Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 28. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΕΙΡΗΝΑΡΧΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ ΚΗ΄!!

ΕΙΡΗΝΑΡΧΟΣ ΜΑΡΤΥΣ & ΤΩΝ ΣΥΝ ΑΥΤῼ

ΕΠΤΑ ΓΥΝΑΙΚΩΝ

& ΑΚΑΚΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

 (Συμπληρωθεῖσα ὑπὸ Ἀρχιμανδρίτου Εἰρηνάρχου Θεοδώρου)


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἥλιος ἀνέτειλας ἐκ Σεβαστείας, τρισόλβιε, πᾶσαν κτίσιν ἐφώτισας, Εἰρήναρχε ἔνδοξε, ἀθλητῶν ἀκρότης. Ῥιφεὶς ἐν καμίνῳ ἐδοκιμάσθης ὡς χρυσός, καὶ μαρτυρίου τὸ στέφος ἔλαβες· διό σου τὴν πανίερον καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, ἀθλητὰ γενναιότατε.

Αἵματι λουόμενος τῆς καρτερᾶς σου ἀθλήσεως, τῷ Κυρίῳ παρέστησας, Εἰρήναρχε ἔνδοξε, ἑαυτὸν προσφέρων καθαρὰν θυσίαν, ἱερωτάτην προσφορὰν καὶ ἱερεῖον, τέλειον, ἄμωμον· διὸ ταῖς ἱκεσίαις σου, τῆς ἐκκλησίας τὸ πλήρωμα , ἐν εἰρήνῃ συντήρησον, ἀθλητὰ παμμακάριστε.

Ὕδατι ῥιπτόμενος, μεγαλομάρτυς Εἰρήναρχε, καὶ πυρὶ δαπανώμενος, τὸ πάντιμον σῶμά σου σῶον ἐτηρήθη. Εἰς τέλος ἐτμήθης τὴν ἱεράν σου κεφαλὴν σὺν Ἀκακίω τῷ σὲ βαπτίσαντι, ὁμοῦ σὺν Γυναιξὶ ἑπτά, καὶ βασιλείαν ἀπέλαβες τὴν οὐράνιον, ἔνδοξε, ἀθλοφόρε πανεύφημε.

Ἐξελαμψε σήμερον ἡ θεία μνήμη σοῦ ὄλβιε, καὶ πιστῶν κατεφώτισε συστήματα ἄριστα, τῶν βροτῶν τὰς τάξεις. Εὐφραίνεις παμμάκαρ, καὶ καθηδύνεις ἀληθῶς πιστῶν καρδίας, πρὸς σὲ βοώντων σοι· Ἱκέτευσον, Εἰρήναρχε, τῷ σῷ Δεσπότῃ καὶ Κτίστῃ σου, ἵνα σώσῃ ἐκ θλίψεως καὶ φθορᾶς τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ πόλις τῆς Σεβάστειας ἀγάλλεται, τὴν τοῦ μάρτυρος μνήμην τιμῶσα. Σήμερον τῶν φιλεόρτων τὸ σύστημα εὐφραίνεται, ἀσπαζόμενον πόθῳ τὴν τοῦ μάρτυρος εἰκόνα. Σήμερον ἡ Ἐκκλησία καταστολίζεται, αἵμασιν Εἰρηνάρχου τοῦ πάνυ. Σήμερον ἡ Οἰκουμένη πᾶσα πανηγυρίζει καὶ οὐρανὸς τὴν γῆν ἐπαινεῖ· ὅτι εὔοσμον ἄνθος τῷ Θεῷ προσήνεγκε τὸν καλλίνικον μάρτυρα, Εἰρήναρχον τὸν θεῖον. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Προεόρτιον. Ἦχος πλ. β´.
Σιὼν πανηγύριζε Ἱερουσαλὴμ εὐφραίνου. Πόλις Χριστοῦ τοῦ Θεοῦ ὑπόδεξαι τὸν Κτίστην, ἐν Σπηλαίῳ καὶ Φάτνη χωρούμενον ἀνοίξατέ μοι πύλας, εἰσελθὼν ἐν αὐταῖς, ὄψομαι τὸν ὡς βρέφος σπαργανούμενον, καὶ τῇ δρακὶ συνέχοντα τὴν κτίσιν· ὅν ὑμνοῦσιν Ἄγγελοι, ἀκαταπαύστῳ φωνῇ Ζωοδότην Κύριον, τὸ σῴζοντα τὸ γένος ἡμῶν.

Ἀπόστιχα Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μάξιμον τὸν δεινόν, κατήσχυνας, τρισμάκαρ, τοῦ Πνεύματος δυνάμει, καὶ ἄρας τὸν σταυρόν σου, Χριστῷ κατηκολούθησας.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἀκάκιον κλεινόν, Εἰρήναρχον τὸν θεῖον, καὶ ὅμιλον Γυναίων, ἑπτάριθμον ὑμνείσθω, ἡ τῶν πιστῶν ὁμήγυρις.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἑξανθήσει.
Ὕδατι καὶ πυρί, μακάριε, εἰσέδυς, καὶ ἀβλαβὴς ἐφάνης, εἰς τέλος ἀπετμήθης, τὴν κάραν σου πανόλβιε.

Δόξα. Τριαδικόν.
Τριάδα τὴν σεπτήν, ὡμολόγησαν πάντες, οἱ ἅγιοι Κυρίου, τοῦ Πνεύματος τῷ σθένει, καὶ βασιλείας ἔτυχον.

Καὶ νῦν. Θεοτοκίον. Προεόρτιον.
Ἡ πόλις Βηθλεέμ, εὐτρέπισον τῷ Κτίστῃ, τὸ Σπήλαιον, τὴν φάτνην, τὰ σπάργανα ἐν σοὶ γάρ, τεχθῆναι παραγίνεται.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ . Ταχὺ προκατάλαβε. Γερασίμου.
Εἰρηνης τὸν πρύτανιν, ὁμολογήσας πιστῶς, τῆς πλάνης τὸν τάραχον, κατέλιπες νουνεχώς, θεόφρον Εἰρήναρχε· ὅθεν δι’ ὕδατός τε, καὶ πυρὸς ὡς διῆλθες, ἔβης τροπαιοφόρος, πρὸς οὐράνιον λῆξιν, εἰρήνην καὶ σωτηρίαν, πᾶσιν αἰτούμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διά σου Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.
Φοινιχθείσαν ἐν αἵματι, τῆς σαρκός σου ἐνδέδυσαι, πορφυρίδα ἔνδοξε, θεία χάριτι, καὶ κορυφῇ σῇ διάδημα, ἐπαναδησάμενος, ἀφθαρσίας καὶ ζωῆς, τοῦ Σταυροῦ σου τὸ τρόπαιον, Μάρτυς πάνσοφε, δεξιᾷ περιφέρων, ὥσπερ σκῆπρον, τῷ Χριστῷ συμβασιλεύεις, διὰ παντὸς εὐφραινόμενος.

Στρατιώτης ἀήττητος, ἐγνωρίσθης Εἰρήναρχε, τοῦ Σταυροῦ τὸ ὅπλον δὲ συμφραξάμενος, πρὸς συμπλοκὴν ἐξελήλυθας, ἐχθροῦ πολεμήτορος, καὶ κατέῤῥαξας αὐτόν, ἀριστεύσας λαμπρότατα, καὶ τὸν στέφανον, εἰληφὼς τὸν τῆς νίκης, ἐκ τοῦ μόνου, Ἀθλοθέτου καὶ Δεσπότου, καὶ εἰς ἀεὶ βασιλεύοντος.

Τοῖς τιμίοις σοῦ πάθεσι, πάθος τίμιον ἔνδοξε, ἀθλητὰ Εἰρὴναρχε ἐξεικόνισας, καὶ νικηφόρος γενόμενος, τὴν ἄνω μητρόπολιν, μετὰ πάντων κατοικεῖς, ἀθλοφόρε, γηθόμενος, καὶ θεουμένος, κατὰ μέθεξιν θείαν, διὰ τοῦτο, τὴν σεπτήν σου καὶ ἁγίαν, ἐπιτελοῦμεν πανήγυριν.

Ἕτερα γ΄. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Ἀγῶνας τοῦ σεπτοῦ ἀθλητοῦ, τοὺς πόνους τοῦ ὁπλίτου Χριστοῦ, εὐφημοῦντες κατὰ χρέος οἱ πιστοί, βοήσωμεν Κυρίῳ. Αὐτοῦ ταῖς ἱκεσίαις, πάσης ἀνάγκης ἐξελοῦ ἡμᾶς.

Εἰρήνῃ σοι πολλῇ ἐκ Θεοῦ, ἀθλήσαντι γεγένηται, καὶ τὸν σάλον διελθόντι τῶν δεινῶν Εἰρήναρχε παμμάκαρ, γενναῖε στρατιῶτα καὶ πρεσβευτὰ τῶν εὐφημούντων σε.

Συνήθλει σοι γυναίων χορός, καὶ παίδων θεῖος ὅμιλος, σὺν τῷ θείῳ Ἀκακίῳ καρτερῶς, τελοῦντι τὸν ἀγῶνα, καὶ πλάνην ἐκνευροῦντι, Μάρτυς Εἰρήναρχε μακάριε.

Δόξα. Ἦχος πλ. β΄.
Τὸν ἀρχιποίμενα Χριστὸν μιμησάμενος, καὶ τὴν νεότητά σου, μάρτυς, ἀρνησάμενος, τὴν κεφαλήν σου τῷ δημίῳ παρέδωκας, τὴν καὶ ψυχήν σου χειρὶ Θεοῦ ἐναπέθηκας. Διὸ πρέσβευε, θεῖε Εἰρήναρχε, τῷ Πατρὶ καὶ τῷ Υίῷ καὶ Πνεύματι τῷ Ἁγίῳ, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι καὶ τᾶις ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.



Καὶ νῦν. Θεοτοκίον. Προεόρτιον. Ἦχος πλ. β΄. Βύζαντος.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἤ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

























ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α΄.
Τὸ μαρτύριον τῶν Τεσσαράκοντα μαρτύρων, τῶν ἐν Σεβαστείᾳ μαρτυρησάντων, τὸ σὸν μαρτύριον, μάρτυς Εἰρήναρχε, προετοιμάζει. Τὴν Ζωαρχικὴν Τριάδα ὡμολόγησας, Αὐτῇ ἑαυτόν σου παρέστησας, θῦμα εὐωδέστατον, θυσία καθαρά, δῶρον πολύτιμον. Διὸ παῤῥησίαν ηὗρες πρὸς τὸν Φιλάνθρωπον Θεόν, αἴτησαι Αὐτῷ δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Ἡ μνήμη σου, μάρτυς, συνεκάλεσε ἡμᾶς τοὺς φιλεόρτους σήμερον, ἐν τῷ πανσέπτῳ ναῷ σου, ἵνα ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν, σὲ τὸ τοῦ Χριστοῦ θεῖον σφάγιον, ὅ ἐπορφύρωσε, ταῖς ῥανίσι τοῦ αἵματος, τὸ θεῖον τέμενος, καὶ κατεκόσμησε τὴν Ἐκκλησία τοῦ Χριστοῦ. Διὸ Εἰρήναρχε μάρτυς, ἔλαβες παρὰ Θεοῦ, τὸ στέφος τὸ ἄφθιτον.

Ἦχος δ΄.
Τὸ τοῦ Κυρίου σοῦ λόγιον· ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὐκ ἠρνήσω· διὸ καὶ μεγάλως διεκήρυξας Πατέρα Ἀνάρχον, Υἱὸν Συνάναρχον καὶ Πνεῦμα τὸ Πανάγιον, Τριάδα Ὁμοούσιον. Καὶ σὲ ὁμολογοῦντι Χριστὸν Υἱὸν εἶναι Θεοῦ, ἡ σπάθη τοῦ δημίου τὴν κάραν σου ἀφήρπασεν· διὸ καὶ εὗρες χάριν παρὰ Θεοῦ, τοῦ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν ἀσθένειαν, καὶ τοῖς σοι προστρέχουσι πόθῳ δίδου τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος γ΄.
Ὕδατι ῥιφθείς, ἀβλαβὴς διέμεινας· ἐν πυρὶ ἐβλήθης δεδεμένος, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον, σῶον σὲ διεφύλαξε, παναοίδημε Εἰρήναρχε, εἰς καταισχύνην τοῦ ἀλάστορος· μανεὶς δὲ ὁ ἔπαρχος Μάξιμος, ἐκέλευσεν, ἀποτμηθῆναι τὴν κάραν σου.

Καὶ νῦν. Θεοτοκίον. Προεόρτιον.
Νῦν προφητικῇ πρόῤῥησις, πληρωθῆναι ἐπείγεται, μυστικῶς ἡ φάσκουσα· Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ὑπάρχεις ἐλαχίστῃ ἐν τοῖς Ἡγεμόσι, προευτρεπίζουσα τὸ Σπήλαιον· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται, ἡγούμενος τῶν Ἐθνῶν διὰ σαρκός, ἐκ Παρθένου Κόρης Χριστὸς ὁ Θεός, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ, τὸν νέον Ἰσραήλ. Δῶμεν αὐτῷ ἅπαντες μεγαλωσύνην.




Εἰς τὸν Στίχον. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν.
Τὸν ἑπτάριθμον ὅμιλον, γυναικῶν ἀνυμνήσωμεν, εἰς Χριστὸν Εἰρήναρχον ὁδηγήσαντα, καὶ τοῦ Βελίαρ τὰ δόκανα, τρανῶς συντριψάμενον τῇ δυνάμει τοῦ Σταυροῦ, ἐγκωμίοις καὶ ἄνθεσι καταστέψωμεν, τὴν αὐτοῦ θείαν μνήμην καὶ στεφάνοις, τῇ εἰκόνι ἐπιθεῖναι, δεῦτε Χριστοῦ, φιλομάρτυρες.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τῇ κελεύσει τοῦ Πνεύματος, ὁ λευΐτης Ἀκάκιος, εὐπειθῶς ἐβάπτισε τὸν Εἰρήναρχον, καὶ ὁ διώκτης ἐγένετο, τοῦ Πνεύματος ἅγιον καὶ δοχεῖον ἱερόν, ὁδοδείκτης λαμπρότατος, τὴν οὐράνιον, τοῦ Θεοῦ βασιλείαν ὁ δεικνύων, καὶ τὴν ἄνω πολιτείαν, εἰς ἥν πολίτης ἐγένετο.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Ἐβαπτίσθης ἐν ὕδατι, ἐν πυρὶ καὶ ἐν αἵματι, ἀθλητὰ Εἰρήναρχε, γενναιότατε, τὸν Ἰησοῦν ὡμολόγησας, διδάξας τοῖς ἄφροσι τὸν αἰώνιον Θεόν, καὶ ψευδῆ ἐναπέδειξας τὰ σεβάσματα, τῶν Ἑλλήνων, τρισμάκαρ, καὶ τὴν πλάνην, τὴν ψευδόθεον ἐλέγξας, θείᾳ δυνάμει τοῦ Πνεύματος.

Δόξα. Ἦχος πλ. δ΄.
Δορυάλωτος Χριστοῦ, γέγονας Εἰρήναρχε, καὶ ἔδεσμα ἡδὺ καὶ σφάγιον ἱερόν, τὸν ἑαυτόν σου προσενήνοχας τῷ Δεσπότῃ Χριστῷ. Σύναθλος γενόμενος τῷ Ἀκακίω τῷ Πρεσβυτέρῳ τῷ σὲ βαπτίσαντι, καὶ ἑπταρίθμῳ ὁμίλῳ Γυναικῶν, σὺν τῷ θείων Παίδων χορῷ, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ κατεπορφύρωσας, τοῖς τιμίοις σοῦ αἵμασι. Καὶ ἐν οὐρανῷ μετὰ Ἀγγέλων χοροβατεῖς, καὶ ἁγίων συναγάλλεσαι· καὶ τῇ Τριάδι συνομιλεῖς. Διὸ πρέσβευε, πνευματοφόρε ἀθλητά, τῷ Πανοικτίρμονι Θεῷ, δωρηθῆναι τῷ κόσμῳ εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Προεόρτιον. Ἦχος πλ. δ΄.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν, φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννήσαι ἤκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτῳ τὸν Παντουργέτην.






Νῦν ἀπολύεις. Τρισάγιον. Ὅτι Σοῦ ἐστιν...

Ἀπολυτίκιον. Ἦχος δ . Ταχὺ προκατάλαβε. Γερασίμου.
Εἰρηνης τὸν πρύτανιν, ὁμολογήσας πιστῶς, τῆς πλάνης τὸν τάραχον, κατέλιπες νουνεχώς, θεόφρον Εἰρήναρχε· ὅθεν δι’ ὕδατός τε, καὶ πυρὸς ὡς διῆλθες, ἔβης τροπαιοφόρος, πρὸς οὐράνιον λῆξιν, εἰρήνην καὶ σωτηρίαν, πᾶσιν αἰτούμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον (Παρακλητικῆ).
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διά σου Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.































ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν τὰ Καθίσματα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δημίου κατέλιπες τὴν σπάθην, μάρτυς Θεοῦ· Χριστῷ ἠκολούθησας θείᾳ κελεύσει σοφέ, Εἰρήναρχε ἔνδοξε. Ἔλαβες ὡς ῥομφαῖαν, τὸν Σταυρὸν τοῦ Κυρίου· ἔκαυσας τῶν εἰδώλων τὴν ψευδόθεον πλάνην, διὸ κατηξιώθης θείων ἐλλάμψεων.
Δόξα. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρετὼν ταῖς ἰδέαις καταστραπτόμενος, μαρτυρίῳ τῷ φέγγει ὡραϊζόμενος, ὑπὲρ ἥλιον σοφέ, ἐκλάμπεις ἀδαμάντινε, καὶ φωτίζεις ἀληθῶς, τοὺς ἐκτελοῦντάς σου πιστῶς, τὴν μνήμην τὴν φωτοφόρον, Εἰρήναρχε ἀθλοφόρε, καὶ προσκυνοῦντας τὰ λείψανα.
Καὶ νῦν. Ὅμοιον. Προεόρτιον.
Βηθλεὲμ ἐτοιμάζου τὰ πρὸς ὑπάντησιν, τῆς Παρθένου Μαρίας καὶ Θεομήτορος, ἰδοὺ γὰρ ἔρχεται πρὸς σέ, ἔμβρυον φέρουσα, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ἀεί, Χριστὸν Ὃν ἓν τῷ Σπηλαίῳ γεννήσει, καὶ μετὰ τόκον, Παρθένον πάλιν ὀφθήσεται.

Μετὰ τὴν β΄ Στιχολογίαν. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ στρατιῶται τοῦ Χριστοῦ οἱ γενναῖοι, ἀγωνισάμενοι καλῶς τὸν Βελίαρ, ὁλοτελὼς ἐβύθισαν αἱμάτων ταῖς ῥοαῖς· λίθοις δὲ συνθλώμενοι, καὶ τεμνόμενοι ξίφει, καὶ πυρὶ καιόμενοι, καὶ εἰς ὕδωρ βληθέντες, στεφανηφόροι ὤφθησαν σαφῶς ὅθεν τιμῶνται καὶ πίστει δοξάζονται.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ. Μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι, Υἱὸν τὸν πρὸ αἰώνων Θεόν, σῴζοντα κόσμον φθορᾶς.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοῦ δημίου τὸ ξίφος καταλιπών, τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβών, Εἰρήναρχε ἔνδοξε, τῶν μαρτύρων ἀπάνθισμα, τῶν ἀθλητῶν ὁμόσκηνε, οἰκῆτορ τοῦ Πνεύματος, Παραδείσου πολῖτα, Ἀγγέλων συνόμιλε. Πάντες σοι βοῶμεν οἱ πιστοὶ κατὰ χρέος· βοήθησον Ἅγιε, τοὺς εἰς σὲ καταφεύγοντας, ταῖς λιταῖς μεσιτείαις σου, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἐτήσιαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης Θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν· ὃν δοξάζει τὰ σύμπαντα.
Εἶτα οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον (Λουκ. ΚΑ΄, 12-19): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος β΄.
Ἀθλοφόρε Κυρίου, μεγαλομάρτυς Εἰρήναρχε, γνήσιε μαθητὰ τοῦ ἀρχιποίμενος Χριστοῦ· ἐπιάνθη ἡ γῆ τῷ αἵματί σου τῷ τιμίῳ, καὶ καρποφορήσασα ἐποίησε καρποὺς ἑκατονταπλασίονας. Σὺ ἀθλητά, ἐδείχθης τὸ προοίμιον τῶν Τεσσαράκοντα Μαρτύρων· σὺν σοὶ δὲ συναγάλλονται καὶ συμπροσεύχονται, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ α' Ἦχος πλ. β' Ὡς ἐν ἠπείρῳ πεζεύσας
Ἐκ τῶν σκανδάλων τοῦ βίου καὶ τῶν παθῶν, τῶν παρενοχλούντων με, εἰρηνεύσας μου τὸν νοῦν, Ἀθλητὰ Εἰρήναρχε τὴν σήν, εὐφημῆσαι γαληνῶς μνήμην ἀξίωσον.
Ἱερονίκους στεφάνους ὡς Ἀθλητής, εἰληφὼς Εἰρήναρχε, μετετέθης ἐκ τῆς γῆς, πρὸς εἰρήνην ἄμαχον καὶ φῶς, καὶ ζωὴν ἀληθινὴν μακαριώτατε.
Ῥείθροις αἱμάτων τὴν φλόγα τῶν διωκτῶν, κατασβέσας ἤρδευσας, διανοίας τῶν πιστῶν, ἀναθάλλειν ἔρωτα ζωῆς, αἰωνίου εὐσεβῶς Μάρτυς Εἰρήναρχε.
Θεοτοκίον.
Ἡ τὸν ἀχώρητον Λόγον τῇ σῇ γαστρί, χωρηθέντα τέξασα, θεοχώρητε σκηνή, τῆς στενοχωρούσης με δεινῶς, τρικυμίας τῶν κακῶν Ἁγνὴ ἀπάλλαξον.











ᾨδὴ γ'. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Νευροῦσαι σθένει θεϊκῷ, καὶ χωρεῖς πρὸς ἀγῶνας, θαρσαλέως παμμάκαρ, ὑπομένων αἰκισμούς, καὶ στρέβλας τῶν δυσμενῶν, ἀθλοφόρε, Μάρτυς γενναιότατε.
Ἰσχὺν σοι δίδωσι Χριστός, Ἀθλοθέτης ὁ μέγας, διολέσαι τὴν πλάνην, καὶ αἰσχῦναι τὸν ἐχθρόν, καυχώμενον ἀναιδῶς, καὶ εἰκαίως, Μάρτυς φρυαττόμενον.
Καθεῖλε πόνοις ἀνδρικοῖς, τὸν ἀρχέκακον ὄφιν, ὁ χορὸς τῶν Ἁγίων, ἐναθλήσας κραταιῶς, καὶ μάστιγας καὶ δεσμά, ὑπομείνας, σθένει θείου Πνεύματος.
Θεοτοκίον
Ἣν εἶδε πάλαι Ἰακώβ, ἀπὸ γῆς τεταμένην, πρὸς οὐράνιον ὕψος, θείαν κλίμακα σαφῶς, Μαρίαν τὸ καθαρόν, τοῦ Δεσπότου, μέλψωμεν παλάτιον.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Γῆ καὶ ὑγρὰ τοὺς καρτερούς σου ἀγῶνας, κατεμερίσθη Ἀθλητὰ γενναιόφρον, δι' ὧν τῆς πλάνης ἔλυσας τὸ φρύαγμα, καὶ τὴν ὑπερκόσμιον, μετὰ πάντων Μαρτύρων, δόξαν αἰωνίζουσαν, ἐκληρώσω παμμάκαρ. Ἀλλ' ὑπὲρ πάντων πρέσβευε Χριστῷ, τῶν σὲ τιμώντων, τρισμάκαρ Εἰρήναρχε.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰρήνης συνώνυμος, μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ἀξίως ἀπείληφας παρὰ Δεσπότου Χριστοῦ, τὸ στέφος τὸ ἄφθαρτον. Σὺ γὰρ καὶ ἠγωνίσω ὑπὲρ τῆς ἀληθείας, ἤλεγξας τῶν εἰδώλων τὴν αὐθάδειαν μάκαρ, διὸ αἰτοῦμεν ἐν πίστει, ῥῦσαι τοὺς δούλους σου.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Προεόρτιον.
Ἐνθέως εὐφραίνεται, ἡ κτίσις σήμερον Χριστὸς γὰρ ὁ Κύριος, ὁ τοῦ Θεοῦ μου Υἱός, ἐκ Κόρης γεννᾶται Ἁγνῆς ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων καὶ τὴν κατάραν, τῆς προμήτορος Εὔας· διὸ ὡς Εὐεργέτῃ ἡμῶν, ᾆσμα προσάξωμεν.












ᾨδὴ δ'. Χριστός μου δύναμις
Νομίμως ἔδραμες, νομίμως ἤθλησας, καὶ νομίμως ἐστέφθης τῷ τοῦ Θεοῦ, νόμῳ κρατυνόμενος, καὶ ἀπαράτρωτον σαυτόν, συντηρῶν Μακαριώτατε.
Μὴ στέργων ἔνδοξε, τῇ πλάνῃ νήχεσθαι, τῇ θεογνωσίᾳ ὡς νουνεχής, χαίρων προσκεχώρηκας, φῶς νοερὸν ἀναλαβών, καὶ φωστὴρ ἀποδεικνύμενος.
Οὐδόλως ἔκρυψε, βυθὸς δεξάμενος, σὲ πανόλβιε Μάρτυς ἐπεγνωκώς, θείων παθημάτων σε, παναληθέστατον Χριστοῦ, ὄντα Μάρτυρα Εἰρήναρχε.
Ἱερουργούμεναι, καὶ προθυόμεναι, καὶ ξεόμεναι ἅμα καὶ τῷ πυρί, πάντοθεν φλεγόμεναι, οὐκ ἐξηρνήσασθε Χριστόν, Ἀθλοφόροι ἀξιΰμνητοι.
Θεοτοκίον
Παρθένος ἔμεινας, μετὰ τὴν κύησιν, ὥσπερ ἦς πρὸ τοῦ τόκου, ὅτι Θεόν, Λόγον ἀπεκύησας, τὸν λυτρωσάμενον ἡμᾶς, μεσιτείᾳ σου Πανάμωμε.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου ἀγαθέ.
Ῥομφαίᾳ τέτρωται ὁ ἐχθρός, τῆς ὑπομονῆς τῆς καρτερᾶς, τοῦ γενναιόφρονος Μάρτυρος, καὶ ταῖς τούτου πτέρναις καθυποτέτακται, καὶ γέλως καθορᾶται καὶ καταισχύνεται.
Ὁ ποῦς σου ἔστη προφητικῶς, Μάρτυς ἐν εὐθύτητι σοφέ, ἀπεριτρέπτῳ φρονήματι, καθυποσκελίζων τὸν πολυμήχανον, ταῖς τρίβοις μαρτυρίου καλλωπιζόμενος.
Σὺ τὴν κακίαν τῶν διωκτῶν, ἄκακος ἀκέραιος ὀφθείς, Μάρτυς ἀπώσω Εἰρήναρχε, καὶ τῇ τελειώσει σου τῇ δι’ αἵματος, στεφάνοις ἀφθαρσίας κατεστεφάνωσαι.
Θεοτοκίον
Νοήσας πόῤῥωθεν μυστικῶς, ὁ τῶν Προφητῶν θεολαμπής, χορὸς Παρθένε Θεόνυμφε, θείου τοκετοῦ σου βάθος ἀπόῤῥητον, συμβόλοις ἱεροῖς σε προδιεχάραξε.











ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν.
Ἐπέβης τοῖς ὕδασι, κυβερνώμενος χερσί, ζωαρχικῇ Εἰρήναρχε, καὶ διεσώθης τούτοις τῶν διωκτῶν, βυθίσας σεβάσματα, προσευχῇ ἐπιμόνῳ ἱερώτατε.
Μικρῶν ἀντωνούμεναι, τὰ μεγάλα ἑαυτάς, τοῖς αἰκισμοῖς ἐξέδωκαν, αἱ ἱεραὶ Γυναῖκες τὸν πτερνιστήν, τῆς Εὔας ἐν πνεύματι, θανατώσασαι ὄφιν τὸν ἀρχέκακον.
Οἱ παῖδες οἱ ἅγιοι, ἱερεῖα καθαρά, καὶ προσφοραὶ ὁλόκληροι, τῷ τυθέντι ὡς θῦμα ἀληθινῷ, ἀμνῷ προσηνέχθησαν, εἰς ὀσμὴν εὐωδίας ἀγαλλόμενοι.
Θεοτοκίον
Ἰδοὺ νῦν σεσάρκωται, ἐξ αἱμάτων σου ἀγνῶν, Παρθενομῆτορ Κύριος, καὶ τοῖς βροτοῖς ἑνοῦται δίχα τροπῆς, δι' ἄφατον ἔλεος, τὴν ἡμῶν σωτηρίαν ἐργαζόμενος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐξ οὐρανοῦ τὴν θείαν κλῆσιν προσδεξάμενος, καὶ τῶν εἰδώλων μάκαρ, πλάνην ἀρνησάμενος, τῆς Τριάδος σκεῦος τίμιον ἀνεδείχθης· ἀλλ’ ὡς Μάρτυς τοῦ Χριστοῦ μακαριώτατε, σαῖς πρεσβείαις ἐκ κινδύνων ἐλευθέρωσον, τοὺς σοὶ κράζοντας· χαῖρε, μάρτυς πολύαθλε.
Ὁ Οἶκος.
Ἤκουσας οὐρανόθεν τὸν Θεὸν σοι βοώντα, τὴν κλῆσιν τῆς Αὐτοῦ σωτηρίας. Καὶ εἰδώλων ἐάσας τιμήν, πρὸς Χριστὸν ἀνέδραμες ταχύ Ἅγιε· καὶ οἱ συνόντες ἔκθαμβοι γενόμενοι, ὑμνοῦντες εἶπον·
Χαῖρε, μαρτύρων Χριστοῦ τὸ κλέος·
χαῖρε, Ἁγίων Θεοῦ ἡ δόξα.
Χαῖρε, μετανοίας τῆς θείας ὑπόδειγμα·
χαῖρε, καρτερίας στεῤῥότατον στήριγμα.
Χαῖρε, ὅτι τῶν δαιμόνων κατεπάτησας ἰσχύν·
χαῖρε, ὅτι τῶν Ἀγγέλων κατεκόσμησας ἀρχήν.
Χαῖρε, τῶν ἀθλοφόρων τὸ λαμπρότατον στέφος·
χαῖρε, τὸ τῶν Μαρτύρων εὐωδέστατο ἄνθος.
Χαῖρε, φαιδρὸν τῆς πίστεως γνώρισμα·
χαῖρε, πιστῶν λαμπρὸν καταγώγιον.
Χαῖρε, βροτῶν ἱλαρὰ θυμηδία·
χαῖρε, θνητῶν ἱερὰ προσδοκία·
Χαῖρε, μάρτυς πολύαθλε.






Συναξάριον.
Τῇ ΚΗ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ἑπτὰ Ἁγίων γυναικῶν, καὶ Ἀκακίου Πρεσβυτέρου τοῦ καὶ βαπτίσαντος αὐτόν. Σὺν αὐτοῖς ἐμαρτύρησε καὶ Παίδων θεῖος χορός.
Τὸν Εἰρήναρχον ἡ φονεύτρια σπάθη,
Σῷ, Σῶτερ, Εἰρήναρχε συντάττει μέρει.
Εἰρήναρχος κάτθανε εἰκάδι ὀγδοάτη ξίφει.
Ἔδειξε νεκρὰς ἐν Σεβαστείᾳ πόλει
Γυναῖκας ἑπτὰ πανσεβάστους τὸ ξίφος.
Εἰκάδι ὀγδοάτῃ τάμε Γυναικῶν κάρας ἄορ.
Θύτης τε ἐν γῇ καὶ οὐρανῷ ὑπάρχεις,
Τὸν Θεὸν ἐπέτυχας τμηθεὶς τὴν κάραν.
Ὀγδοάτῃ εἰκάδι Ἀκάκιον ἄορ κατέπεφνεν.
Παίδων θεῖος ὅμιλος Θεὸν ἐξύμνει,
Αὐτὸν δὲ προσήνεγκε Θεῷ ἡ σπάθη.
Ἀνήβων παίδων δαμίου ἄορ ἀνεῖλε βίον.
Εἰρήναρχος ὁ Μάρτυς ἐγένετο ἀπὸ τῆς πόλεως Σεβαστείας. Νέος δὲ ὢν τὴν ἡλικίαν, δήμιος τὴν τάξιν ὑπῆρχε, καὶ τιμωρουμένων τῶν ἁγίων Μαρτύρων, αὐτὸς ἐξυπηρέτει ἐν ταῖς κολάσεσιν. Ἐταζομένων δὲ γυναικῶν χριστιανῶν, ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ, παρὰ Μαξίμου ἄρχοντος Σεβαστείας, φωτίζεται τὴν ψυχὴν ὁ Εἰρήναρχος ὑπὸ τῆς θείας χάριτος τοῦ Χριστοῦ, ὡς ἔβλεπε τὰς γυναῖκας ὑπὲρ Χριστοῦ ἀνδριζομένας καὶ καταισχυνούσας τὸν τύραννον διὰ τῶν παρ᾿ αὐτῶν γενομένων θαυμάτων. Ὅθεν, παῤῥησίᾳ ὁμολογήσας τὸν Χριστὸν καὶ ἑαυτὸν ἀνακηρύττων χριστιανόν, πρῶτον μὲν τῇ τοῦ ἄρχοντος προστάξει ἐν τῇ λίμνῃ ἀπεῤῥίφη. Ἔπειτα ἐκ τῆς λίμνης ζῶν ἐξελθών, εἰς κάμινον ἐμβάλλεται πυρός. Καὶ ταύτης παραδόξως διασωθείς, τὴν κεφαλὴν ἀποτέμνεται σὺν Ἀκακίῳ τῷ Πρεσβυτέρῳ, τῷ τοῦτον βαπτίσαντι.

Τῇ αὐτῇ ἡμέρᾶ, μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου.
Πληγείς, Νέε Στέφανε, τὴν κάραν ξύλῳ,
Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος.
Ὃς ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Ἀναστασίου, τοῦ καὶ Ἀρτεμίου καλουμένου, πατριαρχοῦντος τοῦ ἐν ἁγίοις Γερμανοῦ, γέννημα καὶ θρέμμα τῆς βασιλίδος τῶν πόλεων καὶ χριστιανῶν γονέων υἱός, Ἰωάννου καὶ Ἄννης. Οὗτος ἐξ ἁπαλῶν ὀνύχων τοῖς γράμμασιν ἐσχόλαζε καὶ καθ᾿ ἑκάστην μετὰ τῆς μητρὸς τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ παρήδρευε, τῇ νηστείᾳ καὶ τῇ σκληραγωγίᾳ ἑαυτὸν ἐκδούς· ὅθεν καὶ τὸ ἀγγελικὸν περιτίθεται σχῆμα, τῷ ἑκκαιδεκάτῳ χρόνῳ τῆς ἡλικίας αὐτοῦ. Εὐθὺς οὖν ἐπὶ πλέον πρὸς τοὺς πνευματικοὺς ἀγῶνας ἑαυτὸν ἐπιδίδωσι, πάσας τὰς τοῦ σώματος περικόπτων ὁρμάς. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ θεσπέσιος Ἰωάννης, ὁ τούτου καθηγούμενος, ἐν εἰρήνῃ ἀνεπαύσατο καὶ ὁ μακάριος Στέφανος τὴν ἐπιστασίαν τούτου ἐγχειρίζεται, ἐν τῷ περιωνύμῳ βουνῷ τοῦ ἁγίου Αὐξεντίου, διανύων τὸν ἀσκητικὸν δίαυλον.
Ἐπεὶ δὲ ὁ τῶν ζιζανίων σπορεύς, πόλεμον ἄσπονδον ἤγειρε κατὰ τῆς Ἐκκλησίας, τοῦ μὴ προσκυνεῖν τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας· Λέων δὲ ἦν ὄργανον τούτου, ὁ ἐξ Ἰσαυρίας ὁρμώμενος· ἀλλ᾿ αὐτὸς μὲν τῆς παρούσης ζωῆς ἀπεῤῥάγη, ὑπὸ τοῦ μακαρίου Γερμανοῦ ἀποκρουσθεὶς καὶ διελεγχθεὶς ἱκανῶς. Τὸ δὲ ἐκείνου σκαιότατον γέννημα, Κωνσταντῖνός φημι ὁ Κοπρώνυμος, μείζονα δεινὰ κατειργάσατο, πορθῶν καὶ καταστρέφων τὴν Ἐκκλησίαν καὶ τὰς ἱερὰς Εἰκόνας πυρὶ κατακαίων καὶ τοὺς Μοναχοὺς ἐξορίᾳ καὶ διαφόροις βασάνοις ὑποβάλλων. Οὗτος μαθὼν καὶ περὶ τοῦ ἁγίου Στεφάνου, ὡς προσκυνεῖ τὰς ἁγίας Εἰκόνας καὶ αἱρετικὸν αὐτὸν ἀποκαλεῖ, μὴ πειθαρχῶν αὐτῷ, μηδὲ ὑπογράψαι ἀνέχεται τῇ αἱρέσει, ἀποστείλας ἐκράτησεν αὐτόν. Καὶ μετὰ μυρίας αἰκίας, κατέκλεισεν αὐτὸν ἐν τῇ φυλακῇ, τῇ λεγομένῃ Πραιτώριον, ἐν ᾧ ἐφρουροῦντο καὶ ἕτεροι Μοναχοὶ λογάδες, ἐκ διαφόρων τόπων δι᾿ αὐτὸ τοῦτο συναθροισθέντες, τὸν ἀριθμὸν τεσσαράκοντα δύο· καὶ ἄλλοι, οἱ περὶ Πέτρον καὶ Ἀνδρέαν, ἐκ διαφόρων χωρῶν, τὸν ἀριθμὸν τριακόσιοι, οἱ μὲν ῥῖνας, οἱ δὲ ὦτα, ἄλλοι ὄμματα ἀφῃρημένοι καὶ χεῖρας καὶ γενειάδας· οὓς εὑρὼν ὁ μακάριος Στέφανος, ἠσπάζετο καὶ πρὸς τοὺς ἀγῶνας ὑπήλειφε, πᾶσαν μοναχικὴν κατάστασιν καὶ ἀκολουθίαν ἐν τῷ Πραιτωρίῳ διατελῶν.
Μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς καὶ ὅτι τὸ Πραιτώριον Μοναστήριον γέγονε διὰ τοῦ Στεφάνου, πληρωθέντος ἤδη ἑνδεκαμηνιαίου χρόνου ἀπὸ τῆς εἰς τὸ Πραιτώριον τούτου καθείρξεως, ἐκβάλλεται τῆς φυλακῆς καὶ εἰς γῆν ῥίπτεται, λίθοις βαλλόμενος καὶ ξύλοις τυπτόμενος. Εἷς δέ τις τῶν φονώντων λαβόμενος ξύλου καὶ κρούσας κατὰ τῆς μήνιγκος, ἀνεῖλε τὸν Ἅγιον, τῆς ἁγίας αὐτοῦ διαρραγείσης κεφαλῆς ἐκ τοῦ κρούσματος καὶ τὴν τιμίαν αὐτοῦ ψυχὴν τῷ Θεῷ παρατίθησιν. Οἱ δὲ λοιποὶ τῶν δημίων ἔσυρον αὐτὸν ἐπὶ τῆς λεωφόρου, γυμνὸν καὶ νεκρὸν τὸ σῶμα· αἵ τε χεῖρες καὶ πόδες αὐτοῦ, λίθοις προσκρούοντες, συνετρίβοντο καὶ οἱ δάκτυλοι σὺν τοῖς ὄνυξιν ἀπεσπῶντο, ἕως καί τις τῶν τοῦ ἀλάστορος θεραπευτῶν, λίθον μέγιστον ἀκοντίσας, τὴν γαστέρα τοῦ Ὁσίου διέῤῥηξε καὶ αὐτίκα πᾶσαι αἱ τῶν σπλάγχνων συνθέσεις εἰς γῆν ἐξεχύθησαν. Καὶ κάπηλός τις δαυλὸν ἐκ τοῦ πυρὸς ἀνελόμενος καὶ κρούσας κατὰ τῆς κεφαλῆς καὶ εἰς δύο μέρη ταύτην διατεμών, τὸν ἐγκέφαλον ἐπὶ τὴν γῆν ἔῤῥιψε. Τὸ δὲ τίμιον αὐτοῦ λείψανον παρὰ τῶν μιαρῶν ἐκείνων ἐν τῷ πελάγει ἐῤῥίφη· ὕστερον δὲ παρὰ εὐλαβῶν τινων ἐτάφη, ἐν ᾧ νῦν κατάκειται τάφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται.
Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω·
Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται.
Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν,
Εὕρωσιν αὐτὸν πέτρινον τῷ σαρκίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ ἁγίου Στεφάνου, τελειοῦται.
Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην,
Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων· ὅν τὰ ὀνόματα, Βασίλειος, Στέφανος, Ἰωάννης ὁ ἀπὸ Λεγαταρίων, δύο Γρηγόριοι καὶ ἕτεροι.
Τιμῶντες εἰκόνισμα σαρκός σου, Λόγε,
Θνῄσκουσιν οἱ Ἅγιοι βίαιον μόρον.
Πολλοὶ τῶν στρατιωτῶν, Ὀρθόδοξοι ὄντες, ἀποταξάμενοι τῷ βίῳ, γεγόνασι Μοναχοί· τοὺς τοιούτους δὲ ὁ παράνομος τιμωρησάμενος βασιλεύς, τοῦ βίου ὑπεξήγαγε. Καὶ γὰρ ἕνα ἐξ αὐτῶν, Βασίλειον καλούμενον, ἐκκαλούμενος πρὸς τὴν ἑαυτοῦ πλάνην καὶ μὴ πειθόμενον εὑρών, ἀλλὰ τὴν προσκύνησιν τῶν ἁγίων Εἰκόνων σέβεσθαι εἰπόντα, λὰξ κατὰ τῆς γαστρὸς αὐτὸν κρούσας, τὰ ἔγκατα ἐξέχεε, καὶ οὕτως ἐτελεύτησεν. Ἄλλος, ἐγκλεισθεὶς ἐν τῷ Σωσθενίῳ, ῥινοκοπηθείς, ἐν Χερσῶνι ἐξωρίσθη· καὶ μέλλων φονευθῆναι, ἔφυγεν εἰς Χαζαρίαν, ἐν ᾗ καὶ Ἐπίσκοπος γέγονε καὶ ὕστερον ἐτελειώθη. Ἕτερος δέ, Στέφανος τοὔνομα, εἰς Σουγδαΐαν ἐξωρίσθη· καὶ πολλοὺς ὠφελήσας, τέλος εὗρε τοῦ βίου. Ὁμοίως δὲ καὶ Γρηγόριοι δύο σὺν ἄλλοις πολλοῖς ἐξορισθέντες, ἐτελεύτησαν. Ἀλλὰ καὶ Ἰωάννης ὁ ἀπὸ λεγαταρίων, ἐν Δαφνουσίᾳ ἐξορισθείς, καὶ τυπτόμενος συχνῶς, τὸν βίον ἀπέλιπε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοδώρου Ἐπισκόπου γενομένου Θεοδοσιουπόλεως Ἀρμενίας, ἐπὶ τῆς βασιλείας Μαυρικίου.


Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος, οἱ Ἐπίσκοποι· Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος, οἱ Ἱερεῖς· Βασίλειος καὶ Θωμᾶς, οἱ Διάκονοι· Ἱερόθεος, Δανιήλ, Χαρίτων, Κομάσιος, Εὐσέβιος, οἱ Μοναχοί· καὶ Σωκράτης, Ἐτιμάσιος, ἐν Τιβεριουπόλει ξίφει τελειοῦνται.
Ὁ Τιμόθεος σὺν Θεοδώρῳ ἅμα,
Τιμὴ Θεοῦ δῶρόν τε ὤφθησαν μάλα.
Πρῴην θύοντες ἁγνοτάτην θυσίαν,
Ἔπειθ᾿ ἑαυτοὺς θυσίαν προσήξατε.
Ὅπου ὁ Χριστός ἐστιν, ὡς αὐτὸς λέγει,
Διακονοῦντες οἱ πάρεστ᾿ ἀθλοφόροι.
Οἱ ἓξ Μοναχοὶ ἐκκοπέντες τῷ ξίφει,
Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.
Ἀφαιρεθείσης συλλαβῆς πρώτης, μάκαρ,
Κλῆσις παριστῷ ἣν ἔχεις τιμὴν ἄνω.
Ὅταν, ἐβασίλευσεν ὁ Ἰουλιανὸς ὀ Παραβάτης ἐν ἔτει τξα΄ (361), μεγάλην μανίαν καὶ ὀργὴν ἔδειξε κατὰ τῶν Χριστιανῶν· ὅθεν, ἐπρόσταξε ὅλους τοῦς ἠγεμόνας νὰ βασανίζωσι τοὺς χριστιανοὺς μὲ ὅσας τιμωρίας δυνηθῶσι. Ταύτην δὲ τὴν προσταγὴν μαθὼν ὁ τῆς Νικαίας Κομενταρήσιος, ἐκήρυξεν εἰς ὅλην τὴν Νικαίαν, ὅτι ὅσοι πιστεύουσιν εἰς τὸν Ἐσταυρωμένον, ἤ νὰ ἀρνηθῶσι τὴν πίστιν των καὶ νὰ θυσιάζωσιν εἰς τὰ εἴδωλα, ἤ θὰ δοκιμάσωσιν ἀνεκδιηγήτους βασάνους. Τοῦτο μαθόντες πολλοὶ χριστιανοί, ὡς ἐν ἑνὶ στόματι ἐφώναξαν ἅπαντες: Ἡμεῖς δὲν δυνάμεθα νὰ ἀρνηθῶμεν Χριστὸν τὸν ἀληθινὸν Θεόν, καὶ νὰ θυσιάσωμεν εἰς εἴδωλα κωφὰ καὶ ἀναίσθητα. Ὄθεν, ἄλλοι μὲν ἐξ αὐτῶν μὲ διαφόρους τιμωρίας βασανισθέντες ἀπέθανον, ἄλλοι δὲ διεσκορπίσθησαν εἰς ὄρη καὶ ἐρημίας, καὶ ἄλλοι διεσπάρησαν εἰς διαφόρους πόλεις.
Ἀπὸ τοὺς χριστιανοὺς δὲ τούτους ἧσαν καὶ οἱ Ἅγιοι Τιμόθεος, Κομάσιος, Ἐτιμάσιος, Εὐσέβιος, καὶ Θεόδωρος· οἱ ὁποῖοι ἀφῆκαν τὴν Νίκαιαν, καὶ ἐπορεύθησαν εἰς τὴν Θεσσαλονίκην. Ἐπειδὴ δὲ καὶ ἐκεῖ οἱ πολῖται ὑπήκουον εἰς τὰ ἀσεβῆ θελήματα τοῦ ἀποστάτου, ἀνεχώρησαν καὶ ὑπῆγον εἰς τὴν Τιβεριούπολιν, ἤτοι εἰς τὴν Στρώμνιτσαν βουλγαριστί. Καὶ ὁ μὲν Τιμόθεος ἔγινεν Ἐπίσκοπος τῆς αὐτῆς πόλεως· ὁ δὲ Κομάσιος, στρατιώτης ὤν πρότερον, ἔγινεν ἔπειτα μοναχός, καὶ ἐκήρυττε τὸν λόγον τῆς ἀληθείας· ὁμοίως δέ, καὶ ὁ Εὐσέβιος, μοναχὸς ὤν. Ὁ δὲ Θεόδωρος, Ἐπίσκοπος γενόμενος, ἤτο ἐκ τῶν 318 τῆς Ἀ Συνόδου.
Τούτων δὲ τῶν ἰερῶν ἀνδρῶν τὴν πολιτείαν μαθόντες Πέτρος καὶ Ἰωάννης, Σέργιος καὶ Θεόδωρος καὶ Νικηφόρος οἱ ἱερεῖς· ὁμοίως καὶ Βασίλειος καὶ Θωμᾶς οἱ διάκονοι· καὶ Ἱερόθεος, Δανιήλ, καὶ Χαρίτων οἱ μοναχοί· πορευθέντες, ἠντάμωσαν εἰς τὴν Στρώμνιτσαν τοὺς ἀνωτέρω Ἁγίους. Οἵτινες, ὅλοι ὀμοῦ μελετῶντες ἐν τῷ νόμῳ Κυρίου πάντοτε, μετεχειρίζοντο μίαν ἀγγελικὴν πολιτείαν, φωτίζοντες τὰς ψυχὰς τῶν ἀνθρώπων, ἰατρεύοντες δὲ τὰ πάθη ψυχῆς τε καὶ σώματος· μισθὸν δὲ τῆς ἰατρείας ἐζήτουν τὸ νὰ πιστεύωσιν εἰς τὸν Χριστόν.
Τὴν φήμην ταύτην ἤκουσαν οἱ ἐν Θεσσαλονίκῃ ἄρχοντες Οὐάλης καὶ Φίλιππος. Ὅθεν, μετέβησαν εἰς τὴν Στρώμνιτσαν, καὶ συλλαβόντες τοὺς Ἁγίους, παρέστησαν αὐτοὺς ἔμπροσθέν των. Τούτους ἐξετάσαντες, ἐπετίμησαν, διατὶ κατεφρονῶσι τὰ βασιλικὰ προστάγματα, καὶ ἀποστρεφόμενοι τὰς περὶ θεῶν μαρτυρίας, λατρεύουσιν ἕνα ἄνθρωπον σταυρωθέντα μετὰ τῶν ληστῶν; Οἰ δὲ Ἅγιοι, ἀνοίξαντες τὸ στόμα, ἀπέδειξαν μὲν τὴν τῶν εἰδώλων ματαιότητα, ὡμολόγησαν δὲ τὸ Μυστήριον τῆς τοῦ Θεοῦ Λόγου οἰκονομίας. Ὅθεν, οἱ ἄρχοντες, διακόψαντες τὸν λογων των, τοὺς εἶπον: Ἤ θυσιάζετε εἰς τοὺς θεούς, εἴτε μὴ θὰ θανατωθῆτε. Οἱ δὲ Ἅγιοι ἐν ἑνὶ στόματι ἐφώναξαν: Μὴ γένοιτο ποτὲ νὰ θυσιάσωμεν εἰς τοὺς δαίμονες, ἡμεῖς οἱ ὁποῖοι ἠλευθερώθημεν ἀπὸ τῆς δουλείας τῶν δαιμόνων ὑπὸ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. Ὅθεν, ἀπεφάσισαν οἱ ἄρχοντες, ὅπως φονευθῶσιν ὅλοι οἰ Ἅγιοι διὰ ξίφους.
Ὅθεν ἀποκεφαλισθέντες, ἔλαβον ὅλοι παρὰ Κυρίου τοὺς τῆς ἀθλήσεως ἀμαραντίνους στεφάνους. Εἷς δὲ ἐκ τῶν δεκαὲξ Ἁγίων, ὁ ἱερεὺς Πέτρος, ἀνάψας τὴν καρδίαν ἀπὸ ἔνθεον ζήλον, ἐφώναξε: Ὦ, παραβάται, καὶ τῆς ἀληθείας ἐχθροί, διατὶ χύνετε ἀναιτίως τὰ αἵματα τῶν δικαίων, εἰς τοὺς ὁποίους δὲν εὑρέθη οὐδεμία αἰτία θανάτου; Ταῦτα ὡς ἤκουσαν οἱ μιαροὶ ἄρχοντες, ἐπρόσταξαν νὰ ἐκδύσωσι τὸν Ἅγιον, καὶ νὰ ἁπλώσωσιν αὐτὸν κατὰ γῆς· ἔπειτα, νὰ δείρωσιν αὐτὸν μὲ ῥαβδία καὶ νὰ κόψωσι τὰς χεῖράς του, καὶ τέλος νὰ τὸν ἀποκεφαλίσωσιν. Τούτου δὲ γενομένου, ἐῤῥίφθησαν αἱ ἱεραὶ αὐτοῦ χεῖρες εἰς τοὺς κύνας διὰ νὰ τὰς φάγουν. Γυνή τις δὲ τυφλὴ οὖσα ἐκ γενετῆς, εὑρέθη ἐκεῖ, καὶ ἐνόησεν, ὅτι ἔπεσε πλησίον εἰς τοὺς πόδας της ἡ δεξιὰ χεὶρ τοῦ Μάρτυρος. Ὅθεν, ταύτην λαβοῦσα, καὶ τυλίξασα μέσα εἰς τὸ ἐπανωσκέπασμα τῆς κεφαλῆς της, ὑπῆγεν εἰς τὸν οἶκόν της. Μὴ δυναμένη δὲ ἄλλως πῶς νὰ ἐκδηλώσῃ τὴν χαράν της διὰ τὸν τοιοῦτον θησαυρόν, ἐφίλει τὴν μαρτυρικὴν δεξιάν, ἐνηγκαλίζετο καὶ προσήγγιζεν αὐτὴν εἰς τὰ ὄμματά της· καὶ εὐθύς, ᾐνοίχθησαν οἱ ὀφθαλμοί της. Ὅθεν, βλέπουσα τὸ φῶς τοῦ Ἡλίου, μὲ μεγάλην φωνὴν τὴν τοῦ Χριστοῦ καὶ τῶν Ἁγίων ἐκήρυττε δύναμιν. Εἶτα, λαβοῦσα τὴν δεξιάν, ἐπορεύθη εἰς τὴν Θεσσαλονίκην, καὶ ἀπεθησαύρισεν αὐτὴν εἰς τὸν ἐκεῖσε ναὸν τῆς καλλινίκου Μάρτυρος Ἀναστασίας.
Ἐπειδὴ δὲ εὐρίσκοντο ἄταφα καὶ ἀτίμως ἐῤῥιμένα τὰ τῶν Ἀγίων Μαρτύρων λείψανα, διὰ τοῦτο, ὅταν οἰ ῥηθέντες ἄρχοντες ἔφθασαν εἰς Θεσσαλονίκην, χριστιανοί τινες εὑρόντες εὐκαιρίαν ἔλαβον αὐτὰ μὲ λαμπάδας καὶ θυμιάματα, καὶ τὰ ἐνεταφίασαν ἐντίμως εἰς τὴν Τιβεριούπολιν, ἕκαστον εἰς ἰδιαιτέραν θήκην, ἐπιγράψαντες ἐφ’ ἑκάστου κιβωτίου καὶ τὸ ὄνομα τοῦ Μάρτυρος, καὶ τὴν ζωὴν καὶ τὸ ἀξίωμα. Ἔκτοτε δέ, πηγὰς θαυμάτων ἐκχέουσι τὰ ἅγια ταῦτα λείψανα, ὄχι μόνον εἰς τοὺς ἐκεῖ ἐγχωρίους, ἀλλὰ καὶ εἰς τοὺς μακρὰν κατοικοῦντας· ὥστε, πολλοὶ εἰδωλολάτραι παρακινούμενοι ἀπὸ τὰ θαύματα αὐτῶν, ἐπίστευσαν εἰς τὸν Χριστόν καὶ ἐβαπτίσθησαν, οὐδεὶς δὲ ἔμεινεν, οὔτε εἰς τὴν Στρώμνιτσαν, οὔτε καὶ εἰς τὰ ὅρια αὐτῆς, ἀσεβής τε καὶ εἰδωλολάτρης.
Οὗτοι δὲ τυγχάνουν, προστάται καὶ πολιούχοι τῆς πόλεως τοῦ Κιλκίς.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ῥωμανοῦ, ἐπισκόπου Μακεδονίας.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.












ᾨδὴ ζ'. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσαντο.
Συμπαθείας τῆς πρὸς σάρκα διαζεύξας σου, τὸν νοῦν Μακαριώτατε, φλογιζόμενος καὶ πυρὶ καιόμενος σοφέ, τῶν Παίδων ἐβόας τὴν ᾠδήν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μεμακάρισται τῶν παίδων θεῖος ὅμιλος, καὶ γυναικῶν ἑπτάριθμος, χορὸς ἅγιος, τοὺς ξεσμούς, τὸ πῦρ, τοὺς αἰκισμούς, στερρῶς ὑπομείναντες ὁμοῦ, καὶ οὐρανίων ἀγαθῶν καταξιούμενοι.
Aπελαύνονται ἐκ μόνης σου προσκλήσεως, τῆς πονηρίας πνεύματα, ἐγνωκότα σε Aθλητὴν ἀήττητον Χριστοῦ, Εἰρήναρχε μέλποντα θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ῥαθυμίᾳ με κρατούμενον διέγειρον, πρὸς ἐργασίαν Ἄχραντε θείων πράξεων, ἐνισχύουσά με κατ' ἐχθρῶν, ἀεὶ πολεμούντων με δεινῶς, καὶ ἐναντίοις λογισμοῖς, δελεαζόντων με.

ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας.
Τῶν αἱμάτων τῷ λύθρῳ ἐπισταζόμενος, καὶ μαστίγων τῷ κάλλει καλλωπιζόμενος, τῷ Νικοποιῷ, παραστὰς ὦ Εἰρήναρχε, νίκης τὰ βραβεῖα, πρὸς τούτῳ ἐκομίσω.
Ὑψωθεὶς τῇ ἀγάπῃ τοῦ Παντοκράτορος, διωκτῶν ἐπηρμένην ὀφρὺν κατέαξας, καὶ εἰδωλικόν, ἐταπείνωσας φρύαγμα, Μάρτυς ἀθλοφόρε, Εἰρήναρχε παμμάκαρ.
Συμπαθείας με θείας Μάρτυς ἀξίωσον, πειρασμῶν καὶ κινδύνων ἀπολυτρούμενος, πίστει σε θερμῇ, τὸν τιμῶντα Εἰρήναρχε, καὶ ὑπὸ τὴν σκέπην, τὴν σὴν προσπεφευγότα.
Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, ἀποῤῥήτων πραγμάτων χαῖρε φανέρωσις, ἄκουσμα φρικτόν, δυσθεώρητον ὅραμα, χαῖρε τῶν πεσόντων, ἀνάκλησις Παρθένε.














ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Αὐτὸ τὸ ἔσχατον καὶ ἀκρότατον, τῶν ἐφετῶν κατείληφας θεόφρον Εἰρήναρχε, καὶ μεθέξει Θεὸς ἐχρημάτισας, ψάλλων σὺν Ἀσωμάτοις Ἅγιος, ἅγιος, ἅγιος, Τριὰς ἡ παντουργός, καὶ παντοδύναμος.
Ῥυσθεὶς παγίδων τῶν θηρευόντων σε, καλιὰν οὐράνιον κατέπαυσας Ἔνδοξε, καὶ Μαρτύρων συνήφθης στρατεύμασι, μετὰ τῶν σῶν συνάθλων· ὅθεν γεραίρομεν μνήμην τὴν ὑμῶν περιχαρῶς, πανηγυρίζοντες.
Ἰσχὺν καὶ κράτος Χριστὸν τιθέμενος, τὸ χαλεπὸν βασάνων διεπέρασας πέλαγος, καὶ τοὺς ἄνω λιμένας κατέλαβες, ὅλος ὡραϊσμένος, ὅλος τοῦ Πνεύματος, ταῖς φωτοχυσίαις δαψιλῶς, περιχεόμενος.
Θεοτοκίον
Νοεῖν τὸ θαῦμα τὸ ἀκατάληπτον, τοῦ τοκετοῦ τοῦ σοῦ Παρθενομῆτορ μὴ σθένοντες, σιωπῇ τοῦτο μᾶλλον δοξάζομεν, καὶ σὲ δοξολογοῦμεν, τὴν παμμακάριστον, μόνην καὶ καλὴν ἐν γυναιξίν, ὦ Παναμώμητε.

Ἐξαποστειλάριον. Ἦχος γ´. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Τῆς Σεβάστειας γόνον, καὶ τῶν μαρτύρων καλλονήν, Εἰρήναρχον τὸν γενναῖον, σὺν Ἀκακίῳ ἱερεῖ, καὶ γυναιξὶ ἑπταρίθμῳ, ὕμνοις τιμήσωμεν πάντες.
Ἕτερον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Πατέρα τὸν ἀγέννητον, Υἱὸν τὸν συναοίδιον, καὶ Πνεῦμα τὸ Πανάγιον, καθωμολόγησας Μάρτυς, σὺν τοῖς σεπτοῖς συνάθλοις σου, τῶν θηρευτῶν κατέθραυσας, τὰ δόκανα πανόλβιε, καὶ τῶν μαρτύρων συνήφθης, στρατεύμασιν ἀθλοφόρε.
Θεοτοκίον. Προεόρτιον.
Πιστοὶ τὰ προεόρτια, τῶν Γενεθλίων ᾄσματα, νῦν προηχήσωμεν πίστει· ἔρχεται ἥκει γὰρ Χριστός, ἐν Βηθλεὲμ τοῦ τεχθῆναι, ὡς βροτὸς ἐκ Παρθένου, καὶ ὁραθῆναι νήπιος, σπαργάνοις ἐνειλημένος· ὁ πρὸ αἰώνων ὑπάρχων.












Εἰς τοὺς Αἰνοὺς. Ἦχος δ΄. Ὡς γενναῖος ἐν μάρτυσι.
Ὡς καλῶς στρατευσάμενοι, Βασιλεῖ τῶν Δυνάμεων, ἑαυτοὺς πανεύφημοι παρεδώκατε, ἐθελουσίως εἰς μάστιγας, καὶ βίαιον θάνατον, ἐπαγόμενοι χορούς, συμμαρτύρων Μακάριοι, μεθ’ ὧν εὕρατε, τὸ μακάριον τέλος, καὶ στεφάνους, ἀνεδήσασθε τῆς νίκης, ὑπὲρ ἡμῶν, ἱκετεύοντες. (Δίς)

Ἀνενδότως τυπτόμενοι, καὶ πυρὶ δαπανώμενοι, καὶ κρηπῖσι πάντοτε καθηλούμενοι, καὶ ἐν ὁδοῖς ἐλαυνόμενοι, εἱρκτῇ συγκλειόμενοι, καὶ ὡς θῦμα καθαρόν, ταῖς ἐσχάραις ὀπτόμενοι, προσηνέχθητε, δι’ ἡμᾶς τῷ τυθέντι, ὡς εὐώδη, ἰερεῖα καὶ τῇ ἄνω, τραπέζῃ Μάρτυρες ἔνδοξοι.

Καὶ χειρῶν Παναοίδιμοι, καὶ ποδῶν τε στερούμενοι, κεφαλὰς τεμνόμενοι καὶ στρεβλούμενοι, καὶ πάσαις ἄλλαις κολάσεσι, καθυποβαλλόμενοι, οὐκ ἠρνήσασθε Χριστόν, οὐ ξοάνοις ἐθύσατε, ἀλλὰ χαίροντες, ἐκ ζωῆς τῆς προσκαίρου, Ἀθλοφόροι, πρὸς οὐράνιον καὶ θείαν, μετεβιβάσθητε εὔκλειαν.

Δόξα. Ἦχος, πλ. β΄.
Τῆς Σεβάστειας γόνος λαμπρός, καὶ τῆς Οἰκουμένης ἀστὴρ τρισμέγιστος, ὑπάρχεις ἀληθῶς, μάρτυς Εἰρήναρχε, καταλαμπῶν τῆς γῆς τὰ πέρατα διὰ τοῦ μαρτυρίου σου, καὶ τῆς γενναιότατης ὁμολογίας σου, ὅτι ἐστὶ ὁ Χριστός, ὁ Θεὸς ἡμῶν καὶ κτίστης τῶν ἁπάντων καταυγάζεις σὺν τοῖς συνάθλοις σου, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, καὶ φαιδρύνεις τὰς ψυχὰς τῶν Ὀρθοδόξων· διὸ πρέσβευε τῷ Εἰρηνὰρχῃ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Προεόρτιον. Ἦχος πλ. β΄. Βύζαντος.
Ἀνύμφευτε Παρθένε, πόθεν ᾔκεις; Τίς ὁ τεκών σε; Τίς καὶ ἡ Μήτηρ σου; Πῶς τὸν Κτίστιν φέρεις ἐν ἀγκάλαις; Πῶς οὐκ ἐφθάρης τὴν νηδύν; Μεγάλων χαρισμάτων ἐπὶ σοί, φρικτῶν μυστηρίων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐπὶ γῆς τὸ Σπήλαιον καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τὸν ἀστέρα· καὶ Μάγοι, δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς Δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενος.

Δοξολογία Μεγάλη.






Μεγαλυνάρια.
Εἰς τὸν Εἰρήναρχον.
Εἰρήναρχον ἅπαντες οἱ πιστοί, ὑμνήσωμεν ὕμνοις καὶ προσπέσωμεν ἐκτενῶς, ἵνα μεσιτεύσῃ, πρὸς τὴν σεπτὴν Τριάδα, δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Εἰς τὸν ὅμιλον τῶν Γυναικῶν.
Ἑπτάριθμον ὅμιλον Γυναικῶν, ἀξίως τιμάσθω ἡ πανήγυρις τῶν πιστῶν, τῇ σεπτῇ εἰκόνι, προσπέσωμεν βοῶντες· ταῖς σαῖς λιταῖς πρεσβείαις, ἅπαντας ῥύσαθαι.
Εἰς τὸν Ἀκάκιον.
Πρεσβῦτα Κυρίου καὶ ἀθλητά, Ἀκάκιε μάκαρ, τῶν μαρτύρων ἄνθος τερπνόν· δυσώπησον Πάτερ, Τριάδα τὴν Ἁγίαν, ἵνα τὸν κόσμον ῥύσῃ τοῦ πολεμήτορος.
Εἰς τὸν Παίδων ὅμιλον.
Φιλέορτοι δράμωμεν εὐσεβῶς, τιμήσωμεν θεῖον, Παίδων ὅμιλον ἱερόν, τοῦ Πνεύματος σθένει, καθεῖλε τῶν δαιμόνων, τὸ ψυχοφθόρον μένος, καὶ τὴν ἀναίδειαν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου