Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 26. ΕΛΕΥΣΙΣ ΤΙΜΙΩΝ ΔΩΡΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΤΗ ΚΣΤ´ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ

Κατ᾿ αὐτὴν τὴν ἡμέραν, ἡ Μονὴ τοῦ Ἁγίου Παύλου ἑορτάζει τὴν ἔλευσιν τῶν Τιμίων τοῦ Σωτῆρος Δώρων.

ΑΚΟΛΟΥΘΙΑ

 (Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου)


ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Κύριε ἐκέκραξα, ἐν ᾧ ἱστῶμεν στίχους η΄, καὶ ψάλλομεν τῆς Ἑορτῆς γ΄, καὶ τῶν Τιμίων Δώρων γ΄.
Τῆς Ἑορτῆς. Ἦχος β΄.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι. Τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαῖα τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ, παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ Παραδείσου τῆς τροφῆς μεταλαμβάνω, οὑ προεξεβλήθην διὰ τῆς παρακοῆς, Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτὴρ τῆς ἀϊδιότητος αὐτός, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὑ τροπὴν ὑπομείνας· ὁ γὰρ ἢν διέμεινε, Θεὸς ὧν ἀληθινός· καὶ ὁ οὐκ ἢν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν αὐτῷ βοήσωμεν· Ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα. Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρώδης ἐταράττετο· ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἡ Βασιλεία σου Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς Ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ· φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης του Πατρός. Ὁ ὤν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

Τῶν Τιμίων Δώρων. Ἦχος ὁ αὐτός. Ποίοις εὐφημιῶν.
Ποίοις οἱ εὐτελεῖς χείλεσιν, ἀσπασώμεθα τὰ θεία Δῶρα, ἅ σοι νηπιάσαντι Κύριε, Βασιλεῖς Περσῶν προσεκόμισαν, λίβανον χρυσὸν ὁμοῦ καὶ σμύρναν; ἁφαῖς γάρ, χειρῶν σου ταῦτα καθηγίασας, καὶ πᾶσιν, ὡς θησαυρὸν χάριτος δέδωκας, τοῖς τὴν φρικτὴν γέννησίν σου, πίστει προσκυνοῦσι, καὶ βοῶσιν ἀπὸ ψυχῆς· Φιλάνθρωπε Δέσποτα, ἡμῖν δίδου τὰ ἐλέη σου.

Πάντες οἷ εὐσεβεῖς σήμερον, προσκυνήσωμεν τὰ θεία Δώρα, ἃ ὡς θησαυρὸν πολυτίμητον, νεύσει θεϊκῇ ἐθησαύρισεν, ἡ Ὁσίου Παύλου θεία Μάνδρα· ὀσμὴν γάρ, ψυχὰν εὐφραίνουσαν παρέχουσι, καὶ πάθη, δυσώδη πάντοτε διώκουσι, τῇ ἐν αὐτοῖς ἐνοικούσῃ, θείᾳ ἐνεργείᾳ, ἐκ τῶν πόθῳ τήν του Χριστοῦ, ἀπόῤῥητον γέννησιν, προσκυνούντων μετὰ πίστεως.

Πάντες δοξολογοῦμέν σε Κύριε, τὸν ὑπὲρ ἡμῶν σαρκὶ τεχθέντα, καὶ λαβόντα Δῶρα ὡς νήπιον, ἃ οἱ βασιλεῖς Περσῶν ἤνεγκαν, σὺν χρυσῷ τε λίβανον καὶ σμύρναν, καὶ ταῦτα, ἡμῖν δοθῆναι εὐδοκήσαντα, ὡς πλοῦτον, τῆς θεϊκῆς σου ἀγαθότητος, οἷς προσερχόμενοι πίστει, ψυχῶν θεραπείαν, καὶ πταισμάτων ἀπαλλαγήν, ἀεὶ κομιζόμεθα, μεγαλύνοντες τὸ κράτος σου.

Δόξα. Ἦχος πλ. β΄.
Τίς ἐπαξίως ὑμνήσει, τῶν οἰκτιρμῶν σου τὸν πλοῦτον Κύριε, καὶ τῆς σῆς οἰκονομίας τὸ μέγα μυστήριον; ὅτι Θεὸς ὧν ἄναρχος, ὑπὸ χρόνον γέγονας, καὶ ἐξ Ἄχραντου Παρθένου ἐν σπηλαίῳ ἐτέχθης σῴζων τὸν ἄνθρωπον. Ὅθεν Μάγοι Περσῶν βασιλεῖς, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ὡς νηπίῳ σοι προσήγαγον, ὡς δῶρα εὐπρόσδεκτα, τὴν σὴν δόξαν τεκμαιρόμενα· ἅπερ ἡμεῖς κατέχοντες, εὐλαβῶς προσκυνοῦμεν, ἁγιαζόμενοι ψυχὰς καὶ σώματα, καὶ εὐωδίας θείας πληρούμενοι. Ἀλλ᾿ ὁ δι᾿ ἡμᾶς ἑκὼν νηπιάσας, δίδου ἡμῖν τὰ ἐλέη σου, Ἀκατάληπτε Δέσποτα.

Καὶ νῦν. Ὁ αὐτός.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογούσι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Εἴσοδος, Φῶς ἱλαρὸν καὶ τὸ Προκείμενον. Ἦχος βαρύς.
Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στίχ.: Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.
Τίς Θεὸς μέγας . . .
Στίχ.: Καὶ εἶπα· Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.
Τίς Θεὸς μέγας . . .
Στίχ.: Ἐμνήσθην τῶν ἔργων Κυρίου.
Τίς Θεὸς μέγας . . .




Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Δόξα τῷ ἐν ὑψίστοις Θεῷ, τῷ ἐν σπηλαίῳ γεννηθέντι βοήσωμεν, δι’ ἄφατον εὐσπλαγχνίαν, καὶ ἀπὸ Μάγων σοφῶν, Δῶρα δεξαμένῳ οἷα νήπιον, χρυσὸν σμύρναν λίβανον, τὴν αὐτοῦ ὑπεμφαίνοντα, ἄῤῥητον δόξαν· ἅπερ πίστει κατέχοντες, προσκυνήσωμεν, ὡς πηγὴν ἁγιάσματος· χάριν γὰρ ἀνεξάντλητον, σαφῶς κατεπλούτησαν, ἐκ τῶν χειρῶν τοῦ Σωτῆρος, καὶ πᾶσι βρύουσι νάματα, χαρίτων ἀΰλων, τοῖς ἐν πίστει προσιοῦσι, τούτοις ἑκάστοτε.

Στίχ.: Βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι.
Πόθῳ ἡ βασιλὶς ἡ σεμνή, βασιλευούσης ἀπὸ πόλεως ἤγαγε, τὰ πάντιμα Χριστοῦ Δῶρα, ὡς θησαυρὸν ἀληθῆ, καὶ πηγὴν χαρίτων ἀνεξάντλητον, καὶ δῶρον πολύτιμον, θεϊκῆς ἀγαθότητος, καὶ μυροθήκην, εὐωδίας τῆς κρείττος, καὶ δεδώρηται, ἡμῖν νεύσει τῇ ἄνωθεν. Ὅθεν τούτοις προσπέσωμεν, Χριστῷ ἀνακράζοντες, τῷ ἐν σπηλαίῳ τεχθέντι, καὶ τὸν Ἀδὰμ ἀναπλάσαντι· Πανάγαθε Σῶτερ, ἡμᾶς οἴκτειρον καὶ σῶσον, ὡς Πολυέλεος.

Στίχ.: Ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.
Χαίρει Ὁσίου Παύλου Μονή, Χριστοῦ τὰ Δῶρα, χρυσὸν σμύρναν καὶ λίβανον, ἃ τούτῳ προςῆξαν πάλαι, Μάγοι Περσῶν βασιλεῖς, εὐδοκίᾳ θείᾳ θησαυρίσασα, καὶ ταῦτα προβάλλεται, τοῖς πιστῶς προσπελάζουσι, πρὸς θεραπείαν, ψυχῆς ἅμα καὶ σώματος, ἀναβλύζοντα, χάριν θείαν καὶ ἔλεος· ἔνθεν καλεῖται ἅπαντας, πρὸς δόξαν καὶ αἴνεσιν, τοῦ ἐν σπηλαίῳ τεχθέντος, ἐκ τῆς Πανάγνου Θεόπαιδος, Χριστοῦ τοῦ Σωτῆρος, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῆς σῆς πτώχειας ὁ πλοῦτος, πᾶσαν ἐκπλήττει ἔννοιαν, Πανοικτίρμον Κύριε· ὅτι ἑκὼν ἐπτώχευσας, ὁ ἐν ἐλέει πλούσιος, καὶ σάρκα λαβών, ἐν σπηλαίῳ ἐτέχθης, καὶ ἐν φάτνη ἀνακέκλισαι, ὁ τῇ δρακὶ συνέχων τὰ σύμπαντα. Ὅθεν Μάγοι οἱ σοφοί, ὑπ’ ἀστέρος ὁδηγούμενοι, ἐπιγνόντες τὸ κράτος σου, δῶρα δεκτὰ χρυσὸν καὶ λίβανον καὶ σμύρναν, εὐλαβῶς σοι προσεκόμισαν, παρέχοντα ἀεί, ἁγιασμὸν καὶ ῥῶσιν, καὶ εὐφροσύνην ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός.
Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνη, νηπίου μορφήν, δι᾿ ἡμᾶς ἀνειληφότα. Κύριε δόξα σοι.


Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Πρῶτον τῆς Ἑορτῆς. Ἦχος δ´.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...
Τῶν Τιμίων Δώρων. Δόξα. Ἦχος δ αὐτός. Ταχὺ προκατάλαβε.
Τρισόκλεον Δῶρον σοι, Μάγοι Περσῶν βασιλεῖς, χρυσὸν σμύρναν λίβανον, οἷα νηπίῳ Χριστέ, πιστῶς προσεκόμισαν ἅπερ ἁγιασθέντα, ἐπαφαῖς σου ἁγίαις, ἅπαντες προσκυνοῦμεν, κομιζόμενοι χάριν, καὶ αἶνον τῇ σῇ Γεννήσει, προσάγομεν Κύριε.
Καὶ νῦν. Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν.


































Εἰς τὸν ὄρθρον

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς δῶρα λογικά, σοι προσφέρομεν Λόγε, τεχθέντι ἐν σαρκί, δι’ ἡμᾶς ἐν σπηλαίῳ, ἀγάπην καὶ ἐλπίδα τε, καὶ ὀρθὴν πίστιν Κύριε, καὶ τὰ τίμια, νῦν προσκυνοῦμέν σου Δῶρα, ἃ σοι ἤνεγκαν, ἐκ τῆς Περσίδος ἐλθόντες, οἱ τρεῖς Μάγοι Δέσποτα.
Δόξα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὡς νηπίῳ σοι Χριστέ, ὑπὸ ἀστέρος φαεινοῦ, ὁδηγούμενοι καλῶς, Μάγοι Περσῶν οἱ βασιλεῖς, χρυσὸν καὶ λίβανον καὶ σμύρναν προσήγαγον, ἅπερ ἐκ τοῦ σοῦ, Σῶτερ πληρώματος, θείαις ἐπαφαῖς, χάριν πλουτήσαντα, ἡμῖν ἐδόθησαν θείᾳ βουλήσει σου, ὡς θησαυρὸς ἀναφαίρετος, ἃ προσκυνοῦντες, δοξολογοῦμεν, τὴν σὴν ἐνάκφραστον Γέννησιν.
Καὶ νῦν. Ὅμοιον.
Δεῦτε ἴδωμεν πιστοί, ποὺ ἐγεννήθη ὁ Χριστός· ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὀδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον, Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνοίξαντες Κύριε, τοὺς ἑαυτῶν θησαυρούς, ὡς γνόντες τὴν δόξαν σου, εἶ καὶ ὠράθης βροτός, οἱ Μάγοι οἱ ἔνδοξοι, τρίϋλον θεῖον δῶρον, ἐν πολλῇ εὐλαβείᾳ, δέδωκάν σοι ἐκφαῖνον, τὸ σὸν ἄῤῥητον κράτος, δι’ οὗ τοὺς σὲ προσκυνοῦντας, κραταίωσον Δέσποτα.
Δόξα. Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Κινουμένη ἐκ Θεοῦ, ἄνασσα πάλαι ἡ σεμνή, προσεκόμισεν ἡμῖν, ἐν εὐλαβείᾳ καὶ σπουδῇ, τὰ τοῦ Σωτῆρος σεπτὰ Δῶρα καὶ πάντιμα, σμύρναν καὶ χρυσόν, ὁμοῦ καὶ λίβανον, ἄϋλον ὀσμήν, μυστικῶς πνέοντα, ἀρωματίζουσαν νοῦν καὶ διάνοιαν, τῶν προσιόντων ἐκ πίστεως. Δόξα σοι Λόγε, ἡμῖν τῷ δόντι, τοιοῦτον δώρημα τέλειον.
Καὶ νῦν. Ὅμοιον.
Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονήν, τίς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.





Τὸ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι.
Στίχ.: Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.
ΕΥΑΓΓΕΛΙΟΝ κατά· Ματθαῖον: Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας
Ὁ Ν´.
Δόξα. Ἦχος β΄: Τῇ τῶν σῶν Δώρων, χάριτι Ἐλεῆμον, παράσχου τοῖς σοῖς δούλοις, παθῶν τὴν θεραπείαν.
Καὶ νῦν. Θεοτοκίον: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιομελον. Ἦχος πλ. β΄. Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός...
Πληρωθέντα ἁγιασμοῦ, ἐκ τῶν ἀχράντων χειρῶν σου, ἃ οἱ Περσόθεν Μάγοι σοι προσήνεγκαν, Δῶρα τίμια Χριστὲ ὁ Θεός, ἁγιάζουσιν ἡμῶν ψυχὰς καὶ σώματα, πιστῶς προσκυνούμενα· ταῦτα γὰρ ἡμῖν δοθῆναι ηὐδόκησας, ὡς λαμπρὰ τεκμήρια, τῆς πρὸς ἡμᾶς εὐσπλαγχνίας σου, Φιλάνθρωπε Κύριε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου . . .

Εἶτα οἱ κανόνες, τῆς Ἑορτῆς οἱ δύο εἰς η΄· καὶ τῶν Τιμίων Δώρων εἰς στ΄.

Κανὼν τῶν Τιμίων Δώρων οὑ ἡ ἀκροστιχίς: Οἴαπερ δῶρον τοὺς ὕμνους δέξαι Σῶτερ. Γερασίμου Μοναχοῦ
ᾨδὴ α΄. Ἦχος ὁ αὐτός. ᾨδὴν ἐπινίκιον.
Ὁ Λόγος ὁ ἄναρχος, σαρκὶ ἐτέχθη, καὶ Δῶρα ἐδέξατο, ἃ τούτῳ ἤγαγον, Μάγοι Περσῶν βασιλεῖς, ἃ προσκυνήσωμεν πιστῶς, ἁγιαζόμενοι.
Ἰδοὺ νῦν προτίθενται, Χριστοῦ τὰ Δῶρα, χρυσὸς σμύρνα λίβανος, ὡς θεῖον δώρημα, τῇ ἐπινεύσει Θεοῦ· δεῦτε προσπέσωμεν αὐτοῖς, καθαρωτάτῳ νοΐ.
Ἀστὴρ καθωδήγησε, Σῶτερ τοὺς Μάγους, καὶ ἦλθον προσφέροντες, δῶρον σοι τρίϋλον, οἷα νηπίῳ Χριστέ, καὶ ἐξεπλήττοντο τὴν σήν, ἄφραστον κένωσιν.
Πηγὴ ἀναδέδεικται, χάριτος θείας, ἡ θήκη ἡ πάντιμος, τῶν θείων Δώρων σου, Παμβασιλεῦ Ἰησοῦ· διὸ τὴν σὴν ὑπερφυῆ, ὑμνοῦμεν γέννησιν.
Δόξα. Τριαδικόν.
Ἐν πίστει δοξάσωμεν, Πατέρα Λόγον, καὶ Πνεῦμα τὸ Ἅγιον, Τριάδα ἀκτιστον, καὶ ὁμοούσιον, ἕνα Θεὸν καὶ Ποιητήν, ἁπάσης κτίσεως.
Καὶ νῦν. Θεοτοκίον.
Ῥοὴν μὴ δεξάμενος, Θεὸς ἀτρέπτως, ἐκ σοῦ σεσωμάτωσαι, καὶ Δῶρα τίμια, οἰάπερ βρέφος Ἁγνή, ὑπὸ τῶν Μάγων τῶν σοφῶν, χερσὶν ἐδέξατο.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Δῶρα δεκτά σοι προσεκόμισαν, σμύρναν καὶ χρυσόν τε καὶ λίβανον, τεχθέντι ἐν τῇ Βηθλεέμ, Μάγοι Σῶτερ οἱ ἔμφρονες, ὧν τῇ χάριτι ἁγίασον, ἡμῶν τὴν διάνοιαν.
Ὡς θησαυρὸν Λόγε οὐράνιον, ἐκ τῆς βασιλίδος τῶν πόλεων, πάλαι ἡ ἐμφρων βασιλίς, τὰ ὑπέρτιμα Δῶρά σου προσενήνοχε Φιλάνθρωπε, ἡμῖν τοῖς ἱκέταις σου.
Ῥεῖθρα ἰάσεων πηγάζουσι, Δῶρα τοῦ Σωτῆρος τὰ πάντιμα· δεῦτε προσέλθωμεν πιστοί, ἵνα χάριν καὶ ἔλεος, καὶ παθῶν τὴν ἀπολύτρωσιν, ἐν τάχει ληψώμεθα.
Ὅλος ὢν Λόγε Θεὸς ἀτρεπτος, ὅλος σὰρξ ἑκὼν ἐχρημάτισας, καὶ οἷα νήπιον Χριστέ, χρυσὸν σμύρναν καὶ λίβανον, ἐκ χειρῶν τῶν Μάγων δέδεξαι, ὑμνούντων τὸ κράτος σου.
Δόξα. Τριαδικόν.
Νοῦς ὁ Πατὴρ προσφόρως κέκληται, Λόγος ὁ Υἱὸς ὁ συνάναρχος, καὶ Πνεῦμα τὸ ὁμοφυές, ἐκ Πατρὸς προερχόμενον· μία φύσις οὖν καὶ δύναμις, ἡ Τριὰς πέλει σύνθρονος.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν τῇ χειρὶ τὰ πάντα φέροντα, φέρεις ταῖς χερσί σου ὡς νήπιον, ὢ Μάγοι οἱ θεοσεβεῖς, Δῶρα θεῖα προσήνεγκαν, Θεοτόκε Ἀειπάρθενε, ὑμνοῦντες τὴν δόξαν σου.

Τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῆς Ἑορτῆς. Ἦχος πλ. β΄.

Κάθισμα Ἦχος πλ. ΄´. Τὸν συνάναρχον Λόγον.
Βηθλεὲμ ἐν σπηλαίῳ τεχθεὶς Φιλάνθρωπε, παρὰ τῶν Μάγων ἐδέξω Δῶρα πολύτιμα, ὑπεμφαίνοντα τὴν σὴν Λόγε Θεότητα· ὅτι ἑκὼν σωματωθείς, ὁ βασιλεὺς τῶν οὐρανῶν, νεκρὸς ὀφθήσῃ Οἰκτίρμον, ἵνα ζωώσῃς τοὺς πίστει, τὴν σὴν ὑμνοῦντας συγκατάβασιν.
Δόξα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Ὑπὸ ἀστέρος θαυμαστῶς ὁδηγηθέντες, ἐκ τῆς Περσίδος Βηθλεὲμ εἰς πόλιν ἦλθον, οἱ τρεῖς Μάγοι καὶ προσήνεγκαν τῷ Σωτῆρι, χρυσὸν μὲν οἵα περ Ἄνακτι τοῦ παντός, καὶ λίβανον ὡς Θεῷ τε καὶ Ποιητῇ, ὡς νεκρῷ τριημέρῳ δέ, σμύρναν δοξάζοντες αὐτοῦ, τὴν ἄκραν συγκατάβασιν, δι’ ἧς κόσμον διέσωσε.
Καὶ νῦν. Ὅμοιον.
Ἀγαλλιάσθω οὐρανὸς γῆ εὐφαινέσθω, ὅτι ἐτέχθη ἐπὶ γῆς ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὧν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς· ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον ὃν δοξάζει τὰ σύμπαντα.


ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Ὁ πάντων βασιλεύων ὡς νήπιον ὀφθείς, ἐκ βασιλέων δέδεκται τῶν Μάγων τῶν σοφῶν, οἷα θυσίαν καὶ προσφορὰν τελείαν, δῶρα δεκτὰ ἐν ἐπιγνώσει προσκυνούντων, τούτου τὴν ἀπόῤῥητον κένωσιν.
Ὑμνοῦμέν σου Οἰκτιρμὸν τὴν ἄῤῥητον βουλήν, ὅτι Θεὸς ὤν Κύριε βροτὸς ὤφθης ἑκών, καὶ ὑπὸ Μάγων τὴν προσκύνησιν ἐδέξω, χρυσὸν καὶ λίβανον καὶ σμύρναν προσφέρον· τῶν, τῷ ἀφράστῳ τόκῳ σου Δέσποτα.
Συνέσει κοσμουμένη προσέφερε πιστῶς, ἡ βασιλὶς ἡ πάνσεμνος, ὡς θεῖον θησαυρόν, τὰ πολυτίμητα Χριστοῦ ἅγια Δῶρα, τῇ Ὁσίου Παύλου Μάνδρᾳ ἐκβοῶσα· δόξα τῇ δυνάμει σου Κύριε.
Ὑπέρτεροι τῆς ὕλης ἐν πίστει ἀληθεῖ, νυνὶ περιπτυξώμεθα τὰ τρίϋλα Χριστοῦ, καὶ εὐωδέστατα Δῶρα μετ’ εὐλαβείας, ὡς ἂν παθῶν τῶν δυσωδῶν τὴν κοινωνίαν, πᾶσαν ἐκ ψυχῆς ἀποβάλωμεν.
Δόξα. Τριαδικόν.
Μονὰς μὲν τῇ οὐσίᾳ, προσώποις δὲ Τριάς, Θεότης ἡ Ὑπέρθεος ὑπάρχει ἀληθῶς· ἥν προσκυνήσωμεν πάντες ἀναβοῶντες· Θεὲ Τρισήλιε Παντάρχα Παντοκράτορ, σῷζε οὕς δι’ ἔλεος ἔπλασας.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς Θεοῦ φωσφόρος, καὶ θρόνος ὑψηλός, ἐδείχθης Παναμώμητε κρατοῦσα ταῖς χερσί, τὸν Βασιλέα τῶν ὅλων καθάπερ βρέφος, ὃν Μάγοι εἶδον καὶ προσήνεγκαν τὰ Δῶρα, πίστει ἀληθεῖ φωτιζόμενοι.

ᾨδὴ ε´. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.
Ὅλῃ ψυχῇ προσπέσωμεν, τοῖς Δώροις Χριστοῦ· χάριτι γὰρ θείᾳ ἰάματα νέμουσι, καὶ εὐωδίαν ἐπουράνιον, τοῖς ἐν εὐλαβείᾳ αὐτοῖς προσερχομένοις.
Ὑπὸ Θεοῦ ὡδήγηται, ἡμῶν τῇ Μονῇ, ἄνασσα ἡ τιμία, τὰ Δῶρα κομίζουσα, Χριστοῦ τὰ ὄντως πανυπέρτιμᾳ· διὸ ὑμνολογοῦμεν, τὴν πρόνοιάν σου Λόγε.
Στεῤῥὰν φωνὴν ἀόρατον, ἐκ τῶν οὐρανῶν, ἐνωτισαμένη, ἐξέστη καὶ ἕστηκεν, ἡ βασιλὶς τὰ Δῶρα φέρουσα, καὶ χερσὶ Πατέρων, παρέθετο ἐν πίστει.
Δοξάζοντες τὸ κράτος σου, χοροὶ Μοναστῶν, μετήνεγκαν , Σῶτερ, τὰ τίμια Δῶρά σου, καὶ ἀνυμνοῦντές σου τὴν γέννησιν, ἐν τῇ οἰκείᾳ Μάνδρᾳ, τοῦ θεοφόρου Παύλου.
Δόξα. Τριαδικόν.
Ἐν πίστει προσκυνήσωμεν, Πατέρα Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὴν μίαν θεότητα, ἐν κατανύξει ἀνακράζοντες· Τρίφωτε Θεότης, ἐλέησον τὸν κόσμον.
Καὶ νῦν. Θεοτοκίον.
Ξενίζει τὸ μυστήριον, τοῦ σοῦ τοκετοῦ, βροτοὺς καὶ Ἀγγέλους, Ἁγνὴ Παναμώμητε· ὅτι Θεὸν ἀφράστως τέτοκας, καὶ ἐν φάτνῃ τοῦτον ἐνείλησας ὡς βρέφος.
ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ἀπὸ χώρας τῶν Περσῶν, δι’ ἀστέρος παμφαοῦς, Μάγοι ἦλθον οἱ σοφοί, πρὸς τὴν πόλιν Βηθλεέμ, καὶ ἤνεγκαν, Χριστῷ ὡς βρέφος, Δῶρα τὰ τίμια.
Ἰσχὺν νέμουσιν ἡμῖν, καὶ χαρὰν πνευματικήν, τὰ ὑπερτιμᾷ Χριστοῦ, Δῶρα καὶ πολυτελῆ· προσέλθωμεν, τούτοις προθύμως, ἁγιαζόμενοι.
Σαῖς χερσὶ περιλαβών, Δῶρα Σῶτερ τὰ σεπτά, καθηγίασας αὐτά, ἃ καὶ δέδωκας ἡμῖν, εἰς ἴασιν, μόνε Οἰκτίρμον, ψυχῆς καὶ σώματος.
Ὥσπερ δῶρα νοητά, προσκομίσωμεῇ Χριστῷ, ἀντὶ σμύρνης καὶ χρυσοῦ, καὶ λιβάνου αἰσθητοῦ, σεμνότητα, βίου ἀμέμπτου, ἐν μετανοίᾳ θερμή.
Δόξα. Τριαδικόν.
Τρισυπόστατον ἀρχήν, ἐν Θεότητι μία, τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, δοξάσωμεν, πιστῶς βοῶντες· Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ γαστρός σου προελθών, ἐν σπηλαίῳ Βηθλεέμ, ὁ παντέλειος Θεός, Θεοτόκε Μαριάμ, ἐδέξατο, παρὰ τῶν Μάγων, Δῶρον τρισόκλεον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐκ τῆς Περσίδος προελθόντες οἱ Μάγοι, Δῶρα προσήνεγκαν Χριστῷ τῷ τεχθέντι, χρυσὸν ὅμου καὶ σμύρναν τε καὶ λίβανον· ἅπερ ὡς πολύτιμον θησαυρὸν κεκτημένη, Παύλου τοῦ θεόφρονος, ἡ Μονὴ ἡ ἁγία, ἁγιασμὸν ἀντλεῖ καὶ φωτισμόν, τῇ προσκυνήσει αὐτῶν διὰ πίστεως.
Ὁ Οἶκος.
Τεχθεὶς ὡς ἄνθρωπος Σωτήρ, ἐκ Κόρης Ἀπειράνδρου, ἐν τῷ σπηλαίῳ Βηθλεέμ, ὁ Ὑπερούσιος Θεός, καὶ ἐν φάτνῃ ἀνακλιθείς, ὡς βρέφος, Μάγους ἐξ Ἀνατολῶν ὡδήγησας δι᾿ ἀστέρος φαεινοῦ εἰς προσκύνησίν σου, καὶ ἐλθόντες δῶρά σοι δεκτά, ἐν εὐλαβείᾳ πολλῇ προσήνεγκαν, ἀνυμνοῦντες τὸν πλοῦτον τῆς πτωχείαῳ σου, καὶ δοξάζοντες τὸ κράτος τῆς δυναστείας σου. Ταῦτα δὲ , βασιλὶς ἡ τιμία, ἐκ βασιλεύουσας πόλεως, τῇ ἐν Ἀθω τοῦ βασιλόπαιδος θεοφόρου Παύλου Μονῇ μετεκόμισε, καὶ ἐν εὐλαβείᾳ θερμῇ ἀνεθετο, ὡς κειμήλια ἱερά, καὶ θησαυρὸν ἀνέκλειπτον τῆς δωρεᾶς τοῦ Πνεύματος· ὧν τὴν ἔλευσιν ἑορτάζουσα, ἁγιασμὸν ἀντλεῖ καὶ φωτισμόν, τῇ προσκυνήσει αὐτῶν διὰ πίστεως.









Συναξάριον.
Τῇ Κστ΄ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.
Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος,
Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις.
Μολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω.
Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου.
Ἥκοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε,
Αἴγυπτε φρίττε, Καὶ Θεὸν τοῦτον φρόνει.
Μετὰ τὸ ἀποφήνασθαι τὸν Ἡρῴδην ἀναιρεθῆναι πάντας τοὺς ἐν Βηθλεὲμ παῖδας, Ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη τῷ Ἰωσὴφ λέγων· Ἐγερθείς, παράλαβε τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον. Φεύγει δὲ εἰς Αἴγυπτον ἡ Θεοτόκος μετὰ τοῦ Βρέφους καὶ τοῦ Ἰωσήφ, διὰ τὰ δύο ταῦτα· Ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ Προφήτου· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου· καὶ ἵνα ἐμφραγῇ πᾶν στόμα τῶν αἱρετικῶν· εἰ γὰρ οὐκ ἔφυγεν, ἀλλ᾿ ἐκρατήθη τὸ Βρέφος, εἰ μὲν ἐφονεύθη, ἐνεποδίζετο ἡ τῶν ἀνθρώπων σωτηρία· εἰ δὲ οὐκ ἐφονεύθη ἢ διὰ ξίφους τινὸς ἢ ἑτέρας τιμωρίας, διὰ τὸ πληρῶσαι τὴν οἰκονομίαν, δόξαι εἶχε τοῖς πολλοῖς, ὅτι κατὰ φαντασίαν ἐγένετο καὶ οὐ κατὰ ἀλήθειαν ἐφόρεσεν ἀνθρωπίνην σάρκα· εἰ γὰρ ἐφόρει σάρκα, ἐκόπτετο ἂν ὑπὸ τῆς σπάθης· ὅπου γε καὶ προφάσεως μὴ γενομένης, ἐτόλμησαν οἱ ἄθεοι αἱρετικοὶ τοῦτο εἰπεῖν, ὅτι κατὰ φαντασίαν ἐγεννήθη. Διὰ τοῦτο οὖν φεύγει εἰς Αἴγυπτον, ἵνα καὶ τὰ ἐκεῖσε συντρίψῃ εἴδωλα καὶ τὴν οἰκουμένην ὅλην σώσῃ, κατὰ τὸν καιρὸν τῆς σωτηρίου Σταυρώσεως.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ.
Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ,
Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.
Οὗτος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης· καὶ πρότερον μὲν ἐν τῇ μοναδικῇ πολιτείᾳ, δίκην ἀστέρος ἔλαμψεν· ἔπειτα Ἀρχιερεὺς γεγονώς, ἐν τῇ κατὰ Νίκαιαν δευτέρᾳ Συνόδῳ τοὺς αἱρετικοὺς κατὰ κράτος ἀνέτρεψε. Διό, οὕτως ἔχοντα τοῦτον οἱ βασιλεῖς θεασάμενοι, εἰς δημοσίας καὶ διαφόρους πρεσβείας στέλλουσι. Τοῦ δὲ Νικηφόρου τὴν βασιλείαν κρατήσαντος, εἰς Παταλαρέαν τῆς Ἑσπέρας ὁ Ἅγιος σὺν ἄλλοις Ἐπισκόποις Ὀρθοδόξοις διὰ κόρην τινὰ ἀποκεῖραι στέλλεται. Ἔκτοτε οὖν καὶ μέχρι τῆς ἀθλοφορίας ὁ πανόλβιος, οὐκέτι γέγονεν ἐγκρατὴς τῆς ἰδίας Μητροπόλεως, χρόνων ἐννέα καὶ εἴκοσι παρῳχηκότων ἤδη.
Ἐκποδὼν δὲ γενομένων τῶν κρατησάντων βασιλέων, καὶ Λέοντος τοῦ θηριωνύμου τὰ Ῥωμαϊκὰ σκῆπτρα διαδεξαμένου, ἐκ τῆς ὑπερορίας ὁ Ἅγιος μεταστέλλεται, καὶ πρὸς αὐτοῦ ἐρωτᾶται, Εἰ ταῖς Εἰκόσι νέμει σέβας. Τοῦ δὲ Ἁγίου τῇ ἐξ ἔθους παῤῥησίᾳ χρησαμένου καὶ ἀναθέματι τοῦτον ὑποβαλόντος, ὁ τύραννος ὀργισθείς, ἐν τῇ Ἄσῳ τοῦτον ὑπερορίζει καὶ αὖθις. Μαχαίρας δὲ ἔργον τοῦ κακίστου Λέοντος γενομένου, πρὸς τοῦ μετ᾿ αὐτὸν κρατήσαντος, τῆς Ἄσου ὁ μακάριος ἀνακαλεῖται, καὶ σέβας ταῖς ἁγίαις Εἰκόσι μὴ προσάγειν ἀναγκάζεται. Ὁ δὲ αὖθις, καὶ τοῦτον λόγοις καταβροντήσας καὶ τό, Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐν Εἰκόνι περιγραπτόν, ἤτω ἀνάθεμα, ἐκβοήσας, παίεται, καὶ ἐν τῷ Ἀκρίτᾳ ὑπερορίζεται, καὶ ἐν εἱρκτῇ ζοφωδεστάτῃ ἐγκλείεται. Ἔπειτα ἐκ τεσσάρων τείνεται, καὶ βουνεύροις ὠμοῖς ἐπὶ πολὺ καταξαίνεται. Ὅθεν ὁ Ἅγιος, δίκην ἀσκοῦ ἐκ τῶν ἀφορήτων ἐκείνων πληγῶν ὀγκωθείς, ὀκτὼ μόνας ἡμέρας μετὰ τὴν ἄθλησιν ἐκαρτέρησε· καὶ ὑπὲρ ἥλιον λάμψας, τὸ πνεῦμα αὑτοῦ εἰς χεῖρας Θεοῦ παρατίθεται.




Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Κωνσταντίνου τοῦ ἐξ Ἰουδαίων.
Ὡς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον,
Ὁ θεῖος ἀνθεῖ καὶ θανὼν Κωνσταντῖνος.
Τούτῳ πατρὶς μὲν ἦν ἡ Συνάδων, πατέρες δὲ τῇ τοῦ νόμου σκιᾷ λατρεύοντες· Ἰουδαῖοι γὰρ τὴν θρησκείαν ὑπῆρχον· Νήπιος δὲ ὑπάρχων κομιδῆ, καὶ τῇ μητρὶ συνεπόμενος, ἰδὼν τινὰ χριστιανὸν χάσματι περιπεσόντα καὶ τὸν τύπον τοῦ Σταυροῦ τῷ στόματι ἐγχαράξαντα, καὶ αὐτὸς ἔκτοτε τὰ ὅμοια ἐποίει, τὸν θεαθέντα μιμούμενος, καὶ τὰ χριστιανῶν κατησπάζετο καὶ θερμῇ διεπράττετο πίστει· διὸ τὸ πρόσωπον καταλάμπεται, καὶ τὰ χριστιανῶν θεόθεν μυεῖται, ἄσιτος ἐπί τινας ἡμέρας διατελέσας.
Τούτῳ κόρη τις Ἑβραία ἑταιρικῶς ποτὲ ἐπεπήδησεν· ὁ δὲ τῷ τοῦ Σταυροῦ σημείῳ νεκρὰν ταύτην ἀπέδειξε, καὶ αὖθις ἐζώωσε. Νεφέλῃ δὲ θείᾳ ποδηγούμενος, καταλαμβάνει ψυχῶν φροντιστήριον, λεγόμενον Φουβούτιον, ἐν ᾧ μεγίστων ἀνδρῶν ἐξέλαμπεν ἀρετή, τὸν ἀσκητικὸν βίον διανυόντων.
Ὡς δὲ τῷ Προεστῶτι τὰ καθ᾿ ἑαυτὸν διηγήσατο, κελεύει ἐκεῖνος ἐνεχθῆναι Σταυρόν, καὶ προστάττει αὐτὸν ἀσπάσασθαι. Ὡς δὲ τὴν βάσιν ἠσπάζετο περιδεῶς ὁ μακάριος, ὅλῳ τῷ ἰκρίῳ καὶ τοῖς κέρασι τὸ σεβάσμιον ὅπλον ἐκεῖνο κατὰ τῆς ὁσίας ἐπικλιθὲν κεφαλῆς, σταυροειδῆ τύπον εἰργάσατο ἐν αὐτῇ, ἀνεξάλειπτον φυλαχθέντα μέχρις ἐξόδου αὐτοῦ. Εἶτα τοῦ θείου Βαπτίσματος ἀξιωθείς, Κωνσταντῖνος μετονομάζεται· ἐν ᾧ δὲ τόπῳ ἔστη, ἐξελθὼν τῆς Κολυμβήθρας, ἐκτυποῦνται τὰ ἴχνη αὐτοῦ· καὶ πρὸς πνευματικοὺς ἀγῶνας ἀποδύεται, ὑπερβαλέσθαι πάντας φιλονεικῶν τῇ σκληραγωγίᾳ· καὶ τοῦ Ἀποστόλου Παύλου τὴν τέχνην μεταχειρίζεται. Ὁπηνίκα δὲ τὰς εὐχὰς τῷ Θεῷ ἀπεδίδου, εὐωδίας ὁ τόπος ἐπληροῦτο· αὐτομάτως τε αὐτῷ αἱ θύραι τῆς Ἐκκλησίας ἠνοίγοντο, καὶ τοὺς λογισμοὺς ἑκάστου τῶν ἀδελφῶν διὰ καθαρότητα ψυχῆς ἑώρα.
Ἔπειτα τὸ τοῦ Ὀλύμπου ὄρος καταλαμβάνει· ἐν τοῖς Μύροις ἔρχεται· τῆς Κύπρου ἐπιβαίνει· εἰς Ἀττάλειαν παραγίνεται· καὶ ναυσίπορον ποταμὸν ποσὶν οἰκείοις περαιοῦται· καὶ πολλοὺς ἑτέρους τόπους περινοστήσας, πάλιν εἰς Ὄλυμπον ἔρχεται, Τεσσαράκοντα ἡμέρας, οὐ μόνον νῆστις, ἀλλὰ καὶ μέχρις ὀσφύος ἐν λάκκῳ τινὶ κεχωσμένος διετέλεσε. Μετὰ ταῦτα τὴν τοῦ Πρεσβυτέρου χειροτονίαν καὶ ἄκων δέχεται, τῶν ἀγώνων ἐχόμενος· καὶ πρὸ ὀκτὼ ἐνιαυτῶν τὴν αὑτοῦ πρὸς Θεὸν ἐκδημίαν μυεῖται· ὧν περαιωθέντων, πρὸς Κύριον μεθίσταται, τὰ περὶ ἑαυτοῦ πάντα σαφέστατα προδηλώσας.

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐαρέστου.
Ἔσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ
Ἕως τελευτῆς εὐαρεστεῖν σοι, Λόγε.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ Εἰκονομάχου, ἐκ γονέων ἐπιφανῶν. Ἐκδίδοται οὖν εἰς τὴν τῶν μαθημάτων ἀνάληψιν, καὶ γίνεται τοῖς πᾶσι χρηστός. Εἰς δὲ Κωνσταντινούπολιν ἀπάρας, ξενίζεται παρά τινι τῶν ἐν τέλει, συγγενεῖ αὐτοῦ τυγχάνοντι, Βρυεννίῳ τοὔνομα, πατρικίῳ τὴν ἀξίαν, καί τινας ἡμέρας συνῆν αὐτῷ. Ἔπειτα χρείας καταλαβούσης, ἀποστέλλεται παρὰ τῆς βασιλίδος Θεοδώρας πρέσβυς ὁ πατρίκιος πρὸς Βουλγάρους, ἔχων μεθ᾿ ἑαυτοῦ τὸν τίμιον Εὐάρεστον· κατὰ δὲ τόν, οὕτω λεγόμενον τόπον, Σκόπελον ἐλθόντων αὐτῶν καὶ μικρὸν διαναπαυομένων, ὁ μακάριος, κατά τινα οἰκονομίαν, ἐντυχὼν πρεσβύτῃ, τὸν ἀσκητικὸν μετερχομένῳ βίον, τοῦ ποθουμένου τυγχάνει· καὶ τὴν κόμην καρείς, προθύμως τὸν ἐλαφρὸν ὑπῆλθε τοῦ Κυρίου ζυγόν.
Ὁ δὲ γέρων ἐκεῖνος, εὐχῇ καὶ γράμμασι τοῦτον ἐφοδιάσας, τῇ Μονῇ τῶν Στουδίων ἐξέπεμψε· καὶ εἰσδεχθείς, πρὸς τοὺς ἀγῶνας ἐχώρει. Ἕνα δὲ τῶν ἄλλων ἀδελφῶν προκρίνας, ὡς κατ᾿ ἀρετὴν ὑπερέχοντα, τοῦτον κοινωνὸν τῶν σπουδασμάτων ἐτίθετο, μηδενὸς ἑτέρου γευόμενος ἅπαξ τῆς ἑβδομάδος, πλὴν μικροῦ ἄρτου, καὶ τούτου ἐξ ἀλφίτων κατεσκευασμένου καὶ ζωμοῦ λαχάνων. Περὶ δὲ τῶν ἄλλων αὐτοῦ σπουδασμάτων καὶ ἀγώνων, ἀδύνατόν ἐστιν ἡμᾶς καταλέγειν· κύκλους γὰρ δύο πολυταλάντους τῶν ὤμων ἀπαιωρήσας ἐν γυμνῷ τῷ σώματι, τὴν ὀσφὺν διεζώσατο. Ἐν τούτοις θεαρέστως βεβιωκὼς καὶ τὸν ἑβδομηκοστὸν πέμπτον χρόνον τῆς αὑτοῦ ζωῆς συντετελεκώς, τὸ πνεῦμα τῷ Θεῷ παρατίθεται. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα ἐν τῇ τοῦ Κοκκοροβίου ἀπετέθη Μονῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Κωνσταντίου τοῦ Ῥώσου, ἀθλήσαντος ἐν Κωνσταντινουπόλει κατὰ τὸ αψμγ΄ (1743) ἔτος.
Βάλλεις τὸν ἐχθρόν, ὅς σε βέβληκε πάλαι,
Κωνστάντιε σύ, καὶ λαμβάνεις βραβεῖον.
Οὗτος ὁ ἱερομόναχος, ἦτο ἀπὸ τὸ χριστιανικώτατον Βασίλειον τῶν Ῥώσσων, ἐφημέριος τοῦ ἐπιτρόπου τῆς Ῥωσσίας εἰς τὴν Πόλιν, τοῦ λεγομένου πρέσβεως. Εἰς δὲ τὸν καιρὸν τῶν τότε γενομένων πολέμων μεταξὺ Ῥώσσων καὶ Τούρκων, αὐτὸς ἔμεινεν εἰς τὰ μέρη τῆς Τουρκίας, καὶ ἐλθὼν εἰς τὸ Ἅγιον Ὄρος, ὑπῆγεν καὶ ἔμεινεν εἰς τὴν Μεγίστην Λαύραν ὀλίγον καιρόν, καὶ ἀπὸ ἐκεῖ ἀπῆλθεν εἰς τὰ Ἱεροσόλυμα καὶ εἰς ἄλλους σεβασμίους τόπους, καὶ πάλιν ἐπέστρεψεν εἰς τὸ Ἅγιον Ὄρος, καὶ ἔμεινεν εἰς τὴν αὐτὴν Μεγίστην Λαύραν, περιμένων νὰ ποιήσωσιν εἰρήνην τὰ βασίλεια. Γενομένης δὲ εἰρήνης μεταξὺ Ῥώσσων καὶ Τούρκων, ἀπῆλθεν πάλιν εἰς τὴν Πόλιν, καὶ ὑπῆγεν εἰς τὸν πρῴην πρέσβυν ὅπου ἦτο ἐφημέριος, ὅστις ἦλθε πρέσβυς ἐκ τῶν Ῥώσσων, καὶ ποιήσαντες τὴν ἀγάπην, τὸν ἐδιόρισεν πάλιν ἐφημέριον εἰς τὸν νέον πρέσβυν. Ἦλθον ὅμως εἰς διχόνοιαν μὲ τὸν πρέσβυν, καὶ τέλος, ἤ ἀπὸ φόβον, ἤ ἀπὸ θυμόν, ἀπελθὼν ἐμπρὸς εἰς τὸν βασιλέα, ἠρνήσατο τὴν τῶν χριστιανῶν ἄμωμον πίστιν, καὶ ἔλαβε μεγάλας τιμὰς ἀπὸ αὐτόν. Ἀλλά, δὲν παρῆλθον ὀλίγαι ἡμέραι, καὶ ἐλθὼν εἰς ἑαυτόν, καὶ ἀνανήψας ὡς ἀπὸ μέθην, καὶ μετανοήσας, ἔκλαιεν ἐκ καρδίας μετὰ πικρῶν δακρύων διὰ τὸ μέγα κακὸν ὅπου ἔπαθεν, ὥσπερ ὀ μέγας Ἀπόστολος Πέτρος. Εἰς μεγάλην λοιπὸν κατάνυξιν ἐλθών, καταφρονεῖ τὴν παροῦσαν ζωήν, καὶ ποθεῖ ὅλος νὰ μαρτυρήσῃ, καὶ ῥίψας τὸ σχῆμα τῶν Ἀγαρηνῶν εἰς τὴν γῆν, καὶ καταπατήσας αὐτό, ἐφόρεσε ξεσχισμένον ῥάσον, καὶ μὲ μαῦρον μανδήλιον δέσας τὴν κεφαλήν του, ὑπῆγε πάλιν ἐκεῖ ὅπου ἠρνήθη τὸν Χριστόν, καὶ τὸν ὡμολόγησε παῤῥησία ἐνώπιον τοῦ Σουλτάνου Θεὸν ἀληθινόν, τὴν δὲ θρησκείαν τῶν ἀγαρηνῶν καὶ τὸν τούτων προφήτην, ἐξεφαύλισε πολύ. Οἱ δὲ κρατοῦντες, ταῦτα ἀκούσαντες καὶ κατεσχυθέντες, εὐθὺς ἀπέτεμον τὴν ἁγίαν αὐτοῦ κεφαλήν ἔμπροσθεν τοῦ βασιλικοῦ παλατίου, καὶ τοιουτοτρόπως ἔλαβε χαίρων τοῦ μαρτυρίου τὸν στέφανον.

Τῇ αὕτη ἡμέρα, ἀνάμνησιν ἄγομεν τῆς ἐλεύσεως ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ὁσίου Παύλου τῇ ἐν Ἀθῳ, τῶν τιμίων Δώρων τοῦ Χριστοῦ, ἃ οἱ Μάγοι αὐτῷ προσεκόμισαν, ἅτινά εἰσι, χρυσός, λίβανος καὶ σμύρνα.
Δώρων σου Χριστὲ τὴν ἔλευσιν αἰνοῦμεν
Ἐξ αὐτῶν γὰρ προεῖσιν ἄφθονος χάρις.
Θειόφρονος Μάνδρα γήθεται Παύλοιο Δώροις ἁγίοις.
Τὰ τοῦ Σωτῆρος ὑπερτιμᾷ Δῶρα, χρυσός, λίβανος καὶ σμύρνα, ἅ προσήνεγκαν αὐτῷ νηπιάσαντι οἱ τῶν Περσῶν Μάγοι, ἀσφαλῶς διετήρει ἡ Κυρία Θεοτόκος· μέλλουσα δὲ ἐκδημῆσαι τῷ Υἱῷ καὶ Θεῷ αὐτῆς, ἐνεχείρισε ταῦτα εὐλαβέσι παρθένοις, καὶ ἢν σῳζόμενα ἐν Ἱεροσολύμοις, εὐλαβῶς φυλαττόμενα. Βασιλεύοντος δὲ Ἀρκαδίου ἐν Κωνσταντινουπόλει, ἐστάλησαν παρ᾿ αὐτοῦ ἄνδρες σφόδρα φοβούμενοι τὸν Θεόν, καὶ μετεκόμισαν αὐτὰ ἐν τῇ βασιλίδι πόλει, ἔνθα καὶ ἐφυλάττοντο, ὡς θησαυρὸς πολύτιμος καὶ θεῖον ἁγίασμα, παρὰ τῶν ἑκάστοτε βασιλέων, ἐν τοῖς αὐτοκρατορικοῖς θησαυροῖς. Ἀλωθείσης δέ, παραχωρήσει Θεοῦ, τῆς βασιλευούσης παρὰ τῶν Ἀγαρηνῶν, ἡ τοῦ Πορθητοῦ μήτηρ, ἧς ἡ κλῆσις Μάρω, χριστιανὴ οὖσα, λαβοῦσα ταῦτα ἐκ τῶν βασιλείων, προσεκόμισε καὶ ἀφιέρωσεν αὐτὰ ἐν τῇ ἐν Ἄθῳ ἱερᾷ Μονῇ τοῦ Ὁσίου Παύλου, θαυμαστῷ τρόπῳ, ἔνθα καὶ διασῴζονται ὡς δώρημα θεόσδοτον καὶ ὄλβος ἀσύλητος, εὐωδίαν θείαν ἀποπνέοντα, καὶ ἰάματα πλεῖστα παρέχοντα τοῖς εὐλαβῶς προσιούσιν αὐτοῖς.
Τῇ τῶν τιμίων σοῦ Δώρων χάριτι Χριστὲ ὁ Θεός, ὁ Βασιλεὺς ἡμῶν, δίδου ἡμῖν τὴν σὴν εὐλογίαν καὶ εἰρήνην, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Ῥανίδας ἰαμάτων παρέχουσι, τὰ πάνσεπτα σοῦ Δῶρα Φιλάνθρωπε, καὶ καταπαύουσιν ἀεί, φλόγα παθῶν χαλεπῶν.
Γηθόμενοι Πατέρες ἐν Πνεύματι, χειρῶν ἐκ βασιλίδος ἐδέξαντο, τὰ θεία Δῶρα τοῦ Χριστοῦ, δοξολογοῦντες αὐτόν.
Ἐξέστη βασιλὶς ὅτε ἤκουσε, τῆς ἄνωθεν φωνῆς καὶ ἀνέθετο, Χριστοῦ τὰ Δῶρα ἐν σπουδῇ, τῶν Μοναστῶν ταῖς χερσί.
Ῥᾳδίως τὴν ζωὴν διανύομεν, λαμβάνοντες οὐράνιον δύναμιν, ἐκ τῶν σῶν Δώρων Ἰησοῦ, αἶνόν σοι ᾄδοντες.
Δόξα. Τριαδικόν.
Ἀγγέλων τὴν ᾤδὴν ἐκβοήσωμεν, Τριάδι τῇ Ἁγίᾳ κραυγάζοντες· ἅγιος, ἅγιος ἅγιος εἶ, Βασιλεῦ τοῦ παντός.
Καὶ νῦν. Θεοτοκίον.
Σωτῆρα τῶν ἁπάντων κυήσασα, τὸν Δῶρα ἐκ τῶν Μάγων δεξάμενον, ἱκέτευε αὐτὸν Ἁγνή, σωθῆναι πάντας ἡμᾶς.

ᾨδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.
Ἰάματα ἄφθονα, ἡ θήκη ἡ σεπτή, πηγάζει τοῖς χρήζουσι, τῶν Δώρων τοῦ Χριστοῦ· προσέλθωμεν πάντες, εὐλαβείᾳ θερμῇ, ἵνα πληρωθῶμεν, χαρᾶς καὶ εὐφροσύνης.
Μυρίζουσι Κύριε, ὡς ἄνθη νοητά, ὀσμὴν θείου Πνεύματος, τὰ Δῶρα τὰ σεπτά, ἃ σοι προςῆξαν, Βασιλεῖς τῶν Περσῶν, καὶ τὴν δυσωδίαν, διώκουσι τῆς πλάνης.
Ὁ Λόγος σὰρξ γέγονε, δι᾿ ἔλεος πολύ, καὶ Δῶρα ἐδέξατο, ἐκ Μάγων τῶν πιστῶν, χερσὶ τῆς ἀχράντου, κρατούμενος Κόρης, ἐξ ἧς ἀποῤῥήτως, ὡς βρέφος καθωράθη.
Ὑμνοῦμέν σε Δέσποτα, Χριστὲ Παμβασιλεῦ· ὡς βρέφος γὰρ δέδεξαι, ὡς δῶρα ἐκλεκτά, χρυσόν τε καὶ σμύρναν, καὶ λίβανον Λόγε, νῦν ἀπὸ τῶν Μάγων, ἀνάκτων τῆς Περσίας.
Δόξα. Τριαδικόν.
Μονάδα τρισάριθμον, Τριάδα, συμφυῆ, ὁμότιμον σύνθρονον, δοξάσωμεν πιστοί, Πατέρα καὶ Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν μίαν οὐσίαν, τρισὶν ἐν χαρακτῆρσι.
Καὶ νῦν. Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα, ἐδείχθης τοῦ Θεοῦ, κρατοῦσα ἐν κόλποις σου, ὡς βρέφος τὸν Χριστόν, δεχόμενον Δῶρα, ἐκ τῶν Μάγων Ἁγνή, καὶ τούτοις διδόντα, ὀσμὴν θεογνωσίας,






ᾨδὴ θ΄. Τὴν ζωοδόχον πηγήν.
Μεγάλυνον ψυχή μου, Χριστὸν σαρκὶ τεχθέντα, καὶ Δῶρα δεδεγμένον, χειρῶν ἀπὸ τῶν Μάγων.
Νέον ὡς βρέφος ὠράθης παντέλειε, ἐκ τῆς Παρθένου τεχθεὶς ὁ προάναρχος, καὶ ἐλθόντες Μάγοι σοι, Σῶτερ εἰς προσκύνησιν, Δῶρα δεκτά σοι προσήγαγον ἐν πίστει, χρυσὸν καὶ σμύρναν καὶ λίβανον Κύριε.
Μεγάλυνον ψυχή μου, Χριστοῦ τὰ θεία Δῶρα, πηγάζοντα τοῖς πᾶσιν, ἁγιασμὸν καὶ χάριν.
Ἁγίου Παύλου Μονὴ ἐπαγάλλεται, ὡς θησαυρὸν κεκτημένη οὐράνιον, Δῶρα τὰ ὑπερτιμᾷ, Χριστοῦ τοῦ Παντάνακτος, καὶ προσκαλεῖται Μονὰς τὰς περικύκλῳ, ἁγιασμὸν ἐξ αὐτῶν ἀπαρύσασθαι.
Μεγάλυνον ψυχή μου, τὰ Δῶρα τοῦ Σωτῆρος, δωρούμενα τοῖς πᾶσι, σωτηριώδεις δόσεις.
Χρυσὸν καὶ σμύρναν καὶ λίβανον Κύριε, πάλαι οἱ Μάγοι πιστῶς σοι προσήγαγον νῦν λατρείαν ἄμωμον, ἡμεῖς σοι προσάγομεν, οἱ προσκυνοῦντες τὴν γέννησίν σου Σῶτερ, ὡς ἂν τοῦ θείου ἐλέους σου τύχωμεν.
Μεγάλυνον ψυχή μου, Δώρων Χριστοῦ τὴν χάριν, ἥν ἔλαβον πλουσίως, χειρῶν ἐκ τοδ Δεσπότου.
Οἱ ἀθυμίαις καὶ λύπαις βαλλόμενοι, τῶν θείων Δώρων τῇ θήκη προσπέσωμεν χάριν γὰρ πηγάζουσι, καὶ θείαν παράκλησιν, τοῖς τοῦ Σωτῆρος ἐν πίστει προσκυνοῦσιν, οἰκονομίας τὸ μέγα μυστήριον.
Δόξα. Τριαδικόν.
Μεγάλυνον ψυχή μου, Τριάδα τὴν Ἁγίαν, Πατέρα Λόγον Πνεῦμα, τὴν μίαν Θεαρχίαν.
Ὑμνολογοῦμεν Τριάδα τὴν ἀκτιστον, Πατέρα Λόγον καὶ Πνεῦμα τὸ Ἅγιον, ἥν Ἀγγέλων τάγματα, ἀσιγήτως μέλπουσι, καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν ἐν πίστει. Σῶσον ἡμᾶς Θεαρχία Τρισήλιε.
Καὶ νῦν. Θεοτοκίον.
Μεγάλυνον ψυχή μου, τὴν Ἄχραντον Παρθένον, τὴν τέξασαν ἀφράστως, Χριστὸν τὸν Βασιλέα.
Ὕψος τοῦ θείου σου τόκου Πανάχραντε, τίς ἀνυμνήσει βροτῶν ἤ Ἀγγέλων τε; σὺ γὰρ ἐσωμάτωσας, Λόγον τὸν Ὑπέρθεον, ὃν ἐκδυσώπει παθῶν μὲ ἀλογίας, ἀπαλλαγῆναι καὶ σῶσαί με δέομαι.









ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ. Αὐτομέλον.
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου, ἐτέχθη ὁ Κύριος.
Τῶν Τιμίων Δώρων. Ὅμοιον.
Δῶρα τίμια Χριστῷ, χρυσὸν σμύρναν καὶ λίβανον, Μάγοι Περσίδος Βασιλεῖς, προσήγαγον πανευλαβῶς· ἃ πίστει ἀσπαζομενοι, λαμβάνομεν τὴν ῥῶσιν, ψυχῆς τε καὶ σώματος.
Καὶ πάλιν τῆς Ἑορτῆς: Ἐπεσκέψατο ἡμᾶς . . .

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τῆς Ἑορτῆς τρία, καὶ τῶν Τιμίων Δώρων τρία. Ἦχος δ΄.
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιάσθε· σκιρτήσατε τὰ ὅρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι· Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσι. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε δόξα σοι.

Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην, κατᾶραν τῆς Εὔας· ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὑ φέρει τὸ μυστήριον ἔρευναν πίστει μόνη τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε δόξα σοι.

Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν, ὀφθεῖσαν Παρθένον χαίροις· πόλις ἔμψυχε τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ἡ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμεν σέ, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.

Τῶν Τιμίων Δώρων. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἐτέχθης Φιλάνθρωπε, ἐκ Παρθένου νεάνιδος, μείνας ἀναλλοίωτος τῇ Θεότητι, πᾶσαν τὴν κτίσιν ἐκάλεσας, πρὸς αἶνον τῆς δόξης σου· ἔνθεν Μάγοι οἱ σοφοί, ἐκ Περσίδας ἀφίκοντο, καὶ προσῆγόν σοι, Δῶρα θεία καρδίᾳ εὐθυτάτῃ, χρυσὸν λίβανον καὶ σμύρναν, ἃ προσκυνοῦντες ὑμνοῦμέν σε.

Ἐπινεύσει τῇ ἄνωθεν, κινουμένῃ μετήγαγε, πάλαι ἡ φίλον χριστὸς Λόγε ἄνασσα, ἐκ βασιλίδος τῶν πόλεων, τὰ πάντιμα Δῶρά σου, καὶ ἀνέθετο αὐτά, ὡς ἀνάθημα ἅγιον, μετὰ πίστεως, τῇ ἐν Ἀθῷ Μονῇ Ὁσίου Παύλου, ἐξ ὧν προεῖσιν ἀπαύστως, ὀσμὴ καὶ χάρις οὐράνιος.

Χρυσὸν σμύρναν καὶ λίβανον, τὰ ὑπερτιμᾷ δῶρά σου, ἃ χερσὶν ἁγίαις σοῦ καθηγίασας, καὶ ἐδωρήσω τοῖς δούλοις σοῦ, ὡς θεῖον θησαύρισμα, προσκυνοῦμεν εὐλαβῶς, ἐξ αὐτῶν κομιζόμενοι, θεῖον ἔλεος, καὶ ψυχῶν καὶ σωμάτων θεραπείαν, ἀνυμνοῦντές σου Οἰκτιρμόν, τὴν ὑπὲρ νοῦν συγκατάβασιν.

Δόξα. Ἦχος β´.
Σήμερον Μάγοι προσφέρουσιν, οἱ τῶν Περσῶν βασιλεῖς, χρυσόν, λίβανον καὶ σμύρναν, τῷ ἐκ Παρθένου ἀτρέπτως, γεννηθέντι Σωτῆρι, οἷα Δῶρα ὑπέρτιμα· τῆς γὰρ δόξης αὐτοῦ, ἐμυήθησαν τὸ κράτος, εἰ καὶ βρέφος ἑώρων, παρθενικαῖς ἀγκάλαις κρατούμενον. Ὅθεν ταῦτα μετασχόντα, ἁγίαις ἐπαφαῖς, ἐκ τοῦ θείου πληρώματος, δεδώρηνται ἡμῖν, ὡς ἁγίασμα μυστικόν, καὶ ἱλαστήριον θεῖον πᾶσι γὰρ παρέχουσι, τοῖς προσιούσιν εὐλαβῶς, εὐωδίαν οὐράνιον, καὶ ἴασιν ψυχῆς τε καὶ σώματος.

Καὶ νῦν. Ὁ αὐτός.
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου, Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκούται. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα θαυμάζουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ΔΟΞΟΛΟΓΙΑ μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον.
Χάρις ἀεὶ προεῖσι θαυμαστή, ἐκ τῶν θείων Δώρων, τοῦ Παντάνακτος Ἰησοῦ· δεῦτε σὺν ἐν πίστει, προσπέσωμεν νῦν τούτοις, ὑμνοῦντες τοῦ Σωτῆρος, τὴν θείαν γέννησιν.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου