Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΝΥΣΣΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ Ι΄!!
ΓΡΗΓΟΡΙΟΣ ΝΥΣΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς Πατέρων ἀγλάϊσμα, καὶ ποιμένων ὡράϊσμα, καὶ πιστῶν προπύργιον ἀῤῥαγέστατον, τῶν εὐσεβῶν τὰ συστήματα, ὑμνοῦμέν σε σήμερον, συνελθόντες εὐλαβῶς, καὶ πιστῶς ἀνακράζομεν· ἀξιάγαστε, Ἱεράρχα Γρηγόριε, ταῖς θείαις ἱκεσίαις σου τὰ κρείττω, ἀεὶ χορήγει τῇ ποίμνῃ σου.

Ἀγαπήσας τὸν Κύριον, ὁλικῶς ἐκ νεότητος, τὰ αὐτοῦ ἐφύλαξας δικαιώματα, καὶ Ἰεράρχης γενόμενος, ἀξίως τῆς κλήσεως, ἐλειτούργησας Θεῷ· Ὃν ἀπαύστως ἱκέτευε παμμακάριστε, τῆς τοῦ χείρονος ῥῦσαι τυραννίδος, τοὺς πιστῶς προσερχομένους, τῇ σῇ πρεσβείᾳ Γρηγόριε.

Ἀστραπαῖς τῶν δογμάτων σου, τῶν βλασφήμων αἱρέσεων, νύχτα τὴν καχέσπερον διεσκέδασας, καὶ εὐσεβῶν τὰ συστήματα, ἐνθέως ἐφώτισας, ἀληθείας τῷ φωτί, Ἱεράρχα Γρηγόριε Ὅσιε· ὅθεν σήμερον, ἐν ψαλμοῖς εὐφημεῖ χρεωστικῶς σε, τοῦ Χριστοῦ ἡ Ἐκκλησία, ἐπιτελοῦσα τὴν μνήμην σου.

Ἐξ Ἑώας ὡς ἥλιος, ἀνατείλας πολύφωτος, Ὀρθοδόξων ηὔγασας τὰ σύστηματα· περιαστράπτων γὰρ δόγμασι, τοῖς θείοις τῆς πίστεως, τῶν μωρῶν κατασκευῶν, τὰς νεφώσεις διέλυσας· ὅθεν ἅπαντες, τοὺς μεγίστους σέβομεν ἀγῶνας, καὶ τὰς ἄλλας ἀρετάς σου, ἀρχιεράρχα Γρηγόριε.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Πατέρων τὸ καύχημα, καὶ Νυσσαέων ὁ φωστήρ, τῆς σοφίας τὸ γρήγορον στόμα, Γρηγόριος ὁ θεόσοφος νοῦς, χρεωστικῶς εὐφημείσθω μοι σήμερον. Τὴν τρισυπόστατον γὰρ φύσιν τῆς Θεότητος, τὸν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα τὸ Ἅγιον, μία Θεότητα κηρύξας καὶ οὐσίαν, τῶν θεομάχων τὸ θράσος κατήσχυνεν· ὅθεν παρὰ Χριστοῦ λαμπρῶς δοξασθείς, ὑπὲρ ἡμῶν Αὐτὸν ἱκέτευε ἀεί, σωθῆναι τὰς ψυχὰς ἡμῶν.




Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Κύριε, πληρώσαι βουλόμενος, ἃ ὥρισας ἀπ’ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου Σου ἔλαβες· ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην· ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξήλειψας, Σωτὴρ ἡμῶν δόξα Σοι.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε χρεωστικῶς, τὸν τῆς Ὀρθοδοξίας, λαμπρὸν τρισαριστέα, Γρηγόριον ἐν ὕμνοις, φαιδρῶς ἀνευφημήσωμεν.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Ῥίζης ἐξ εὐσεβοῦς, βλαστὸς ὡραῖος ὤφθης, Γρηγόριε θεόφρον, καὶ πᾶσιν εὐσεβείας, τὸν λόγον διετράνωσας.

Στ.: Στόμα δικαίου ἀπόσταζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
Ζήλῳ τῷ θερμουργῷ, τρωθεὶς τῆς ἀληθείας, Γρηγόριε τρισμάκαρ, αἱρέσεων καθεῖλες, τὸ θράσος τὸ ἀλλόφυλον.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, ἡ μία Θεαρχία, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον, εὐχαῖς τοῦ ὑπερμάχου Σου.

Καὶ νῦν. Θεοτοκίον.
ᾎσμα καινοπρεπές, ᾀδέτω πᾶσα κτίσις, τῷ ἐκ Παρθένου φύντι, Χριστῷ καὶ βαπτισθέντι, ἐν Ἰορδάνῃ σήμερον.
















Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Τῆς σοφίας τὸν πλοῦτον θησαυρίσας Γρηγόριε, τὴν τῶν μωρολόγων πτωχείαν, θεοσόφως διήλεγξας· καὶ πλοῦτον ἐναπέθεσας πολύ, Χριστοῦ τῇ Ἐκκλησίᾳ ἀληθῶς, θεολόγων σου δογμάτων τοὺς θησαυρούς· διό σοι ἀναβοῶμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Δόξα. Ἦχος γ’. Θείας πίστεως.
Θείαν γρήγορσιν, ἐνδεδειγμένος, στόμα σύντονον, τῆς εὐσέβειας, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε, τῇ γὰρ σοφίᾳ τῶν θείων δογμάτων σου, τῆς Ἐκκλησίας εὐφραίνεις τὸ πλήρωμα. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. 

Ἀπόλυσις.






















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Γρηγορίου. Ἦχος πλ. α'. Ὅσιε Πάτερ.
Ὅσιε Πάτερ, Ἱερώτατε Γρηγόριε, ὁ κάλαμος ὁ πλήρης τῆς Παρακλήτου πνοῆς, καὶ γλῶσσα τρανοτάτη τῆς εὐσεβείας· λύχνος πολύφωτος, τῆς θείας αὐγῆς, κήρυξ ἀληθείας, κρηπὶς θεολογίας, πηγὴ δογμάτων τῶν ὑψηλῶν, τῶν διδαγμάτων χειμάρρους τῶν μελιρρύτων, λύρα θεόφθογγος ᾀσμάτων θεογράφων, ἡ καθηδύνουσα πιστῶν τάς διανοίας, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Πάνσοφε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὰς ψυχὰς ἡμῶν. 

Ὅσιε Πάτερ, πανσεβάσμιε Γρηγόριε, ὁ πέλεκυς ὁ κόπτων αἱρετικῶν τάς ὁρμάς, ἡ δίστομος ῥομφαία τοῦ Παρακλήτου, μάχαιρα τέμνουσα τάς νόθους σποράς, πῦρ τάς φρυγανώδεις αἱρέσεις καταφλέγον, καὶ πτύον ὄντως γεωργικόν, ᾧ τὸ βαρύ τε καὶ κοῦφον τῶν δογμάτων, εὖ διακρίνεται· καὶ στάθμη ἀκριβείας, πάντας ἰθύνουσα, πρὸς τρίβους σωτηρίας. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει πάντοτε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὸ γένος ἡμῶν. 

Ὅσιε Πάτερ, παμμακάριστε Γρηγόριε, τὸ στόμα τὸ πηγάζον τάς μακαρίας φωνάς, ἐκ τῶν ἀδαπανήτων τοῦ σωτηρίου, ἀπαρυόμενον καὶ θείων πηγῶν, λόγους προσευχῆς τε τοῖς πᾶσιν ἑρμηνεῦον, κανὼν ἰθύνων πρὸς ἀρετήν, ὁ θεωρίαις ἐνθέοις λελαμπρυσμένος, αἴγλῃ λαμπόμενος, Τριάδος τῆς ἀκτίστου, ἧς καὶ ὑπέρμαχος, ἀήττητος ἐγένου, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει, Ὅσιε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὸ γένος ἡμῶν. 

Ἕτερα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν εὐκλεῆ ἀριστέα τῆς θείας πίστεως, τὸν οὐρανίῳ ζήλῳ, τοῦ ἐχθροῦ καθελόντα, πανσόφως τὰς ὑψώσεις τὸν θαυμαστόν, ἐν Πατρᾶσι Γρηγόριον, καὶ Νυσσαέων ποιμένα τὸν ἱερόν, κατὰ χρέος εὐφημήσωμεν.

Αἱρετικῶν ἀλλοφύλων τὸ θράσος ᾔσχυνας, τοῦ Πνεύματος πλουτήσας, οὐρανόθεν τὴν χάριν, Γρηγόριε θεόφρον, σὺ γὰρ πολλῇ, ταπεινώσει κοσμούμενος, ἐν ἀληθείᾳ ὑπέκλινας τῷ Χριστῷ, τὸν αὐχένα τῆς καρδίας σου.

Τῆς θεολέκτου Δευτέρας Συνόδου μέγιστος, ὑπέρμαχος ἐδείχθης, ζήλου πνέων ἐνθέου, Γρηγόριε τρισμάκαρ, σὺ γὰρ λαμπρῶς, ἐν σεπταῖς ὑφηγήσεσι, Μακεδονίου καθεῖλες τοῦ δυσσεβοῦς, τὰ ληρώδη φληναφήματα.
Δόξα. Τοῦ Ἁγίου Γρηγορίου. Ἦχος δ'
Τὸν τῆς σοφίας λόγον σου, καταγλαΐσας ἐν ἀρετῇ ἀπροσίτῳ, περικαλὴς ἀμφοτέρωθεν γέγονας, Νυσσαέων Γρηγόριε, ἐν τῇ θεοφθόγγῳ σου φωνῇ, ὡραΐζων καὶ τέρπων τὸν λαὸν γνωστικῶς, Τριάδος τὸ ὁμόθεον πανσόφως ἐκτιθέμενος· ὅθεν καὶ ἐν ὀρθοδόξοις δόγμασι, τάς ἀλλοφύλους αἱρέσεις ἐκπολεμήσας, τὸ κράτος τὸ τῆς Πίστεως, ἐν τοῖς πέρασιν ἤγειρας. Χριστῷ παριστάμενος σὺν τοῖς ἀΰλοις Λειτουργοῖς, ταῖς ψυχαῖς ἡμῶν αἴτησαι, εἰρήνην καὶ τὸ μέγα ἔλεος. 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἔτρεμεν ἡ χεὶρ τοῦ βαπτιστοῦ, ὅτε τῆς ἀχράντου σου κορυφῆς ἥψατο· ἐστράφη Ἰορδάνης ποταμὸς εἰς τὰ ὀπίσω, μὴ τολμῶν λειτουργῆσαί σοι· ὁ γὰρ αἰδεσθεὶς Ἰησοῦν τὸν τοῦ Ναυῆ, πῶς τὸν Ποιητὴν αὐτοῦ, δειλιᾶσαι οὐκ εἶχεν; Ἀλλὰ πᾶσαν ἐπλήρωσας οἰκονομίαν Σωτὴρ ἡμῶν, ἵνα σώσῃς τὸν κόσμον, τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε. 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.




Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἡ σοφία τοῦ Θεοῦ, ἡ τὰς ὁσίας καρδίας ἀγαπῶσα, ἐν σοὶ ἐπανεπαύσατο, Ὅσιε Πάτερ Γρηγόριε· ὅθεν ἐν αὐτῇ ἀληθῶς, τῶν μωρολόγων αἱρέσεων, τὰς ὁρμὰς ἀνεχαίτισας, καὶ ἐκόσμησας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, τοῖς πολυσόφοις λόγοις σου, σὺν τοῖς ἄλλοις τῆς ζωῆς σου προτερήμασι. Διὸ τὸ τῆς δικαιοσύνης διάδημα, ἀνεδήσω ὡς τῆς πίστεως ἀριστεύς, καὶ τροπαιοῦχος πολύφημος, πρεσβεύων τῷ Κυρίῳ ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Τὸ Πνεῦμα τὸ Ἅγιον, ἀπρόσιτον τῇ φύσει, χωρητὸν δὲ δι’ ἀγαθότητα, καὶ κατ’ ἀναλογίαν τῆς πίστεως, διαιροῦν τὴν ἐνέργειαν, τὴν γλῶσσάν σου ὥσπερ πλῆκτρον ἀνακινῆσαν, Ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν ἐστήριξεν· ἔκραζες γὰρ Μακεδονίου ἐλέγχων τὸ βλάσφηνον· Θεὸς ἀληθινὸς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐκ Πατρὸς ἀϊδίως ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, σύνθρονον, συνάναρχον καὶ συναΐδιον, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, τὸ Πνεῦμα ἀληθῶς· ὅθεν Ἱεράρχα Γρηγόριε, τῶν Ὀρθοδόξων ἀνεδείχθης φωστήρ, περιαστράπτων ἀνεσπέρως, ταῖς ἀκτῖσι τῆς σοφίας σου.

Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, παναοίδιμε Γρηγόριε, ἐν τῷ νόμῳ τοῦ Θεοῦ, φερωνύμως γρηγορήσας, τὴν ἔλλαμψιν ἐκληρώσω τοῦ Πνεύματος. Καὶ ἱερατικῶς διαπρέψας, ὡς Ἱεράρχης πρᾶος καὶ ἄμεμπτος, τῶν Νυσσαέων ἐμαρτυρήθης φωστήρ, καὶ ὀρθοδόξων Πατέρων Πατήρ· ὅθεν σήμερον οἱ εὐσεβεῖς, ἐν τῇ μνήμῃ σου ἀγαλλόμενοι, μεσίτην σε τῷ Κυρίῳ προσάγομεν, τῷ Σωτῆρι τοῦ κόσμου.

Δόξα. Ἦχος πλ. δ΄.
Ὡς ἀλουργίδα θεοΰφαντον, τοῦ Παρακλήτου ἐνδεδυμένος τὴν δύναμιν, ἐν τῇ Δευτέρᾳ παρεγένου Συνόδῳ τῶν Πατέρων, ἱεράρχα Γρηγόριε παναοίδιμε· ἔνθα τὸ στόμα σου διανοίξας, ὑπεραφθόνως ἀνέβλυσας ἰάματα, θεολογίας τὰ ζωήῤῥυτα· ὅθεν ὡς δι’ ἑνὸς στόματος, οἱ ἐν τῇ Συνόδῳ Πατέρες ἐκραύγαζον· κατήσχυνται Μακεδόνιος, πεφίμωται Εὐνόμιος, τετράνωται ἡ ἀλήθεια, τοῦ φωστῆρος τῶν Νυσσαέων, πνευματικῶς λαλήσαντος· ἀλλ’ ὦ Πάτερ τρισμέγιστε, δέχου καὶ παρ’ ἡμῶν, τὰ ἐξ ἀγάπης ἐγκώμια, καὶ καθικέτευε Χριστὸν διαπαντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Νάματα Ἰορδάνεια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον· καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου..
Φόβῳ, στοιχειούμενος Θεοῦ, τῆς ὑπερκοσμίου σοφίας, γλῶσσα ἐδείχθης λαμπρά, Ὅσιε Γρηγόριε, τρανῶς κηρύττουσα, ἱεραῖς ὑφηγήσεσι, τὸ τῆς εὐσεβείας, ἐν Χριστῷ μυστήριον, θεομακάριστε· ὅθεν ἡ Χριστοῦ Ἐκκλησία, ὡς αὐτῆς διδάσκαλον θεῖον, σήμερον γεραίρει σε ἐν ᾄσμασι.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Βλύσας, ὡς θεόῤῥυτος πηγή, τῶν τῆς εὐσεβείας δογμάτων, τοὺς μυστικοὺς ποταμούς, Ὅσιε Γρηγόριε, πιστῶν κατήρδευσας, δαψιλῶς τὰ συστήματα, καὶ τῆς ἀσεβείας, τὴν ὀφρὺν κατέκλεισας, τὴν ψυχολέτειραν· ὅθεν, ἡ Χριστοῦ Ἐκκλησία, σήμερον τὴν θείαν σου μνήμην, κατὰ χρέος Ἅγιε, εὐφημοῦσά σε.

Στ.: Στόμα δικαίου ἀπόσταζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
Τεῖχος, ἀνεδείχθης ἀῤῥαγές, καὶ ἀκαταμάχητος πύργος, τῆ Ἐκκλησίας Χριστοῦ, Ὅσιε Γρηγόριε, τῆς Νύσσης πρόεδρε, καταισχύνας τὴν ἔφοδον, ἐχθροῦ τοῦ πανώλους, ὅπλοις τῆς σοφίας σου, ὡς γενναιότατος· ὅθεν, οἱ πιστοὶ συνδραμόντες, τὴν παμφαεστάτην σου μνήμην, σήμερον λαμπρῶς πανηγυρίζομεν.

Δόξα. Τοῦ Ἁγίου Γρηγορίου. Ἦχος δ'
Βίον ἔνθεον κατορθώσας, θεωρίᾳ τὴν πρᾶξιν κατελάμπρυνας, θεοφάντορ Γρηγόριε· τὴν γὰρ σοφίαν φιλήσας ἔρωτι θείῳ, ἐκ στόματος τοῦ Πνεύματος, τὴν χάριν κατεπλούτησας· καὶ ὡς κηρίον μέλιτος, τὸν γλυκασμόν σου τῶν λόγων ἀποστάξας, ἀεὶ εὐφραίνεις νοήμασι θείοις, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Διὸ ἐν Οὐρανοῖς, ἱεραρχικῶς αὐλιζόμενος, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, τῶν ἐκτελούντων τὴν μνήμην σου. 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σὲ τὸν ἐν πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καθορῶν ὁ Βαπτιστὴς ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων, ἐβόα λέγων· Οὐ τολμῶ κρατῆσαι τὴν κορυφήν σου τὴν ἄχραντον, σὺ με ἁγίασον Δεσπότα τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε. 




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Τῆς σοφίας τὸν πλοῦτον θησαυρίσας Γρηγόριε, τὴν τῶν μωρολόγων πτωχείαν, θεοσόφως διήλεγξας· καὶ πλοῦτον ἐναπέθεσας πολύ, Χριστοῦ τῇ Ἐκκλησίᾳ ἀληθῶς, θεολόγων σου δογμάτων τοὺς θησαυρούς· διό σοι ἀναβοῶμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Δόξα. Ἦχος γ’. Θείας πίστεως.
Θείαν γρήγορσιν, ἐνδεδειγμένος, στόμα σύντονον, τῆς εὐσέβειας, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε, τῇ γὰρ σοφίᾳ τῶν θείων δογμάτων σου, τῆς Ἐκκλησίας εὐφραίνεις τὸ πλήρωμα. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. 

Ἀπόλυσις.






















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Συγκραθεὶς τοῦ Πνεύματος, ὅλος τῇ αἴγλῃ θεόφρον, φωστῆρ ὤφθης πάμφωτος, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, λάμψεσι, τῶν θεοσόφων σου διδαγμάτων, ζόφωσιν, τῆς ἀσεβείας ἀποδιώξας, θεοῤῥῆμον Ἱεράρχα, τῶν Νυσσαέων ποιμὴν Γρηγόριε.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου, ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου, καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Τὴν ἀμείνονα ζωήν, ἀπολαβὼν ἐν οὐρανοῖς, καὶ τῆς κρείττονος χαρᾶς, ἐν τοῖς ὑψίστοις μετασχών, τῆς εὐσεβείας Γρηγόριε ἡ κινύρα, τοὺς ἀπὸ ψυχῆς, εὐφημοῦντάς σε, καὶ πανευλαβῶς, προσιόντας σοι, τῆς τοῦ ἐχθροῦ διάσωσον κακίας, καὶ τῶν ἐν βίῳ στενώσεων, τὴν παῤῥησίαν, πολλὴν γὰρ ἔχεις, ὡς Κυρίου θεράπων.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Θεοφάνειας ὁ καιρός, Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν· Χριστὸς γὰρ ἐν σαρκὶ ἐπεδήμησε, τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον, καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον ἐφώτισε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς τῆς Τριαδὸς μαχητὴν γενναιότατον, καὶ εὐσεβείας στρατιώτην ἀήττητον, ἀπὸ ψυχῆς γεραίρομεν Γρηγόριε· σὺ γὰρ τῇ τῶν λόγων σου, κραταιᾷ παντευχίᾳ, ψεύδους τὴν παράταξιν, ἐτροπώσω ἀνδρείως, καὶ θείας νίκης στέφανον λαμπρῶς, παρὰ Θεοῦ ἐκομίσω ἀοίδιμε.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Τοῖς οἰκτιρμοῖς Σου ὁ Θεὸς δυσωπούμενος, τὸ πλανηθὲν ἀπολωλὸς ἐξεζήτησας, διὰ σπλάγχνα ἐλέους Σου φιλάνθρωπε· ὅθεν παραγέγονας, ἐπὶ τὸν Ἰορδάνην, γνωρίσαι τὸ μυστήριον, τῆς Ἁγίας Τριάδος, καὶ ἀνυμνοῦντες κράζομεν πιστῶς· ἦλθες ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου ἀπόσταζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. δ΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Συνδιασκεψάμενος τὰ τοῦ Πνεύματος, ἐν Πνεύματι Πάτερ Γρηγόριε, μύστης τῶν αὐτοῦ μυστηρίων γέγονας· ἔνθεν τὰς τῶν ἁγίων σου δογμάτων, ὑψηγορίας χρώμενος, Ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν ἐστήριξας, καὶ τοὺς βλασφήμως φρονοῦντας, πνευματικῶς κατήσχυνας· ὅθεν χαρμονικῶς, τῶν Ὀρθοδόξων τὰ συστήματα σήμερον, τὴν μνήμην σου γεραίροντες, Τριάδα τὴν Ἁγίαν, ἐν μιᾷ Θεότητι δοξάζομεν, ὡς ὑπὸ σοῦ θεοφόρε ἐδιδάχθημεν.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου Γρηγορίου. Ποίημα Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α'. Ἦχος πλ. α'. Ἵππον καὶ ἀναβάτην
Ἄβυσσος ὢν σοφίας, καὶ γνώσεως θησαυρός, καὶ αὐτοαγαθότης, φωτοχυσίαν νέμοις μοι, Χριστὲ τῆς ἐνδόξου σου, Ἐκκλησίας ᾄσμασι, τὸν φωστῆρα ὑμνεῖν Γρηγόριον.
Δέχοιο διδασκάλων, Γρηγόριε τὸ λαμπρόν, ἐγκαλλώπισμα Πάτερ, τὸ πενιχρὸν ἐφύμνιον, τῇ σῇ προσφερόμενον, ἐξ ἀγάπης μνήμῃ· ἐν ᾗ Χριστὸν ἡμῖν ἐξιλέωσαι.
Λόγῳ ἱερομύστα, πλουσίῳ τε καὶ σοφῷ, τὴν σεπτὴν Ἐκκλησίαν, θεολογεῖν ἐδίδαξας, Μονάδα Τρισάριθμον, καὶ Τριάδα σύνθρονον, καὶ ὁμότιμον ὦ Γρηγόριε.
Θεοτοκίον
Πίστις ἡγείσθω μόνη, καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων, Θεογεννῆτορ Κόρη τῶν σῶν· τὸν γὰρ ἀκατάληπτον, Θεὸν Λόγον τέτοκας, ἐνδυσάμενος τὴν ἀνθρωπότητα. 

Ἕτερος. Ποίημα Γερμανοῦ, οἱ δὲ Θεοφάνους.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ
Τῷ ἀνατείλαντι ἑωσφόρον, πνευματικῆς δᾳδουχίας, ἐν τῷ στερεώματι τῆς πίστεως Γρηγόριον, ᾄσωμεν τῷ Χριστῷ, ὅτι δεδόξασται εἰς τοὺς αἰῶνας.
Ὡραιωθέντι ἐν διανοίᾳ, καὶ ἐν τῷ κάλλει τῶν λόγων, ἐξεχύθη χάρις σου ἐν χείλεσιν Ὅσιε, ᾕτινι μυστικῶς, Χριστὸς εὐλόγησέ σε, εἰς τοὺς αἰῶνας.
Ἐκ τοῦ πελάγους τῶν θείων λόγων, τὸν μαργαρίτην ἀληθῶς, τὸν τῆς εὐσεβείας ἀνυμνήσωμεν Γρηγόριε, διδαχαῖς τοὺς πιστούς, ταῖς ὑπερτίμοις πλουτίζοντα ἐνθέως.
Θεοτοκίον
Τὴν ἐν γαστρὶ Χριστὸν συλλαβοῦσα, τὸν ἀπερίληπτον Λόγον, καὶ σαρκὶ τεκοῦσαν ὑπὲρ λόγον, Παρθένον ἁγνήν, ἅπαντες οἱ πιστοί, ὡς Θεοτόκον ὑμνήσωμεν ἀπαύστως.

ᾨδὴ γ'. Ὁ πήξας ἐπ' οὐδενός.
Σαρκὸς μὲν τῷ ἡγεμόνι, νῷ τὰ σκιρτήματα, τῷ Παμβασιλεῖ δὲ τὸν νοῦν ὑπέταξας· ὅθεν ἀπροσκόπτως τὴν ὁδόν, τῶν ἐντολῶν ἀνύσας, σὺ τῆς Τριάδος ἐνδιαίτημα, γέγονας εἰκότως Γρηγόριε.
Τῇ πράξει τὴν θεωρίαν, Πάτερ προσέθηκας· διὸ τάς ἡνίας τῆς Ἐκκλησίας σοι, φέρων ἐγχειρίζει ὁ Χριστός, ἣν περ ἀνεπιλήπτως, ὡς μυστιπόλος ἐκυβέρνησας, ἄριστος παμμάκαρ Γρηγόριε.
Προβαίνων τῶν ἀρετῶν, τῷ ὄρει Γρηγόριε, καὶ τάς ἀναβάσεις ἐν τῇ καρδίᾳ σου, σὺ διατιθέμενος ἐκ γῆς, ἤρθης ἀλήκτῳ δρόμῳ, πρὸς ἐπουράνιον πολίτευμα, πρὸ τῆς ἐκ σαρκὸς ἐκδημίας σου.
Θεοτοκίον
Σὺ μήτηρ Θεοῦ, ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον,σεσαρκωμένον γὰρ ἐκύησας Λόγον, ὀρθοδόξως κηρύττομεν. 

Ἕτερος. Οὐκ ἔστιν ἅγιος.
Ὡς λύραν τῆς χάριτος, μελῳδήσασαν ἡμῖν, τῇ ὑφηγήσει τοῦ Πνεύματος, τὸν λόγον τῆς πίστεως, ἐν ᾠδαῖς ἐπαξίως, Γρηγόριον ἅπαντες, τὸν πάνσοφον τιμήσωμεν.
Τὴν τρίβον τῆς πίστεως, ὁμαλίζων εὐσεβῶς, καὶ τὰ τῆς πλάνης προσκόμματα, ἐκβάλλων Γρηγόριε, ὁδηγεῖς ἡμᾶς Πάτερ, εἰς τὴν ἐπουράνιον πόλιν τοῦ Θεοῦ ἡμῶν.
Τὰ θρέμματα Ὅσιε, τὰ λογικὰ πνευματικῇ, ἀνακαλούμενος σύριγγι, τῶν θείων δογμάτων σου, εἰς τὰς τῆς Ἐκκλησίας, ἐπαύλεις φυλάττεις, Χριστῷ τῷ ἀρχιποίμενι.
Ὡς φοίνιξ θεοφύτευτος, ταῖς διεξόδοις τῶν Γραφῶν, πεφυτευμένος Γρηγόριε, καρποὺς ἀνεβλάστησας, διδαγμάτων ἐνθέων· διό σου πανσεβάσμιε, τιμῶμεν τὰ μνημόσυνα.
Θεοτοκίον
Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μῆτερ ἀνύμφευτε, Θεοτόκε Μαρία, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι ἡμᾶς.



Κάθισμα τοῦ Ἱεράρχου. Ἦχος γ' . Θείας πίστεως.
Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἄϋλον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὸν κόσμον ἐστήριξας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μωρολόγων ᾔσχυνας, τὰς ἐπινοίας, θεολόγῳ γλώττῃ σου, Πάτερ Γρηγόριε σοφέ, καὶ τῆς Τριάδος ἐτράνωσας, ὡς θεηγόρος, τὸ μέγα μυστήριον.
Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ἐν τοῖς ῥείθροις βλέψας σε, τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· ἦλθες ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον.

ᾨδὴ δ'. Τὴν θείαν ἐννοήσας σου κένωσιν
Ὡς στῦλος καθωράθης ὁλόφωτος, βίῳ τε λόγῳ τε θερμῷ, ὀρθοδοξίας Γρηγόριε, πεπυρσευμένος τῷ ζήλῳ, τοῦ νέου Ἰσραὴλ προηγούμενος.
Τὴν χάριν δεδεγμένος τοῦ Πνεύματος, τὸ εὐτελὲς τοῦ νομικοῦ, διεῖλες ἔνδυμα γράμματος, καὶ τὸ κρυπτόμενον κάλλος, ἡμῖν τῶν ἐννοιῶν ἀπεκάλυψας.
Τοῦ θείου προελθοῦσαν ἐκ στόματος, θεοπαράδοτον εὐχήν, συντετμημένως Γρηγόριε, ὡς μυστιπόλος τῶν θείων, σαφῶς τῇ Ἐκκλησίᾳ ἐπλάτυνας.
Θεοτοκίον
Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας· καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι. 

Ἕτερος. Ἐξ ὄρους κατασκίου.
Βέλος ἐκλεκτὸν Θεοῦ ἐδείχθης Πάτερ, ἀναιρετικὸν βλασφήμων νοημάτων, ἐν τῇ φαρέτρᾳ τοῦ λόγου τῆς ἀληθείας, Γρηγόριε, εἰπεῖν σκεπόμενον.
Ξύλον σε ζωῆς παμφόρου εὐσεβείας, οὗπερ τῷ καρπῷ ὁ ὄφις οὐ προστρέχει, πεφυτευμένον ἐν μέσῳ τοῦ Παραδείσου, τῆς Ἐκκλησίας Πάτερ ἔχομεν.
Ἔχουσα τῶν σῶν δογμάτων τὰς ἐπάλξεις, τεῖχος νοητὸν Χριστοῦ ἡ Ἐκκλησία, τοῦ Βασιλέως γνωρίζεται τοῦ μεγάλου, ὀχυρωμένη πόλις ἄσειστος.
Θεοτοκίον
Δόξα Σοι τῷ ἐκ Παρθένου γεννηθέντι, καὶ ἐπιφανέντι ῥύσασθαι ἐκ πλάνης, τοῦ διαβόλου τὸν κόσμον ὡς εὐεργέτῃ, Χριστῷ τῷ μόνῳ ζωοδότῃ Θεῷ.

ᾨδὴ ε'. Ὁ ἀναβαλλόμενος
Σὺ ὡς πῦρ κατέφλεξας, τάς τῶν αἱρέσεων, ἀκανθηφόρους πλοκὰς τῶν λόγων, τῶν πιστῶν τάς φρένας δέ, ἐφώτισας μάκαρ, μυσταγωγὲ Γρηγόριε.
Εὐνομίου ἤλεγξας, σὺ τὸ ἀνόμοιον, καὶ τούτου λόγους δυσδιαφεύκτους, τῶν ἀρκύων βρόχους τε σφοδρούς, ὡς ἀράχνης ὑφάσματα διέλυσας.
Ἤλεγξας πανάριστε, τὸν ἀθεώτατον Μακεδόνιον, τὸ θεῖον Πνεῦμα, ἀδεῶς ὑβρίσαντα, ὡς ἄμοιρον τούτου, ὑπάρχοντα Γρηγόριε.
Θεοτοκίον
Σὺ δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, ἡμῖν τεκοῦσα, Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε, τὴν φύσιν τοῦ Προπάτορος. 

Ἕτερος. Ὁ ἐκ νυκτὸς ἀγνοίας.
Τὸν γρηγοροῦσαν φρένα, ἐν μυστικοῖς θεωρήμασι πάντοτε, πάντες τὸν θεοφόρον, Γρηγόριον ἐν ὕμνοις τιμήσωμεν.
Οἱ διαπλέοντές σου, θαυμαστικῶς τῶν δογμάτων τὸ πέλαγος, τύχοιμεν ἐν γαλήνῃ, εὐχαῖς σου τοῦ λιμένος τῆς ἄνω ζωῆς.
Ἐν ἀγρυπνίαις Πάτερ, καὶ ἐν νηστείαις καθάρας τὸν νοῦν σαυτοῦ, πρὸς μετάρσιον ὕψος, οὐρανοπολίτης ἐδείχθης ἡμῖν.
Θεοτοκίον
Ὡς Βασιλίδα πάντες, καὶ Βασιλέα τῶν ὅλων κυήσασαν, δεῦτε σὺν τῷ Ἀγγέλῳ, τὴν εὐλογημένην δοξάσωμεν.

ᾨδὴ ς'. Μαινομένην κλύδωνι
Ταπεινὸν τὸ φρόνημα, κεκτημένος πᾶσί τε πραΰς, μαχητὴς ἐδείκνυσο Γρηγόριε, πρὸς τοὺς Χριστοῦ, μειοῦν τὴν δόξαν σπουδάζοντας.
Τὴν Ἀρείου ἔκφυλον, τῆς Τριάδος, λόγῳ δαψιλεῖ, τολμηρὰν διαίρεσιν Γρηγόριε, σὺ παντελῶς, καθῄρηκας τῇ σοφίᾳ σου.
Ἀμαθῶς τὴν ἕνωσιν, τῆς Τριάδος, σύγχυσιν φρονῶν, ὑπὸ σοῦ Σαβέλλιος ἐλήλεγκται, θεομαχῶν, Γρηγόριε παμμακάριστε.
Θεοτοκίον
Ἡ Παρθένος ἔτεκες, καὶ τεκοῦσα, ἔμεινας ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς, Παρθένος Μήτηρ βαστάσασα. 

Ἕτερος. Χιτῶνά μοι παράσχου.
Τοῦ γράμματος τὸν βότρυν λογικῶς, ἐκθλίψας Γρηγόριε, τὸν οἶνον τοῦ Πνεύματος, τὸν εὐφραίνοντα καρδίας, Πάτερ ἤντλησας.
Ξηράνας Εὐνομίου θολερῶν, δογμάτων τὸν χείμαῤῥον, Γρηγόριε πάνσοφε, ποταμὸς τῆς εὐσεβείας, ἐγνωρίσθης ἡμῖν.
Γρηγόριον ὑμνήσωμεν πιστοί, τὸν πλοῦτον τῆς πίστεως, ἡμῖν θησαυρίσαντα, καὶ θεωρίαις μυστικαῖς ἡμᾶς φωτίσαντα.
Θεοτοκίον
Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος α'. Χορὸς Ἀγγελικός
Τὸ ὄμμα τῆς ψυχῆς, γρηγορῶν Ἱεράρχα, ὡς γρήγορος Ποιμήν, ἀνεδείχθης τῷ κόσμῳ, καὶ ῥάβδῳ τῆς σοφίας σου, παμμακάριστε Ὅσιε, πάντας ἤλασας, τοὺς κακοδόξους ὡς λύκους, ἀδιάφθορον, διατηρήσας τὴν ποίμνην, Γρηγόριε πάνσοφε. 
Ὁ Οἶκος
Ἐξ ἀμελείας ὁ δείλαιος ἀναπέπτωκα, καὶ πρὸς θάνατον ὕπνωσα· ἀλλ᾿ ὡς ποιμὴν γρηγορώτατος, ἔγειρόν με Πάτερ, καὶ τὰ πάθη μου κοίμισον, τὰ κακῶς τυραννοῦντά με, ὅπως ἐξανιστάμενος, καθαρῶς ᾄδω σου τὴν φωσφόρον μετάστασιν, ἣν ὁ Δεσπότης τῆς οἰκουμένης ἐδόξασεν ἀξίως, ὡς οἰκέτου πιστοτάτου, ὡς δογματιστοῦ πανσόφου, ὡς φίλου καὶ μύστου, καὶ ὡς οἰκονόμου τῶν αὐτοῦ παραδόσεων, ὧν καλῶς ἐφύλαξας τὴν χρῆσιν ἀμίαντον, Γρηγόριε πάνσοφε. 

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Γρηγορίου, ἐπισκόπου Νύσσης.
Ἡ Μοῦσα Γρηγόριος, οὗ Νύσσα θρόνος,
οὐ Πιερίαν, ἀλλ᾿ Ἐδὲμ σκηνὴν ἔχει.
Γρηγόριον δεκάτῃ θανάτου κνέφας ἀμφεκάλυψεν.
Οὗτος ἦν ἀδελφὸς τοῦ Μεγάλου Βασιλείου, λαμπρὸς ἐν λόγοις καὶ τῆς Ὀρθοδόξου πίστεως ζηλωτής· διά τοι τοῦτο καὶ τῆς Ἐκκλησίας Χριστοῦ προέστη. Καὶ μετὰ τῶν συγκροτούντων τὴν ἐν Κωνσταντινουπόλει Δευτέραν Σύνοδον, κατὰ τῶν δυσσεβῶν αἱρέσεων ἐνισταμένων, ἐλθών, ὑπέρμαχος εὑρέθη, τοὺς ἐναντίους λόγων δυνάμει καὶ γραφικαῖς ἀποδείξεσι τροπωσάμενος· διὰ γὰρ πάσης ἐλθὼν ἰδέας λόγων, καὶ ἀρετῆς εὐδοκιμήσει, τὸ κράτος ἐδέξατο. Καὶ φθάσας ἐν γήρᾳ καλῷ ἐκοιμήθη, καὶ πρὸς Κύριον ἐξεδήμησεν. Ἧν δέ, κατὰ τὸν τοῦ σώματος τύπον κατὰ πάντα τῷ ἀδελφῷ Βασιλείῳ προσεοικώς, πλὴν τοῦ πολιοῦ τε καὶ χαριεστάτου ἐπὶ βραχύ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δομετιανοῦ, ἐπισκόπου Μελιτηνής.
Δομετιανὸς τῆς φθορᾶς ἀπηλλάγη,
Εἴπερ φθορὰν χρὴ τὸν βίον τοῦτον λέγειν.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Ἰουστίνου τοῦ μικροῦ, Θεοδώρου καὶ Εὐδοκίας υἱὸς γεγονώς, εὐσεβείᾳ κομώντων καὶ χρημάτων περιουσίᾳ. Παιδείας δὲ λαχὼν τῆς ἔξωθεν καὶ τῆς ἐν ταῖς θείαις Γραφαῖς, καὶ γάμῳ προσομιλήσας ἐπὶ χρόνῳ βραχεῖ, τῆς συνοικούσης αὐτῷ τὸν βίον ἀπολιπούσης, ἐπειδὴ πᾶσαν τὴν σπουδὴν λοιπὸν εἰς τὴν κατὰ Θεὸν φιλοσοφίαν ἔτρεψε, τῆς ἐν Μελιτινῇ Ἁγίας Ἐκκλησίας Ἀρχιερεὺς καθίσταται, τριακονταετὴς ἤδη γεγονώς. Συγκεράσας δὲ καὶ τῇ ἀσκητικῇ ἀγωγῇ τὴν πολιτικὴν σύνεσιν, οὐ μόνον τοῖς ὑπὸ χεῖρα ἐγένετο σωτηρίας πρόξενος, ἀλλὰ καὶ τῷ ἔθνει παντί, μετάπεμπτος ὑπὸ τοῦ βασιλέως πολλάκις γεγονώς, καὶ συγκαταστήσας τὴν τῶν Περσῶν ἀρχὴν τῷ Χοσρόῃ, Βαρὰμ ἐπαναστάντος αὐτῷ, καὶ ἐκθαλόντος τοῦ κράτος, ὅτε καὶ ὑποτελῆ αὐτὸν Ῥωμαίοις πεποίηκε. Φίλος δὲ καταστὰς αὐτῷ τε τῷ τῶν Ῥωμαίων βασιλεῖ Μαυρικίῳ, καὶ τῇ αὐτοῦ γαμετῆ, καὶ πολλῶν χρημάτων δι’ αὐτῶν κύριος γεγονώς, εἰς ἀνοικοδομὴν τῶν ἁγίων Ἐκκλησιῶν καὶ πτωχοτροφείων ταῦτα ἐκένωσεν. Ἐν δὲ τῇ Βασιλίδι Πόλει γενόμενος, πρὸς Κύριον ἐξεδήμησεν. Ἔνθα τιμηθεὶς παρὰ παντὸς βασιλικοῦ καὶ ἐκκλησιαστικοῦ πληρώματος τὰ εἰκότα, καὶ ἐν κιβωτίῳ τεθείς, καὶ λαμπάσι καὶ ὕμνοις δορυφορούμενος, τὴν ἐνεγκοῦσαν καταλαμβάνει, πολλὰς θαυμάτων ἐνεργείας, καὶ ἔτι τῷ βίῳ περιών, καὶ μετὰ τὴν ἐνθένδε ἐκδημίαν, ἐπιδειξάμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμμωνίου.
Τῆς ἀρετῆς ὁ θεῖος ἐσβέσθη λύχνος,
Λύχνων μυσάντων σαρκικῶν Ἀμμωνίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαρκιανοῦ τοῦ πρεσβυτέρου.
Ἀπῆρεν ἔνθεν πρὸς πόλου μέγα κλέος,
Ὁ Μαρκιανός, οὗ κλέος κἂν γῇ μέγα.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Μαρκιανοῦ καὶ Πουλχερίας, τῶν προγόνων αὐτοῦ ἐκ τῆς πρεσβυτέρας Ῥώμης ἐληλυθότων. Ἐδείματο δὲ Ναὸν τῆς Ἁγίας Εἰρήνης τὸν πρὸς θάλασσαν, ἐπισυνάψας αὐτῷ τὸν εὐκτήριον οἶκον τοῦ Ἁγίου Ἰσιδώρου. Ἐδείματο δὲ καὶ τὸν τῆς Ἁγίας Ἀναστασίας, τὸν ἐν τοῖς Δομνίνου ἐμβόλοις, ὃν καὶ ἀπὸ τοῦ μεγάλου διέσωσεν ἐμπρησμοῦ. Τοῦ πυρὸς γὰρ τὰ κύκλῳ κατανεμησαμένου, αὐτὸς ἐπὶ τῆς ὁροφῆς ἑστώς, καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἄρας, καὶ προσευχόμενος, κατέπαυσε τὸν φλογμόν. Τὰς δὲ τῶν θαυμάτων ἐνεργείας, καὶ τὴν ἐν τοσαύτῃ τῶν χρημάτων ἀφθονίᾳ ἔνδειαν, καὶ τὸ ἀκριβὲς τῆς ἀσκήσεως, διεξοδικώτερον ἡ κατ’ αὐτὸν ἱστορία δηλοῖ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Θεοσεβίας τῆς διακονίσσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντίπα τοῦ Ἀθωνίτου.
Λειμῶνος Ἄθωνος νεόφυτον κρίνον,
Ἀντίπα ἔπλησας εὐωδίας κτίσιν.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Ἀντίπας ὁ Ἀθωνίτης, κατὰ κόσμον Ἀλέξανδρος, ἐγεννήθη ἐν τῇ κώμῃ Καλαποδὲτς τῆς Μολδαβίας ἐν ἔτει 1816 ἐκ πτωχῶν μὲν ἀλλ’ εὐσεβῶν γονέων. Μαθών τὴν τέχνην τοῦ βιβλιοδέτου ἐπορίζετο ἐξ αὐτῆς τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα. φλεγόμενος ὑπὸ θείου πόθου κατέλιπε τὸν κόσμον καὶ μετὰ σύντομον παραμονὴν ἐν τῇ μονῇ Νεὰμτς κατέφυγεν εἰς τὸν ἁγιώνυμον Ἄθωνα, ἔνθα θεοφιλῶς ἠσκήσατο ἐν ταῖς ἐρημίαις, ἐν τῇ μονῇ τοῦ Ἐσφιγμένου καὶ ἐν τῇ σκήτῃ τοῦ Τιμίου Προδρόμου, τῇ ἐπιλεγομένῃ Ῥουμανικῇ. Εὑρὼν ἐν ἑρμαρίῳ τῶν ἐρειπίων τῆς αὐτοῦ καλύβης, θαυματουργὸν ἔκτυπον τῆς ὑπεραγίας Θεοτόκου, εὗρεν πολύτιμον θησαυρόν, ὃν ἐφύλαττε ἄχρι τῆς αὐτῦ τελευτῆς πρὸς ἄμφω αὐτοῦ ῥῶσιν καὶ ἁγιασμὸν τῷ αὐτῷ προσερχομένων. Ἐλεγκτὴς τῶν ἀνομούντων καὶ τηρητὴς αὐστηρὸς τῶν πατρώων παραδόσεων διέπρεψεν ἐπ’ ἀρετῇ καὶ σοφίᾳ καὶ πρότυπον γέγονεν ἀζύγων, τῶν ποθούντων τελείωσιν. Κηρύξας καὶ διδάξας ἐν τῇ Ῥωσίᾳ ἐγκατεστάθη ἐν τέλει ἐν τῇ σκήτῃ τῆς μονῆς Βαλαάμ, ἔνθα τὸ ζῆν ὁσίως ἐξεμέτρησε τῇ 10ῃ Ἰανουαρίου τοῦ 1882, καὶ μετέστη πρὸς χώραν ζώντων συνευφραίνεσθαι τῷ Κυρίῳ τῆς ζωῆς καὶ τοῦ θανάτου. Ὁ προορατικὸς καὶ διορατικὸς ἀσκητὴς ἠξιώθη πολλῶν μετὰ πότμον θαυμάτων καὶ τὸ τίμιον αὐτοῦ λείψανον ἐν τῇ τοῦ Βαλαὰμ μάνδρᾳ ἀνεδείχθη πηγὴ ἀκένωτος ἰάσεω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου τῆς Ὀμπνόρα, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τῆς Πίσμα τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ'. Ὁ ὑπερυψούμενος
Ἔρωτι ἑνούμενος, τρισαυγοῦς θεότητος, τῷ φέγγει Γρηγόριε, τοῖς πᾶσιν ὡς ἔσοπτρον, ἐκστίλβων ἀπαστράπτεις, τοῦ φωτὸς ἀντανακλάσεις.
Θησαυρὸν τοὺς λόγους σου, πατρικῶς κατέλιπες, ἠθῶν ψυχῆς κάθαρσιν, καὶ γνώσεως πλήρωσιν, τοῖς πίστει μελῳδοῦσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Πρῶτον νοῦν καὶ αἴτιον, Πατέρα κατήγγειλας, Λόγου μὲν Γεννήτορα, ὁμοῦ Προβολέα τε, τοῦ Πνεύματος Τριάδα, μελῳδῶν· Εὐλογητὸς εἶ.
Θεοτοκίον
Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεὸν σωματούμενον, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ. 

Ἕτερος. Ὁ ἐν ἀρχῇ τὴν γῆν.
Ὁ παρασχών, τῷ σοφῷ Γρηγορίῳ, τὴν δύναμιν τοῦ Ἁγίου Πνεύματος, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν
Καὶ σιωπῶν, ταῖς ἀρεταῖς σου Πάτερ, πάντας ἡμᾶς ἐδίδαξας κραυγάζειν· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν
Ὁ τὴν ἰσχύν, παρασχὼν τῷ Ὁσίῳ, καταβαλεῖν ἐχθροῦ τὰς ἐπινοίας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν
Θεοτοκίον
Ὁ ἐν γαστρί, τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν



















ᾨδὴ η'. Σοὶ τῷ παντουργῷ
Ὅλην τὴν αὐγήν, τοῦ Παρακλήτου μάκαρ, ἐδέξω φοιτήσασαν, κραυγάζων Ὅσιε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Βρύουσιν ἡμῖν, κατὰ τὸν θεῖον λόγον, Χριστοῦ ἐκ κοιλίας σου, ποταμοὶ γνώσεως· ὄντως πηγὴν γάρ, ἀέναον ἡ χάρις, ἔδειξε τῷ κόσμῳ, σὲ Πάτερ εἰς αἰῶνας.
Ὢ τῆς θαυμαστῆς, ἀδελφικῆς δυάδος, σαρκί τε ὁμαίμονος, τὰ θεῖα σύμφρονος! ταύτην τιμῶντες, Βασίλειον ἐνδίκως, ἅμα Γρηγορίῳ, τιμῶμεν εἰς αἰῶνας.
Θεοτοκίον
Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τὸν Λόγον, Παρθένε κυήσασαν, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, ἀξίως εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 

Ἕτερος. Τὸν ἐν ὄρει ἁγίῳ.
Τὸν ἐν πίστει ἐλπίδι καὶ ἀγάπῃ, καὶ τῷ ὕψει τῶν θείων διδαγμάτων, Γρηγόριον τὸν Ὅσιον κοσμήσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ὁπλίτην τῆς θείας παντευχίας, ἀναδείξαντα τὸν μέγαν Ἱεράρχην, τῆς ἀσεβείας φάλαγγα τροπούμενον, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν ἐνθέων διδάσκαλον δογμάτων, καὶ ἀναιρέτην, βλασφήμων διδαγμάτων, τὸν Ἱεράρχην πᾶσιν ἀναδείξαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τὸν ἐν μήτρᾳ ἀσπόρως τῆς Παρθένου, τὴν τοῦ δούλου, μορφὴν ἀναλαβόντα, καὶ ἐπιφανέντα κόσμου εἰς σωτηρίαν, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.














ᾨδὴ θ'. Ἡσαΐα χόρευε
Τῶν κατορθωμάτων τε, καὶ τῶν λόγων, σοῦ τάς ἀστραπάς, Γρηγόριε εὐφημεῖν, νοῦς ἀδυνατῶν, σαφῶς ὁ ἡμέτερος ὁμολογεῖ, ἧτταν εὐκλεῆ, σοῦ καταγγέλλει δέ, ὑπὲρ δύναμιν τὸν ἔπαινον.
Μυστιπόλων ἄριστε, τῇ Τριάδι, νῦν παρεστηκώς, σὺν Ἀποστόλων χορῷ, καὶ τῶν Προφητῶν, Μαρτύρων Δικαίων τε, Πατριαρχῶν, μέμνησο ἡμῶν, τῶν ἀνυμνούντων σου, τὸ μνημόσυνον Γρηγόριε.
Ἐποπτεύεις ἄνωθεν, προασπίζων, νῦν Ἀρχιερεῦ, τῆς Ἐκκλησίας Χριστοῦ, νίκας τῷ πιστῷ, δωρούμενος Ἄνακτι, καὶ δουλικόν, σύντριψον ζυγόν, σοῦς σῴζων πρόσφυγας, ταῖς πρεσβείαις σου Γρηγόριε.
Θεοτοκίον
Ὡς τεκοῦσα Πάναγνε, τῶν κτισμάτων, τὸν Δημιουργόν, κατὰ παντὸς γεννητοῦ, φέρεις τὴν ἀρχήν, ἀσύγκριτον ἔχουσα, ὑπεροχήν, καὶ ὑπερφυῆ· ὅθεν τὸν Τόκον σου, προσκυνοῦντες σε δοξάζομεν. 

Ἕτερος. Τὸν προδηλωθέντα ἐν ὄρει.
Ἔθετο ἐρήμους, φρένας εἰς λίμνας ὑδάων, τὰς τοῦ Πνεύματος Ὅσιε διαυγεῖς θεωρίας, Γρηγόριε διδαχή σου τῶν λόγων, ἄβυσσον αἱρέσεων ξηράνασα.
Τοὺς τῶν ἀρετῶν χαρακτῆρας δι’ ἐγκρατείας, εὐσεβείας χρώμασιν ἑαυτῷ συμμορφώσας, ἀληθῶς τοῦ Θεοῦ κατ’ εἰκόνα, τὴν ψυχήν σου ἔδειξας μακάριε.
Μνήσθητι τῆς ποίμνης σου Πάτερ ἱεροκήρυξ, παῤῥησίαν ἔνδοξε πρὸς Θεὸν κεκτημένος, ἵνα μείνῃ ἀνεπηρέαστος πάντων, τῶν τοῦ διαβόλου βουλῶν Γρηγόριε.
Θεοτοκίον
Διὰ Σοῦ εἰδώλων ἐῤῥύσθημεν Θεοτόκε, διὰ Σοῦ σεβόμεθα τὴν Ἁγίαν Τριάδα, διὰ Σοῦ δυσωποῦμεν συνήθως, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

Ἐξαποστειλάριον. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς.
Τὸν ποιμένα τὸν καλόν, Γρηγόριον τὸν πάνσοφον, τῶν Νυσσαέων Πρόεδρον, τοῦ Βασιλείου τοῦ σοφοῦ, ὁμότροπον ὁμαίμονα, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τιμήσωμεν ἅπαντες. 
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.





Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεόφρον Γρηγόριε, ἔξω σαρκὸς γεγονώς, ἀρετῶν τελειότητι, τῆς σοφίας ἔλαβες, οὐρανόθεν τὸ δώρημα, καὶ ἀπεμώρανας τὰ σοφίσματα, τῆς ἀσεβείας ἐνθέῳ στόματι· ὅθεν ἀφθάρτου σε, δόξης κατηξίωσεν ἐν οὐρανοῖς, ὁ πανυπεράγαθος, τῆς δόξης Κύριος.

Πάτερ, παμμάκαρ Γρηγόριε, ἱεραρχίας φαιδρῶς, κοσμηθεὶς τῷ ἐνδύματι, τῷ Θεῷ ὡς ἄγγελος, καθαρῶς ἐλειτούργησας, καὶ ταῖς ἀκτῖσι τῶν θείων λόγων σου, ἐν Ἱεράρχαις, ὡς λύχνος ἔλαμψας· ὅθεν τὴν μνήμην σου, ἐκτελοῦντες σήμερον τὴν φωταυγῆ, τὴν πληθὺν κηρύττομεν, τῶν θαυμασίων σου.

Πάτερ, τρισμάκαρ Γρηγόριε, ἀνοίξας ζήλῳ Θεοῦ, τὸ πανάγιον στόμα σου, εὐσεβῶς ἐβρόντησας, τὰ σωτήρια δόγματα, καὶ θεοσόφοις, λόγοις ἐκήρυξας, τὸ τῆς Τριάδος μέγα μυστήριον· ὅθεν ὑμνοῦμέν σε, τῶν πιστῶν οἱ σύλλογοι χρεωστικῶς, ὡς ἡμῶν διδάσκαλον, θεοειδέστατον.

Πάτερ, θεόφρον Γρηγόριε, πρὸς τὰς ἀφθάρτους σκηνάς, μετὰ δόξης εἰσέδραμες, πίστεως τοῖς σκάμμασι, μεγαλύνας τὸν Κύριον, καὶ ἐλαμπρύνθης, τοῖς ἀπαυγάσμασι, τοῦ τρισηλίου, Φωτὸς ἀοίδιμε· ὅθεν δεόμεθα, ἐκτενῶς ἱκέτευε τὸν Λυτρωτήν, τῶν πταισμάτων ἄφεσιν, ἡμῖν δωρήσασθαι.

Δόξα. Ἦχος α'. Ἀνατολίου
Ὁ τῆς ὀρθῆς πίστεως γενναῖος ἀγωνιστής, ὁ συγκακοπαθήσας ὡς καλὸς στρατιώτης Χριστοῦ τοῦ Θεοῦ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ἀγωνίζου καὶ νῦν ὑπὲρ τῆς Ἐκκλησίας, τὸν καλὸν ἀγῶνα, διατηρῶν αὐτῆς, τῶν σῶν δογμάτων ἀσάλευτον, τὴν κρηπῖδα Γρηγόριε. 

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. Ἀνατολίου
Σὺ ἐν Ἰορδάνῃ βαπτισθείς, ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς ἐπιφανείας σου! φιλάνθρωπε Κύριε, δόξα σοι. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῆς σοφίας ὁ θησαυρός, καὶ τῆς Ἐκκλησίας θεοῤῥήμων ὑφηγητής· χαίροις θεοφθόγγων, δογμάτων ἡ κιθάρα, Γρηγόριε παμμάκαρ, Νύσσης ὁ πρόεδρος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου