, εἰς λιθώδη μεταποιήσας, καὶ νεωκόρον πλάνης ἀπαλλάξας ζοφεράς, τοὺς διώκτας ἔπεισας πιστοῦσθαι τήν ἀλήθειαν, καὶ στῦλος εὐσεβείας ἀρετῶν ὀφθεὶς αὐτοῖς, τῶν θαυμάτων ὑποφήτης ἀνηγορεύθης. Διὸ δυσωποῦμέν σε, μὴ παύσῃ ὑπὲρ ἡμῶν τὸν Σωτῆρα δυσωπεῖν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος. 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος. 

 

Λιτή. Ἦχος α΄.

Καλόν τι χρῆμα σιωπή, ὥσπερ αὐτὸς σὺ ἀπεφθέγξω, θεομάκαρ Γρηγόριε. Καὶ γὰρ τί προσεροῦμέν σοι, οἱ ἐν δεσμοῖς ποικίλοις συνδεσμούμενοι Πάτερ, καὶ ὥσπερ μεσίτῃ σοι καὶ στόματι Θεοῦ προστρέχοντες. Πλήσον ἡμῶν τὰς ἀκοὰς τῆς ψυχῆς τῶν θείων σου λογίων, καὶ στοιχείωσον τὸν ἐν Χριστῷ ἄνθρωπον, ἐν ἡμῖν αἰτοῦσί σε, ἵνα δοξάζομεν τὴν μνήμην σου καὶ πρσκυνοῦντες τὴν θήκην τῶν λειψάνων, χρεωστικῶς βοῶμέν σοι· χαίροις Πάτερ, τῶν παλαιῶν Πατέρων ἰσοστάσιε, καὶ τοῦ Παραδείσου θεῖε μέτοχε.

 

 

 

 

Ἦχος β΄.

Τὸ κειμήλιον τῆς ἐν Χριστῷ ἁγνότητος, τῆς προσευχῆς τῆς ἐμπόνου τὸν οἶκον τὸν εὔσημον, τῆς εὐθηγορίας τὸν ἀκλινῆ ἐργάτην, τῆς φιλανθρωπίας τὸ ἐργαστήριον, καὶ τῆς ἀρχιερέψν τιμῆς, τὸ ἔκλαμπρον ἐκσφράγισμα, θαυμάτων τε παραδόξων τὸν αὐτουργὸν καὶ εὐταξίας Ἐκκλησίας τὸν σοφὸν διδάσκαλον, Γρηγόριον τιμήσωμεν, ἵνα ταῖς πρεσβείαις αὐτοῦ δωρυφορούμενοι, τύχωμεν τῆς σωτηρίας καὶ λάβωμεν παρὰ Χριστοῦ, τὸ μέγα ἔλεος.

 

Ἦχος γ΄.

Τὸν Λόγον, τὸν ἄγρυπνον φύλακα, ὡς τοῦτον σὺ ὠνόμασας θεῖε Πάτερ, νῦν ὑπὲρ ἡμῶν ἱκέτευσον, ὅπως ἐγκατοικῶν πλουσίως καὶ ἐνεργῶν ταῖς ψυχαῖς ἡμῶν, δείξῃ ἡμᾶς δεύτερα φῶτα καὶ Εὐαγγελίου πληρωτάς, πάντα τὰ πάθη πόῤῥω ἀποδιώκων καὶ ἐμβάλλων ἡμῖν τὸν θεῖον φόβον. Σὺ δὲ παράστηθι ἡμῖν ἀεὶ παιδαγωγὸς ἄριστος, παρακαλῶν καὶ χειραγωγῶν ἐν τοῖς μέλλουσι, θεομακάριστε Γρηγόριε.

 

Δόξα. Ἦχος δ΄.

Ἱερωσύνης τὴν ψῆφον, θεόθεν δεξάμενος, καὶ τὸ θεῖον δέρας ἐξ ὕψους περιβαλλόμενος, τοὺς πρὶν τῆς ἀπιστίας υἱούς, τέκνα φωτός, καὶ κληρονόμους ἀνέδειξας Θεοῦ, σοφίας χάριτος, ἐκχυθείσης ἐν χείλεσί σου, παραδόξων πραγμάτων αὐτουργέ, Κυρίου Γρηγόριε. Διὸ καὶ νῦν ἐν τῇ μνήμῃ σου, αἴτησαι Χριστὸν τὸν Θεόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἐγρηγόρως Γρηγόριε, τὸν σὸν βίον διήνυσας, ἔχων πρὸ ὀμμάτων σου κρίσιν ἔνδικον, καὶ σωφροσύνῃ τετίμησαι, ἐξ ἧς καὶ ἠξίωσαι, τῆς φρικτῆς καὶ ἱερᾶς, παραστάσεως Βήματος, ἁγιώτατε· διὸ πρέσβευε Πάτερ τοῦ σωθῆναι, τοὺς τὴν μνήμην σου τελοῦντας, τὴν ἱερὰν καὶ σεβάσμιον.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Ἐξ ἀνθρώπων μὲν εἴληφας, μαθητείας ἐπίχειρα, ἐκ Θεοῦ δὲ δέδεξαι ἀποκάλυψιν, Ὀρθοδοξίας τὰ δόγματα, Γρηγόριε ἔνδοξε, μεσιτείᾳ τῆς σεπτῆς, καὶ ἁγνῆς Θεομήτορος, Ἰωάννου τε, Θεολόγου Κυρίου θεολόγε, τοῦτον πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν πίστει τιμώντων σε.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Καὶ νεκρὰ ὑπακούσει σοι, φύσις Πάτερ Γρηγόριε, ὅταν τῷ κελεύσματι τοῦ Κυρίου σου, ταύτην προστάσσεις καὶ ἄλλως πῶς, ἠδύνατο γίνεσθαι, ὅτι Οὗτος ἀληθῶς, ὁ φυλάσσων τὸν νόμον μου, μείζω λήψεται, ἐξ ὧν ὅσων ἐγὼ φησὶ ποιήσει, καὶ ζωὴν κληρονομήσει, τὴν μετ’ ἐμοῦ τὴν αἰώνιον.

 

Δόξα. Ἦχος πλ. β'

Γρηγόρησις Θεοῦ, ἐδόθη σοι σοφὲ κατὰ τὸν Δανιήλ· ὥσπερ γὰρ ἐκείνῳ τὸ ἐνύπνιον, οὕτω τὸ τῆς πίστεως μυστήριον ἀπεκαλύφθη σοι· διὸ σωθῆναι πρέσβευε, τὰς ψυχάς ἡμῶν Ὅσιε Πάτερ. 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. δ’.

Ἐν προσευχαῖς γρηγορῶν, ταῖς τῶν θαυμάτων ἐργασίαις ἐγκαρτερῶν, ἐπωνυμίαν ἐκτήσω τὰ κατορθώματα, ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, φωτίσαι τὰς ψυχὰς ἡμῶν, μὴ ποτὲ ὑπνώσωμεν, ἐν ἁμαρτίαις εἰς θάνατον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὴν κάραν τὴν σεπτήν, Γρηγορίου τιμῶμεν, ὡς χάριτος πηγήν, καὶ θαυμάτων ταμεῖον, ἐν ταύτῃ γὰρ συνέθετο, θείους λόγους ἐννοίας τε· ὅθεν εἴληφε, τῶν ἰαμάτων τὸ δῶρον, καὶ τὴν δύναμιν, πάθη ἰᾶσθαι ποικίλα, ψυχῶν καὶ σωμάτων τε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Πληθὺν θαυμάτων σου, οὐκ ἐξαρκέσειεν, ἐκδιηγήσασθαι, γλῶσσά τις ἄμουσος, καὶ γὰρ Γρηγόριε σοφέ, ἐκπλήττει πᾶσαν ἔνοιαν· ὅθεν σου τὴν πάνσεπτον, μνήμην Πάτερ δοξάζοντες, αἴτησιν ποιούμεθα, μὴ ἐλλίπῃς ἀείποτε, φυλάττων πειρασμῶν καὶ κινδύνων, τοὺς σὲ τιμῶντας παμμακάριστε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν συνεργίαν Σου, τίς διηγήσεται, Παρθένε πάναγνε, ἥνπερ ἐνδείκνυσαι, τοῖς τοῦ Υἱοῦ Σου καὶ Θεοῦ, ποιοῦσι τὰ θελήματα, ὥσπερ γὰρ φιλόστοργος, καὶ πλουσία βασίλισσα, δίδως ταῖς πρεσβείαις Σου, χαρισμάτων τὸ πέλαγος, καὶ πίστιν τὴν βεβαίαν παρέχεις, ὅτι εἰσάξεις τούτους εἰς Παράδεισον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἀγρυπνίαν τιμήσας καὶ προσευχήν, σωφροσύνην ἀγάπην τὴν ἀληθῆ, προκρίνας Γρηγόριε, ἐκ τοῦ κόσμου ἐμάκρυνας, ἀλλ’ ὁ θέλων πάντας, σωθῆναι Θεὸς ἡμῶν, παραδόξῳ τρόπῳ ἡλίευσε ὄρηθεν, καὶ ποιμαντορίας θείαν ῥάβδον διδούς σοι, τεράστια ἄπειρα ἐνεργεῖν σε ἐνίσχυσεν, ἵνα τρόποις ποικίλοις τε, προσάγονται τὰ πλήθη Αὐτῷ, καὶ προσφέρωσιν αἴνεσιν τὴν σύμφωνον, τὴν δὲ μνήμην τελῶσι, τὴν θείαν σου Ἅγιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Γρηγορίῳ ζητοῦντι τὴν ἀληθῆ, καὶ Ὀρθόδοξον πίστιν καταμαθεῖν, Σ’ αὐτὴν ἐνεφάνισας, σὺν υἱῷ τῷ δευτέρῳ Σου, Θεολόγῳ δὲ πρώτῳ διδάσκουσα ἅπαντα, ὡς ἐν κεφαλαίῳ, τὰ σώζοντα ἄνθρωπον. Οὕτω δὲ Παρθένε, δευτερεῖα Τριάδος, σαφῶς ἐναπέδειξας, καὶ τὴν πίστιν ἠσφάλισας, τοῦ κλεινοῦ Σου θεράποντος, πρέσβευε Χριστῷ τῷ Θεῷ, ἀποστεῖλαι πλουσίαν τοῦ Πνεύματος, τὴν ἐνέργειαν Κόρη, τοῖς πίστει Σε σέβουσι.

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Εὐαγγέλιον, Ἱεραρχικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τὸ ὄμμα σου τὸ γρήγορον Πάτερ ἀγαθέ, ἀκλινῶς προσήλωσας τῷ Θεῷ, νῦν παρ’ Αὐτοῦ ἠξίωσαι, προσεδρεύειν τῷ θρόνῳ τῆς μεγαλωσύνης, ἐξ οὗ κατάπεμψον ἡμῖν, τὴν εὐλογίαν σου, Γρηγόριε θαυματουργέ, καὶ ποιμὴν ἱερώτατε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἱεράρχου δύο.

Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Τῷ τερατουργῷ Γρηγορίῳ τὸν ἔπαινον ὑφαίνω. Θεοφάνους.

ᾨδὴ α'. Ἦχος πλ. δ' Ἁρματηλάτην Φαραὼ ἐβύθισε

Τῶν σῶν θαυμάτων ἐν ἐμοὶ Γρηγόριε, θείαν ἐνέργειαν, περιφανῶς Πάτερ, καὶ τανῦν ἀνάδειξον, ἐκ τοῦ βυθοῦ ῥυόμενος, τῶν πταισμάτων με μάκαρ, καὶ σῇ φωτίζων λαμπρότητι, ὅπως ἐπαξίως ὑμνήσω σε.

ς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, τὸ τῆς ψυχῆς εὐγενές, τῶν τῆς σαρκὸς μάκαρ, ἡδονῶν προέκρινας, τὰ τῆς σοφίας δόγματα, φιλοπόνως συλλέγων, δι' ὧν ἐκείνη Γρηγόριε, τρέφεται Θεῷ πλησιάζουσα.

Τὴν σωφροσύνην ἀδελφὴν κτησάμενον, ὡς συνεργὸν τῶν καλῶν, σὲ καθορῶν ὄφις, ὁ δεινὸς Γρηγόριε, σοὶ τοὺς βασκάνους ἤγειρεν, οὓς κατῄσχυνας Πάτερ, μακροθυμίᾳ τὸ γύναιον, πάθει συσχεθὲν ἰασάμενος.

πὶ τῆς ξένης διατρίβων Ὅσιε, πᾶσιν αἰδέσιμος, δι' ἀρετὴν ὤφθης, εὐσεβὴς φιλόθεος, θαυματουργίας χάρισμα, πρὸς Θεοῦ δεδεγμένος, δι' ἦς γνωρίζῃ ὡς ἥλιος, λάμψας ἐν τῷ κόσμῳ Γρηγόριε.

Θεοτοκίον

ίζης Ἁγνὴ βασιλικῆς ἐβλάστησας, καὶ Βασιλέα Χριστόν, τὸν τοῦ Θεοῦ Λόγον, ὑπὲρ νοῦν καὶ ἔννοιαν, σεσαρκωμένον τέτοκας, ἐξ ἁγνῶν σου αἱμάτων, διττὸν τήν φύσιν ὑπάρχοντα, καὶ μοναδικὸν τὴν ὑπόστασιν. 

 

 

 

 

 

 

 

 

Ὁ β’ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Τὴν ὑψηλοτάτην τῶν ἀρετῶν, καὶ προσφιλεστάτην, τῷ δοτῆρι τῶν ἀγαθῶν, σοφίαν ἐκ πρώτης ἡλικίας, θαυματουργὲ κατησπάσω Γρηγόριε.

Τῷ καθαρωτάτῳ σου τῆς ψυχῆς, ὀφθαλμῷ τῶν θείων, μυστηρίων θαυματουργέ, ἐπόπτης κατέστης ἐν ἐρήμοις, φιλοσοφίας ἀΰλως Γρηγόριε.

Θεοτοκίον

Σωτῆρα τεκοῦσά Σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· Σοὶ γὰρ νῦν προσφεύγω ἀνατείνων, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

 

ᾨδὴ γ'. Ὁ στερεώσας

νακαθάρας σου τὸν νοῦν, τῆς τῶν παθῶν τρικυμίας, καὶ πανσόφου θεωρίας ἐμπλήσας, ἀνεδείχθης εὐπρεπές, σοφίας ἐνδιαίτημα, καὶ προφητείας χάριν, κατεπλουτίσθης Γρηγόριε.

Τῇ θεοπνεύστῳ συγγραφῇ, προσομιλήσας παμμάκαρ, καὶ ποικίλης πολιτείας ἰδέαν, ἐκλεξάμενος σοφῶς. Ἐν ἀρετῆς εἰκόνισμα, ἐν σεαυτῷ θεόφρον, ἀπηκριβώσω Γρηγόριε.

θεοφάντωρ μυηθείς, τῇ θείᾳ μυσταγωγίᾳ, τὸ μυστήριον τῆς θεολογίας, κατεφώτισεν ἡμᾶς, Τριάδα ὁμοούσιον, ὁμοφυῆ τε σέβειν, ἄκτιστον καὶ συναΐδιον.

πὸ Θεοῦ ὁδηγηθείς, ὡς πόθῳ τοῦτον ζητήσας, τὴν ἁγνὴν καὶ Θεοτόκον Μαρίαν, καὶ τὸν γόνον τῆς Βροντῆς, μυσταγωγοῦς ἐκέκτησο, τὸ τῆς Τριάδος φέγγος, σὲ θεορρῆμον διδάσκοντας.

Θεοτοκίον

άβδον βλαστήσασαν Χριστόν, τὸ ἄνθος τῆς ἀφθαρσίας, καὶ χρυσοῦν θυμιατήριον πάντες, σὲ γινώσκομεν Ἁγνή, θείας οὐσίας φέρουσαν, ἐν ταῖς ἀγκάλαις Κόρη, ἄνθρακα θεομακάριστε.

 

Ἕτερος. Οὐκ ἔστιν ἅγιος.

Ἀξίως σε Φαίδιμος, ὁ θειότατος, ἱερέα καὶ πρόεδρον, Θεοῦ προχειρίζεται, διεστῶτα μὲν τόπῳ, παρόντα δὲ πνεύματι, Πάτερ παμμακάριστε.

Τῆς ὄντως Γρηγόριε, Θεομήτορος, ὀπτασίαις καὶ νεύμασι, τὴν πίστιν μεμύησαι, τῆς ἀκτίστου Τριάδος, σεπτοῖς ἐκδοθεῖσάν σοι, τοῦ θεολόγου ῥήμασιν.

Δογμάτων ἀλήθειαν, διδαχθεὶς ὁ κλεινός, τῆς φανείσης ἐκ χάριτος, Γρηγόριος ὄψεως, πρὸς τοὺς ἄθλους εὐθύμως, χωρεῖ τὴν ψυχόλεθρον, ἀπάτην ἐκπορθούμενος.

Θεοτοκίον

Σκηνήν Σε θεότευκτον, προδιέγραψε Μωσῆς, τοῖς Σεραφὶμ συγκαλύπτουσαν, ἁγίων τὰ ἅγια, προτυπῶν Σου Παρθένε, τὸν τόκον τὸν ἄχραντον, Χριστὸν σαρκὶ γραφήσεσθαι.

Κάθισμα. Ἦχος γ'. Θείας πίστεως

Νέος γέγονας Μωσῆς τοῖς ἔργοις, πλάκας πίστεως ἐπὶ τοῦ ὄρους, τῆς μυστικῆς θεοφανείας δεξάμενος, νομοθετήσας λαοῖς τὴν εὐσέβειαν, τοῦ τῆς Τριάδος μυστηρίου Γρηγόριε· ὅθεν ἅπαντες, τιμῶμεν πιστοὶ τὴν μνήμην σου, αἰτοῦντες διὰ σοῦ τὸ μέγα ἔλεος.

Θεοτοκίον

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

 

ᾨδὴ δ'. Σύ μου ἰσχύς

Γῆν τὴν καλήν, Πάτερ θεόφρον ἐζήλωσας, καὶ τοῦ λόγου, σπόρον εἰσδεξάμενος, εἰς ἑκατὸν εὐαγγελικῶς, πολλαπλασιάζεις, εἰσέτι καὶ νῦν Γρηγόριε, προσάγων διδαχαῖς σου, τοὺς πιστῶς μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ς ἀστραπή, Πάτερ ἐκλάμψας ὁ βίος σου, τῶν δαιμόνων, πλάνην ἐφυγάδευσε· τῷ γὰρ φωτί, τῆς σῆς ἀρετῆς, τὸ ἐκείνων σκότος, προσομιλῆσαι οὐκ ἴσχυσε· διὸ ὁ νεωκόρος, ψυχοφθόρου ἀπάτης, κυλισθεὶς ὥσπερ λίθος φωτίζεται.

Γνόφον φωτός, τοῦ θειοτάτου θεάσασθαι, ἠξιώθης, νόμον τε θεόγραφον, ὡς Μωϋσῆς, Πάτερ εἰληφώς, τῆς θεολογίας, τὸ ἀκριβὲς ἐκπεπαίδευσαι, ἐντεῦθεν νομοθέτης, τῇ Χριστοῦ Ἐκκλησία, ἀνεδείχθης θεόφρον Γρηγοριε.

ητορικήν, ἐρεσχελίαν ἐξέκλινας, καὶ τῷ λόγῳ, Πάτερ τῷ τῆς χάριτος, καταυγασθείς, ἀποστολικήν, ὄντως ἐξουσίαν, κατὰ δαιμόνων ἐπλούτησας· τὴν σὴν γὰρ δραπετεύει, ἀπαστράπτουσαν αἴγλην, ὁ τοῦ σκότους προστάτης Γρηγόριε.

Θεοτοκίον

κιβωτός, πόρρωθεν σὲ προετύπωσε, δεξαμένη, νόμον τὸν θεόγραφον, τὴν ἐν γαστρί, τὸν ζωαρχικόν, Λόγον συλλαβοῦσαν, ἀνερμηνεύτως Πανάμωμε, τὸν τρέφοντα πλουσίως, τὰς ψυχὰς τῶν βοώντων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. 

 

Ἕτερος. Εἰσακήκοα Κύριε.

Ταῖς εὐχαῖς σου μακάριε, καὶ θαυματουργὲ δαιμόνων τὰς φάλαγγας, ἐξοίκισας ἐφυγάδευσας, ἱεροῦ ἐν ᾧπερ ἐσεβάζοντο.

Ἐναργῆ τὴν ἀσθένειαν, σὺ τῷ νεωκόρῳ Πάτερ ἀπέδειξας, τῶν δαιμόνων διὰ γράμματος, εισοικίσας ὅθεν τούτους ἥλασας.

Καταλέλοιπεν ἅπαντα, Πάτερ ἐκπλαγεὶς τοῖς ξένοις σου θαύμασι, νεωκόρος ὁ Θεόκλητος, καὶ προσεκολλήθη σοι ἐκ πίστεως.

Θεοτοκίον

Ἀπολαύοντες πάναγνε, τῶν Σῶν δωρημάτων Σοὶ χαριστήριον, ἀναπέμπομεν ἐφύμνιον, οἱ γινώσκοντές  Σε Θεομήτορα.

ᾨδὴ ε'. Ἵνα τὶ με ἀπώσω

Γεωργίᾳ σῶν λόγων, τὰς κεχερσωμένας καρδίας ὡμάλισας, καὶ τὸν θεῖον σπόρον, ἐν αὐταῖς Ἱεράρχα κατέβαλες, καὶ καρπὸν πολύχουν, τῷ Λυτρωτῇ τὴν σωτηρίαν, τῶν πιστῶν θεορρῆμον προσήγαγες.

Θεοῦ παραστάτης, ζήλῳ πυρακτούμενος χρίει σε Φαίδιμος, Ἱερέα Πάτερ, τῷ Θεῷ τῷ τὰ σύμπαντα βλέποντι, εὐσεβῶς θαρρήσας, καὶ τῇ σεπτῇ σου πολιτείᾳ, πεποιθώς θεορρῆμον Γρηγόριε.

οαῖς τῶν σῶν δογμάτων, τὰς εἰδωλικὰς πυρπολήσεις κατέσβεσας, καὶ ταῖς διδαχαῖς σου, τοὺς πιστοὺς ἐβεβαίωσας Πάνσοφε, ἀναβὰς εἰς ὕψος, ὡς Σαμουὴλ ταῖς θεωρίαις, καὶ ὡς δένδρον φανεὶς τοῖς διώκουσι.

εράρχα θεόφρον, ταῖς σαῖς ἱκεσίαις δεινῶν με λυτρούμενος, τῶν ἐμῶν πταισμάτων, τὸ χειρόγραφον Πάτερ διάρρηξον, ἱερεὺς ὑπάρχων, καὶ ἐκ Θεοῦ τὴν ἐξουσίαν, εἰληφὼς ἀφιέναι τὰ πταίσματα.

Θεοτοκίον

ραιώθης Παρθένε, τοῖς τῆς παρθενίας σου ἀχράντοις κάλλεσι, καὶ τῆς πρώτης Εὔας, περιέστειλας αἶσχος τὸ δύσμορφον, τὸν Χριστὸν τεκοῦσα, περιβολὴν ἀθανασίας, χαριζόμενον τοῖς σὲ γεραίρουσιν. 

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Ὡς γενναῖον ὁπλίτης, πίστεως στεῤῥότητι περιφραξάμενος, καὶ τὸν βίο λόγῳ, παῤῥησίας κοσμήσας ἀοίδιμε, δυσσεβείας πλήρη, ἑλληνικῆς τὴν πόλιν πᾶσαν, ἧς ποιμαίνειν λαχὼν ἠλευθέρωσας.

Ὡς μικρὸν ὁ Χριστός σοι, Πάτερ παρατίθεται Αὐτοῦ τὸ ποίμνιον, ἀλλ’ εἰς μυριάδας, τῇ ἀγρύπνῳ δεήσει σου αὔξεται· εἰς γὰρ τόπον χλόης, κατασκηνῶν καὶ ἐφ’ ὑδάτων, ἀναπαύσεως τοῦτο οὐκ ἔληξας.

Ἀρετή τε καὶ πίστις, ὅλον οὐρανόφρονα σὲ ἀπειργάσαντο, μηδεμίαν σχέσιν, πρὸς τὰ ἔνυλα ἔχειν ἐάσασαι· ἐν ὑψίστοις ὅθεν, ὡς ἐπὶ γῆς Πάτερ βαδίζων, συνευφραίνει ταῖς θείαις δυνάμεσιν.

Θεοτοκίον

Μητροπάρθενε Κόρη, πάναγνε, πανάμωμε, Θεοχαρίτωτε, ταῖς Σαῖς ἱκεσίαις, τὸν Υἱὸν καὶ Θεόν Σου καὶ Κύριον, ἐξιλέωσαί μοι, καὶ τῶν παθῶν καὶ τῶν πταισμάτων, τὸν σὸν δοῦλον ἐκλύτρωσαι τάχιον.

 

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ

Τὴν λίμνην θαυματουργῶν, ἀδελφοκτόνον ἐξήρανας, καὶ ποταμοῦ τὰς ὁρμάς, ἀνέστειλας Πάνσοφε, τὴν ῥάβδον πηξάμενος, τὴν καὶ παραχρῆμα, δενδρωθεῖσαν θείῳ νεύματι.

ζῆλος ὁ τοῦ Θεοῦ, κατέφαγέ σε Γρηγόριε· μὴ καρτερῶν γὰρ ὁρᾶν, Θεὸν ὑβριζόμενον, λαὸν ματαιόφρονα, ταῖς σαῖς ἱκεσίαις, θεορρῆμον ἐξωλόθρευσας.

Νενέκρωται βουληθείς, ἐξουθενεῖν σε ὁ δείλαιος, Ἑβραῖος ὁ δυσσεβής, Θεοῦ σε δοξάζοντος, θεόφρον Γρηγόριε, τῶν αὐτοῦ δογμάτων, πληρωτὴν ἀναδεικνύμενον.

Θεοτοκίον

πῆλθε τὸ παντουργόν, ἐπὶ σὲ Πνεῦμα Πανάμωμε, καὶ Λόγος ὁ τοῦ Θεοῦ, ἐν σοὶ κατεσκήνωσε, καὶ σάρξ ἐχρημάτισεν, ἀνεκδιηγήτως, διαμείνας ἀναλλοίωτος.

 

Ἕτερος. Τὴν δέησιν.

Τὸν ἔμψυχον, οἱ λαοί σε τοῦ Χριστοῦ, ἀρεταῖς ἠγλαϊσμένον ὁρῶντες, θαυματουργέ, οἶκον σὺν προθυμίᾳ, τῷ σῷ Δεσπότῃ ναὸν ἐδομήσαντο, ὃν ἄπτωτον ἐν τοῖς σεισμοῖς, ἡ κρηπὶς τῆς εὐχῆς σου τετήρηκεν.

Μεγίστων, θαυματουργὲ καὶ φοβερῶν, τεραστίων ἀνεδείχθης ἐγάτης· τὴν γὰρ ὑγράν, λίμνην εἰς πυροφόρον, ταῖς προσευχαῖς σου ξηράνας ἐχέρσωσας, σὺν ταύτῃ δὲ ἀδελφικάς, εἰς σπονδὰς ἀλλοιώσας τὰς ἔριδας.

Ταῖς ὄχθαις, ἐγκαταπήξας τὴν σεπτήν, βακτηρίαν σου τρισόλβιε Πάτερ, τοῦ βλαπτικοῦ, ποταμοῦ καὶ φθορέως, τὰ πανώλεθρα τούτου ὁρμήματα, συνέπηκας καὶ διαρκῆ, τοῖς πιστοῖς ἐπορίσω τὴν λύτρωσιν.

Θεοτοκίον

Προστάτιν Σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, καὶ πειρασμῶν, διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν· Σοῦ δέομαι τῆς ἀγαθῆς, τῶν παθῶν μου ῥυσθῆναι πανάχραντε

 

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Θαυμάτων πολλῶν, δεξάμενος ἐνέργειαν, σημείοις φρικτοῖς, τοὺς δαίμονας ἐπτόησας, καὶ τὰς νόσους ἤλασας τῶν ἀνθρώπων, πάνσοφε Γρηγόριε· διὸ καλὴ θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος. 

Ὁ Οἶκος

Πόθεν ἀπάρξομαι τοὺς ἐπαίνους ἐξυφαίνειν ὁ τάλας, καθορῶν τὰ πολλὰ καὶ ὑπερθαύμαστα πράγματα; Ἐὰν ἀπὸ τοῦ βίου τοῦ Ὁσίου ἐγχειρήσω, τὸ σύνολον οὐκ ἰσχύω· πάντα γὰρ νοῦν ὑπερβαίνει ὁ ἔνθεος βίος αὐτοῦ. Ἐὰν ἀπὸ τῶν θαυμάτων, καὶ ἐν τούτῳ λοιπὸν αἰσχυνθήσομαι, ὑπὲρ τὴν ψάμμον γὰρ ὑπάρχουσι· διὰ τοῦτο ἀκούει θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος. 

 

Συναξάριον.

Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ Θαυματουργοῦ.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν

Πατέρων τὸ καύχημα, καὶ Διδασκάλων τὸ σεμνολόγημα, φωστὴρ τῆς Ἐκκλησίας, τῆς εὐσεβείας στῦλος ἀκράδαντος, σὺ καθωράθης, κραυγάζων Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

στράψας τοῖς θαύμασι, τὴν οἰκουμένην ἐφωταγώγησας· διὰ τοῦτο Θεόφρον, συναθροισθέντες σὲ μακαρίζομεν, οἱ τῶν σῶν λόγων, τρυφῶντες καὶ ψάλλοντες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

άματα Πάνσοφε, τοῖς ἀσθενοῦσι πᾶσιν ἐπήγασας· ἐξεχύθη γὰρ χάρις, δαψιλεστάτη σοῦ ἐν τοῖς χείλεσι, θαυματουργίας, δι' ἧς ἀνακράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Νῦν πάντα πεπλήρωται, φωτὸς τοῦ θείου, διὰ σοῦ Πάναγνε· σὺ γὰρ πύλη ἐφάνης, δι' ἧς τῷ κόσμῳ Θεὸς ὡμίλησε, καταφωτίζων τοὺς πίστει κραυγάζοντας· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. 

 

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἐπεκρότουν τὸ ξένον, τῶν θαυμάτων Σου Πάτερ, καὶ υπερόριον, ταῖς σαῖς διδασκαλίαις, πειθόμενοι καὶ πίστει, τῷ Χριστῷ ἀνακράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῇ τοῦ Πνεύματος αἴγλῃ, φωτισθεὶς ο θεόφρων, ψυχὴν καὶ ἔννοιαν, τὰ ἄλλοις κεκρυμμένα, ἐγκρίτῳ προοράσει, διεσκόπει καὶ ἔψαλλεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Προβληθεὶς ἱεράρχης, ὁ τῆς χάριτος πλήρης, ὤφθη Ἀλέξανδρος, ταῖς σαῖς ἐκφαντορίαις, Γρηγόριε παμμάκαρ, οἷς ἐδόθη κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν Σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάσουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον

Οἱ διὰ σοῦ πλουτήσαντες, τῆς Τριάδος τὴν ἔλλαμψιν, τῆς ὁμοουσίου, καὶ σεπτῆς Γρηγόριε, τὴν σὴν νῦν πανήγυριν, ἐπιτελοῦντες χάριτι, θαυματουργικῇ, καταλαμφθῆναι αἰτοῦμεν, βοῶντες· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεοφανὲς ὡς ἔσοπτρον, δεδεγμένος πανόλβιε, τὰς μαρμαρυγάς, τῆς ἀρχικῆς Θεότητος, τὸν κόσμον ἐφώτισας, ἀντανακλάσεις πέμπων φωτός, τοῖς μελῳδικῶς, ὀρθοδοξίᾳ βοῶσιν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

πὸ Θεοῦ σκεπόμενος, εὐσεβείας ὑπόθεσις, τοῖς θεοσεβέσιν, ἐφρουρήθης πάνσοφε, εἰς ὄρος ἱστάμενος, ὡς νομοθέτης ἄλλος Μωσῆς, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἐκδιδάσκων, Γρηγόριε κραυγάζεις· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Φωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε, ταῖς τῆς παρθενίας, καλλοναῖς ἀστράπτουσα, καὶ πάντας κατηύγασας, τοὺς Θεοτόκον σε ἀληθῆ, καθομολογοῦντας, ἐκ ψυχῆς καὶ βοῶντας· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ἕτερος. Ἑπταπλασίως κάμινον.

Χλευαστικῶς ὁ ἄνομος, Ἰουδαῖος ἀοίδιμε, Πάτερ σωφρονίζεται προσυπαντήσω σοι· νεκρὸν γὰρ ἀνείμονα, τὸν συνεμπαίκτην ἔλεγε, καὶ τὰ πρὸς τροφὴν εἰρωνικῶς ἐπεζήτει, τὴν σὴν δὲ διπλοΐδα, περιθεὶς τῷ δειλαίῳ, κυρίως τεθνεῶτα, δεικνύεις εἰς αἰῶνας.

Θαυμαστικῶς ἁπάντων σου, ἀκουόντων τὰ δόγματα, ἄλλον σοι μειράκιον ὑπὸ τοῦ δαίμονος, δεινῶς ἐνοχλουμένον, τοῖς συνελθοῦσιν ἔλεγε, διεξοδικῶς τοῖς ὑπὸ σοῦ λαλημένοις, κεχρῆσθαι παρεστῶτα· ἀλλὰ τοῦτο καθαίρεις, παμμάκαρ εὐφημίζων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἁπανταχοῦ τὸ κήρυγμα, διατρέχον θεώμενος, ταῖς σαῖς διδαχαῖς ὁ τῶν πιστῶν ἀντίπαλος, θυμῷ καθοπλίζεται, καὶ διωγμὸν τεκταίνεται, κατὰ τῆς σῆς ποίμνης· ἀλλ’ εβόας σὺν ταύτῃ, παμμάκαρ ἀσιγήτως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἡ κραταιὰ βοήθεια, τῶν πιστῶν ἀειπάρθενε, ῥῦσαί με τῆς πλάνης τοῦ δολίου δράκοντος, δεινῶς πολεμοῦντός με, καὶ ἀπολέσαι σπεύδοντος· Σὺ γὰρ ἀπλανὴς τῶν ἐπὶ σοὶ πεποιθότων, ὑπάρχεις σωτηρία, τῶν βοώντων ἀπαύστως· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ

ρίστης πολιτείας λάμψας φωτί, νῦν φωτὶ τῷ μεγάλῳ παρέστηκας, θεουργικαῖς, θαυματοποιΐαις ὡς νικητής, κατεστεμμένος Ὅσιε, Πάτερ, Ἱεράρχα θαυματουργέ, Γρηγόριε θεόφρον, φωστὴρ τῆς Ἐκκλησίας, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα.

θύνεσθαι δυσώπει σαῖς προσευχαῖς, τὸ βασίλειον νῦν ἱεράτευμα, τὸ ἐκλεκτόν, καὶ ἡγιασμένον θαυματουργέ, καὶ τοὺς πιστῶς τὴν μνήμην σου, νῦν ἐπιτελοῦντας ἐπιτυχεῖν, τῆς ἄνω βασιλείας, Γρηγόριε θεόφρον, ἀξιωθῆναι καθικέτευε.

Νικήσας τῶν δαιμόνων τὰς προσβολάς, καὶ σαρκὸς ὑποτάξας τὸ φρόνημα, καὶ ἱερεύς, ἄκακος καὶ ὅσιος γεγονώς, δικαιοσύνης ἔνδυμα, περιβεβλημένος θαυματουργέ, παρίστασαι τῷ θρόνῳ, τοῦ πάντων Βασιλέως, νῦν παρρησίᾳ παμμακάριστε.

Θεοτοκίον

ράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

 

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.

Τὴν ὅλην Ἐκκλησίαν τοῖς τοῦ ἐχθροῦ, διωγμοῖς κλονουμένην θεώμενος, ὁ συμπαθής, καὶ τῶν συμφερόντων προνοητής, σαυτὸν φυγῆς ὑπόδειγμα, τέθεικας τοὺς ἄθλους οὐ δεδιώς, παντὶ δὲ τῷ ποιμνίῳ, μεγίστης σωτηρίας, θαυματουργὲ λιμὴν γενόμενος.

Ὡς ὅλος σου ὁ βίος θαυματουργέ, θαυμασίων ἀῤῥήτων μεμέστωται! καὶ γάρ τινα, ἔρημον λοφίαν καταδραμών, σὺν μαθητῇ θεόφρονι, κρύβει τοὺς διώκτας καὶ ἀσεβεῖς, εἰς δένδρον μορφωθέντας, δυάδα τοῦ Δεσπότου, ταῖς προμηθείας παμμακάριστε.

Τὸ μέγεθος θαυμάσας θαυματουργέ, καὶ τὸ πλῆθος τῶν θείων θαυμάτων σου, τὴν θαυμαστήν, μνήμην σου παμμάκαρ θαυμαστικῶς, καὶ γεγηθὼς Χριστοῦ ὁ λαός, πίστει καὶ ἐλπίδι ἐπιτελεῖ, ταῖς σαῖς πλημμελημάτων, πρεσβείαις λυτρωθῆναι, καραδοκῶν σεπτὲ Γρηγόριε.

Θεοτοκίον

Ἀπόδυσον Παρθένε τὸ δυσειδές, τῶν δεινῶν μου πταισμάτων κλυδώνιον, καὶ τὴν φαιδράν, ἔνδυσον τῆς δόξης καταστολήν, καὶ σωτηρίας ἔνδυμα, καὶ φωτοδοσίας περιβολήν, τὴν χάριν τὴν δοθεῖσαν, τοῖς Σὲ Θεογεννήτορ, ἀκαταπαύστως μεγαλύνουσιν.

 

Ἐξαποστειλάριον. Ἦχος β'. Τῶν Μαθητῶν ὁρώντων σε

Τὸν ἐν ποικίλοις θαύμασιν, Ἱεράρχην, ἀναφανέντα δόκιμον ἐν τῷ κόσμῳ, θείαις εὐφημήσωμεν μελῳδίαις, Γρηγόριον φιλέορτοι, ὅπως ταῖς τούτου πρεσβείαις, λάβωμεν λύσιν πταισμάτων. 

Θεοτοκίον

Ὁ τῆς ζωῆς τῆς θείας καὶ μακαρίας, φθονήσας μοι τῆς πάλαι ἐν Παραδείσῳ, ἐχθρὸς ὁ δολιώτατος καὶ πανοῦργος, καὶ τῆς Ἐδὲμ ἐξόριστον, ποιήσας με θανατοῦται, τῇ σῇ γεννήσει Παρθένε. 

 

Αἶνοι.  Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν

Χαίροις θεολογίαις σαφῶς, ἱερωτάταις ἱερῶς σεμνυνόμενος, ὁ στῦλος τῆς Ἐκκλησίας, ἡ τῶν δογμάτων κρηπίς, τὸ τοῦ Παρακλήτου θεῖον ὄργανον, ὁ νοῦς ὁ οὐράνιος, ἡ κιθάρα τοῦ Πνεύματος, ποιμὴν ὁ μέγας, καὶ Χριστοῦ Ἀρχιποίμενος, θρέμμα γνήσιον, καὶ ἀρνίον πραότατον· κρήνη ἀναβλυστάνουσα, δογμάτων τὰ νάματα, καὶ ἰαμάτων τὰ ῥεῖθρα, ἱερομύστα Γρηγόριε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. (Δίς)

Χαίροις, Ἱεραρχῶν καλλονή, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, ἡ στάθμη τῆς Ἐκκλησίας, ἱερωσύνης κανών· ποταμὸς ναμάτων θείων ἔμπλεως, ἐξ ὧν καταρδεύεται, ἡ ὑφήλιος ἅπασα, πρὸς εὐκαρπίαν, ψυχικὴν καὶ σωτήριον, καὶ αἱρέσεων, ἀποπλύνεται βόρβορος. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, στόμα τὸν νόμον τὸν θεῖον, ἐμμελετῆσαν Γρηγόριε, Θεοῦ κληρονόμε, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος. 

Ὄμβροις σῶν ἱερῶν προσευχῶν, λίμνην ἐξήρανας ποτὲ μάχης πρόξενον· καὶ ῥεῖθρον τῇ δενδρωθείσῃ, ῥάβδῳ ἀτάκτως σοφέ, ἐπικλύζον εἵργεις θείᾳ χάριτι· βωμούς κατηδάφισας, τῶν δαιμονων Γρηγόριε, τῆς ἀπιστίας, τὸν χειμῶνα διέλυσας, θερμοτάταις σου, πρὸς Θεὸν παρακλήσεσι, θαύμασιν ἐβεβαίωσας, ψυχὰς καὶ προσήγαγες, τῷ εὐεργέτῃ τῶν ὅλων, παρ' οὗ τὸν ἄξιον εἴληφας, μισθόν, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. 

 

Δόξα. Ἦχος πλ. β'

Τὸν περιβόητον ἐν θαύμασιν Ἱεράρχην, καὶ τὰ ἄψυχα αἰδούμενα παραδόξως μετεβάλλετο· λίμνη γὰρ ἐχερσοῦτο, ἀδελφοὺς νουθετοῦσα, ῥάβδος δὲ ἐδενδροῦτο, ποταμόν χαλινοῦσα, λίθος λόγῳ μετετέθη, μεταφέρων τοὺς ἀπίστους πρὸς τὴν τοῦ Θεοῦ ἐπίγνωσιν, δι' ἧς τὸ μέγα ἔλεος, παράσχου ὁ Θεὸς ταῖς ψυχαῖς ἡμῶν. 

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, θαυμάτων τὴν βρύσιν, Ἀποστόλων τὸν μιμητήν, ποιμένα τὸν θεῖον, τῆς Νεοκαισαρείας, καὶ μύστην τοῦ Κυρίου, ἐνθέως νῦν τιμῶντες, σοφὸν Γρηγόριον.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

(Ἀθανασίου ἱερομοναχοῦ Σιμωνοπετρίτου)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Θαυματουργίας σε πηγὴν ἐπιγνόντες, πρὸ τοῦ τιμίου σου λειψάνου βοῶμεν, θαυματουργὲ Γρηγόριε γρηγόρως τὰς φωνάς, τῶν σοὶ μετὰ πίστεως, προστρεχόντων προσδέχου, ταύτας δὲ πρὸς Κύριον, ἀναβίβαζε Πάτερ, ὅπως ῥυσθῶμεν τῶν ἀσθενειῶν, ψυχῶν σωμάτων, Αὐτὸν μεγαλύνοντες.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Γρήγορος φάνηθι, Πάτερ, τῇ παρακλήσει. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Γρηγόριε Πάτερ θαυματουργέ, ὡς τῆς ἀληθείας, παιδόθεν ὢν ἐραστής, καὶ ταύτην ἐν βίῳ ἐξασκήσας, κἀμὲ δυσώπει ἀεὶ ταύτης ἔχεσθαι.

οώδη τὴν φύσιν καταμαθών, Πάτερ τῶν προσκαίρων, ἡδονὴν τὴν πνευματικήν, συνέζευξας θείᾳ σωφροσύνῃ, ἣν δώρησαί μοι βοῷ καθαρώτατε.

γήσω ὡς σκύβαλα καὶ οὐδέν, πάντα τὰ παρόντα, Θεῷ μόνῳ προσκολληθείς, κρατῶν τῆς κοιλίας ἐγκρατείας, ἧς με ἐργάτην ἐναπόδειξον.

Θεοτοκίον.

Γρηγόρως Παρθένε τῷ Σῷ Υἱῷ, ἱκέτευε ὅπως, ἐποφθῇ μοι τῷ ταπεινῷ, καὶ δῷ μοι ὡς θείῳ Γρηγορίῳ, θεολογίας ὑπέρτατον χάρισμα.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

τὸ θεῖον φορέας τῆς ταπεινώσεως ἔνδυμα, Πάτερ ταπεινότατε πάντα, ἡμῶν ἀλλοίωσον, φρόνημα ἔπαρσιν, κενοδοξίαν ἀπάτην, ἐγκαινίζων ἄριστα, πνεῦμα τὸ μέτριον.

υπωθέντας τοῦ βίου τοῖς χαλεποῖς πταίσμασιν, κάθαρον πρεσβείαις σου θείαις, Πάτερ Γρηγόριε, πάθη δὲ ἅπαντα, ἄπωθεν δίωξον μάκαρ, ὥσπερ ἀπεδίωκες, ψυχῶν τοὺς δαίμονας.

Οὐχὶ μόνον σοφία ἐγκατοικεῖ ἔνδον μου, φίλε τῆς Σοφίας τῆς ὄντως, ἀλλἀ ἡ ζόφωσις, ἥνπερ διάλυσον, καὶ ἐπιλάμψαι εὐχαῖς σου, Ἥλιος ἀνέσπερος, Χριστὸς ὁ Κύριος.

Θεοτοκίον.

Σὺ γινώσκεις Παρθένε τὸ δυσειδὲς πρόσωπον, ὅπερ ἡ ψυχή μου ἡ τάλαινα νῦν ἐπενδέδυται· ὅθεν Σου δέομαι, τῇ μητρικῇ Σου θωπείᾳ, τοῦτο ἀποκάθαρον, ἁγνὴ ἀμόλυντε.

Διάσωσον, γρηγόρως Πάτερ ταῖς σαῖς πρεσβείαις, σοὺς δούλους ὅτι πόθῳ πολλῷ πρὸς σὲ καταφεύγομεν, ὡς πρέσβυν τε ἀκαταίσχυντον καὶ μεσίτην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Θαυμάτων κρουνός, φιλανθρωπίας πέλαγος, ὑπάρχεις ἀεί, Γρηγόριε θεσπέσιε· διὸ πόθῳ βοῶμέν σοι· τῷ Δεσπότῃ ἱκέτευε δωρήσασθαι, ἁμαρτιῶν τὴν ἄφεσιν ταχύ, ἀσθενειῶν τε, τὴν γρήγορον λύτρωσιν.

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Φύλαξόν με τρισόλβιε, ἀπὸ συμπτωμάτων τῆς γλώττης δέομαι, τῆς δεινῆς συκοφαντίας τε, ὡς συντρίψας ταύτην πώποτε.

ληθῆ με ἀνάδειξον, Πάτερ μαθητὴν τοῦ Κυρίου μου, ὡς ὑπάρξας Εὐαγγέλιον, ἔμπνουν χαριέστατον καὶ ἰσόβιον.

Νέκρωσόν μου πᾶν φρόνημα, ἔρωτα φιλόγειόν τε ἀπόσβεσον, ὁ νεκρώσας τὰ σκιρτήματα, τῆς πηλοῦ σου πάναγνε Γρηγόριε.

Θεοτοκίον.

παρέχουσα πάντοτε, τὰ τῶν αἰτημάτων τὰ συμφέρωτερα, δὸς κἀμοὶ δέομαι Δέσποινα, νοῦν ἁγνὸν καρδίαν ὅλως ἄτυφον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Θείῳ φωτισμῷ, ὁδηγούμενος Γρηγόριε, τὴν σὴν καρδίαν ἀπεκάθηρας, συγγενῶν καὶ ἐπικτήτων παθῶν, ὧν κἀμὲ εὐχαῖς σου ἀποκάθαρον.

ερατικήν, ἁλουργίδα ὡς ἐφόρεσας, θύτης καὶ θῦμα Πάτερ γέγονας, Χριστὸν μὲ θύνων καὶ Αὐτῷ, θνήσκων τὴν προαίρεσιν.

Πνεῦμα ἐπὶ σέ, τὸ Πανάγιον ἐκκέχυται, καὶ οἶκον τούτου σὲ ἐποίησεν, ὅπερ εὐχαῖς σου, τοῖς ἐγκάτοις μου ἐγκαίνισον.

Θεοτοκίον.

γρυπνον τὸ νοῦν, Θεοτόκε μου συντήρησον, ἵνα Υἱοῦ Σου δοῦλος φρόνιμος, ὀφθῷ Παρθένε, καὶ μὴ κολασθήσωμαι.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Τὸ ὄρος ὡς Μωϋσῆς, τῆς θεωρίας κατέλαβες, δογμάτων δὲ μυηθείς, γνῶσιν ἀκριβέστατα· ὅθεν σου δεόμεθα, μύησον εὐχαῖς σου, τῶν δογμάττων τὴν ἀλήθειαν.

διωκες τὴν πληθύν, τῶν δαιμονίων Γρηγόριε, τῇ κλήσει τοῦ Ἰησοῦ, ἀλλὰ καὶ νῦν δίωξον, πάθη τὰ δυσέκληπτα, ἀπὸ τῶν τιμώντων, σοῦ τὴν μνήμην τὴν πανίερον.

ημάτων σου τῇ φωνῇ, ὁ λίθος Πάτερ ὑπήκουσεν, ὡς δοῦλος δὲ εὐπειθής, εὐθὺς μετετόπισεν, λίθον δ’ ὃς ἐπίκειται τῆς ἀναισθησίας, ἐκ ψυχῶν ἡμῶν ἀφάρπασον.

Θεοτοκίον.

Τὴν εὔνοιαν ἀγαθή, ἣν πρὸς τὸν δοῦλόν Σου ἔδειξας, Γρηγόριον τὸν σεπτόν, δεῖξον καὶ τοῖς δούλοις Σου, εἰ γὰρ καὶ ἡμάρτομεν, ὅμως Μῆτερ τέκνα, Σοῦ καλεῖσθαι οὐκ ἀρνούμεθα.

Διάσωσον, γρηγόρως Πάτερ ταῖς σαῖς πρεσβείαις, σοὺς δούλους ὅτι πόθῳ πολλῷ πρὸς σὲ καταφεύγομεν, ὡς πρέσβυν τε ἀκαταίσχυντον καὶ μεσίτην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἐν κινδύνοις πολλοῖς προστάτην σε εὑράμενοι, ταῖς εὐχαῖς σου εὐθὺς Γρηγόριε στομούμεθα, καὶ τῶν κακῶν ἐπιφορὰς διώκομεν τῇ κλήσει σου, ὡς τῶν θαυμάτων σε πηγήν, γνωρίζοντες τρισόλβιε· παῦσον τὰς τρικυμίας, σβέσον ἐχθροῦ τὰ βέλη, καὶ τοὺς τιμῶντας τὴν σεπτήν, σοῦ μνήμην Πάτερ φύλαττε.

 

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).

Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Λείψανόν σου τίμιον, πλουτοῦντες Πάτερ τιμῶμεν, τὴν ἁγίαν μνήμην σου, καὶ θερμῶς προσπίπτοντες, ἐκβοῶμέν σοι· πάντας ἡμᾶς φύλαττε, ἀνεπηρεάστους, τῶν βελῶν τοῦ πολεμήτορος, καὶ ῥῶσιν χάριζαι, θείαν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι, πρεσβείαις σου ὀχύρωσον, πάντα λογισμὸν καὶ πᾶν φρόνημα· ἵνα σε ἐκ πόθου, προσάγωμεν εὐχάριστον φωνήν, καὶ εὐεργέτην γνωρίζομεν, γρήγορε Γρηγόριε.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

μισάδελφος ῥῆξις διεῤῥάγη τὴν λίμνην σοῦ ἐκξηράνατος· διό σε ἱκετεύω, ἐκ τῆς ἐμῆς καρδίας, τὸ μισάδελφον ἔκβλαλε, ἵνα βοῷ τῷ Θεῷ· Σὺ ὁ εὐλογητὸς εἶ.

Παλαιότης ἠθῶν τε καὶ μανίας ἀγνοίας πόῤῥω ἐκβέβλησο, πρεσβείαις Γρηγορίου, ἐγείροντος Κυρίῳ, προσευχῆς ἐργαστήρια, ἐν οἷς βοῶμεν αὐτῷ· Θεὸς εὐλογητὸς εἶ.

νθρακέα γνωρίσας δεκτικὸν θείας Χάριτος προεχείρισας, διάκονον Κυρίου· διὸ ἡμᾶς βοῶντας, ἀποσμήξας χαρίτωσον, ἵνα βοῶμεν Θεῷ· Σὺ ὁ εὐλογητὸς εἶ,

Θεοτοκίον.

άβδος οὖσα Παρθένε Ἀαρὼν παραδόξως ἡ ἐκβλαστήσασα, ἱκέτευε Κυρίῳ, ἅμα τῷ Γρηγορίῳ, ἵνα τάμῃ τὰ σύῤῥιζα, ἐκ τῶν ὑμνούντων θερμῶς· Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

γρυπνον ὄμμα, ἀναδειχθεὶς θεοφόρε, τοὺς τιμῶντάς σε δεῖξον γρηγοροῦντας, ὅπως συναφθῶμεν, Χριστῷ εἰς τοὺς αἰῶνας.

Κεκαρωμένους, ἐν ταῖς μερίμναις τοῦ βίου, διανάστησον Πάτερ ταῖς εὐχαῖς σου, ἵνα μελετῶμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Λύκου ὡς στήσας, τὸ ἀκατάσχετον ῥεῦμα, νοουμένου λύκου στῆσον ὕδωρ, ἵνα σε τιμῶμεν, Πάτερ εἰς αἰῶνας.

Θεοτοκίον.

δη τοῦ τέλους, ἐνισταμένου Παρθένε, τοῦ θανάτου τὴν μνήμην δώρησαί μοι, ὅπως Σε δοξάζω, ἁγνὴ εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Σημείων πληρωθέντα, ἔγνωμεν σὸν βίον, θαυματουργὲ καὶ πανθαύμαστε Ὅσιε· ὅθεν ἡμᾶς μὴ παρίδῃς, ποτὲ ὑμνοῦντάς σε.

ν ξένῳ κατετέθης, Πάτερ σὺ μνημείῳ· ὅθεν διδάσκεις ἡμᾶς τὴν ἀκτήμονα, διαγωγήν τε καὶ τρόπον, τὸν παρεπίδημον.

κέτευε τρισμάκαρ, τὴν φανερωθεῖσαν, ὑπερφυῶς Σοι Τριάδα τὴν πάντιμον, ὑπὲρ τῶν ὅσοι προσδράμομεν τῇ πρεσβείᾳ σου.

Θεοτοκίον.

γάλλου Θεοτόκε, βλέπουσα τὸ πλῆθος, τῶν Σῶν ἐγγόνων δοξάζον τὸν Κύριον, Ὃν ἐσωμάτωσας Κόρη, καὶ Ὃν ἱκέτευε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τῇ φιλοσοφίᾳ πρὸς ἀληθῆ, γνῶσιν κεχρημένος, οἷα κλίμακι νοητῇ, πρὸς θεολογίας, ἀνέδραμες τὸ ὕψος, Γρηγόριε πραγμάτων, καινῶν διάκονε.

Τοὺς προσπτυσσομένους τὴν ἱεράν, καὶ ἀσπαζομένους, κάραν σοῦ τὴν θεοπρεπῆ, φρούρει ἐκ παντοίων, δεινῶν ἀῤῥωστημάτων, καὶ πανοικεὶ τὴν θείαν, Χάριν μετάδιδε.

Παροικίας Πάτερ οἶκον τὸν σόν, βρύσιν ἰαμάτων, τοῖς προστρέχουσιν ἐν ψυχῆς, δεῖξον καὶ πλημμύραν, ἔκχεε τῶν θαυμάτων, ἵνα ὑμνῶμεν πάντες, σὲ ἀσπαζόμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πᾶσα, ἐκδιώκεται πληθύς, τῶν ἀῤῥωστημάτων τῇ κλήσει, τοῦ σοῦ ὀνόματος, πάντιμε Γρηγόριε, καὶ Ἱεράρχα κλεινέ· ὅθεν πίστει προσπίπτομεν, καὶ πόθῳ καρδίας, σοῦ κατασπαζόμεθα τίμια λείψανα· ἵνα τὴν σὴν χάριν λαβόντες, εὔθυμοι βοῶμεν Κυρίῳ· θαυμαστὸς Σὺ ἐν τοῖς Ἁγίοις Σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου