Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 29. ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ ΘΕΟΦΟΡΟΥ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ




ΙΑΝΟΥΑΡΙΟΣ ΚΘ΄!!

ΙΓΝΑΤΙΟΥ ΘΕΟΦΟΡΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱερομάρτυρος. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.

Θεολόγων ἀκρότητος, χρηματίσας διάδοχος, τοῖς ἐκείνων ἴχνεσιν ἠκολούθησας, Ἀνατολῆς ἐξορμώμενος, καὶ Δύσει φαινόμενος, καὶ φωτίζων ἀστραπαῖς, τοῦ ἐνθέου κηρύγματος· ἔνθα Πάνσοφε, ἐκ τοῦ κόσμου μὲν ἔδυς, εἰς Θεὸν δέ, ἐξανέτειλας τῷ φέγγει, κατεστεμμένος τῆς χάριτος. (Δίς)

 

Ἱερῶς ἀπεδόθη σου, τῇ σῇ πόλει τὰ λείψανα, Θεοφόρε πάνσοφε δι' ἀθλήσεως, ἁγιασθέντα λαμπρότερον, καὶ χάριτι στίλβοντα, τὴν ἐπάνοδον ἡμῖν, πανηγύρεως πρόξενον, ἀπειργάσατο, εὐφροσύνης πληροῦντα θεοπνεύστου, θυμηδίας ἐμπιπλῶντα, τοὺς εὐσεβῶς σε γεραίροντας. (Δίς)

 

Ἐξ Ἑῴας μὲν πρότερον, Ἑωσφόρος Ἰγνάτιε, ἐν Δυσμαῖς διηύγασας φαεινότατος· νῦν δὲ τῶν θείων λειψάνων σου, ἐν τῇ ἐπανόδῳ φαιδράς, τὰς ἀκτῖνας ἐπὶ γῆς, ἀφ᾽ ἑσπέρας ἐφήπλωσας· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. 

 

Ἀναλάμψας ὡς ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, τὰ τοῦ κόσμου πέρατα κατεφαίδρυνας, ταῖς λαμπηδόσι τῶν ἄθλων σου, θερμῶς προϊστάμενος, καὶ συγγράφων ἀληθῶς, εὐσεβείας διδάγματα· ὅθεν γέγονας, καὶ τροφὴ τῷ Δεσπότῃ τῷ τὰ πάντα, διατρέφοντι παμμάκαρ, ἀδιαλείπτῳ χρηστότητι.

 

Δόξα. Ἦχος πλ. δ'

Θεοφόρε Ἰγνάτιε, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, μισθὸν ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι᾽ αἵματος· διὸ σῖτος γενόμενος τοῦ ἀθανάτου Γεωργοῦ, δι᾽ ὀδόντων θηρίων ἠλέσθης, καὶ ἄρτος ἡδύς αὐτῷ ἀνεδείχθης, πρεσβεύων ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε. 

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι,' 7. γ,' 13)

Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἰδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεοθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. ᾽Εγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι', 31)

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ, Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια, Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ', 7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Τὸ πῦρ τὸ οὐράνιον, δεξάμενος Ἰγνάτιε, στόμα θεῖον ἔσχηκας, ὡς Ἀποστόλων ὁμότροπος· ὅθεν τῆς εὐσεβείας τὸ μυστήριον, γλώσσῃ σοφῇ κηρύξας, τοῦ Εὐαγγελίου τῆς χάριτος, ὑποφήτης ὤφθης θεόσοφος. Καὶ μαρτυρικῶς ἀγωνιζόμενος, τοῖς πᾶσιν ἐβόας· οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν καὶ ἁλλοῦν, εἰς ζωὴν αἰώνιον· ἧς ἐπιτυχὼν καλῶς ἄθλήσας, ταύτης καὶ ἡμᾶς τυχεῖν ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Ἱερομάρτυς ἀξιάγαστε.

 

Ἦχος β΄.

Ἁγιασθεὶς τῇ τοῦ Σωτῆρος προσψαύσει, ἡγιασμένος ὅλος καὶ ἔνθεος, καὶ θεοφόρος ἐκ παιδός, ἐδείχθης Ἰγνάτιε. Καὶ ἀποστολικαῖς ἀναστροφαῖς μυσταγωγούμενος, τῶν μυστηρίων τῆς χάριτος, οἰκονόμος ὤφθης ἱερός, καὶ Ἱεράρχης θεόληπτος. Θείῳ γὰρ λόγῳ ἡγίασας, τοὺς ἐναγεῖς τὸ πρότερον, καὶ τέκνα φωτὸς ἔδειξας, τοὺς πρὶν τῇ πλάνῃ δουλεύοντας, Εὐαγγελίου τοῖς δόγμασι, καὶ τῶν Παθῶν τοῦ Σωτῆρος, Μάρτυς γενόμενος, τῆς ἐν Αὐτῷ λαμπρότητος ἐκοινώνησας, Ἱερομάρτυς ἀξιάγαστε.

 

 

 

Ἦχος γ΄.

Τοῖς ὑπὲρ Χριστοῦ δεσμοῖς κοσμούμενος, ὡς ὁ μέγας Παῦλος, ἀγαλλομένῳ ποδὶ ἔσπευδες, ἐπὶ τὸν μέγαν ἄθλον, θεοφόρε Ἰγνάτιε· ὢ τοῦ θερμοῦ σου ἔρωτος, πρὸς Χριστὸν τὸν Σωτῆρα! ὢ τῆς πολλῆς ἀνδρείας σου, καὶ τῶν ἁγίων δρόμων πολυΰμνητε! Χριστὸν γὰρ μόνον ποθῶν, καὶ Αὐτὸν ἐκζητῶν, οὐδόλως ἐνάρκησας ἐν ταῖς θλίψεσιν, οὐδαμῶς ἔφριξας, τὴν λεόντων ἀγριότητα, ἀλλ’ ὑπ’ αὐτῶν ἀλεσθεὶς οἷα σῖτος Θεοῦ, ἄρτος ἡδὺς Αὐτῷ ἐγένου, καὶ θυσία καθαρὰ ποσήχθης τῷ σὲ δοξάσαντι, Ἱερομάρτυς ἀξιάγαστε. ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος δ΄.

Ἱερουργήσας τῷ Χριστῷ ὡς Ἱεράρχης ὅσιος, καὶ ἰσαπόστολος θεῖος, μαρτυρικῶς αὐτῷ ἱερουργήθης, θεοφόρε Ἰγνάτιε, ἀθλητικῷ γὰρ τέλει τὸν βίον ἐσφράγισας, καὶ οἰκείοις αἵμασι, τὴν στολὴν τὴν ἱερὰν ἐφοίνιξας. Καὶ νῦν ἀΰλως ἱερουργῶν τῷ Σωτῆρι, τὰς ὑπὲρ ἡμῶν ἱλαστηρίους Αὐτῷ προσάγαγε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Ἱερομάρτυς Χριστοῦ, τῶν Ἀποστόλων κοινωνός τε Ἰγνάτιε. Αὐτοῖς γὰρ ἀκολουθήσας, καὶ μαθητεύσας πιστῶς, ἐμυήθης πᾶσαν γνώσιν ἔνθεον· ἐντεῦθεν ἐκήρυξας, θεηγόρῳ σου στόματι, τὴν τοῦ Σωτῆρος, ὑπὲρ νοῦν ἐνανθρώπησιν, δι’ ἧς εὕρομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, ὄργανον τὸ θεόπνευστον, ὁ νοῦς ὁ οὐράνιος, ὁ πλήρης θείας σοφίας, καὶ ἀποῤῥήτου ἐλλάμψεως, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Ὅλος, ἁγιασθεὶς ἐκ παιδός, θείᾳ προσψαύσει τοῦ Σωτῆρος Ἰγνάτιε, ἀνήχθης εἰς μέτρον θεῖον, ταῖς ἀρεταῖς ἐκτραφείς, οἷα θεοφόρος ἐνθεώτατος· διὸ θείου Πνεύματος, ἐνδιαίτημα πέφηνας, θείας ἀγάπης, Πάτερ ἄνθραξ διάπυρος, φλέγων ἅπασαν, ματαιότητος ἄκανθαν, στῦλος ὁ ἀπερίτρεπτος, καὶ στήριγμα ἄσειστον, τῶν κατὰ πόλεις Ἁγίων, Ἐκκλησιῶν τοῦ Θεοῦ ἡμῶν. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, Ἀντιοχείας ποιμήν, Ἐκκλησιῶν περιφανὲς ἐγκαλλώπισμα, ὁ σύμπνους τῶν Ἀποστόλων, Ἱεραρχῶν καλλονή, Ἱερομαρτύρων ἀκροθίνιον, Ἰγνάτιε ἔνδοξε, τοῦ Χριστοῦ φίλε γνήσιε, ὁ τῶν ἀγῶνα, διανύσας στεῤῥότατα, καὶ τοὺς ἅπαντας, καταπλήξας τῷ τρόπῳ σου· ὅθεν λαμπρῶς δεδόξασαι, ὡς Μάρτυς ἀήττητος, καὶ Ἱερεὺς θεοφόρος, παρὰ Χριστοῦ τοῦ παντάνακτος. Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος α'

Ὢ τῆς στεῤῥᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε Ἰγνάτιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν ἔλεγες· Οὐκ ἔστιν ἐν ἐμοί, πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοι λέγον· Δεῦρο πρὸς τὸν Πατέρα. Ὅθεν θείῳ Πνεύματι πυρπολούμενος, θῆρας ἠρέθισας, κόσμου σε θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Καὶ νῦν. Θεοτοκίον

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμοὺς μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ Ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε. 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Θείῳ ἔρωτι, ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος, χερσὶν ἀχράντοις, θεοφόρος ἀνεδείχθης Ἰγνάτιε· καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

Ὡς θησαυρὸν πλουτοποιῶν δωρημάτων, τὴν τῶν λειψάνων σου μυρίπνοον θήκην, τὴ ποίμνη σου μετήγαγον ἐκ Ῥώμης εὐσεβῶς, ἧσπερ τὴν ἐπάνοδον, ἑορτάζοντες πόθῳ, χάριν ἀρυόμεθα, πολλαπλῶν ἰαμάτων, τοὺς σοὺς ἀγῶνας μέλποντες ἀεί, Ἱερομάρτυς, Ἰγνάτιε ἔνδοξε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἐκ τῆς Ῥώμης εὐλαβῶς, ἐν ᾗ ἐνήθλησας στεῤῥῶς, ὡς ἁγίαν κιβωτόν, τὴν τῶν λειψάνων σου σορόν, εἰς Ἀντιόχειαν μετήγαγον ὑμνοῦντές σε· ὅθεν τὴν αὐτῶν, θείαν ἀνάμνησιν, ἄγοντες πιστῶς, Πάτερ Ἰγνάτιε, τὴν σὴν ἁγίαν γεραίρομεν ἄθλησιν, καὶ ἐκ ψυχῆς ἐκβοῶμέν σοι· Χριστὸν δυσώπει, ἡμῖν δοθῆναι, τῆς τῶν πταισμάτων συγχώρησιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κλῖνον Μῆτερ Μαριάμ, κλῖνον τὸ οὖς Σου εὐμενῶς, καὶ ἐπάκουσον ἡμῶν, τῶν δεομένων ἐκτενῶς, καὶ ὡς οἰκτίρμων μὴ λίπῃς τοῦ προστατεύειν, τὰ τέκνα ἃ ὁ Σὸς Υἱός, καὶ πάντων Θεός, Σοὶ δέδωκεν ἁγνή, εἰς σωτηρίαν ἡμῶν, καὶ τὰς παγίδας λύειν τοῦ διαβόλου, καὶ χάριν νέμειν τοῖς δούλοις Σου, εἰς Σὲ γὰρ πᾶσαν, τὴν προσδοκίαν καὶ ἐλπίδα τιθέμεθα.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Φωστὴρ καὶ ἰατήρ, ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων ἀστραπαῖς, ἰαμάτων τοὺς πίστει, σῶν λειψάνων τῇ λάρνακι, προσιόντας Ἰγνάτιε· ὅθεν ἅπαντες, τῆς ἀνακομιδῆς σου, μνήμην σήμερον, πανευλαβῶς ἐκτελοῦντες, σὲ πίστει γεραίρομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία ἡ τὰς τρεῖς, ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καὶ τόκον, Θεόν τε καὶ ἄνθρωπον, πίστιν τε τὴν πιστεύουσαν, τοῖς ξενίζουσι, τούτοις καρδίαν ἀνθρώπου, ἡμᾶς ἕνωσοιν, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον πανύμνητε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῶν σεπτῶν λειψάνων σου, τῇ μεταθέσει, ἑορτάζει σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, Ἱερομάρτυς Ἰγνάτιε, Χριστὸν ὑμνοῦσα, τὸν σὲ θαυμαστώσαντα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ λιμὴν ἀχείμαστε, τῶν ναυαγούντων ἐν δεινοῖς, τῆς ἐνεστώσης ἀνάγκης με, καὶ τρικυμίας, παθῶν ἐλευθέρωσον.

 

Εἶτα, οἱ Άναβαθμοί· τὸ α’ Ἀντίφωνον του δ΄ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Ἱεραρχικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Θεοφόρε Ἰγνάτιε, ἀπὸ παιδὸς ἀνακείμενος Χριστῷ, ἀνενδότως ἐβάδισας, τοῖς ἴχνεσιν Αὐτοῦ. Καὶ Ἱεράρχης ὅσιος γενόμενος, ἀποστολικοῖς ἐμπρέπων χαρίσμασι, μαρτυρικῶς ἠνδραγάθησας, ὑπὸ θηρίων ἀγρίων ἀναλωθείς. Καὶ νῦν τῶν ἐφετῶν τῷ ἀκροτάτῳ παριστάμενος, ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Ἰγνάτιον τὸν Ἐῷον ἐν ᾄσμασιν ἀστέρα μέλπω. Θεοφάνους.

ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος

θύνας πρὸς ἀρετὴν τὸν βίον μου, φωτὶ καταύγασον, τῆς ἐνοικούσης χάριτος ἐν σοί, Θεοφόρε Ἰγνάτιε, καὶ τῶν παθῶν τὴν σύγχυσιν, ταῖς σαῖς πρεσβείαις διασκέδασον.

Γῆ ὥσπερ γονιμωτάτη πέφηνας, ἑκατοστεύοντα, καρποφορῶν τὸν σπόρον τῷ Χριστῷ, Θεοφόρε Ἰγνάτιε, τῷ τὰς ψυχὰς ἀρδεύοντι, τῇ ἐπομβρίᾳ τῇ τοῦ Πνεύματος.

Νοήσας προγνωστικῇ δυνάμει σου, τὸ εὐγενὲς τῆς ψυχῆς, ὁ τοῦ παντὸς Δεσπότης καὶ Θεός, Θεοφόρε Ἰγνάτιε, μαρμαρυγαῖς τοῦ Πνεύματος, θεοφεγγέσι κατελάμπρυνεν.

κτῖσι τοῦ νοητοῦ λαμπόμενος, Ἡλίου πάνσοφε, Ἀνατολῆς ἐξώρμησας λαμπρῶς, αἰσθητὸς ὥσπερ ἥλιος, τὸ ζοφερὸν τῆς Δύσεως, περιαυγάζων τῷ κηρύγματι.

Θεοτοκίον

Τριάδος τῆς ὑπερθέου Πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ᾽ ἡμᾶς, εὐδοκίᾳ Γεννήτορος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ παναγίου Θεονύμφευτε. 

ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί

άτρευσόν μου τὸν νοῦν, κεκακωμένον τοῖς δεινοῖς πάθεσι, τοῖς τῆς σαρκὸς Ἰγνάτιε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε.

μόφρονά σε Χριστός, τῶν Ἀποστόλων εὖ εἰδὼς τέθεικε, θείῳ φωτὶ λάμποντα, ἐν ταῖς Ἐκκλησίαις διδάσκαλον.

Νεκρούμενον διὰ σέ, τὸν Ζωοδότην καθορῶν ἔδραμες, τὸν δι᾿ αὐτὸν θάνατον, πόθῳ ὑποστῆναι Ἰγνάτιε.

Θεοτοκίον

Τὸν Λόγον τὸν τοῦ Πατρός, προκαθαρθεῖσα ὦ Σεμνὴ Πνεύματι, τῆς λογικῆς φύσεως, ἐπ᾿ εὐεργεσίᾳ γεγέννηκας.

 

 

 

 

Κάθισμα. Ἦχος γ'. Θείας πίστεως

Θείῳ Πνεύματι πεφωτισμένος, θράσος τύραννον ἐν παῤῥησίᾳ, ποιμαντικῇ μεγαλοφρόνως κατῄσχυνας· καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία

Θεοφόρος καλούμενος φερωνύμως· τὸν γὰρ Χριστὸν ἐνδέδυται διὰ πολιτείας, πάντας ἐπαλείφει λαμπρῶς, Μαρτύρων στεῤῥότητα, πόθῳ τῶν στεφάνων εἰσδέξασθαι.

Νενευρωμένος Ἰγνάτιε τῇ δυνάμει, τοῦ ἐν Σταυρῷ παγέντος ὑπὲρ σοῦ Θεοφόρε, θῆρας καθηρέθισας, τοῦ κόσμου χωρίσαι σε, πρὸς τὸν σὸν ποθούμενον ἔρωτα.

ρασθεὶς τῆς ὡραιότητος τοῦ Δεσπότου, καὶ πρὸς αὐτὸν τὴν ἔφεσιν ἀνένδοτον ἔχων, τούτου τὰ παθήματα, προθύμως ἐζήλωσας, μάρτυς Θεοφόρε Ἰγνάτιε.

ραϊσμένος πορφύρᾳ τῶν σῶν αἱμάτων, Ἀρχιερεύς, καὶ χρίσματι τῆς ἱερωσύνης, Μάρτυς διαλάμπων Χριστῷ, κραυγάζεις γηθόμενος. Δόξα τὴ δυνάμει σου Κύριε.

Θεοτοκίον

ἐκ μὴ ὄντων τὰ πάντα θείᾳ δυνάμει, δημιουργῶν γεγέννηται ἐκ σοῦ Θεομῆτορ, κόσμον καταλάμπων φαιδρῶς, ἀκτῖσι θεότητος, καὶ θεογνωσίας λαμπρότησι. 

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς

Νῦν πρόσωπον Χριστοῦ, καθορῶν σὺ πρὸς πρόσωπον, Ἰγνάτιε τῶν ἐσόπτρων, ἀληθείᾳ λυθέντων, ἡνώθης σου τῷ ἔρωτι.

Εἵλκυσας φωτισμόν, ἐκ πηγῆς φωτοδότιδος Ἰγνάτιε· ταῖς ἀχράντοις, σὲ Χριστὸς γὰρ παλάμαις, κρατήσας καθηγίασε.

Νοῦν Πνεύματι Θεοῦ, κεκτημένος λαμπόμενον, Ἰγνάτιε θεογράφους, ἐπιστέλλεις ὡς πλάκας, τοὺς νόμους τοὺς τῆς χάριτος.

Θεοτοκίον

νωθὲν σοι φωνήν, χαρμοσύνως ἐβόησεν, ὁ Ἄγγελος Θεοτόκε, τοῦ Δεσπότου ἀφράστως, μηνύων σοὶ τὴν σύλληψιν. 

 

 

 

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε

Σοφίας, ἑλληνικῆς διέλυσας δόγματα, τὴν ἐνυπόστατον ἔχων, τοῦ Θεοῦ σοφίαν ἱερομύστα, καὶ μετ᾿ ἤχου, τὸ τῆς πλάνης μνημόσυνον ὤλεσας.

Μὴ παύσῃ, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου, καθικετεύων Παμμάκαρ, πειρασμῶν ῥυσθῆναι χαλεπωτάτων, καὶ κινδύνων, Ἱερεὺς δεδειγμένος εὐπρόσδεκτος.

νδρείᾳ, καὶ φρονήσει διέπρεψας Ὅσιε, δικαιοσύνης τε κάλλει, Θεοφόρε Μάρτυς καὶ σωφροσύνης, καὶ τῷ κύκλῳ τῶν ἀρετῶν, ἐφάνης κοσμούμενος.

Θεοτοκίον

Σὲ μόνην, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ἐκ τῆς γαστρός σου Λόγος προέρχεται.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Ἐξ Ἑῴας σήμερον ἐξανατείλας, καὶ τὴν κτίσιν ἅπασαν, καταλαμπρύνας διδαχαῖς, τῷ Μαρτυρίῳ κεκόσμηται, ὁ Θεοφόρος καὶ θεῖος Ἰγνάτιος. 

Ὁ Οἶκος

Ἱερεμίαν ὁ Θεὸς ἐκ μήτρας ἁγιάσας, καὶ πρὸ τοῦ γεννηθῆναι γινώσκων ὡς προγνώστης, δοχεῖον ἔσεσθαι αὐτὸν Πνεύματος Ἁγίου, ἐμπιπλᾷ τοῦτον εὐθύς, ἐκ νεαρᾶς βιώσεως, καὶ Προφήτην τοῦτον, καὶ κήρυκα πᾶσιν ἀποστέλλει, προαγγέλλειν τὴν ἁγίαν ἐπὶ τῆς γῆς αὐτοῦ παρουσίαν. Τεχθεὶς οὖν ὁ αὐτὸς Θεὸς ἐκ Παρθένου, πρός τὸ κήρυγμα ἐλθών, εὗρεν ἐκ βρέφους, ἄξιον αὐτοῦ τῆς χάριτος ὑποφήτην, τὸν θεοφόρον καὶ θεῖον Ἰγνάτιον. 

 

Συναξάριον.

Τῇ ΚΘ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.

Χάρις λέουσιν Ἰγνάτιε παμβόροις,
Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος.
Τῇ ἐνάτῃ ἐπάνοδος Ἰγνατίῳ εἰκάδι τύχθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Σιναΐτου, τοῦ πνευματικοῦ· ἐκ τῆς Ῥεθύμνης τῆς Κρήτης καταγομένου.

Ἀκτησίας καὶ εὐχῆς εὐῶδες ἴον,

Σίναιον ηὔφρανας Ἰγνάτιε ὄρος.

 

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων· Φιλοθέου, Ὑπερεχίου, Ἀβίβου, Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου.

Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου,
Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων· Σιλουανοῦ ἐπισκόπου, Λουκᾶ διακόνου, καὶ Μωκίου ἀναγνώστου.

Σιλουανὸς Λουκᾶς τε σὺν Μωκίῳ,
Ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων.

Λιπών Σάρβηλος τὰς μυσαρὰς θυσίας,
Χριστῷ προσήχθη σὺν ἀδελφῇ θυσία.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, ἐπισκόπου Ἐδέσσης.

Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος,
Σύνεστι βαστάσασιν ἡμέρας βάρος.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἀφραάτου.

Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἀφραάτης,
Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεὶς ἄπνους.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἀκεψιμά.

Ἀκεψιμάς την σάρκα χαίρων ἐξέδυ,
ἡ νεκρικῶς σταλείσα τὴν γῆν εἰσέδυ.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Γκίλτα (Gildas), τοῦ ἐν Βρεττάνῃ.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου τοῦ Χιοπολίτου, τοῦ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος.

Θεσσαλονίκη, οὐκ ἔτισοι μόνῃ κλέος ἔσται,

Δημήτριος Μάρτυς, καὶ γὰρ ἔχει καὶ Χίος.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Λαυρεντίου τοῦ ἐπισκόπου, τοῦ ἐν Κιέβῳ.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ὁσίων ἐπισκόπων· Γερασίμου, Ἰωνᾶ καὶ Πιτιρίμ, τῶν Ῥώσων.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἀνδρέου τοῦ Ῥουμπλιόφ, τοῦ εἰκονογράφου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ἐν τῇ καμίνω Ἀβραμιαῖοι Παῖδες

ερωσύνης, ἠγλαϊσμένος μύρῳ Ὅσιε θείῳ, καὶ Μαρτύρων αἵματι κοσμηθείς, ἀμφοτέρωθεν διέπρεψας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Νομοθεσίᾳ, καταφαιδρύνας κόσμον ἅπαντα, ἄρτῳ οὐρανίῳ ἔθρεψας τοὺς πιστούς, τῷ Δεσπότῃ σου κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

κτινοβόλοις, αὐγαῖς Παμμάκαρ φωτιζόμενος, αἴγλης ἀρχιφώτου χύσει τε λαμπρυνθείς, τὴν οὐράνιον ἀπείληφας, χαίρων ἀπόλαυσιν, Θεοφόρε Μαρτύρων τὸ καύχημα.

Σῖτος ὑπάρχων, Θεοῦ ὡς ἔφης παναοίδιμε, μύλαις κατηλέσθης Μάρτυς ταῖς τῶν θηρῶν, καὶ τῷ τρέφοντι τὰ σύμπαντα, θείᾳ χρηστότητι, καθαρώτατος ἄρτος γεγένησαι.

Θεοτοκίον

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν. Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε. 

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ.

στὼς ἐπὶ βήματος σοφέ, Τριάδα ἄκτιστον, ἐθεολόγησας· νοῦ καθαρότητι Ἅγιε, διανοίας τε λαμπρότητι, μὴ πτοηθεὶς τυραννικῶν θρόνων ὠμότητα, ἀλλ᾿ ἐβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

υθμίσας ἐμφρόνως σου τὸν νοῦν, τοῖς θείοις δόγμασι, μάκαρ Ἰγνάτιε, τὸν δεισιδαίμονα τύραννον, τῆς ἀπάτης προϊστάμενον, τοῖς σοφίας ὀχετοῖς, ἄρδην κατέκλυσας, Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.

πείρῳ λαμπόμενος φωτί, τῶ τῆς θεότητος Μάρτυς ἀήττητε, τῆς ἀθεότητος ἄστατον, ἐξηφάνισας σκοτόμαιναν, ἐπιστολὰς φωτοειδεῖς, πέμπων τοῖς μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Μανίαν καὶ χάσματα θηρῶν, οὐκ ἐδειλίασας, θεῖε Ἰγνάτιε· ἡ τοῦ Ὑψίστου γὰρ δύναμις, ἐκ Παρθένου ἀνατείλασα, τὴν πανοπλίαν τοῦ Σταυροῦ σὲ περιέβαλεν, Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶντα τὸν Κύριον.

 

 

 

 

 

ᾨδὴ θ'.  Λίθος ἀχειρότμητος

ρως ὁ θειότατος Μάκαρ, κατακρατήσας τῆς ψυχῆς σου, κόσμου τὰς ὑλώδεις φροντίδας, πυρὶ ἀΰλῳ πάσας κατέφλεξε, καὶ ὀρεκτῶν ἀκρότητι, στεφανηφόρον σε κατέστησε.

Λιμένι λαμπρῶς καθωρμίσθης, γαληνοτάτῳ Θεοφόρε, ζάλην τῶν κυμάτων ἐκφυγών, ὁρμὰς ἀγρίων καὶ λογικῶν θηρίων· καὶ νῦν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.

Ποικίλῳ κοσμούμενος στέφει, ἱερομύστα διαπρέπεις· τῆς ἱερωσύνης γὰρ ἐν σοί, εἰς ἓν συνῆλθε καὶ μαρτυρίου κλέος· καὶ δι᾿ ἀμφοῖν ὡς μέτοχος, τοῦ σοῦ Δεσπότου συνδεδόξασαι.

ς ἱεροφάντωρ ὑπάρχων, τῇ παῤῥησίᾳ κεχρημένος, πρὸς τὸν σὸν Δεσπότην καὶ Θεόν, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, ἐκ πειρασμῶν Ἰγνάτιε, νῦν λυτρωθῆναι καθικέτευε.

Θεοτοκίον

ς τῶν οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ἁγιωτέρα, πάσης τε τῆς κτίσεως ἁγνή, τιμιωτέρα Θεὸν ἐκύησας, ἐν ταῖς ἀγκάλαις φέρουσα, τὸν Πατρικοῖς κόλποις καθήμενον.

 

Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.

Τοὺς πόθῳ ἑορτάζοντας, τὴν σὴν φαιδρὰν ἐπάνοδον, Ἰγνάτιε Θεοφόρε, Ἱερομάρτυς παμμάκαρ λύτρωσαι πάσης θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, διδοὺς πταισμάτων ἄφεσιν, ὡς εἰληφὼς ἐξουσίαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος. 

Θεοτοκίον

Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀποῤῥήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε.

 

Αἶνοι. Ἦχος πλ. α΄. Πανεύφημοι Μάρτυρες.

Πάτερ Ἰγνάτιε Χριστοῦ, πτερωθεὶς τῷ ἔρωτι, στεῤῥῶς ἐν Ῥώμῃ ἐνήθλησας, βορὰ γενόμενος, τῶν λεόντων χαίρων, ἔνθεν σου τὰ λείψανα, τὰ θεῖα οἱ πιστοὶ μετεκόμισαν, εἰς Ἀντιόχειαν, ἑορτὴν λαμπρὰν κροτοῦντές σοι, καὶ αἰνοῦντες, τὸν σὲ στεφανώσαντα.

 

Πάτερ Ἰγνάτιε τὴν σήν, καρτερίαν Ἄγγελοι, καὶ τὴν ἀνδρείαν ἐθαύμασαν, ὁμοῦ καὶ ἄνθρωποι, σὺ γὰρ ὥσπερ ἄλλου, πάσχοντος ὑπέμεινας, θηρῶν τῶν ἀτιθάσων τὴν ἔφοδον· διὸ ἐν ᾄσμασι, τὴν ἐπάνοδον γεραίρομεν, τῶν τιμίων λειψάνων σου Ἅγιε.

 

 

 

 

Πολλῆς χαρμονῆς ἡ εὐσεβής, Πάτερ κληρουχία σου, καὶ θυμηδίας πεπλήρωται, ὅτε ἐδέξατο, τὴν τῶν σῶν λειψάνων, θήκην τὴν ὑπέρτιμον, καὶ ταύτην προσκυνοῦσα ἐκ πίστεως, τὰ σὰ παλαίσματα, ἐμεγάλυνεν Ἰγνάτιε, θεοφόρε Ἀποστόλων σύσκηνε.

 

Χριστὸν μὴ ἐλλείπῃς δυσωπῶ, Ἅγιε Ἰγνάτιε, Ἱερομάρτυς μακάριε, θεῖον ἑδραίωμα, τῆς Ἀντιοχέων, Ἐκκλησίας ἔνδοξε, ὑπὲρ τῶν εὐλαβῶς ἐκτελούντων σου, τῆς μεταθέσεως, τῶν λειψάνων παναοίδιμε, τὴν ἁγίαν μνήμην καὶ ὑμνούντων σε.

Δόξα. Ἦχος α'.

Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκὼν ἡ ἐτήσιός σου ἐπέστη Ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς πίστεως μέχρις αἵματος ἀντικατάστασιν· τὴν μακαρίαν ἐκείνην καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σῖτός εἰμι Θεοῦ, λέγουσαν, καὶ δι᾿ ὀδόντων θηρίων ἀλήθομαι. Διὸ μιμητής τοῦ πάθους τοῦ Χριστοῦ σου γεγονώς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

Καὶ νῦν. Θεοτοκίον.

Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χάριν ἀναβλύζει οἷα πηγή, δώρεῶν ἀΰλων, ἡ σὴ θήκη ἡ εὐαγής, καὶ σωμάτων πάθη, καὶ καρδιῶν τοὺς σπίλους, ἀεὶ ἀνακαθαίρει, Πάτερ Ἰγνάτιε.

Λείψανά σου μάκαρ τὰ ἱερά, ἔκρυψαν εἰς τάφον, ἐν τῇ Ῥώμῃ Χριστιανοί, ἀνακομισθέντες, μετήγαγον εἰς πόλιν, λαμπρᾶς Ἀντιοχείας, τῆς βλαστησάσης σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου