Δευτέρα 9 Σεπτεμβρίου 2019

ΝΟΕΜΒΡΙΟΣ 28. ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΣΤΕΦΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ



ΝΟΕΜΒΡΙΟΣ ΚΗ΄!!

ΣΤΕΦΑΝΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΝΕΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἀκηράτῳ στεφάνῳ σε, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ τῆς δόξης Κύριος ἀξιάγαστε, σὺ γὰρ γενναίῳ φρονήματι, εἰς τέλος κατήσχυνας, Κοπρωνύμου τὴν ὀφρύν, καὶ αἱμάτων σου ῥεύμασι, τὸν παμβέβηλον, τῆς κακίας ἀπέπνιξας στρατάρχην, Πάτερ Στέφανε Ὁσίων, καὶ Ἀθλοφόρων ἀγλάϊσμα.

 

Ἀρετῆς τὸ γυμνάσιον, ἐκτελέσας ὡς ἄσαρκος, ἐν τῷ ὄρει Στέφανε ἀξιάγαστε, μαρτυρικοῖς σου παλαίσμαισι, λαμπρὸς ἀναδέδειξαι, τοῦ Πρωτάθλου μιμητής, μεθ’ οὗ πάντοτε πρέσβευε, τῷ παντάνακτι, ὑπὲρ πάντων τῶν πίστει ἐκτελούντων, τὴν ἁγίαν σου ἡμέραν, ἐν ἐγκωμίοις μακάριε.

 

Μοναστῶν ἐγκαλλώπισμα, Ἀθλοφόρων ἀγλάϊσμα, θεομάκαρ Στέφανε ἀναδέδειξαι, ἰσχὺν λαβὼν γὰρ τὴν ἄνωθεν, ἀγῶσιν ἀσκήσεως, δι’ ἀθλήσεως ἐχθρῶν, ἐτροπώσω τοὺς φάλαγγας, καὶ ἀπείληφας, τοὺς στεφάνους διπλοῦς παρὰ Κυρίου, Ὃν δυσώπει ὑπὲρ πάντων, τῶν ἐκτελούντων τὴν μνήμην σου.

 

Τῇ ἁγίᾳ ἀθλήσει σου, ὡς ἀστὴρ οὐρανόφωτος, θαυμαστῶς ἀνέτειλας Πάτερ Στέφανε, καὶ ταῖς ἀκτῖσι τῆς χάριτος, πλουσίως δοθείσης σοι, καταυγάζεις μυστικῶς, τὰς ψυχὰς τῶν βοώντων σοι, μετὰ πίστεως· χαίροις Μάρτυς καὶ Ὅσιε Κυρίου, ὁ τῷ θρόνῳ τῆς Τριάδος, ἐν οὐρανοῖς παριστάμενος.

 

Δόξα. Ἦχος α΄.

Δεῦτε εὐφημήσωμεν πιστοί, τὸν ἐν Ὁσίοις ἀήττητον Μάρτυρα, Στέφανον τὸν τοῦ Πρωτάθλου μιμητήν. Οὗτος γάρ, τῶν ἀσεβῶν διελέγξας τὴν παράνοιαν, λίθων βολαῖς τὸ ζῆν ἐξεμέτρησε. Νῦν δὲ μαρτυρικαῖς κατηγλαϊσμένος φαιδρότησι, τῷ Βασιλεῖ παρίσταται Χριστῷ, ὑπὲρ ἡμῶν πρεσβεύων Αὐτῷ, τοῖς εὐλαβῶς ἀναβοώντων· ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Σου, ὑπερύμνητε Κύριε δόξα Σοι.

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε οἱ εὐσεβεῖς, ἐν ὕμνοις ἐγκωμίων, τελέσωμεν συμφώνως, Στεφάνου τοῦ ἐνδόξου, τὴν εὔσημον πανήγυριν.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πάσας τῶν ἀσεβῶν, καθεῖλες ἑλεπόλεις, καρτερικῶς ἀθλήσας, Πρωτάθλου τῇ μιμήσει, Ὁσιομάρτυς Στέφανε.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ἔχει σε ἡ Ἐδέμ, ἡ τῶν Ἁγίων χώρα, πρεσβεύοντα Κυρίῳ, ὑπὲρ ἡμῶν ἀπαύστως, Ὁσιομάρτυς Στέφανε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ ἄναρχος Θεότης, ἡ ἄθλοις δοξασθεῖσα, Στεφάνου τοῦ παμμάκαρος.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, ἡ τοῦ Θεοῦ, πυρίμορφος καθέδρα· χαῖρε ἁγνὴ Μαρία· χαῖρε ἡ προστασία, τῶν πίστει προστρεχόντων Σοι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Θείαν ἄσκησιν, ἐνδεδειγμένος, σκεῦος γέγονας, δικαιοσύνης, διαπρέπων ταῖς σεπταῖς ἀναβάσεσι· καὶ τοῦ Χριστοῦ τὴν εἰκόνα σεβόμενος, μαρτυρικῆς ἠξιώθης φαιδρότητος. Θεῖε Στέφανε, ἐν ὅπλῳ ἡμᾶς στεφάνωσον, τῆς θείας εὐδοκίας τοὺς ὑμνοῦντάς σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Προσόμοια Στιχηρὰ τοῦ Ὁσίου. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκὼς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος· καὶ γὰρ συγκλείσας σου, οἴκῳ στενοτάτῳ μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἐνοπτρίζεσθαι, τὸ ἄῤῥητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στεῤῥότατα. 

Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα· ὅθεν ὡς θῆρές σοι, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὥς περ ἄκακον, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στεῤῥῶς, καὶ παῤῥησίᾳ πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Λαὸς ὁ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸν Πρώταθλον, ἀφειδῶς ἔβαλε, καὶ τὴν κάραν Πάτερ, τὴν ἁγίαν σου συνέτριψε, ταῖς λεωφόροις τε, σύρων ὠμοτάτως ἐξέχεε, τὰ σπλάγχνα σου πανόλβιε, μηδὲ μετὰ πότμον οἰκτείρας σε. Ὢ τῆς σῆς ἀνδρείας! ὢ γνώμης! ὢ πολλῆς ὑπομονῆς! δι' ἧς ἀπείληφας Στέφανε, στέφος ἀμαράντινον. 

 

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, θεοφόρε Στέφανε, ἀθανασίας στολήν, ἱερῶς ἐνδυσάμενος, σκάμμασιν ἀσκήσεως, καὶ ἀγῶσιν ἀθλήσεως, Χριστῷ παρέστης οὗ ἐπεπόθησας, τὴν βασιλείαν, ἀπὸ νεότητος· ὅθεν ἐν ᾄσμασι, σήμερον ὑμνοῦμέν σε οἱ εὐσεβεῖς, τὴν ἁγίαν χάριν σου, ἀπεκδεχόμενοι.

 

Πάτερ, θεομάκαρ Στέφανε, ἀσκητικῶς καθελών, τῆς σαρκὸς τὰ κινήματα, ἐνεδύσω ἄνωθεν, Παρακλήτου τὴν δύναμιν, ἐν ᾗ εἰς τέλος κατεξολόθρευσας, τὰς παρατάξεις, τοῦ πολεμήτορος· ὅθεν τὸν στέφανον, φερωνύμως εἴληφας ἐν οὐρανοῖς, τῆς ζωῆς τῆς κρείττονος, ἀξιοθαύμαστε.

 

Πάτερ, θεοφόρε Στέφανε, ὑπενεγκὼν καρτερῶς, τῶν βασάνων τὴν ἔφοδον, τοῦ Πρωτάθλου πέφηνας, μιμητὴς ἀληθέστατος, μεθ’ οὗ ἀπαύστως Κυρίῳ πρέσβευε, ὑπὲρ τῶν πίστει, ἀναβοώντων σοι· χαίροις ἀήττητε, ὁ ἀθλήσας ἄριστα ξύλῳ πληγείς, τὴν τιμίαν κάραν σου, ὡς γενναιότατος.

Δόξα. Ἦχος πλ. β'. Τοῦ Στουδίτου

Ἐκ βρέφους τῷ Θεῷ, ἀνετέθης Ἱερώτατε Στέφανε, ὥς περ ὁ μέγας προφήτης Σαμουήλ, καὶ ἐν τῷ ὄρει ἀνελθών, μοναδικῶς εὐηρέστησας αὐτῷ. Αὖθις δὲ πρὸς ἄθλησιν, ἐπεδύσω ἀνδρικῶς· καὶ ὑπὲρ τῆς εἰκόνος αὐτοῦ, ἐξορίας καὶ θλίψεις ὑπέστης καρτερώτατα, καὶ δεσμοῖς καὶ φυλακαῖς ἐνεκαρτέρησας· συρόμενος δὲ καὶ τυπτόμενος, καὶ λιθαζόμενος, καὶ τὴν κάραν συντριβόμενος, τῶν στεφάνων ἠξιώθης παρὰ Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκέτευε, τοὺς ἐκ πόθου τελοῦντας τὴν ἀεισέβαστον μνήμην σου, λυτρωθῆναι ἐκ παθῶν καὶ πειρασμῶν, καὶ τῆς μελλούσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Βλάστημα εὐθαλέστατον θεϊκῇ γεωργίᾳ, τῆς πασῶν τῶν πόλεων Βασιλευούσης, Στέφανε Ὁσιομάρτυς ἀναδέδειξαι· ἥτις εὐφραινομένη τῇ δόξῃ σου σήμερον, τὸν ἐν οὐρανοῖς σε δοξάσαντα, δοξάζει Κύριον κραυγάζουσα· ἐπίσκεψαι τὴν θλῖψίν μου εὔσπλαγχνε, καὶ λάλησον ὁ ἀγαθὸς ἀγαθά, ἐν ταῖς καρδίαις τῶν ἀγαπώντων με, καὶ σοὶ ἀναβοώντων· ὁ τοῦ Ὁσίου θεράποντος, τὴν ἄθλησιν προσδεξάμενος, πολυέλεε Κύριε δόξα Σοι.

 

Ἦχος β΄.

Ἐκ στειρωτικῆς νηδύος ἐξανατείλας, δοτὸς ἐδόθης τῷ Θεῷ, ὡς πάλαι Σαμουὴλ ὁ θαυμάσιος, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε. Καὶ τὸν ἐκ στείρας Πρόδρομον Χριστοῦ, ὡς πλήρης φρονήσεως μιμησάμενος, ἐν τοῖς ὄρεσιν ηὐλίσθης ψαλμικῶς, καὶ βασιλέα διήλεγξας, χριστομαχοῦντα ἀσεβῶς· ὅθεν μαρτυρικῶς, τελέσας τὸν ἰσάγγελον βίον σου, εἰς τῶν Ἁγίων ἀνέπτης τὰς σκηνάς, πρεσβεύων διηνεκῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Ἠλίαν τὸν ζηλωτήν, καὶ τῶν παθῶν αὐτοκράτορα, ἐμιμήσω νουνεχῶς Στέφανε παναοίδιμε. Βασιλεῖ γὰρ ἀντετάξω ἀσεβεῖ, τὰς ἁγίας Εἰκόνας, ἀναιδῶς καθυβρίζοντι. Διὸ αἰκίαις προσομιλήσας πικραῖς, καὶ βασάνοις δριμυτάτοις, τὴν ὁσίαν ζωήν σου, μαρτυρικῶς ἐσφράγισας, τὴν κεφαλὴν πληγεὶς ξύλῳ· ὅθεν ἐν δόξῃ πρὸς Θεὸν ἐξεδήμησας, ᾧ πρέσβευε ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος δ΄.

Ὅσιε Πάτερ Στέφανε μακάριε, συνωνυμήσας καλῶς τῷ εὐκλεεῖ Πρωτομάρτυρι, τούτου ἀκραιφνὴς ἀνεδείχθης μιμητής· ἐν γὰρ τῆς Κωνσταντίνου ταῖς λεωφόροις συρόμενος, καὶ ἀνηλεῶς ἐν αὐταῖς λιθοστευούμενος, τοῖς αἵμασί σου ἐφοίνιξας τὴν γῆν, καὶ μαρτυρικῶς τῷ Κυρίῳ, τὴν ψυχήν σου παρέδωκας. Αὐτῷ οὖν πρέσβευε, Αὐτὸν δυσώπει ἔνδοξε, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε τῶν πιστῶν τὰ συστήματα, ἐν ἀγαλλιάσει καρδίας σήμερον, τὸν ἐν Ὁσίοις Μάρτυρα Χριστοῦ τοῦ Θεοῦ, Στέφανον τὸν ἀοίδιμον, τῶν ᾀσμάτων τοῖς ἄνθεσιν ἀναδήσωμεν. Οὗτος γὰρ ὁ μακάριος, ἐν τῷ ἀδίκως δικάζεσθαι, εἰκονομάχων τὴν πλάνην κατέκρινε, καὶ ἐν τῷ βασανίζεσθαι, τοὺς χριστομάχους κατέπληξε, τῇ ἄνωθεν δυνάμει, ἐνδυναμούμενος καὶ βοῶν· εἰ καὶ θανατοῦσθαί με θέλετε, οὐ πτοοῦμαι ὦ ἄνομοι μηδαμῶς, Χριστοῦ ἐπαγγείλαντος, ὅτι ὁ πιστεύων εἰς Αὐτόν, κἂν ἀποθάνῃ ζήσεται· ὅθεν προβλέπων τὰς μελλούσας ἀμοιβάς, πρὸς ἐκείνας ἔσπευδε περᾶσαι, μαρτυρικῶς ὡς ταχυδρόμος ἔλαφος· ὧν κοινωνὸς νῦν ὑπάρχων, σὺν τῶν Ὁσίων τοῖς δήμοις, καὶ Μαρτύρων τοῖς τάγμασιν, αἰτεῖται συμπαθῶς παρὰ Θεοῦ, πταισμάτων τὴν συγχώρησιν, τοῖς πόθῳ αὐτὸν μακαρίζουσι.

 

Καὶ νῦν. Θεοτοκίον

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ ἀπὸ βρέφους Θεῷ, ἀνατεθεὶς ὡς Σαμουὴλ ὁ θαυμάσιος, καὶ τούτου νοΐ τελείῳ, ἀναδειχθεὶς μιμητής, ἀρετὴν ἀσκήσας πᾶσαν Ὅσιε· τῆς γῆς γὰρ ἐμίσησας, ὁλικῶς τὰ ἐπίκηρα, καὶ ἐν τῷ ὄρει, ἀνελθὼν τὸν οὐράνιον, θείᾳ χάριτι, δρόμον ἤνυσας Στέφανε· ὅθεν τὴν πολιτείαν σου, ἐθαύμασαν Ἄγγελοι, ὁ δὲ Χριστός σοι προσέσχεν, ὃν ὡς ἐχέφρων ὑπέμεινας. Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ ἀκλινεῖ λογισμῷ, καταφρονήσας παρανόμου προστάγματος, Θεῷ πειθαρχήσας μᾶλλον, ἢ βασιλεῖ δυσσεβεῖ, τῷ τῆς ἀληθείας ἀντιπίπτοντι· ἰσχὺν ἐνεδύσω γάρ, οὐρανόθεν τὴν ἄμαχον, τοῖς ἐν τῷ ὄρει, Αὐξεντίου τοῦ μάκαρος, Πάτερ Στέφανε, οὐρανίοις ἀγῶσί σου· ὅθεν στεῤῥῶς ὑπήνεγκας, βασάνων τὴν ἔφοδον, καὶ ἐναθλήσας νομίμως, Χριστῷ παρέστης γηθόμενος, ἀεὶ Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ἆρον, ἱκετικῶς τῷ Θεῷ, τῷ ἐν Τριάδι ὑμνουμένῳ τὰς χεῖράς σου, ὑπὲρ τῶν ἐπιτελούντων, τὴν ἑορτήν σου φαιδρῶς, καὶ ἐν κατανύξει ἐκβοώντων σοι· οὐράνιε ἄνθρωπε, καὶ ἐπίγειε ἄγγελε, Στέφανε χαίροις, ὁ τῇ θείᾳ ἀθλήσει σου, μιμησάμενος, ὡς στεῤῥόφρων τὸν πρώταθλον· χαίροις, ὁ τῶν ἰάσεων, λαβὼν τὰ χαρίσματα, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, οὗ τὴν Εἰκόνα ἐτίμησας, ἐνθέῳ ἀνδρείᾳ, δυσσεβοῦς καταφρονήσας, Πάτερ προστάγματος.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸ κατ’ εἰκόνα τηρήσας ἀλώβητον, Ὅσιε Πάτερ, ὑπὲρ τῆς Χριστοῦ Εἰκόνος, ἀντέστης ἀνδρικώτατα, μὴ ὑποπτήξας τοῦ Κοπρωνύμου τὰς ἀπειλάς, ἀλλὰ τῷ τοῦ Πνεύματος ξίφει, τοῦτον ἀπέκτεινας. Διὸ παῤῥησίαν κεκτημένος πρὸς Θεόν, περίσωζε τὴν ποίμνην σου, ἐξ αἱρέσεων πασῶν, Στέφανε πολύαθλε.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Θείαν ἄσκησιν, ἐνδεδειγμένος, σκεῦος γέγονας, δικαιοσύνης, διαπρέπων ταῖς σεπταῖς ἀναβάσεσι· καὶ τοῦ Χριστοῦ τὴν εἰκόνα σεβόμενος, μαρτυρικῆς ἠξιώθης φαιδρότητος. Θεῖε Στέφανε, ἐν ὅπλῳ ἡμᾶς στεφάνωσον, τῆς θείας εὐδοκίας τοὺς ὑμνοῦντάς σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὁσίων καλλονή, καὶ Μαρτύρων ἀκρότης, προπύργιον πιστῶν, καὶ νοσοῦντων ἀκέστωρ, ὑπάρχεις παναοίδιμε, Πάτερ Ὅσιε Στέφανε· ὅθεν σήμερον, οἱ εὐσεβεῖς μετὰ πόθου, τὴν ἁγίαν σου, ἐπιτελοῦντες ἡμέραν, Χριστὸν μεγαλύνομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τῆς θείας Σου Μορφῆς, τὸ ἐκτύπωμα Κόρη, τιμήσας ἀληθῶς, ὡς συνέσεως πλήρης, ὁ Ὅσιος Στέφανος, ἐπαξίως τετίμηται, καὶ παρίσταται, νῦν εὐκλεῶς Θεομῆτορ, ᾧ ἐκύησας, ὑπὲρ ἡμῶν τῶν ἀθλίων, Αὐτὸν ἱλεούμενος.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Λιθολευστούμενος, καὶ λοιδορούμενος, ξύλοις τυπτόμενος, καὶ ὑβριζόμενος, τοῖς δυσσεβέσιν ἀνδρικῶς, ὦ Στέφανε ἀνεβόας· ἐπὶ τὸ πρωτότυπον, ἀληθῶς ἡ προσκύνησις, διαβαίνει ἄνομοι, τῆς Εἰκόνος ὡς ἔγραψε, Βασίλειος ὁ πλήρης σοφίας, τῆς Καισαρείας Ἱεράρχης.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀπερινόητος, ὄντως ὁ τόκος Σου, δι’ οὗ ἐῤῥύσθημεν, τῆς παραβάσεως, θεοχαρίτωτε ἁγνή, Μαρία εὐλογημένη· ὅθεν ἐξιστάμενοι, ἐκ ψυχῆς ἀνακράζομεν· χαῖρε Μητροπάρθενε, χαῖρε Νύμφη ἀνύμφευτε, ἡ ἄσπιλος Θεοῦ χαῖρε Μήτηρ, χαῖρε ἡ Κεχαριτωμένη.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Ὁσίων σε τάξεσι καὶ Ἀθλοφόρων χοροῖς, ὡς Ὅσιον Στέφανε, καὶ Ἀθλοφόρον στεῤῥόν, Χριστὸς συνηρίθμησεν· ὅθεν ἐν παῤῥησίᾳ, Αὐτῷ πρέσβευε Πάτερ, δοῦναι τοῖς ἐκτελοῦσι, τὴν ἁγίαν σου μνήμην, συγχώρησιν πταισμάτων, καὶ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀφράστως ἐκύησας τὸν Ποιητὴν τοῦ παντός, δι’ ἔλεος ἄφατον καὶ εὐσπλαγχνίαν πολλήν, Μαρία Θεόνυμφε, ὅνπερ σὺν τῷ Στεφάνῳ, τῷ κλεινῷ Ἀθλοφόρῳ, πρέσβευε παῤῥησίᾳ, ἵνα εὕρωμεν πάντες, οἱ πόθῳ Σε τιμῶντες, ζωὴν τὴν αἰώνιον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ζήτει τῇ Ε’ Δεκεμβρίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὅσιε Πάτερ, Στέφανε μακάριε, ὁ τῶν Ὁσίων μιμητής, καὶ τῶν Μαρτύρων ἰχνηλάτης, ὁ τοῦ Πρωτάθλου συνώνυμος, καὶ δι’ ἀθλήσεως ὁμότροπος, παῤῥησίαν ὡς ἔχων πρὸς Χριστὸν τὸν Θεόν, πρέσβευε Αὐτῷ ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν ὑμνούντων σε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.

Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Χριστὸς στέφει σε Μαρτύρων στέφει, μάκαρ. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος πλ. β' Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ

Χαρμονικῶς διοδεύσας σὺ τὴν στενήν, τρίβον τῆς ἀσκήσεως, μαρτυρίου πλατυσμῷ, δυσμενῶν ἐστένωσας ὁρμήν, καὶ εὐρύχωρον ζωὴν Μάκαρ κεκλήρωσαι.

ίζα σε ἄκαρπος πρώην καρπογονεῖ, Ἄννης ἡ ὁμώνυμος, ὡς τὸν πάλαι Σαμουήλ, καὶ δοτὸν σε δίδωσι Θεῷ, τὴν τοῦ βίου σου σοφὲ χάριν σημαίνουσα.

ερωτάτως τῷ θείῳ τῶν Μοναστῶν, προσχωρήσας τάγματι, ὡς φαιδρότατος ἀστήρ, ἀρεταῖς ἐξέλαμψας πιστούς, καταυγάζων μυστικῶς, Ὅσιε Στέφανε.

Στενοχωρήσας τὸ σῶμα τῷ συγκλεισμῷ, τῆς στενῆς οἰκήσεως, ἀνεπτέρωσας τὸν νοῦν, πρὸς τὰ ἐπουράνια Σοφέ, ἀναβάσει καλῶς προσπλατυνόμενος.

Θεοτοκίον

Τὴν ἀδιόδευτον πύλην τὸ καθαρόν, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξί, τὴν ἁγίαν Δέσποιναν φωναῖς, ἱεραῖς ὁ ἱερὸς λαὸς δοξάσωμεν.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τῷ Στεφάνῳ στέφανον ἐκ λόγων πλέκω. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γρηγορίου.

ᾨδὴ α’. Ἦχος α΄ . Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Ταῖς τοῦ σοῦ θεράποντος λιταῖς, Λόγε Θεοῦ τὴν ζωήν μου κυβέρνησον, καὶ πρὸς φῶς ὁδήγησον, τῶν ἐντολῶν Σου καὶ παράσχου μοι, λόγον εὐφημῆσαι, αὐτοῦ τὴν θείαν πανήγυριν.

σπερ ἄνθος χόρτου καὶ σκιάν, τὰ ἐπὶ γῆς ὡς φθαρτὰ λογισάμενος, δόξαν ἐπεπόθησας, ἐν οὐρανοῖς τὴν ἀεὶ διαμένουσαν, τὴν ἀποκειμένην, δικαίοις πᾶσι πανάριστε.

Σάρκα καθυπέταξας νοΐ, καὶ τῶν Ἀγγέλων τὸν βίον ἐζήλωσας, Στέφανε μακάριε, ταῖς προσευχαῖς σχολάζων καὶ ἀσκήσεσιν· ὅθεν ὁ Χριστός σε, στεφάνῳ δόξης ἐκόσμησεν.

Τὰς ἐπαναστάσεις τῶν παθῶν, διὰ συντόνου νηστείας ἐνέκρωσας, βίον ἐκμιμούμενος, τοῦ θεοφόρου Αὐξεντίου Ὅσιε, καὶ σαυτὸν καθεῖρξας, ὥσπερ ἐκεῖνος οἰκίσκῳ σμικρῷ.

Θεοτοκίον

Γεγόναμεν πρώην τοῦ Ἀδάμ, τῷ παραπτώματι πάντες ὑπεύθυνοι, καταδικασθέντες δέ, θανάτῳ νῦν  διὰ τοῦ θείου τόκου Σου, πάναγνε Παρθένε, τῶν τούτου βρόχων ἐῤῥύσθημεν.

ᾨδὴ γ'. Οὐκ ἔστιν ἅγιος ὡς σύ

νοῦς σου νεύσει πρὸς Θεόν, καλλυνόμενος Πάτερ, ὡραιότατος ὤφθη, καὶ χαρίσματος παντός, ἀνάπλεως ἀληθῶς, καὶ τῆς θείας, μέτοχος λαμπρότητος.

Σεπτὴν εἰκόνα τοῦ Χριστοῦ, καὶ τῆς τοῦτον Τεκούσης, ἀσπαζόμενος Μάκαρ, βασιλέως δυσσεβοῦς, τὸ δόγμα τὸ δυσσεβές, ἑβδελύξω, σθένει θείου Πνεύματος.

Σιδήρῳ σε τὸν σιδηρᾶν, κεκτημένον καρδίαν, ὁ παράφρων δεσμεύσας, παραπέμπει φυλακαῖς, ὡς φύλακα τῶν Πιστῶν, διδαγμάτων, Στέφανε πανόλβιε.

Τοὺς σοὺς ὡραίους προφανῶς, ἔσχες Ὅσιε πόδας, μαρτυρίου πρὸς τρίβους, βηματίζοντας λαμπρῶς, καὶ κεφαλὰς δυσμενῶν, γενναιόφρον, Στέφανε συνθλάττοντας.

Θεοτοκίον

κ σοῦ τῆς μόνης καθαρᾶς, ὁ ὑπέρθεος Λόγος, ἐσαρκώθη ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοὺς προσκυνοῦντας αὐτοῦ, τὴν δι' οἶκτον, θείαν συγκατάβασιν. 

 

Ἕτερος. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

Ναὸν σεαυτὸν προφητικῶς, τοῦ θείου Πάτερ Πνεύματος, χωρητικὸν εἰργάσω μακάριε· τῇ ἐνεργείᾳ τούτου γὰρ ἔτρεψας, τῶν δαιμόνων φάλαγγας, καὶ νοσοῦσιν ἴασιν, ἐδωρήσω καὶ πηροῖς ἀνάβλεψιν.

ς ᾤετο πείθειν σε σοφέ, ὁ θὴρ ὁ δυσμενέστατος, τὴν τοῦ Χριστοῦ εἰκόνα ἀρνήσασθαι, καὶ τῆς πανάγνου καὶ Θεομήτορος, καὶ Ἁγίων Ὅσιε, τῆς αὐτοῦ ἠστόχησε, προσδοκίας καὶ γνώμης μακάριε.

Συντόνῳ δεήσει σου τὸν νοῦν, πρὸς ὕψος ἀνεπτέρωσας· τὴν τῆς σαρκὸς ὑλώδη παχύτητα, καὶ ταύτης πάσας τὰς ὁρμὰς Ὅσιε, ὑποτάξας σώφρονι, λογισμῷ διέμεινας, προσβολαῖς τῶν δαιμόνων ἀκλόνητος.

Θεοτοκίον

πάντων δεσπόζουσα ἁγνή, κτισμάτων ἀοράτων τε, καὶ ὁρατῶν μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ τῆς ποίμνης τῆς πεποιθυίας εἰς Σέ, πειρασμῶν καὶ θλίψεων, καὶ κινδύνων πάνσεμνε, καὶ θανάτου αὐτὴν διασώζουσα.

 

Κάθισμα τοῦ Ὁσίου. Ἦχος δ'. Ὁ ὑψωθείς

Τῶν Μοναστῶν ὑπογραμμὸς ἀνεδείχθης, τῶν Ἀθλητῶν καλλωπισμὸς ἀνεφάνης, δι' ἀμφοτέρων Στέφανε κοσμούμενος· ὅθεν ἀξιάγαστε, καὶ διπλοῦς τοὺς στεφάνους, ἔλαβες ἀσκήσεως, καὶ ἀθλήσεως Πάτερ. Ἀλλ' ἐκτενῶς Χριστὸν ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων, ἱκέτευε Στέφανε.

Δόξα. Καὶ νῦν ... Θεοτοκίον

Καταφυγὴ τῶν ἐν δεινοῖς ὑπαρχόντων, καταλλαγὴ πρὸς τὸν Θεὸν τῶν πταιόντων, Ὑπεραγία Δέσποινα περίσῳζε ἡμᾶς, πάσης περιστάσεως, καὶ κακίας ἀνθρώπων, καὶ φρικτῆς κολάσεως, καὶ παθῶν ἀτιμίας, τοὺς ἀδιστάκτῳ πίστει σὲ ἀεί, προσκαλουμένους, Παρθένε πανύμνητε.

ᾨδὴ δ'.  Χριστός μου δύναμις

Φωτὶ τοῦ Πνεύματος, καταλαμπόμενος, δι' ἐντεύξεως θείας, τυφλοῖς τὸ φῶς, Πάτερ ἐχορήγησας, τὸν σὸν Δεσπότην καὶ Θεόν, μιμησάμενος Θεόπνευστε.

φαίνου πόῤῥωθεν, τοῖς θαλαττεύουσι, κυβερνῶν τούτους μάκαρ πρὸς γαληνόν, ὅρμον θείᾳ χάριτι, προσκαλουμένους σου πιστῶς, Πάτερ Στέφανε τὸ ὄνομα.

ερουργούμενος, καθάπερ σφάγιον, ἱερὸν προσηνέχθης τῷ διὰ σέ, τεθυμένῳ Στέφανε, καὶ πρωτοτόκων ἐν σκηναῖς, ἀνεπαύσω εὐφραινόμενος.

Σεπτῷ σου ῥήματι, ὁ πρὶν ἡμίξηρος, ὑγιὴς ὅλος ὤφθη καταπλαγείς, Μάρτυς τὴν δοθεῖσάν σοι, χάριν ἐξ ὕψους δαψιλῶς, εἰς ἀνθρώπων περιποίησιν.

Θεοτοκίον

ν σοὶ Πανάμωμε, τῆς σωτηρίας μου, τὰς ἐλπίδας ἐθέμην, ἐπὶ τὴν σήν, σκέπην καταπέφευγα, γενοῦ μοι Κόρη βοηθός, τῶν δεινῶν ἐξαιρουμένη με. 

 

Ἕτερος. Ὄρος σε.

Τὸν νόμον, Κυρίου μελετῶν καὶ πρωΐ καὶ νυκτός, ξύλον κατάκαρπον ἡμῖν, ἐν διεξόδοις φυτευθέν, τοῦ Πνεύματος πέφηνας, καὶ ἀρδευθέν, τοῖς τῶν δακρύων σου χεύμασιν, ἐξ οὗ τρυγῶντες πιστῶς εὐφραινόμεθα.

ν ὄρει, ἐπάρας σου τὰς χεῖρας ὡς πάλαι Μωσῆς, τῇ ἐκτενίᾳ τῶν εὐχῶν, τὸν πολυμήχανον ἐχθρόν, ἐξ ὕψους κατέρῥαξας, καὶ νικητής, τῆς τυραννίδος αὐτοῦ πεφηνώς, νῦν μετ’ Ἀγγέλων αὐλίζει μακάριε.

Φρόνημα, τυράννου δυσσεβὲς καταβέβληκας, τῇ ἀνενδότῳ πρὸς Θεόν, ὁμολογίᾳ σου σοφέ, καὶ πίστιν ἐκράτυνας, τὴν ἀῤῥαγῆ, τοῦ προσκυνεῖν τὴν εἰκόνα Χριστοῦ· τῷ πρωτοτύπῳ γὰρ ἔφασκες νέμειν τιμήν.

Αἱ τάξεις, ἐξέστησαν τῶν Ἀγγέλων ἅπασαι, ἐπὶ τῇ σῇ ὑπομονῇ, καὶ καρτερίᾳ σου σοφέ· δημεύσεις γὰρ ἔφερες, καὶ αἰκισμούς, ἐλπίδι θείᾳ ῥωννύμενος, καὶ προσδοκῶν ἀμοιβὴν τῶν καμάτων σου.

Θεοτοκίον

Γηθόμενοι, τὸ χαῖρε τῇ Παρθένῳ βοήσωμεν, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ· εὐλογημένος ὁ καρπός, ὑπάρχει Σου Δέσποινα, ὁ ἐκ Πατρός, τὸ πρὶν ἐκλάμψας ἀῤῥεύστως Υἱός, καὶ διὰ Σοῦ ἐπ’ ἐσχάτων σαρκούμενος.

 

 

ᾨδὴ ε'. Τῷ θείῳ φέγγει σου ἀγαθέ

Μαρτυρικαῖς ἔστεψε τιμαῖς, τοὺς ἀσκητικούς σου ἀληθῶς καμάτους Ὅσιε Στέφανε, ὁ ἀγωνοθέτης μόνος Θεὸς ἡμῶν, κατὰ τῶν παλαμναίων ἐνδυναμώσας σε.

γωνιζόμενος εὐκλεῶς, δῆμον συμμαρτύρων ταῖς εἱρκταῖς, προσομιλῶν Μάρτυς εὕρηκας· σὲ γὰρ ὡς ἀστέρες ἄδυτον ἥλιον, κυκλοῦντες ἐπὶ πλεῖον κατελαμπρύνοντο.

ήμασι θείοις τοὺς ἱερούς, Ὁμολογητὰς καὶ μιμητάς, θείων παθῶν μακαρίζομεν, τοὺς τριακοσίους καὶ τεσσαράκοντα, καὶ δύο τοὺς ἀθέους καταπαλαίσαντας.

Τριχῶν ἀφαίρεσιν παικτικῶς, ὤτων ἐκκοπήν τε καὶ χειρῶν, μελῶν τε θείων κατάφλεξιν, ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ὑπήνεγκεν, ὁ δῆμος τῶν Ὁσίων ὁ εὐκλεέστατος.

Θεοτοκίον

περαγία ἡ τὸν Θεόν, μόνη ἐπὶ γῆς ὡς ἀληθῶς, τὸν ὑπεράγιον τέξασα τοὺς σὲ Θεοτόκον ἀεὶ κηρύττοντας, ἁγίασον καὶ σῶσον τῇ μεσιτείᾳ σου. 

 

Ἕτερος. Ὁ φωτίσας.

Νεκρωθέντα, καὶ πρὸς γῆν κεκυφότα τοῖς πταίσμασι, ζώωσόν με, καὶ πρὸς φῶς ἐντολῶν Σου ὁδήγησον, ταῖς τοῦ Σοῦ θεράποντος, πρεσβείαις Σῶτερ ζωοδότα· ἄλλον γὰρ πλήν Σου οὐκ ἔγνων Θεόν.

Ἰούδας, τοῦ χοροῦ Ἀποστόλων ἐκπέπτωκε, τὸν Κύριον, τοῖς ἀνόμοις προδοὺς ὁ παράνομος· καὶ σὲ Μάρτυς Στέφανε, σὸς μαθητὴς τυράννῳ διαβάλλει, φιλαργυρίας τῷ πάθει νοσῶν.

Νευρωθεῖσαι, ζήλῳ θείῳ Γυναῖκες φιλόθεοι, κατέῤῥαξαν, εἰς τὴν γῆν τὸν Χριστοῦ καθελόντα, μορφὴν καὶ ὁμολογήσασαι, Αὐτὸν ἐν μέσῳ τῶν ἀθέων, ξίφει τὰς κάρας ἐτμήθησαν.

Θεοτοκίον

λος ὤφθη, δι’ ἐμὲ ἐκ Παρθένου ὡς ἄνθρωπος, ὁ τῶν κόλπων, οὐκ ἐκστὰς τοῦ οἰκείου γεννήτορος, ἐν δυσὶ ταῖς φύσεσιν, οὐκ ἀλλιώσας τὰς οὐσίας, Ὃν ἐπαξίως δοξάζομεν.

ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν

ημάτων σου δύναμιν, ὁ κακίας εὑρετής, ὑπενεγκεῖν οὐκ ἴσχυσεν· ὅθεν δεσμοῖς σε Στέφανε καὶ ποιναῖς, θανάτῳ βιαίῳ τε, ὠμοτάτως ὁ πλάνος παραδέδωκεν.

ς ἄρτος ὀπτώμενος, τῷ πυρὶ καὶ ἐκ ποδῶν ἀνηλεῶς κρεμάμενος, ὡλοκαυτώθης Παῦλε καὶ τῷ Θεῷ, θυσία προσήνεξαι, συναυλίας Μαρτύρων ἀξιούμενος.

Νομίμως ἐνήθλησαν, συγκλεισθέντες καὶ πνιγμῷ, τὸν βίον καταλύσαντες, ἐν τῇ Ἐφέσῳ Ὅσιοι Μονασταί, ὀκτὼ καὶ τριάκοντα, οὓς ἐν πίστει καὶ πόθῳ μακαρίσωμεν.

Στεῤῥῶς τῷ δικάζοντι, ἀντετάξω καὶ πληγαῖς, καταξανθεὶς τὸ σῶμά σου, θανατωθῆναι εἵλου διὰ Χριστόν, τὸν μόνον ἀθάνατον, ἀξιάγαστε Πέτρε μεγαλώνυμε.

Θεοτοκίον

Τὴν μόνην πανύμνητον, τὴν καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, Χριστιανῶν τὸ τεῖχος τὸ ἀῤῥαγές, τὴν ἄχραντον Δέσποιναν, ἀδιστάκτῳ καρδία μακαρίσωμεν. 

 

Ἕτερος. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος.

πλήθυνας ποίμνην Χριστοῦ ἱδρῶσί σου, καὶ πόνοις τῆς ἀσκήσεως, καὶ κατήρδευσας αὐτὴν ἐν ταῖς ῥοαῖς, Πάτερ σῶν δακρύων καὶ προσήνεγκας, ὥσπερ δεκτόν, θῦμα τῷ κτίστῃ καὶ ἀρχιποίμενι.

Κατέλιπον αἱ Γυναικῶν φιλόθεοι, τοῦ βίου τὴν τερπνότητα, καὶ ἡρμόσθησαν προθύμως τῷ Χριστῷ, ταῖς σαῖς ὑποθήκαις πειθαρχήσασαι· σὺ γὰρ αὐτῶν, τῆς σωτηρίας πρόξενος γέγονας.

Λογύδρια ὥσπερ σαθρὰ καὶ ἄστατα, τυράννου τὰ βουλεύματα, ἐλογίσατο ἡ Ἄννα ἡ σεμνή, πρὸς τὴν καρτερίαν εὐτρεπίζοντα, τοῦ ἀληθῶς, στέφει στεφθέντος τοῦ Πρωτομάρτυρος.

Θεοτοκίον

αθύμως μου τὸν βίον ἐξετέλεσα, καὶ βάθει ἀπογνώσεως, περιπέπτωκα αἰτοῦμαι δὲ τὴν Σήν, ἄγρυπνον πρεσβείαν ἀειπάρθενε· Σὲ γὰρ ἀεί, καὶ προστασίαν καὶ σκέπην κέκτημαι.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, ἑορτὴν εὐφρόσυνον, ἐν τῇ σῇ μνήμῃ καὶ πιστῶς, ἀνευφημοῦσα κραυγάζει σοι· Στέφανε θεῖε, ὁσίων τὸ καύχημα. 

Ὁ Οἶκος

Εἰς πᾶσαν γῆν ὡς ἀληθῶς, διέδραμεν ὁ φθόγγος τῶν σῶν κατορθωμάτων, σοφὲ Ὁσιομάρτυς, ὧν περ εἰργάσω θαυμαστῶς· ὅθεν δυσωπῶ σε, παῤῥησίαν πρὸς Θεὸν ὡς κεκτημένος Ὅσιε, ἱκέτευε τοῦ δοθῆναί μοι λόγον ἐπάξιον, τοῦ ἀνευφημῆσαι τοὺς ἀγῶνας, οὓς ὑπέστης ἐξ ὁρατῶν ἐχθρῶν καὶ νοουμένων· ὃς πρὶν ἀσκητικῶς καθεῖλες, ἁπάσας τὰς κινήσεις τῆς σαρκὸς ἀπονεκρώσας, ἀθλήσει δὲ νῦν τὸν τύραννον ἐτροπώσω, Ὁσίων τὸ καύχημα. 

Συναξάριον.

Τῇ ΚΗ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

ᾨδὴ ζ'. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσαντο

μηνύθη σοι τὸ τέλος τὸ μακάριον, παντουργικῷ βουλήματι· ὅθεν πλείονι ἐπιδοὺς ἀσκήσει σεαυτόν, ἐκ δόξης εἰς δόξαν προχωρεῖς, ἀποκτανθεὶς διὰ Χριστόν, τόν ἐπὶ πάντων Θεόν.

Φερωνύμως τῷ πρωτάθλῳ συνδεδόξασαι· καὶ γὰρ λιθολευστούμενος, καὶ συρόμενος καὶ τυπτόμενος ἀνηλεῶς, αἱμάτων ἐπλήρωσας τὴν γῆν, καὶ τὴν ψυχήν σου τῷ Θεῷ, χαίρων παρέδωκας.

ν πλατείαις μάρτυς Στέφανε συρόμενος, ἀνηλεῶς τῆς πόλεως, ἐξωμάλισας μαρτυρίου τρίβον τοῖς πιστοῖς, ἐν ᾗ ἐπιβαίνοντες στεῤῥῶς, πρὸς τὴν οὐράνιον σαφῶς, πόλιν κατήντησαν.

Θεοτοκίον

ερώτατοι προφῆται προεδήλωσαν, Ἁγνὴ ἐμφαντικώτατα, τὸ μυστήριον τῆς σεπτῆς λοχείας σου, καὶ νῦν ἡμῖν τὰς ἐκβάσεις τηλαυγῶς κατανοοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν. 

 

Ἕτερος. Σὲ νοητήν.

τοῖς τυφλοῖς, παρασχὼν ἀνάβλεψιν, χάριν σοι νέμει Ἀθλητά, τῶν ἰάσεων ὡς Θεός· ὅθεν σοι προσέδραμε, πίστει καὶ ἐδέξατο, ὁ πρὶν τυφλώττων τὴν ἴασιν, τὸν αἰνετόν, ἀναμέλπων Θεὸν καὶ ὑπερένδοξον.

Γύναιον πρίν, τοῦ κρασπέδου ἥψατο, τῶν ἱματίων τοῦ Χριστοῦ, καὶ τὴν ἴασιν παρευθύς, εὕρατο τῆς ῥώσεως· ταύτης κατὰ μίμησιν, καὶ σοὶ προστρέχει τὸ γύναιον, καὶ τοῦ Χριστοῦ, τῇ σφραγίδι αὐτὸ ἰάσω Ὅσιε.

σπερ ποτέ, Παῖδες οἱ θεόφρονες, οὐ προσεκύνησαν σοφέ, τοῦ τυράννου τοῦ δυσσεβοῦς, στήλην δυσειδέστατον, οὕτω κατεπάτησας, τοῦ βασιλέως ἐνώπιον, τὸ ἑαυτοῦ, ἀφομοίωμα τὸν αἰνετὸν ἀναμέλπων Θεόν.

Θεοτοκίον

λεών μοι, τὸν κριτὴν ἀπέργασαι, ταῖς ἱκεσίαις Σου ἁγνή· Σὲ γὰρ ἔχω καταφυγήν, ἐν ταῖς περιστάσεσι, καὶ ἀκαταμάχητον, ἐν πειρασμοῖς τεῖχος ἄχραντε, καὶ κραταιόν, κατ’ ἐχθρῶν νοητῶν ὅπλον πανάμωμε.

 

ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας

Μανικώτατοι ὥσπερ θῆρες συνέλαβον, τοῦ Χριστοῦ τὸ ἀρνίον, παίοντες, κτείνοντες, καὶ μετὰ ἀνδρῶν ἀνομούντων συνθάπτοντες, οἱ παρανομίᾳ, συζῶντες εἰς αἰῶνας.

πηνῶς σου τὴν κάραν ἐχθρὸς συνέτριψεν, ἣν Θεὸς ἐν ὑψίστοις στέφει κατέστεψε, τῷ νικητικῷ, Στεφανῖτα πολύαθλε, κλέος τῶν Μαρτύρων, καὶ πάντων τῶν Ὁσίων.

Καρτερῶς, τῷ διώκτῃ ἀντιταττόμενος, ὁ θεόφρων Ἀνδρέας πληγαῖς συγκόπτεται, καὶ ἀνηλεῶς, θανατοῦται ὁ δίκαιος, μέλπων τῷ Δεσπότῃ, Χριστῷ εἰς τοὺς αἰῶνας.

γιώτατος οἶκος ἤδη γενόμενος, τὸν ἐν πᾶσιν Ἁγίοις ἀναπαυόμενον, ἔσχες ἐν τῇ σῇ, ἐνοικοῦντα πολύαθλε, Στέφανε καρδίᾳ εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

αντισμῷ θείου λύθρου θεοχαρίτωτε, ἐκ πλευρᾶς κενωθέντος, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, τὸν ἐκ πονηρᾶς, ἁμαρτίας προσόντα μοι, ῥύπον δυσωπῶ σε, ἀπόπλυνον Παρθένε. 

 

Ἕτερος. Ἐν καμίνῳ παῖδας Ἰσραήλ.

Νεκρωθεῖσαν παῖδα ὡς ποτέ, τοῦ ἀρχισυναγώγου, ἀπέδωκας ἐῤῥωμένην, τῷ γεννήτορι Χριστέ· ὡσαύτως καὶ Στέφανος, παραδόξως, παῖδα τῆς χήρας, τοῦ δαίμονος καθάρας, ταύτην τῇ ἰδίᾳ, ἀπέδωκε τεκούσῃ.

Παρεστηκὼς τῷ παμβασιλεῖ, μνημόνευε τῶν πίστει, τελούντων σου τὴν πανήγυριν, ἐκ πίστεως θερμῆς, μακάριε Στέφανε, καὶ βοώντων· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Λαβροτάτῳ Πάτερ πυρετῷ, δεινῶς συνεχόμενον, ἰάσω τὸν καθηγούμενον, χειρί σου τῇ σεπτῇ, μονῆς Χρυσουπόλεως, ὅθεν ἐβόα· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 Θεοτοκίον

ρος θεῖον ὤφθης τοῦ Θεοῦ, ἐξ οὗ ἐτμήθη λίθος, Παρθένε ἄνευ χειρός, καὶ ἀνεκαίνισεν ἡμᾶς, φθαρέντας τοῖς πάθεσιν, Ὃν ὑμνοῦμεν· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον

δὼν ἀγάλλῃ Ἀγγέλων τάγματα, Πατριαρχῶν, Ὁσίων, Προφητῶν, Ἀποστόλων τε, καὶ Δικαίων ἁπάντων θεόπνευστε, οἷς συμπεριπολεύων μνήσθητι, πρόστηθι, τῶν εἰλικρινῶς ἐπὶ τῆς γῆς, μακαριζόντων σε.

ς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, ὡς οὐρανὸς κατάστερος θαυμάτων λαμπρότησι, καὶ στιγμάτων ἁγίων γεγένησαι, πάντων τὰς διανοίας, τῶν εὐφημούντων σε, Στέφανε λαμπρύνων ἀληθῶς, Μάρτυς πολύαθλε.

Στεῤῥοῖς ἀσκήσεως ἀγωνίσματι, καταβαλὼν τοῦ σκότους τὰς ἀρχὰς Πάτερ πρότερον, ἐπ' ἐσχάτων ἀθλήσας στεῤῥότατα, παντελεῖ ἀπωλείᾳ, ταύτας παρέδωκας, Στέφανε μαρτύρων καλλονή, Ὁσίων καύχημα.

σὴ περίδοξος μνήμη σήμερον, φωτιστικαῖς ἀκτῖσι χαρισμάτων τοῦ Πνεύματος, καταυγάζει τὰ τῆς γῆς πληρώματα· ἣν ἐν ἀγαλλιάσει, νῦν ἑορτάζοντας, φώτισον, ἁγίασον ἡμᾶς, θεομακάριστε.

Θεοτοκίον

Φωτὸς δοχεῖον θεοχαρίτωτε, τῶν ἱερῶν Μαρτύρων ἀληθῶς τὸ κραταίωμα, καὶ Ὁσίων ἁπάντων τὸ καύχημα, σῶσον ἡμᾶς κινδύνων, καὶ περιστάσεων, καὶ τῆς τῶν ἐχθρῶν ἐπιδρομῆς, τοὺς ἀνυμνοῦντάς σε. 

 

 

Ἕτερος. Τύπον τῆς ἁγνῆς λοχείας Σου.

Ἔχων ἄνω τὸ πολίτευμα, ἐν οὐρανοῖς τῶν τῇδε Πάτερ μεθέστηκας, καταξιωθείς, τοῦ μαρτυρίου τὸν στέφανον, ἀναδήσασθαι σὺν τοῖς συνάθλοις σου· μεθ’ ὧν ἀδιαλείπτως, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε.

Κόσμου ὑπερβὰς τὸν ἄρχοντα, καὶ κοσμοκράτορα τοῦ σκότους μακάριε, ἐξουσίας τε, τὰς τοῦ ἀέρος κατήντησας, πρὸς τὰ ἄνω χορείας ληψόμενος, τὰ γέρα τῶν ἱδρώτων, τῶν σῶν ἀγώνων παμμακάριστε.

Ὢ τῶν Ἀρχαγγέλων σύσκηνε, καὶ τῶν Ἀγγέλων μέτοχε καὶ συνόμιλε, δέχου τόνδε μου, τὸν εὐτελῆ λόγον Ὅσιε, καὶ τῇ σῇ μεσιτείᾳ παράσχου μοι, τὴν τῶν πταισμάτων λύσιν, ὧνπερ ἐν βίῳ ἐπλημμέλησα.

Θεοτοκίον

Ὕμνον παρ’ ἡμῶν τῶν δούλων Σου, εἰ καὶ ἀνάξιον προσδέχου πανύμνητε, ἀντικαταπέμπουσα, τὴν παρὰ Σοῦ θείαν ἔλλαμψιν, καὶ τῆς Σῆς εὐσπλαγχνίας τὴν ἄβυσσον, Παρθένε Θεοτόκε, ἁμαρτωλῶν ἡ προστατεύουσα.

Ἐξαποστειλάριον τοῦ Ὁσίου. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς.

Ἐκομίσω πρὸς Χριστοῦ, διπλοῦν τὸ στέφος Στέφανε, ἀσκήσας ὑπερβαλλόντως, καὶ μαρτυρήσας ὡς αὐτοῦ, εἰκόνα σεβαζόμενος, πάντων τε τῶν Ἁγίων, μεθ' ὧν ἡμῶν μνήσθητι. 

Ἕτερον.

Τοὺς τὴν Εἰκόνα τοῦ Χριστοῦ, μὴ προσκυνοῦντας Στέφανε, ὡς κατήσχυνας ὡς ἀθέους, καὶ μαρτυρίου καλλοναῖς, καὶ στίγμασι κεκόσμησαι· διὰ τοῦτο πιστῶς σε, ἀεὶ μακαρίζομεν.

Θεοτοκίον

Ἄχραντε Δέσποινα ἁγνή, καὶ μόνη ἀπειρόγαμε, ἡ Βασιλὶς καὶ Κυρία, σὺ δυσώπει τὸν ἐκ σοῦ τεχθέντα Λυτρωτὴν ἡμῶν, σῶσαι κόσμον ἐκ πάντων, κακῶν τε καὶ θλίψεων. 

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.

Δαυϊτικῶς δεῦτε πάντες χεῖρας κροτήσωμεν, ἐκθύμως ἐκτελοῦντες, τὴν πανεύσημον μνήμην, Στεφάνου τοῦ Ὁσίου τοῦ ἀνδρικῶς, τὸν σατὰν καταισχύναντος, καὶ εἰληφόρος στεφάνους νικητικούς, οὐρανόθεν ὡς ἀήττητος.

 

Προγυμνασθεὶς ἐν τῷ ὄρει πόνοις ἀσκήσεως, μαρτυρικῶν ἀγώνων, ἀνεδείχθης τελέστωρ, καὶ ἤρθης μετὰ δόξης πρὸς τὴν ζωήν, τὴν τερπνὴν ἣν ὑπέσχετο, θεομακάριστε Στέφανε ὁ Χριστός, τοῖς Αὐτῷ ἀκολουθήσωσι.

 

 

 

Τὸ τοῦ Κυρίου τιμήσας θεῖον ἐκτύπωμα, τοῖς λόγοις καθυπείκων, Βασιλείου τοῦ πάνυ, τιμῆς κατηξιώθης τῆς ὑπὲρ νοῦν, παμμακάριστε Στέφανε, καὶ ἱκετεύεις ἀπαύστως ὑπὲρ ἡμῶν, τὸν Θεὸν τὸν πολυεύσπλαγχνον.

 

Σὺν τῇ ἐνδόξῳ χορείᾳ τῶν συμμαρτύρων σου, Θεὸν καθικετεύων, θεομάκαρ μὴ παύσῃ, ὑπὲρ τῶν εὐφημούντων χαρμονικῶς, τὸ στεῤῥόν σου μαρτύριον, δι’ οὗ περίδοξος προέφηνας μιμητής, τοῦ Πρωτάθλου ὁμωνύμου.

 

Δόξα. Τοῦ Ὁσίου. Ἦχος γ'

Ἀφιερωθεὶς τῷ Θεῷ ἐκ κοιλίας μητρικῆς, ὡς ἄλλος Σαμουήλ, Ὅσιε Στέφανε, φερωνύμως στέφανος ἀνεδείχθης τῶν πιστῶν, εὐσεβείας βακτηρία καὶ ἑδραίωμα, καὶ τοῦ θείου Πνεύματος καθαρὸν οἰκητήριον. Αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος. 

 

Καὶ νῦν. Θεοτοκίον

Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις τῶν Ὁσίων ὁ ζηλωτής, καὶ τῶν Ἀθλοφόρων, ἀκριβέστατος μιμητής· χαίροις ὁ τιμήσας, Εἰκόνας τὰς ἁγίας, τυραννικὸν μὴ πτήξας, δόγμα ὦ Στέφανε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου