ΝΟΕΜΒΡΙΟΣ ΚΘ΄!!
ΔΙΟΝΥΣΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΟΡΙΝΘΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ζῆλον ἐνθεώτατον, ἐπιδειξάμενος
Ὅσιε, Ἀποστόλων ὁμότροπος, ὤφθης Διονύσιε, βίῳ τε καὶ λόγῳ, καὶ λαμπρᾷ σοφίᾳ,
καὶ ἐναρέτῳ ἀγωγῇ, κεκοσμημένος καὶ λαμπρυνόμενος, τοῦ Πνεύματος τῇ χάριτι, καὶ
Ἱεράρχης θεόληπτος, καὶ Μαρτύρων ἰσότιμος, ἀληθῶς ἐχρημάτισας.
Θεῖον Ἱεράρχην σε, καὶ
ποιμενάρχην θεόσοφον, ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἀνέδειξεν Ὅσιε, τῆς ἐν τῇ
Κορίνθῳ, Χριστοῦ Ἐκκλησίας· ἔνθεν ἐποίμανας καλῶς, ἐπὶ λειμῶνας τῆς θείας
πίστεως, λαὸν τὸν περιούσιον, Πάτερ σοφὲ Διονύσιε. Διὰ τοῦτο ἡ Κόρινθος,
ἑορτάζει τὴν μνήμην σου.
Λόγῳ θείῳ Ἅγιε, καὶ διδαχαῖς
σεμνυνόμενος, ὑποφήτης ὡς ἔνθεος, Πάτερ Διονύσιε, Πνεύματι Ἁγίῳ, λόγον
σωτηρίας, ἐν ἱεραῖς ἐπιστολαῖς, ταῖς Ἐκκλησίαις πέμπεις μακάριε, πρὸς βίον τὸν
ὑπέρτερον, καὶ εὐσεβείας ἀκρότητα, κατευθύνων μακάριε, εὐσεβῶν τὴν διάνοιαν.
Αἵματι ἐφοίνιξας, ὡς ἐναθλήσας
στεῤῥότατα, ἱερὲ Διονύσιε, στολὴν τὴν ἁγίαν σου, καὶ ἀνῆλθες χαίρων, ἔνθα πρὶν
εἰσῆλθε, πρόδρομος πάντων ὁ Χριστός, οὗ τῷ προσώπῳ ἐμφανιζόμενος, ἱκέτευε
δεόμεθα, ὑπὲρ τῶν πίστει τιμώντων σε, ὡς ποιμένα θεόσοφον, καὶ ἀήττητον
Μάρτυρα.
Δόξα. Ἦχος α΄.
Ποιμαντικῶς ἐμπρέψας, ὡς σοφὸς
οἰκονόμος τῆς χάριτος, μαρτυρικῆς ἐπέβης λαμπρότητος, Διονύσιε μακάριε. Τὸν γὰρ
θάνατον τοῦ Χριστοῦ, ὡς Ἱεράρχης θεῖος μιμησάμενος, τῆς ἀθανάτου ζωῆς ἐδρέψω,
τὸν καρπὸν ἀξίως. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου,
Ἱερομάρτυς ἀξιάγαστε.
Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν
μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Θεῖος ἀρχιερεύς, τῆς ἐν Κορίνθῳ
πέλων, ἁγίας Ἐκκλησίας, ἀθλητικῆς ἐπέβης, εὐκλείας Διονύσιε.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Νέμων θεοπρεπῶς, τὴν ποίμνην σου
παμμάκαρ, ὑπὲρ αὐτῆς προθύμως, ἐκχέεις τὸ σὸν αἷμα, ἀθλήσας Διονύσιε.
Στ.:
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Θύων τὴν μυστικήν, θυσίαν
ἀναιμάκτως, ὡς θῦμα προσηνέχθης, τῷ Ζωοδότῃ Λόγῳ, ἀθλήσας Διονύσιε.
Δόξα. Τριαδικόν.
Ἕνα Σε ἐν τρισίν, οὐσίᾳ τοῖς
προσώποις, Θεὸν Τριὰς Ἁγία, κηρύττει καὶ δοξάζει, ὁ θεῖος Διονύσιος.
Καὶ νῦν.
Θεοτοκίον.
Ὅλος ὢν ἐν Πατρί, ὅλος ἐκ Σοῦ
ἐτέχθη, ὁ Λόγος ἀσυγχύτως, Παρθένε Θεοτόκε, καὶ τὸν Ἀδὰμ ἀνέπλασε.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θεῖος
πρόεδρος, Κορίνθου ὤφθης, ὡς τοῦ Πνεύματος, λαμπρὸν δοχεῖον, Ἱερομάρτυς σοφὲ Διονύσιε, καὶ τῷ οἰκείῳ
σου αἵματι Ὅσιε, ὥσπερ θυσία Χριστῷ προσενήνεξαι· ὅθεν πρέσβευε, δοθῆναι τοῖς
σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα... Καὶ
νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν
Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς
ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς
φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’,
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Λάμπων εὐσεβείας τῷ φωτί, καὶ τῶν ἀρετῶν ταῖς ἰδέαις,
κατακοσμούμενος, ὤφθης ἐνθεώτατος, ποιμὴν καὶ πρόεδρος, Ἐκκλησίας ἐν Πνεύματι,
τῆς ἐν τῇ Κορίνθῳ, ὡς σοφίας ἔμπλεως, καὶ λόγου κρείττονος· ὅθεν, καὶ ἀθλήσας
νομίμως, στέφανον διπλοῦν ἐκομίσω, Πάτερ Ἱεράρχα Διονύσιε.
Ὅλος ἀνακείμενος Θεῷ, τοῦ Εὐαγγελίου ἐργάτης, δόκιμος
πέφηνας, Πάτερ Διονύσιε, καὶ στόμα ἔνθεον, διδαγμάτων τῆς πίστεως, πιστῶν τὰς
καρδίας, γεωργῶν τῷ λόγῳ σου, ζωὴν πρὸς κρείττονα· ὅθεν καὶ τμηθεὶς τὸν αὐχένα,
Μάρτυς ἀληθὴς ἀνεδείχθης, τοῦ σὲ μεγαλύναντος μακάριε.
Θύων, τὸν ἀμνὸν τὸν τοῦ Θεοῦ, καὶ τὸ Εὐαγγέλιον
Πάτερ, ἱερουργῶν τοῦ Χριστοῦ, τούτῳ προσενήνεξαι, ὡς θῦμα τέλειον, καὶ θυσία
εὐπρόσδεκτος, καὶ κάρπωμα θεῖον, τέλος ὡς δεξάμενος, θεῖον τῷ ξίφει πληγείς·
ὅθεν, τὴν σὴν μνήμην τελοῦντες, ὡς Ἱερομάρτυρα θεῖον, μάκαρ Διονύσιε τιμῶμέν
σε.
Ὤφθης, Ἀποστόλων μιμητής, ὡς διαπρεπὴς ἐν τῷ βίῳ, καὶ
πλήρης θείου φωτός, Πάτερ Διονύσιε, Ἀρχιερεῦ τοῦ Χριστοῦ, ἐν σοφίᾳ γὰρ Ὅσιε,
καὶ πράξεσι θείαις, ἱερῶς ἐποίμανας, τὴν Ἐκκλησίαν Χριστοῦ, λύων, τῶν παθῶν τὴν
ὁμίχλην, καὶ ἐπιστολὰς θείας πέμπων, ὡς μυσταγωγὸς τῆς θείας χάριτος.
Χαίρει, Ἐκκλησία τοῦ Χριστοῦ, ἡ ἐν τῇ Κορίνθῳ
ποιμένα, θεῖόν σε ἔχουσα, Πάτερ Διονύσιε, καὶ μέγα στήριγμα, καὶ διδάσκαλον
ἔνθεον, καὶ τὴν σὴν ἁγίαν, μνήμην ἑορτάζουσα, πόθῳ κραυγάζει σοι· σκέπε, τὴν
μερίδα σου ταύτην, πάσης ἐπηρείας καὶ βλάβης, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις
σου.
Τέμνων, τὰ ζιζάνια σοφέ, λόγῳ τμητικῷ σου ἁγίῳ, ὡς
Ἱεράρχης σοφός, βίου καθαρότητα, καὶ εὐσεβείας καρπούς, γεωργεῖν ἐνεούργησας,
ψυχῶν τὰς ἀρούρας, ἃς καὶ θείοις νάμασι, πλουσίως ἤρδευσας· ὅθεν, τοῖς ὑμνοῦσί
σε αἴτει, ἄφεσιν πταισμάτων διδόναι, Πάτερ Διονύσιε θεόσοφε.
Δόξα. Ἦχος πλ.
δ΄.
Τῷ λόγῳ τῆς χάριτος, τὴν ζωὴν κατευθύνων, ἐν σοφίᾳ
διαπρεπής, καὶ ἐν βίῳ περίβλεπτος, ὤφθης Διονύσιε μακάριε. Καὶ ἀποστολικὴν
ἀμφιασάμενος χάριν, τὴν δοθεῖσαν ἐξουσίαν, πανσόφως διήγαγες, καλῶς ποιμάνας,
τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ· σεαυτὸν γὰρ παρέστησας, τύπον καὶ ὑπογραμμόν, ἐν
λόγῳ, ἐν ἔργῳ καὶ ἀναστροφῇ, ὡς Ἱεράρχης ὅσιος. Καὶ αἵματι οἰκείῳ, σφραγίσας
τὸν βίον, μαρτυρικῶς Χριστῷ ἐξεδήμησας, Ἱερόμαρτυς ἔνδοξε. ᾯ πρέσβευε δεόμεθα,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη,
καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ
ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ'
οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες,
ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς
ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ
Ἀνάγνωσμα
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ
εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς
ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου
θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς
ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ
γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος
ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ
ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ
ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.
Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε
τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ
πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ
λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ
ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη
δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται
αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ
δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς
δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν
καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας
καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον
συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ
ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ
περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει
ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα
ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι
ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ
αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ
φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν
ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ
τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας.
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ
ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου,
εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ
γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν
τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου
πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι
δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν
ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου
ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ
βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι
αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ
ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς,
καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν
τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι
καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο,
καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια
Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ
σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων,
καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις
ἀντιτασσόμενος.
Λιτή. Ἦχος α΄.
Ἀποστολικὴν ἔχων πολιτείαν, τὸ ποιμαίνειν τοὺς ἄρνας τοῦ
Χριστοῦ, ἄνωθεν πεπίστευσαι, Διονύσιε Πατὴρ ἡμῶν, καὶ τὴν ἐν Κορίνθῳ Ἐκκλησίαν,
θεοπρεπῶς ἐκόσμησας, εὐσεβείας δόγμασι, καὶ ἀμέμπτου βίου ἤθεσιν, ὡς Ἱεράρχης
θεόσοφος, καὶ ποιμὴν ἀληθινός· ὅλον γὰρ δέδωκας σαὐτόν, τῇ θείᾳ εὐδοκίᾳ, ὡς τοῦ
Σωτῆρος μαθητής, ὑπὲρ οὗ καὶ ἀθλήσας, τῆς ἄνω δόξης ἠξίωσαι, ὑπὲρ ἡμῶν
δεόμενος, Ἱερομάρτυς ἀξιάγαστε.
Ἦχος β΄.
Πάτερ Διονύσιε, τῆς εὐσεβείας κατασπείρων τὸν λόγον, τὰς πρὶν
ἀγόνους καρδίας, γονίμους ἐτέλεσας, διδαχῶν ἀρότρῳ. Καὶ πολύχουν καρπὸν
θερίσας, τοὺς τῷ θείῶ σφραγισθέντας αἵματι, ἀμέμπτως καὶ ὁσίως, τῷ Θεῷ ἱεράτευσας,
ὡς Ἱεράρχης ὅσιος, καὶ μυσταγωγὸς τῶν ἀῤῥήτων· ὅθεν, ἐκχέαι τὸ αἷμά σου, ὑπὲρ
Χριστοῦ ἠξίωσαι, στεῤῥοτάτῃ ψυχῇ. ᾯ καὶ προσηνέχθης, ὡς ἱερεῖον ἄμωμον, καὶ τῇ ἄνῳ
ἱεραρχίᾳ συνήφθη, ἐν μετοχῇ θείᾳ θεούμενος. Ἀλλ’ ὡς θεῖος Ἱερομάρτυς, ἀδιαλείπτως
πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Τὴν θύραθεν σοφίαν, τῶν Ἀποστόλων ὑποτάξας τῷ φθόγγῳ, τοῦ Εὐαγγελίου
τῆς εἰρήνης, ὑπηρέτης θεόσοφος, καὶ ὑφηγητὴς θεοειδής, ἀνεδείχθης Ἱεράρχα
Διονύσιε. Καὶ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, θείαις λαμπρύνας διδαχαῖς, ἐναρέτου ζωῆς
ὤφθης διδάσκαλος, καὶ ἀρετῶν ἁγίων ὄργανον. Καὶ ἀθλητικὸν ὑπελθὼν ἀγῶνα, τῆς ἀπάτης
τὴν ἀχλὺν ἐσκέδασας, τῆς εὐσεβείας πᾶσιν, ἐκλάμψας τὴν λαμπρότητα. Καὶ νῦν Ἀγγέλοις
συνών, σὺν αὐτοῖς ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Τῆς θείας γνώσεως τὸ φῶς ἐκλάμπων, φωστὴρ θεῖος ὤφθης, ζωῆς
λόγον ἐπέχων, κατὰ τὸν θεῖον Ἀπόστολον, Ἱερομάρτυς Διονύσιε. Καθαγνίσας γὰρ τὸν
νοῦν, θείων ἐπλήσθης ἐπιλάμψεων, καὶ τῆς ἄνωθεν σοφίας ἐδρέψω τὰς χάριτας, πρὸς
ὁδὸν σωτηρίας, ὁδηγῶν τοὺς θεόφρονας. Καὶ τοὺς πλανηθέντας ἐπανάγων, μαρτυρικῶς
κατηγωνίσω τὸν ἀντίπαλον. Καὶ τὸ βραβεῖον τῆς νίκης παρὰ Χριστοῦ ἐδέξω, τοῦ
παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν
ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν
ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ
προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ
πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, ὁ
τῆς Κορίνθου ποιμενάρχης καὶ πρόεδρος, σοφίας θείας ταμεῖον, τῶν εὐσεβῶν
ὁδηγός, Ἐκκλησίας πάσης θεῖον στήριγμα, σοφὲ Διονύσιε, Ἀποστόλων ὁμόζηλε, τοῦ
Παρακλήτου, εὐηχέστατον ὄργανον, βίου κρείττονος, φυτοκόμος θεόσοφος, ἄστρον τὸ
οὐρανόφωτον, καὶ λύχνος πολύφωτος, ὁ διαχέων τοῖς πᾶσι, τῆς εὐσεβείας τὴν
ἔλλαμψιν. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, ὁ
τοῦ φωτὶς πεπληρωμένος τῆς χάριτος, ὁ ξίφει πληγεὶς καὶ χέας, ὑπὲρ Χριστοῦ
ἀνδρικῶς, τὸ οἰκεῖον αἷμα θεῖον ἔρωτι, σοφὲ Διονύσιε, Ἐκκλησίας ἑδραίωμα, στόμα
Κυρίου, ὁ ἐκβλύσας διδάγματα, ἐν τῇ ποίμνῃ σου, ὑπὲρ μέλι ἡδύνοντα. Μάρτυς ὁ
ἱερώτατος, παθῶν τοῦ παντάνακτος, καὶ Βασιλείας τῆς ἄνω, συγκοινωνὸς καὶ
συμμέτοχος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.:
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, ὁ
τῶν Μαρτύρων κοινωνὸς καὶ ὁμότροπος, αὐτῶν γὰρ ὑπῆλθες, χαίρων ἀνδρειοτάτῃ
ψυχῇ, τὸν ἀγῶνα μάκαρ Διονύσιε, καὶ ῥείθροις αἱμάτων σου, λαμπροτέραν ἐτέλεσας,
ἱεραρχίας, τὴν στολὴν τὴν ὑπέρτιμον, μεθ’ ἧς ἔδραμες, πρὸς ναὸν τὸν οὐράνιον·
ὅθεν τοὺς ἑορτάζοντας, τὴν πάνσεπτον μνήμην σου, Ἱερομάρτυς Κυρίου, ῥῦσαι
δεινῶν περιστάσεων, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ.
β΄.
Ὁ τῆς θείας ἐπιπνοίας κοινωνὸς
καὶ μέτοχος, καὶ τῆς ἐν Κορίνθῳ Ἐκκλησίας διδάσκαλος, Μάρτυς ἀληθὴς τοῦ Χριστοῦ
ἐδείχθης, καλῶς ἀγωνισάμενος, ἀξιάγαστε Διονύσιε. Καὶ νῦν τῷ θρόνῳ Αὐτοῦ
παριστάμενος, μὴ παύσῃ ἀναφέρων, τὰς ὑπὲρ ἡμῶν ἱλαστηρίους δεήσεις, ὡς ἂν θεῖον
εὕρωμεν ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θεῖος
πρόεδρος, Κορίνθου ὤφθης, ὡς τοῦ Πνεύματος, λαμπρὸν δοχεῖον, Ἱερομάρτυς σοφὲ Διονύσιε, καὶ τῷ οἰκείῳ
σου αἵματι Ὅσιε, ὥσπερ θυσία Χριστῷ προσενήνεξαι· ὅθεν πρέσβευε, δοθῆναι τοῖς
σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα... Καὶ
νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου
καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς
φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’
Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὴν μνήμην σου σοφέ, τὴν ἁγίαν τελοῦντες, ὑμνοῦμεν
εὐσεβῶς, τοὺς σεπτούς σου ἀγῶνας, καὶ πίστει ἐκβοῶμέν σοι, ἱερὲ Διονύσιε·
Χριστῷ πρέσβευε, δοῦναι ἡμῖν Ἱεράρχα, θείαν ἔλλαμψιν, καὶ ἱλασμὸν τῶν
πταισμάτων, καὶ βίου διόρθωσιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τὴν φύσιν τῶν βροτῶν, ἐξ ἁγνῶν Σου αἱμάτων, ὁ Λόγος
τοῦ Θεοῦ, ἀσυγχύτως ἀτρέπτως, Παρθένε μορφωσάμενος, Θεὸς ἅμα καὶ ἄνθρωπος, ὤφθη
ἅπασι, καὶ τὴν ἀρχαίαν κατάραν, ἐξηφάνισε, Σταυρῷ αὐτὴν θανατώσας· διό Σε
δοξάζομεν.
Μετὰ τὴν β’
Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀμέμπτως ἱέρευσας τῷ ἐπὶ πάντων Θεῷ, καὶ θῦμα
εὐπρόσδεκτον προσανηνέχθης Αὐτῷ, ἀθλήσας δι’ αἵματος· ὅθεν ὡς Ἱεράρχην, καὶ
κλεινὸν Ἀθλοφόρον, τιμῶμέν σε καὶ βοῶμεν, Διονύσιε Πάτερ· ἱκέτευε ἀπαύστως,
ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ἀφράστως ἐκύησας τὸν ἐπὶ πάντων Θεόν, δι’ ἄφατον
ἔλεος οὐσιωθέντα ἐκ Σοῦ, ἀνθρώπων τὸ φύραμα· ὅνπερ Θεογεννῆτορ, ὡς Υἱὸν καὶ
Θεόν Σου, δοῦναι πταισμάτων λύσιν, ἐκτενῶς ἐκδυσώπει, ἡμῖν τοῖς καταφεύγουσι,
θερμῶς τῇ πρεσβείᾳ Σου.
Μετὰ τὸν Πολυέλεον,
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἱεράρχης ἐδείχθης θεοειδής, καὶ ποιμὴν τῆς Κορίνθου
περιφανής, καὶ πᾶσιν ὑπέδειξας, τὴν ὁδὸν τὴν σωτήριον, καὶ τοῦ Χριστοῦ τὸν
θάνατον προθύμως ἐζήλωσας, μαρτυρικῶς τελέσας, τὸν δρόμον σου Ὅσιε· ὅθεν
οὐρανίων, ἀμοιβῶν ἠξιώθης, λαμπρῶς δοξαζόμενος, ἐκ χειρὸς τοῦ παντάνακτος, ἱερὲ
Διονύσιε· ᾧ πρέσβευε ἀπαύστως σοφέ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τὸν Δεσπότην τῶν ὅλων καὶ Ποιητήν, ἀποῤῥήτως τεκοῦσα
μετὰ σαρκός, ὃ ἧν διαμείναντα, καὶ παρθένον Σε ἄφθορον, ὡς ἧς καὶ πρὸ τοῦ
τόκου, φυλάξαντα ἄχραντε, καὶ τὸν Ἀδὰμ ἐξάραντα, ἀρᾶς τῆς τοῦ ὄφεως, πᾶσι
σωτηρίας, ἀναδέδειξαι πύλη, τοῖς πίστει δοξάζουσι, τὸν ἀνέκφραστον τόκον Σου,
καὶ βοῶσί Σοι πάναγνε· χαῖρε Θεοτόκε ἁγνή, τῶν ἀνθρώπων μέγα ἱλαστήριον, καὶ
ἡμῶν προστασία, καὶ σκέπη σωτήριος.
Εἶτα,
οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.:
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸ τοῦ Χριστοῦ ποτήριον, ἐν εὐφροσύνῃ πέπωκας Ὅσιε,
πληγεὶς τῷ ξίφει, καὶ ἀθλητικῷ τέλει σφραγίσας, τὴν ἁγίαν ζωήν σου. Καὶ νῦν τῆς
θείας δόξης, ἀμέσως κατατρυφῶν, καὶ τὰ ὑὲρ λόγον ἀνακεκαλυμμένως ὁρῶν, τοῦ
ξύλου τῆς ζωῆς ἀπολαύεις, ἀΰλῳ κοινωνίᾳ θεούμενος· ἀλλ’ ὦ Ἱερομάρτυς Διονύσιε,
πρέσβευε δεόμεθα, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Εἶτα,
οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Διονύσιος, Κορίνθου ποιμὴν ὤφθη. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ.
β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Δεδοξασμένος ὡς θεῖος ἱερουργός,
καὶ Μάρτυς ἀήττητος, παριστάμενος Χριστῷ, Πάτερ Διονύσιε ἀεί, καθικέτευε ὑπὲρ
τῶν εὐφημούντων σε.
Ἱεραρχίας δεξάμενος τὴν στολήν,
Ἱεράρχης ὅσιος, καὶ ποιμὴν ἀληθινός, ὤφθης Διονύσιε σοφέ, Ἐκκλησίας τοῦ
Χριστοῦ, ὡς ἐνθεώτατος.
Ὁλολαμπῆ ὡς ἀστέρα ὁ ἱερός, βίος
σου σὲ ἔδειξεν, Ἱεράρχα τοῦ Χριστοῦ, καὶ τῶν Ἀποστόλων μιμητήν, Διονύσιε σοφέ,
Κορίνθου Πρόεδρε.
Νυμφαγωγὸς Ἐκκλησίας τῆς τοῦ
Χριστοῦ, Πάτερ ἀναδέδειξαι, καὶ παρέστησας αὐτήν, λόγοις καὶ ἁγίαις διδαχαῖς,
τῷ Νυμφίῳ Ἰησοῦ, ὡς νύμφην ἄμωμον.
Θεοτοκίον.
Ὑπερφυῶς σωματώσασα τὸν Θεόν, τὸν
ἡμᾶς ῥυσάμενον, τῆς κατάρας τοῦ Ἀδάμ, ῥῦσαί με παθῶν σωματικῶν, Θεοτόκε, καὶ
τὸν νοῦν μου καταλάμπρυνον.
ᾨδὴ γ’. Οὐκ
ἔστιν ἅγιος ὡς σύ.
Σοφίᾳ θείᾳ λαμπρυνθείς, τῷ σῷ
λόγῳ λαμπρύνεις, σκοτισθείσας καρδίας, Διονύσιε σοφέ, καὶ ταύτας ἀποτελεῖς,
φωτὸς θείου, σκεύη καθαρώτατα.
Ἱερουργῶν θεοπρεπῶς, εὐσεβείας
τοῖς ἔργοις, Εὐαγγέλιον θεῖον, καθιερώσας Χριστῷ, πλείστας ψυχὰς ἀληθῶς,
διδαχαῖς σου, Πάτερ Διονύσιε.
Ὁ νοῦς σου Πάτερ τῷ φωτί, τῆς
Ἁγίας Τριάδος, φωτιζόμενος ὄντως, διδαγμάτων ἱερῶν, ἀνέβλυσε ποταμούς, τὰς
καρδίας, τῶν πιστῶν ἀρδεύοντας.
Θεοτοκίον.
Σωματωθεὶς ἐκ τῶν ἁγνῶν, καὶ
σεπτῶν Σου αἱμάτων, ὁ ὑπέρθεος Λόγος, ὑπερτέραν οὐρανῶν, καὶ λαμπροτέραν ἁγνή,
τοῦ ἡλίου, ἀληθῶς Σε ἔδειξεν.
Κάθισμα. Ἦχος
πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς σοφὸς Ἱεράρχης καὶ ἐνθεώτατος,
μαρτυρικῶς μεγαλύνεις τὸν Βασιλέα Χριστόν, Διονύσιε κλεινὲ Κορίνθου πρόεδρε,
καὶ προσενήνεξαι Αὐτῷ, ὥσπερ θῦμα λογικόν, αἱμάτων βαφεὶς κογχύλῃ, καὶ
ἱλεούμενος πᾶσιν, ἡμῖν τὸν μόνον εὐδιάλλακτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὥσπερ στάμνος χρυσέα καὶ
πολυώνυμος, τῆς ζωῆς Θεοτόκε τὸ μάννα φέρουσα, τὸν Δεσπότην τοῦ παντὸς Χριστὸν
τὸν Κύριον, ζώωσόν μου τὴν ψυχήν, νεκρωθεῖσαν τῇ δεινῇ, μανίᾳ τοῦ βροτοκτόνου,
καὶ ἴθυνόν με Παρθένε, πρὸς μετανοίας ζωὴν ἄμεμπτον.
ᾨδὴ δ’. Χριστός
μου Κύριος.
Κορίνθου θεῖόν σε, ποιμένα
ἔδειξεν, ἡ τοῦ Πνεύματος χάρις ἱερουργέ, καὶ ἠθῶν σεμνότητος, καὶ πολιτείας
καθαρᾶς, φυτοκόμον Διονύσιε.
Ὅλον τὸν πόθον σου, Θεῷ
ἀνέτεινας, ἀνυψούμενος βίῳ εἰλικρινεῖ, πρὸς τὰ ὑπὲρ ἔννοιαν, καὶ τοὺς πιστοὺς
μυσταγωγών, Διονύσιε τὰ κρείττονα.
Ῥημάτων θείων σου, φωτὶ μακάριε,
τοὺς ἐν σκότει τῆς πλάνης φωταγωγεῖς, καὶ προτρέπεις ἅπαντας, πρὸς τὴν ἀγάπησιν
Χριστοῦ, Ἱεράρχα ὑποθήκαις σου.
Ἰλύος ὕψωσαι, δόξης τῆς χείρονος,
καὶ τῆς δόξης τῆς θείας σκεῦος λαμπρόν, Πάτερ ἀναδέδειξαι, ἀνακαθάρας σεαυτόν,
διὰ βίου τελειότητος.
Θεοτοκίον.
Νέκρωσον ἄχραντε, τὴν
βασιλεύουσαν, ἐν ἐμοὶ ἁμαρτίαν τὴν ῥυπαράν, καὶ ζωῆς τῷ ἔρωτι, τῆς καθαρᾶς καὶ
μυστικῆς, τὴν ψυχήν μου ἀναπτέρωσον.
ᾨδὴ ε’. Τῷ θείῳ
φέγγει σου.
Θεῷ ἀμέμπτως ἱερουργῶν, καὶ σοφῶς
ποιμαίνων τοῦ Χριστοῦ, τὴν Ἐκκλησίαν μακάριε, ὑπὲρ ταύτης χαίρων τὴν ζωὴν
τέθυκας, ἀθλήσας Διονύσιε ἐννομώτατα.
Οἱ τῶν αἱμάτων σου ὀχετοί,
ἔσβεσαν πυρὰν εἰδωλικήν, ὡς ἀληθῶς Διονύσιε, καὶ τὴν Ἐκκλησίαν ἤρδευσαν Ἅγιε,
βλαστάνειν εὐσεβείας καρπὸν τὸν ὥριμον.
Ὑπὸ τοῦ Πνεύματος αὐγασθείς, οἷα
τὴν καρδίαν καθαρός, σοφίαν Πάτερ τὴν θύραθεν, τῷ Εὐαγγελίῳ μάκαρ τῆς χάριτος,
ἐμφρόνως Διονύσιε καθυπέταξας.
Θεοτοκίον.
Πεποικιλμένη ταῖς ἀρεταῖς, καὶ
τῆς παρθενίας ταῖς αὐγαῖς, ὑπὲρ τὸν ἥλιον λάμπουσα, τῆς δικαιοσύνης τίκτεις τὸν
Ἥλιον, Παρθένε σαρκωθέντα ἐκ τῶν αἱμάτων Σου.
ᾨδὴ στ’. Τοῦ
βίου τὴν θάλασσαν.
Ὁ βίος σου Ὅσιε, τῷ φωτὶ τῶν
ἀρετῶν, ἐνθέως λαμπρυνόμενος, φωτοειδῆ σε λαμπτῆρα καὶ ἀπλανῆ, τῆς πίστεως
ἔδειξε, Διονύσιε Πάτερ ἱερώτατε.
Ἰσχὺν θείαν Ὅσιε, δεδεγμένος ἐκ
Θεοῦ, ἐν λόγοις τε καὶ πράξεσι, δυνατὸς ἀνεδείχθης καὶ τοῦ ἐχθροῦ, καθεῖλες τὴν
δύναμιν, ἐναθλήσας νομίμως Διονύσιε.
Μιμούμενος Ἅγιε, Ἀποστόλους τοῦ
Χριστοῦ, τοὺς εὐσεβεῖς ἐστήριζες, ἐπιστολὰς φωτοειδεῖς, σοφὲ Διονύσιε· δι’ ὧν
πᾶσι τὰ κρείττονα ὑπέφαινες.
Θεοτοκίον.
Ἡ πύλη ἡ πάμφωτος, ἣν διώδευσε
Χριστός, καὶ κεκλεισμένην ἔλιπε, μετανοίας μοι πύλας ἐκδυσωπῶ, Παρθένε
διάνοιξον, ὁδηγούσας ζωὴν πρὸς ἀτελεύτητον.
Κοντάκιον. Ἦχος
πλ. β΄. Τὴν ὑπὲρ ἡμῶν.
Πνεύματος
σοφέ, τὴν χάριν εἰσδεδεγμένος, λύχνος φαιενός, ἐδείχθης τῆς Ἐκκλησίας, καὶ
ποιμὴν τῆς Κορίνθου, ἀληθὴς Διονύσιε, ὑπὲρ ἧς καὶ χαίρων ἤθλησας, ζήλῳ θείῳ πυρπολούμενος· διὰ
τοῦτο ἐκβοῶμέν σοι· χαίροις θεράπον Χριστοῦ, Ἱερομάρτυς σοφέ.
Ὁ Οἶκος.
Τὸν καρπὸν τῆς σοφίας δρεψάμενος,
εὐσεβείας ἐδείχθης διδάσκαλος, καὶ λαμπρᾷ πολιτείᾳ κοσμούμενος, Ἀποστόλων τὸν
ζῆλον ἐκέκτησο, ἀποχωρήσας σεαυτόν, τῶν ἐν τῷ κόσμῳ ἀγαθῶν· ἔνθεν νεύσει θεϊκῇ,
ἱερωσύνης δεξάμενος στολήν, ἀρχιερεὺς ὅσιος καὶ ἄκακος, καὶ μαθητὴς Χριστοῦ
ὤφθης ἐνθεώτατος, καὶ τῆς ἐν Κορίνθῳ ἁγίας Ἐκκλησίας, ἁγιώτατος ποιμήν, καὶ
ὁδηγὸς θεοειδής, καὶ λαμπαδοῦχος ἱερός, Διονύσιε ἱερώτατε, τοῦ Παρακλήτου
πολύτιμον ὄργανον, καὶ ξίφει ὑπὲρ Χριστοῦ πληγείς, αἱμάτων τοῖς ῥείθροις, τὴν
ἱερὰν ἀμπεχόνην λαμπροτέραν ἀνέδειξας, καὶ εἰς τὸ ἄνω θυσιαστήριον μετὰ δόξης
ἀνέδραμες, ἀκούων παρ’ ἡμῶν· χαίροις θεράπον Χριστοῦ, Ἱερομάρτυς σοφέ.
Συναξάριον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Ἱερομάρτυς Διονύσιος,
Ἐπίσκοπος Κορίνθου, ξίφει πληγεὶς τελειοῦται.
Διονύσιος εἷς
τελῶν θυηπόλων,
ξίφος μετελθών, εἷς ἐστι καὶ Μαρτύρων.
ξίφος μετελθών, εἷς ἐστι καὶ Μαρτύρων.
Διονύσιον εἰκάδι
ξίγει πλῆξαν ἐνάτῃ τομῷ.
Οὗτος
ἦν ἀκμάζων τῷ 2ῳ αἰῶνι, ἐπὶ Μάρκου Αὐρηλίου, πάσῃ σοφίᾳ διαπρέπων, καὶ λόγων
εὐρύτητι, καὶ βίου λαμπρότητι, καὶ παντοδαποῖς ἄλλοις προτερήμασι
περικοσμούμενος, ἐν ζήλῳ ἀποστολικῷ, τῆς εὐσεβείας τὸ μυστήριον κηρύττων, καὶ
τοῦ Εὐαγγελίου τῆς χάριτος τὸν λόγον καλλιεργῶν. Καλῶς δὲ καὶ θεοφιλῶς
ποιμαίνων καὶ διεξάγων, ὡς Ἱεράρχης περιφανής, καὶ ποιμὴν ἀληθινὸς τὴν ἐν
Κορίνθῳ ἁγίαν Ἐκκλησίαν, ἣν θείᾳ ἐνεπιστεύθη ψήφῳ, μαρτυρικῶς τετέλεκε τὴν
ζωήν, ξίφει πληγεὶς καὶ θεοῤῥήμων ἀνήρ, πλείστους καὶ δι’ ἐπιστολῶν ἐπεστήριζε,
πεπληρωμένων θείας διδασκαλίας καὶ μαθήσεως ἱερᾶς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος
Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ.
Ὁ Παράμονος
νύπεταί σοι Χριστέ μου.
γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ.
Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα
σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι.
γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ.
Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα
σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι.
Οὗτοι
ὑπῆρχον ἐπὶ Δεκίου τοῦ βασιλέως, καὶ Ἀκυλίνου ἄρχοντος. Πρόφασις δὲ αὐτοῖς τῆς
εἰς Χριστὸν πίστεως καὶ τῆς τελειώσεως αὕτη. Ἐν τόπῳ τῆς Βαλσατίας καλουμένῳ
Ἱερῷ, πολλή τις καὶ πλουσία τυγχάνει θερμῶς ὑδάτων ἀνάδοσις, παραδόξως τὰς
νόσους ἰωμένη. Ἐνταῦθα διὰ σώματος θεραπείαν παραγενόμενος ὁ τὴν τῆς Ἑώας ἀρχὴν
διέπων Ἀκυλῖνος, ἕπεσθαι αὐτῷ ἀπὸ Νικομηδείας τοὺς συνειλεγμένους ἀθλητὰς
δεσμίους παρεκελεύσατο. Γενόμενος δὲ εἰς τὸ τῆς Ἴσιδος τέμενος, καὶ τὰς μυσαρὰς
θυσίας ἐκτελέσας, τοὺς Ἁγίους θύειν τοῖς εἰδώλοις καὶ προσκυνεῖν προσέταττεν.
Οὓς ἀπαναινομένους τοῦτο ποιῆσαι, ξίφεσιν ἀναιρεθῆναι πάντας προσέταξε. Καὶ
οὕτως οἱ γενναῖοι, θαυμαστοὶ τοῦ Παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ γεγόνασι
Μάρτυρες, τῇ αὐτοῦ θείᾳ δυνάμει κραταιωθέντες, τὸν ἀριθμὸν ὄντες 370.
Τούτους
θεασάμενος ὁ Ἅγιος Παράμονος, φωνῇ μεγάλῃ ἐβόησεν, εἰπών· Μεγίστη ἀσέβειαν ὁρῶ, ὅτι ὁ μιαρὸς οὗτος τοσούτους
δικαίους, καὶ ταῦτα ξένους, ἀλόγῳ κατασφάττει τρόπῳ. Ὁ δὲ ἀκούσας, καὶ ὑπὸ
μανίας ἀναφλεχθείς, εὐθέως τοῦτον ἀναιρεῖσθαι προστάττει· ὅπερ οὐκ εἰδότα τὸν
μακάριον, ἐν ᾧ τόπῳ βαδίζων διετέλει, κατασχόντες αὐτὸν οἱ ἀπεσταλμένοι, οὐκ
ἠνέσχοντο ἑνὶ παραχωρῆσαι δρᾶν τὸν φόνον, ἀλλὰ πάντες, ἐπ’ ὄψεσι τοῦ δικάζοντος,
ταῖς ἰδίαις χερσί, καὶ τοῖς οἰκείοις ὅπλοις ἐκχέειν αἷμα ἀθῶον ἠπείγοντο· οἱ
μὲν λόγχαις βάλλοντες, οἱ καλάμοις ὀξέσι, διά τε τῆς γλώττης καὶ τῶν λοιπῶν
μελῶν τοῦ Ἁγίου διελαύνοντες, ἐπ’ ὄψεσι τοῦ τυράννου ἐτελείωσαν αὐτὸν ἐν τῷ
εἰρημένῳ τόπῳ, καὶ πρὸς τὰς οὐρανίους σκηνὰς διεβίβασαν. Καὶ ἐν αὐτῷ τῷ χώρῳ
τῶν 370 Μαρτύρων καὶ ταῖς τούτων θήκαις συνταχθείς, κατετέθη.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἁγίου Mάρτυρος
Φιλουμένου
Φιλουμένου
πείρουσιν ἥλοις τοὺς πόδας,
Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου.
Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου.
Οὗτος ἦν ἐπὶ Αὐρηλιανοῦ βασιλέως ἐκ
Λυκαονίας ὁρμώμενος, καὶ τὸν σῖτον κομίζων ἐν τῇ τῶν Γαλατῶν χώρα. Φίληκι οὖν
τῷ ἡγεμόνι Ἀγκύρας διαβληθείς, καὶ Χριστιανὸν ἑαυτὸν ὁμολογήσας, ἠλοῦται πρῶτον
τοὺς πόδας σιδήροις, καὶ αἰκίζεται. Εἶτα ἀναρτηθείς, σπαθίζεται καὶ εἰς
κλίβανον ἐκκαέντα ἐμβάλλεται. Ἐκ τούτων δὲ τῇ τοῦ Χριστοῦ δυνάμει ἀβλαβὴς
διαφυλαχθείς, ἡλοῦται αὖθις τὴν κεφαλήν, καὶ τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ
ἐπὶ τριάκοντα σταδίους ἐλαύνεται, ἕως λιποψυχήσας, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φαῖδρος, ῥητίνης ζεούσης
καταχεθείσης αὐτῷ, τελειοῦται.
Πολλοὺς πρὸς ἄλλα,
πρὸς δὲ ῥητίνης ζέσιν,
στεῤῥῶς ἀθλοῦντα, Φαῖδρον ἔγνωμεν μόνον.
στεῤῥῶς ἀθλοῦντα, Φαῖδρον ἔγνωμεν μόνον.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου Μάρκου
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης.
Λαὸν τὸν αὐτοῦ
φροντὶς ἧν Nικολάῳ,
νικῶντι πείθειν καὶ ποδηγεῖν εἰς δέον.
νικῶντι πείθειν καὶ ποδηγεῖν εἰς δέον.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰωάννου, τοῦ ἐν
Περσίδι
Kαὶ τῷ Ἰωάννῃ δὲ
τῷ Xριστοῦ θύτῃ,
μισθοὶ πρὸς αὐτοῦ προσμετροῦνται πλουσίως.
μισθοὶ πρὸς αὐτοῦ προσμετροῦνται πλουσίως.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἓξ Μάρτυρες,
οἷς διωκόμενοι πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς.
Ἤνοιξε πέτραν εἰς
ταφὴν ἓξ ἀνδράσιν,
ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν
ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἁγίου Οὐρβανοῦ, ἐπισκόπου Μακεδονίας
Ὁ χερσὶν οὗτος
ἐκπνέων τῶν Ἀγγέλων,
Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους.
Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου Παγκοσμίου
Σύμπας ὁ κόσμος
οὐδὲν ἦν Παγκοσμίῳ·
Ἐδὲμ γὰρ ἤρα καὶ μόνης, ἣν λαμβάνει.
Ἐδὲμ γὰρ ἤρα καὶ μόνης, ἣν λαμβάνει.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου Πιτυροῦν
Τῇ σῇ θελήσει πρὸς
σὲ χωρεῖ Χριστέ μου,
ὁ σῶν Πιτυροῦν ἐργάτης θελημάτων.
ὁ σῶν Πιτυροῦν ἐργάτης θελημάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὐαλλερῖνος
ξίφει τελειοῦται.
Διὰ στέφος
πάντιμον οἴσω καὶ ξίφος.
ὁ Μάρτυς ἐκραύγαζεν Οὐαλλερῖνος
ὁ Μάρτυς ἐκραύγαζεν Οὐαλλερῖνος
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἁγίου Μπρένταν
(Brendan) τοῦ Ἰρλανδοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου
Ἱερομάρτυρος Φιλουμένου τοῦ Κυπρίου, τοῦ παρὰ τὸ Φρέαρ τοῦ Ἰακὼβ ἀγρίως ἄρτι
ἀποκτανθέντος, ἐν ἔτει 1979.
Φιλούμενος
ἄρτι στυγνῶς ἀπεκτάνθη,
ὡς
Θεὸν φιλῶν παρ’ Ἰακὼβ τὸ Φρέαρ.
Οὗτος ὁ νέος ἱερομάρτυς τοῦ
Χριστοῦ Φιλούμενος κατὴγετο ἐκ τῆς νήσου Κύπρου, ἔκ τινος χωρίου τῆς Ἐπισκοπῆς Μόρφου,
Ὀρούντα καλουμένου. Ἐγεννήθη δὲ ἐκ γονέων εὐσεβῶν, Γεωργίου καὶ Μαγδαληνῆς τὴν
κλῆσιν, ἐν ἔτει 1913. Ἐπειδὴ παιδιόθεν ἠγάπα τὴν ἡσυχίαν καὶ τὴν μοναχικὴν
ζωήν, ἀνεχώρησεν εἰς τὸ 14ον ἔτος τῆς ἡλικίας του μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ
Ἀλεξάνδρου καὶ ὑπῆγεν εἰς τὸ Σταυροβούνιον. Παρέμεινεν δὲ εἰς τὸ ἐκεῖ
Μοναστήριον, ὑποταχθεὶς εἰς τὸν γέροντα Βαρνάβαν χρόνους πέντε. Ἀνεχώρησεν
ἔπειτα ἐκ τῆς Μονῆς καὶ ὑπῆγεν, ὁμοῦ μετὰ τοῦ ἀδελφοῦ του, εἰς τὰ Ἱεροσόλυμα.
Ἐκεῖ διατρίβων, ἔλαβε τὸ Σχῆμα τῶν Μοναχῶν καὶ ἐχειροτονήθη ἱερεύς. Μετ’ οὐ
πολλὰ ἔτη, ἔλαβε καὶ τὸ ὀφφίκιον τοῦ Ἀρχιμανδρίτου. Οὗτος ὁ μακάριος παρέμεινεν
εἰς τὴν Ἁγίαν Γῆν ἔτη τεσσαράκοντα πέντε, φυλάξας ἐν ἀκριβείᾳ τοὺς κανόνας καὶ
συμβουλὰς τὰς ὁποίας ἔλαβεν ἐκ τῶν πρώτων πνευματικῶν του πατέρων εἰς τὸ
Σταυροβούνιον. Ὑπηρέτει εἰς διάφορα προσκυνήματα καὶ ἐδιορίσθη -τὸ
τελευταῖον-εἰς τὸ Φρέαρ τοῦ Ἰακώβ. Ἐκεῖ ἔλαβεν ὁ ἀοίδιμος -ἐν ἔτει 1979- καὶ
τοῦ μαρτυρίου τὸν στέφανον, κτανθεὶς διὰ πελέκεως παρά τινων Ἑβραίων Σιωνιστῶν.
Μετὰ τὸ τοῦ Ἁγίου μαρτύριον, τὸ σῶμα του παρέμεινε διά τινας ἡμέρας εὔκαμπτον.
Εἰς δὲ τὴν ἀνακομιδήν του - μετὰ τέσσερα ἔτη - εὑρέθη ὅλος ἄφθαρτος καὶ
εὐωδιάζων, εἰς ἔνδειξιν τῆς ἄνωθεν παρρησίας τὴν ὁποίαν εὑρῆκεν. Μετὰ τοῦτο τὸ
θαυμαστόν, τὸ σκῆνος τοῦ μάρτυρος ἐτοποθετήθη εἰς τὴν Ἁγία Σιὼν -ἐν τῷ ἐκεῖθεν
εὑρισκομένῳ ναῷ-καὶ ἐπιτελεῖ πλεῖστα θαύματα εἰς τοὺς ἐν πίστει αὐτὸν
ἐπικαλουμένους.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου Νεκταρίου τοῦ ἐπισκόπου τοῦ ἐν
τῷ Σπηλαίῳ
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Ἀβίβου τοῦ Γεωργιανοῦ.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Δροσοβόλον μέν.
Νοῦν
τὸν σὸν ἀποκαθάρας πάσης σχέσεως, ὑλώδους ἱερώτατε, τοῦ ἀΰλου φωτὸς δοχεῖον,
ὤφθης ἀληθῶς, καὶ πάντας ἐδίδασκες βοᾶν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Ὡς
ποιμένα σε ἡ Κόρινθος πανάριστον, καὶ ὑποφήτην ἔνθεον, καὶ ἐν αἵματι τῷ ἰδίῳ,
Μάρτυρα Χριστοῦ, τιμᾷ Διονύσιε σοφέ, πανηγυρίζουσα τὴν σήν, πανευκλεῆ ἑορτήν.
Φωτισμῷ
τοῦ Παρακλήτου ἐλλαμπόμενος, ὡς Ἀποστόλων σύμψυχος, Διονύσιε θεηγόρε, μύστα τοῦ
Χριστοῦ, ἁγίαις σοφὲ ἐπιστολαῖς, ἐπιστηρίζεις τῶν πιστῶν, τὰς διανοίας στεῤῥῶς.
Θεηγόρον
γλῶσσαν ἔχων Διονύσιε, διδάγματα οὐράνια, θείῳ Πνεύματι ἀναβλύζεις, ὥσπερ ὕδωρ
ζῶν, καὶ ῥεῖθρα θεόβρυτα σοφέ, καὶ καταρδεύεις δαψιλῶς, τὴν Ἐκκλησίαν Χριστοῦ.
Θεοτοκίον.
Ἡ τὸν
πάντων Ποιητὴν καὶ Παντοκράτορα, ὑπερφυῶς κυήσασα, Θεοτόκε τῆς τοῦ βελίαρ,
ῥῦσαί με φθορᾶς, καὶ φόβῳ με ἕδρασον Θεοῦ, ἵνα βαδίσω ἀκλινῶς, τῶν ἐντολῶν τὴν
ὁδόν.
ᾨδὴ η’. Ἐκ
φλογὸς τοῖς Ὁσίοις.
Γεωργήσας
τῷ λόγῳ σοφὲ τῆς χάριτος, τῶν ψυχῶν τὰς ἀρούρας ταύτας ἐποίησας, φέρειν ἀληθῶς,
Διονύσιε πάνσοφε, στάχυν σωτηρίας, Χριστῷ τῷ Ζωοδότῃ.
Ἐξεχύθη
ἡ χάρις τοῦ θείου Πνεύματος, τοῖς σοῖς χείλεσι Πάτερ ἐξ ἀκενώτου πηγῆς· ὅθεν
διδαχάς, σωτηρίας παρέθηκας, ὡς Χριστοῦ θεράπων, πληρώματι τῷ θείῳ.
Ῥείθροις
θείων αἱμάτων σου, Πάτερ ἔσβεσας, τῆς κακίας τοὺς ἄνθρακας Διονύσιε, καὶ τῶν
εὐσεβῶν, τὰς καρδίας ἐδρόσισας, μέλπειν καὶ δοξάζειν, Τριάδα τὴν Ἁγίαν.
Θεοτοκίον.
Ἀειπάρθενε
Κόρη Θεογεννήτρια, τὴν ῥυπῶσαν ψυχήν μου ἀμέτροις πάθεσι, κάθαρον ῥοαῖς, τοῦ
ἐλέους Σου Δέσποινα, καὶ τῆς τοῦ βελίαρ, ἀπάλλαξόν με πλάνης.
ᾨδὴ θ’. Θεὸν
ἀνθρώποις.
Σοφίᾳ
θείᾳ κατακοσμούμενος, καὶ ἀρετῶν τῷ κύκλῳ στεφανούμενος Ὅσιε, Ἱεράρχης θεῖος
ἐχρημάτισας, καὶ μαρτυρίου πέπωκας τὸ ποτήριον, ὑπὲρ Χριστοῦ ἀθλήσας, θεοῤῥῆμον
Διονύσιε.
Ἱερουργήσας
οἷάπερ ἄγγελος, ἐπὶ τῆς γῆς τῷ Λόγῳ Διονύσιε πάνσοφε, τούτῳ ὡς θυμίαμα
εὐπρόσδεκτον, καὶ προσφορὰν τελείαν σαὐτὸν προσήγαγες, τελειωθεὶς δι’ αἵματος,
μαρτυρικῶς μακάριε.
Μαρτύρων
δήμοις συναυλιζόμενος, καὶ ἱερέων τάξεσι σοφὲ ἀριθμούμενος, σὺν αὐτοῖς ἱκέτευε
δεόμεθα, Ἱερομάρτυς θεῖε ὑπὲρ τῶν πίστει σου, τὴν μνήμην ἐκτελούντων, θεηγόρε
Διονύσιε.
Ὁ τῆς
Κορίνθου ποιμὴν θεόσοφος, Ἱερομάρτυς θεῖε Διονύσιε ἔνδοξε, ἔχων παῤῥησίαν πρὸς
τὸν Κύριον, ὑπὲρ τῆς σῆς μερίδος ἀεὶ ἱκέτευε, κἀμοὶ δὲ θεηγόρε, τῶν πταισμάτων
αἴτει ἄφεσιν.
Θεοτοκίον.
Ὑψίστου
θρόνος φωτοειδέστατος, Θεογεννῆτορ Κόρη ἀληθῶς, ἐχρημάτισας· διὸ ῥῦσαί με
μανίας τοῦ ἀλάστορος, καὶ σκοτασμοῦ Παρθένε τῶν παραβάσεων, καὶ τῷ φωτί με ἤδη,
μετανοίας καταλάμπρυνον.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἱεραρχήσας
Ἅγιε, Χριστῷ τῷ Παντοκράτορι, ἐν εὐσεβείᾳ ἁπάσῃ, καὶ εὐθυτάτῃ καρδίᾳ,
μαρτυρικῶς ἐδόξασας, τὸ θεῖον αὐτοῦ ὄνομα, παμμάκαρ Διονύσιε· διὸ ἀξίων
ἐπάθλων, ἐν οὐρανοῖς ἠξιώθης.
Θεοτοκίον.
Τὸν
πάντα βασιλεύοντα, καὶ Ποιητὴν τῆς κτίσεως, Χριστὸν ἀφράστως τεκοῦσα,
Παρθενομῆτορ Μαρία, Αὐτὸν ἀεὶ ἱκέτευε, ῥύεσθαι πάσης θλίψεως, τοὺς εὐλαβῶς
προστρέχοντας, τῇ κραταιᾷ Σου πρεσβείᾳ, καὶ τὴν Σὴν δόξαν ὑμνοῦντας.
Αἶνοι. Ἦχος πλ.
δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, σοφὲ Διονύσιε, ἱερωσύνης
στολήν, ἱερῶς ἐνδυσάμενος, Ἱεράρχης ὅσιος, ἀληθῶς ἐχρημάτισας, καὶ εὐσεβείας τὸ
θεῖον κήρυγμα, οἰκείοις αἵμασιν ἐμεγάλυνας· ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν
σήμερον, χρεωστικῶς ἄγοντες δοξάζομεν, Χριστὸν τὸν Κύριον.
Πάτερ, σοφὲ Διονύσιε, σοφίᾳ θείᾳ τὸν νοῦν,
ἱερῶς λαμπρυνόμενος, ὑποφήτης ἔνθεος, μυστηρίων τῆς χάριτος, καὶ οἰκονόμος
ψυχῶν θεόσοφος, καὶ στόμα θεῖον ὤφθης μακάριε· ὅθεν διδάγματα, ἱερὰ ἀνέβλυσας
τῶν εὐσεβῶν, πρὸς ἀγάπην ἔνθεον, τὸν νοῦν ἀνάγοντα.
Πάτερ, σοφὲ Διονύσιε, ζήλῳ τῷ
θείῳ τρωθείς, Ἀποστόλων ἐβάδισας, τοῖς ἁγίοις ἴχνεσι, σεαυτὸν ἀρνησάμενος, καὶ
τοῦ Σωτῆρος τὸ μέγα ὄνομα, πόνοις ἀθλήσεως ἐμεγάλυνας· ὅθεν συνόμιλος, τῶν
Ἀγγέλων γέγονας, ἐν οὐρανοῖς, ὑπὲρ τῶν τιμώντων, ἀεὶ δεόμενος.
Πάτερ, σοφὲ Διονύσιε, ἀρχιερεὺς
εὐκλεής, καὶ ποιμὴν θεοπρόβλητος, Κορινθίων γέγονας, ὡς τοῦ Πνεύματος ὄργανον·
ὅθεν καυχᾶται τῇ ποιμανσίᾳ σου, ἡ Ἐκκλησία Κορίνθου χαίρουσα, καὶ τὴν ἁγίαν
σου, μνήμην ἑορτάζουσα σὲ πρὸς Χριστόν, μεσίτην προβάλλεται, καὶ πρέσβυν
ἕτοιμον.
Δόξα. Ἦχος πλ.
α΄.
Ὡς Ἱεράρχης σοφός, καὶ τῶν
ἀῤῥήτων μύστης, ἱεραρχικῶς Χριστῷ εὐηρέστησας, Διονύσιε Πάτερ, ὑποταγεὶς τῷ
θείῳ θελήματι. Καὶ αἵματι ἀθλήσεως, τὸν θάνατον αὐτοῦ δοξάσας, τῆς αἰωνίου
δόξης κληρονόμος ὤφθης, καὶ ἀϊδίων ἀγαθῶν κοινωνός, Ἱερομάρτυς μακάριε. Διὸ
Κόρινθος ἡ σὴ κληρουχία, ἑορτάζουσα τὴν μνήμην σου, τὰ σὰ προτερήματα κηρύττει,
καὶ πιστῶς βοᾷ σοι· Μὴ διαλίπῃς Ἅγιε, πρεσβεύων Κυρίῳ, ῥύεσθαι ἡμᾶς πάσης
θλίψεως.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως,
Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν
ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν
χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως
πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Χαίροις
ὁ Κορίνθου
θεῖος ποιμήν καὶ τῆς εὐσεβείας, θεοῤῥήμων ὑφηγητὴς· Χαίροις ὁ ἐκχέας, ὑπὲρ
Χριστοῦ τὸ αἷμα, ἀθλητικοῖς ἀγῶσιν, ὢ Διονύσιε
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου