ΔΕΚΕΜΒΡΙΟΣ Α΄!!
ΘΕΟΚΛΗΤΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μνήμην τὴν ἐτήσιον, Λακεδαιμόνιοι σήμερον, ἑορτάσωμεν χαίροντες, Χριστοῦ τοῦ θεράποντος, καὶ ἡμῶν ποιμένος, θείου Θεοκλήτου, τοῦ διὰ βίου ἱεροῦ, καὶ ἐναρέτων ἔργων καὶ πράξεων, ὁσίως διαπρέψαντος, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· ὑπὲρ πάντων ἱκέτευε, Ἱεράρχα μακάριε.
Χάρις ἡ τοῦ Πνεύματος, ἡ καὶ τὰ πόῤῥωθεν βλέπουσα, Ἱεράρχα σε κέκληκε, καὶ στολῇ κεκόσμηκε, τῆς ἱερωσύνης, Θεόκλητε Πάτερ, ὡς καθαρώτατον αὐτῆς, ἀπὸ σπαργάνων δοχεῖον ἅγιον· διὸ καὶ διετήρησας, τὴν Ἐκκλησίαν ἀπόρθητον, πανοπλίᾳ τῶν λόγων σου, καὶ τῷ κράτει τῆς πίστεως.
Ἄγγελος ὡς ἄσαρκος, ἐπὶ τῆς γῆς ἐχρημάτισας, ἐγκρατείᾳ τὸ σῶμά σου, λεπτύνας Θεόκλητε, καὶ πόνων ἱδρῶσι, στάσει τε παννύχῳ, καὶ ἀγρυπνίᾳ πρὸς Θεόν, ἐνατενίζων καρδίας ὄμμασι· πρὸς Ὃν καὶ ἐξεδήμησας, καὶ ἱερῶς προσεχώρησας, ἀπολαύων θεσπέσιε, τῆς αὐτοῦ ὡραιότητος.
Χειμῶνι καὶ θλίψεων, καὶ πειρασμῶν συνεχόμενον, οὐ παρεῖδεν ὁ Κύριος, ἀλλ’ ᾤκτειρεν Ὅσιε, ἐπικαλουμένων, ὁ ταχὺς προστάτης, καὶ ἐλυτρώσατο σαφῶς, σὲ Ἱεράρχα τῶν περιστάσεων, καὶ νέφος διεσκέδασε, τῆς ἀθυμίας βαθύτατον, καὶ λαμπρῶς σε ἐδόξασε, θεοφόρε Θεόκλητε.
Δόξα. Ἦχος β΄.
Τῶν ἀρετῶν λελαμπρυσμένος τῷ φέγγει, ὡς λύχνος φαεινὸς ἀνέλαμψας, ἐπὶ λυχνίας ὑψηλῆς, εὐαγγελικῶς Θεόκλητε. Εὐδοκίᾳ γὰρ κρείττονι, Ἱεράρχης ὤφθης θεοειδής, ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ πλουσίᾳ χρηστότητι, καὶ σοφίᾳ τῇ ἄνωθεν, πρακτικῶς διαλάμπων· ὅθεν τῷ φωτὶ τῶν ἔργων σου, τὴν τῶν παθῶν ὁμίχλην διαλύεις, καὶ τῶν πιστῶν τὰς καρδίας, φωτιστικῶς μυσταγωγεῖς, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, ὡς οἰκονόμος τῆς χάριτος. Διὸ τὴν ἁγίαν σου μνήμην, Πάτερ ἑορτάζομεν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σκεῦος περιφανές, τοῦ Παρακλήτου ὤφθης, ἀμέμπτῳ πολιτείᾳ, Θεόκλητε θεόφρων, Ἀγγέλων ἰσοστάσιε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Κλήσει ἀκολουθῶν, τῇ θείᾳ φερωνύμως, κλητὸς Θεῷ ἐδείχθης, Θεόκλητε τρισμάκαρ, Ἀρχιερέων καύχημα.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πρόεδρος ἱερός, καὶ ποιμενάρχης θεῖος, τῆς Λακεδαιμονίας, Θεόκλητε ἐδείχθης, ὡς πλήρης θείας χάριτος.
Δόξα. Τριαδικόν.
Στόματι ἱερῷ, Τριάδα τὴν Ἁγίαν, τὴν μίαν Θεαρχίαν, Θεόκλητε δοξάζων, θεουργικῶς δεδόξασαι.
Καὶ νῦν. Θεοτοκίον.
Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων Σου ὁ Λόγος, λαβὼν ἀνερμηνεύτως, διπλοῦς ἐκ Σοῦ ἐτέχθη, Παρθένε σώζων ἅπαντας.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Φερωνύμως τὴν κλῆσιν τοῖς σοῖς ἔργοις πιστούμενος, Λακεδαιμονίας ἐδείχθης, ποιμενάρχης θεόσοφος, Θεόκλητε θεράπων τοῦ Χριστοῦ, ὡς σκεῦος ἀρετῶν παντοδαπῶν, διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν τὰ κρείττονα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς Ποιμένα θεόκλητον, καὶ διδάσκαλον ἔνθεον, οἱ Λακεδαιμόνιοι πάντες σήμερον, χρεωστικῶς εὐφημοῦμέν σε, Θεόκλητε Ὅσιε, Ἱεράρχης γὰρ σοφός, ἐπιπνοίᾳ τῇ ἄνωθεν, ἐχρημάτισας, ἐναρέτοις σου τρόποις διεξάγων, πρὸς ὁδοὺς δικαιοσύνης, τῶν εὐσεβῶν τὰ συστήματα.
Ἐκ νεότητος Ἅγιε, τῷ Χριστῷ ἠκολούθησας, καὶ τῆς θείας χάριτος σκεῦος εὔχρηστον, εἰς ὑπουργίαν τὴν κρείττονα, ἐδείχθης Θεόκλητε, ὡς ὁ θεῖος Σαμουήλ, λαμπρυνθεὶς θείῳ Πνεύματι, τὴν καρδίαν σου, καὶ ὁσίως ἱέρευσας Κυρίῳ, ἰσαγγέλῳ πολιτείᾳ, καὶ θαυμαστοῖς κατορθώμασι.
Ἀρετῶν ἐνδιαίτημα, Παρακλήτου θησαύρισμα, Λακεδαιμονίων δὲ Ποιμὴν ἄριστος, καὶ ὁδηγὸς ἐνθεώτατος, καὶ πρέσβυς πρὸς Κύριον, καὶ μεσίτης ἀσφαλής, Ἱεράρχα Θεόκλητε, ἀναδέδειξαι· διὰ τοῦτο τὴν μνήμην σου τὴν θείαν, χαρμοσύνως ἐκτελοῦμεν, Λακεδαιμόνιοι ἅπαντες.
Καὶ θαυμάτων ἐνέργειαν, ὡς Θεοῦ φίλος γνήσιος, ἱερὲ Θεόκλητε ὄντως ἔλαβες· ὅθεν ἰσχύϊ τῆς ῥάβδου σου, ἀκρίδων διώκεται, ἡ πανώλεθρος πληθύς, καὶ εὐχῶν σου τῇ χάριτι, θεραπεύεται, παραδόξως ἡ χεὶρ ἡ παρειμένης, καὶ ἀνθρώπων αἱ καρδίαι, φόβῳ τῷ θείῳ στηρίζονται.
Τὴν τοῦ βίου σου ἔλλαμψιν, μηδαμῶς ἀνεχόμενοι, οἱ φρονοῦντες μάταια ἄνδρες ἄφρονες, πλείστας σοι θλίψεις ἐπήγαγον, ἃς πράως ὑπέμεινας, ἐν χρηστότητι πολλῇ, τοῦ Χριστοῦ τὴν πραότητα ἐκμιμούμενος· καὶ τῷ τρόπῳ σου τούτους ἐκπαιδεύσας, ἱερῶς ἐμεγαλύνθης, ὡς Ἱεράρχης θεόσοφος.
Καὶ τῷ βίῳ ἰσάγγελος, καὶ τῷ λόγῳ θεόληπτος, ἱερὲ Θεόκλητε ἐχρημάτισας, καὶ πᾶσι τρόποις μειλίχιος, καὶ πτωχῶν ἐπίκουρος, καὶ πασχόντων ἰατήρ, ὡς ποιμὴν ἀληθέστατος, ὤφθης Ἅγιε· διὰ τοῦτο Ἀγγέλων συμπολίτης, μετὰ τέλος ἀνεδείχθης, καὶ τῶν Ἁγίων ὁμόσκηνος.
Δόξα. Ἦχος πλ. β΄.
Ἱεραρχῶν τὸν κοινωνόν, καὶ ἀρετῶν τὸν λύχνον, τὸ σκεῦος τῶν χαρίτων, καὶ τοῦ Χριστοῦ θεράποντα γνήσιον, συνδραμόντες ὦ φιλέορτοι, μελῳδικοῖς ἐφυμνίοις, τιμήσωμεν λέγοντες· χαίροις, Λακεδαιμονίας ποιμήν, καὶ κλέος ἱερόν, καὶ ἀρωγὸς σωτήριος· χαίροις, λαμπτὴρ τηλαυγέστατε, ὁ ἐναρέτοις πράξεσι λαμπρύνων τοὺς θεόφρονας· χαίροις, Ἀρχιερέων ὑπόδειγμα ἐν πᾶσι, καὶ τῶν Ἀσωμάτων συνόμιλος τῷ βίῳ. Καὶ νῦν παμμάκαρ Θεόκλητε, ἀπαύστως δυσώπει Χριστὸν τὸν Θεόν, ὑπὲρ ἡμῶν τῶν τιμώντων ἀεὶ ἐν χαρᾷ, τὴν ἐτήσιον καὶ πάνσεπτον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Λακεδαίμονος Ἐκκλησία, τὸν Ἱεράρχην Θεόκλητον, ποιμένα πλουτοῦσα· ἀγγελικῇ γὰρ πολιτείᾳ, εὐαγγελικῶν προτερημάτων εἰκὼν ἀνεδείχθη. Καὶ τῷ Χριστῷ συμμορφούμενος, ὅσιος καὶ ἄκακος, ἐν πᾶσιν ἐχρημάτισε, καὶ στῦλος καὶ ἑδραίωμα, τῆς ἀληθείας ὤφθη· ὅθεν τῶν ἀρετῶν αὐτοῦ ταῖς χάρισιν, ἱερῶς ῥυθμιζομένη, τῷ Σωτῆρι βόησον· Κύριε, ὁ τὸν Ἱεράρχην Σου δοξάσας, παράσχου δι’ αὐτοῦ τῷ λαῷ σου, εἰρήνην σταθερὰν καὶ τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Ἀνατεθεὶς τῷ Θεῷ ἐκ νεότητος, ἡγιασμένε Πάτερ Θεόκλητε, καθαρότητι βίου διέπρεψας καὶ ἠθῶν εὐκοσμίᾳ, οὐρανόφρονι γνώμῃ· ὁ τῆς καρδίας σου εἰδὼς τὴν λαμπρότητα, Ἀρχιερέα σε θεῖον δείκνυσι, καὶ ποιμένα λαοῦ εὐσεβοῦς, ἕνεκεν ἀληθείας καὶ πραότητος, καὶ χρηστότητος τῶν τρόπων σου· ὅθεν ἀμέμπτως ἱεράτευσας, ἐπὶ γῆς μακάριε, καὶ τύπον καλῶν ἔργων τῇ ποίμνῃ σου, σεαυτὸν παρέστησας. Διὸ ἐπαξίως σε, ὁ Σωτὴρ πάντων ἐδόξασε.
Ἦχος γ΄.
Τοῖς ἱεροῖς σου κατορθώμασι, τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, τὸν πλοῦτον καὶ τὴν δόξαν ἐξέφηνας, Ἱεράρχα Θεόκλητε· ἐν ἀληθῇ γὰρ σοφίᾳ, καὶ ἀρετῶν περιουσίᾳ, πρᾶος καὶ ἀκέραιος, ταπεινὸς καὶ μέτριος, καὶ συμπαθὴς καὶ ἐλεήμων, ἐχρημάτισας Ὅσιε. Τοῦ γὰρ Χριστοῦ τὴν εἰκόνα, ἐν σεαυτῷ ἀνεζωγράφησας· ἔνθεν λαμπρῶς ἀνυψώθης, καὶ τῶν διωκόντων σε τὸ φρόνημα, ἐν ἱλαρότητι γνώμης μετεστοιχείωσας. Αἰδέσιμος γὰρ πᾶσιν ὤφθης, καὶ παιδευτὴς σωτήριος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ, τὸν κλήσει καὶ πράγματι Θεόκλητον, ὡς πεπλησμένον τῆς θείας ἐλλάμψεως, τῶν εὐσεβῶν αἱ χορεῖαι, ᾀσματικῶς μακαρίσωμεν· ἐν ἡμέρᾳ γὰρ καὶ νυκτί, κατὰ Δαβὶδ τὸν θεῖον, ἐν τῷ νόμῳ τοῦ Θεοῦ μελετήσας, ὡς ξύλον πεφυτευμένον παρὰ τὰς διεξόδους, τῶν μυστικῶν ὑδάτων, πλουσίως ἐξήνεγκε, τοὺς καρποὺς τοῦ Πνεύματος. Δι’ ὧν τοὺς μὲν υἱοὺς τῆς Ἐκκλησίας ἐκτρέφει, πρὸς αὔξησιν κρείττονα, τῆς κατὰ Χριστὸν πολιτείας. Τῆς δὲ μελλούσης δόξης, τὰς ἀνταποδόσεις πᾶσιν ἐκφαίνει, καὶ πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, ὁ ἐκ παιδὸς ἀνατεθεὶς τῷ Θεῷ ἡμῶν, καὶ τοῦτο καθυπουργήσας, καθαρωτάτῃ ψυχῇ, καὶ νοΐ τελείῳ καὶ θεόφρονι, Θεόκλητε Ὅσιε, ἀρετῶν ἐνδιαίτημα, τῆς ἀπαθείας, φωτοφόρον κειμήλιον, λύχνος πάμφωτος, τῶν σεπτῶν ἀναβάσεων· ὅθεν ποιμένα ἔνθεον, ἡ χάρις σε ἔδειξε, καὶ θεοφόρον φωστῆρα, καὶ ὑποφήτην θεόσοφον, Λακεδαιμονίας· ᾗ παρέχοις οὐρανόθεν, Πάτερ τὴν χάριν σου.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ἀρχιερεὺς τοῦ Χριστοῦ, ὁ πολιτείαν διανύσας ἰσάγγελον, καὶ δόξης τῆς τῶν Ἀγγέλων, ἀξιωθεὶς εὐκλεῶς, ὡς Θεοῦ θεράπων ἐνθεώτατος, Θεόκλητε Ὅσιε, ταπεινώσεως σκήνωμα, τῆς συμπαθείας, θησαυρὸς ἀνεξάντλητος, τῆς πραότητος, μυροθήκη ἡ ἔμψυχος, μύστης θεοειδέστατος, τῆς θείας χρηστότητος, ὁ παιδευτὴς τῶν ἀφρόνων, ἐν εὐσπλαγχνίᾳ καὶ χάριτι. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει, ἡ κληρουχία ἡ σή, ἐν τῇ σῇ μνήμῃ Ἱεράρχα Θεόκλητε, καὶ ταύτην πανηγυρίζει, ἀγαλλομένῃ ψυχῇ, καὶ ἀπὸ βαθέων ἀνακράζει σοι· Ποιμὴν ἡμῶν Ὅσιε, καὶ προστάτα θερμότατε, μὴ διαλίπῃς, κατευθύνειν πρὸς Κύριον, τῇ πρεσβείᾳ σου, ταύτην Πάτερ τὴν ποίμνην σου. Πόθῳ γὰρ καταφεύγει σοι, καὶ χεῖρας καὶ ὄμματα, αἴρει πρὸς σὲ ὁλοψύχως, ἐκδεχομένη τὴν χάριν σου, ἣν δίδου πλουσίως, ἀπὸ πάσης ἐπηρείας, ταύτην λυτρούμενος.
Δόξα. Ἦχος πλ. δ΄.
Ἱεραρχίαν καὶ στολήν, τοῖς ἀσκητικοῖς σου σκάμμασι, πόλλῳ πλεῖον ἐλάμπρυνας, Ἱεράρχα Θεόκλητε. Τίς γὰρ οὐκ ἐξίσταται, τὴν σὴν ἀκούων ἐγκράτειαν, τὴν πολλὴν ταπείνωσιν καὶ ψυχῆς τὴν λαμπρότητα; ὡς γὰρ ἄγγελος ἐβίωσας, μετὰ σώματος μακάριε. Καὶ νῦν ἀγγελικαῖς συνὼν χοροστασίαις, σὺν αὐτοῖς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Φερωνύμως τὴν κλῆσιν τοῖς σοῖς ἔργοις πιστούμενος, Λακεδαιμονίας ἐδείχθης, ποιμενάρχης θεόσοφος, Θεόκλητε θεράπων τοῦ Χριστοῦ, ὡς σκεῦος ἀρετῶν παντοδαπῶν, διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν τὰ κρείττονα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὴν μνήμην σου σοφέ, τὴν σεπτὴν καὶ ἁγίαν, τελοῦσα ἐν χαρᾷ, ἡ παροῦσά σου ποίμνη, Θεόκλητε μακάριε, ἐκ μυχίων κραυγάζει σοι· δίδου πάντοτε, τὴν εὐλογίαν σου Πάτερ, ταύτῃ Ὅσιε, τῇ ἐκλεκτῇ σου μερίδι, ἣν πάλαι ἐποίμανας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν μετὰ σαρκός, ἐξ ἁγνῶν Σου αἱμάτων, δι’ ἔλεος πολύ, ἀναπλάττοντα κόσμον, ἀτρέπτως ἀπεκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν, ἀπειρόγαμε, εὐλογημένη Παρθένε· ᾧ προσάγαγε, τοὺς εὐλαβῶς προσκυνοῦντας, τὸν ἄφραστον τόκον Σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφῶς προϊστάμενος τῆς Ἐκκλησίας Χριστοῦ, καλῶν ἔργων πρότυπον, ταύτῃ παρέσχες σαυτόν, Θεόκλητε Ὅσιε· ὅθεν ὡς ἀντιλήπτωρ, τῶν πτωχῶν καὶ πασχόντων, Πάτερ ἀπεμακρύνθης, τῆς σῆς ποίμνης βιαίως· ἀλλ’ αὖθις ἐπανῆλθες, ὡς ἔμπλεως χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ Λόγος ὁ σύνθρονος τοῦ προανάρχου Πατρός, ἐκ Σοῦ σὰρξ γεγένηται δι’ εὐσπλαγχνίαν πολλήν, Παρθένε πανύμνητε· ὅθεν οἰκεῖον μύστην, τῆς Αὐτοῦ εὐσπλαγχνίας, ἔδειξε τοῖς ἐν κόσμῳ, τὸν Θεόκλητον Κόρη, ἡμᾶς μυσταγωγοῦντα, ζωὴν τὴν αἰώνιον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος ὁ αὐτός. Ὁ ὑψωθείς.
Ὁ ἐκ παιδὸς ἀνατεθεὶς τῷ Κυρίῳ, καὶ προσκληθεὶς τῇ ἐκλογῇ τῇ ἁγίᾳ, τὸ τοῦ Χριστοῦ ποιμᾶναι θεῖον ποίμνιον, ὁ κλεινὸς Θεόκλητος, ἀρετῶν τὸ ταμεῖον, εὐφημείσθω σήμερον, ὡς σοφὸς Ἱεράρχης, καὶ πρεσβευτὴς ἡμῶν πρὸς τὸν Θεόν, τῶν ἐκτελούντων, αὐτοῦ τὴν πανήγυριν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοχαρίτωτε ἁγνὴ Παναγία, ἡ τὸν Χριστὸν ἀνερμηνεύτως τεκοῦσα, καὶ μετὰ τόκον μείνασα πανάφθορος, πάσης ἡμᾶς λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ πταισμάτων ἄφεσιν, καὶ παθῶν θεραπείαν, τῇ Σῇ πρεσβείᾳ δίδου ἀγαθή, τοῖς μεγαλύνουσι, πίστει τὸν τόκον Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱεράρχα Θεόκλητε, σὺ τῇ θείᾳ βουλῇ θεοφιλῶς λειτουργήσας, τοῦ Εὐαγγελίου τῆς χάριτος, μυσταγωγὸς ὤφθης πρακτικώτατος. Καὶ καλῶς ποιμάνας τὸ ἐμπιστευθέν σοι ποίμνιον, τῶν πιστῶν ταῖς ψυχαῖς, τὸν θεῖον φόβον ἐφύτευσας, οἰκείῳ ὑποδείγματι. Καὶ νῦν τῆς ἄνω δόξης κατατρυφῶν, ἱκέτευε δεόμεθα, τὴν σὴν ποίμνην σώζεσθαι ἄτρωτον, ἐπηρειῶν τοῦ ἀλάστορος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τὸν θεῖον ὑμνεῖν νῦν Θεόκλητον πρέπον.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
Τὸν θεῖον Θεόκλητον, τῆς Ἐκκλησίας, τῆς Σῆς ὑπεράγαθε, τὸ στεῤῥὸν ἑδραίωμα, ὕμνοις γεραίροντες νῦν, δεόμεθά σου φωτισμόν, ἐπαναστράψαι ἡμῖν.
Ὁ βίος σεμνότητι, κεκοσμημένος, ὁ νοῦς δέ σου Πνεύματι, ἐλλαμφθεὶς Θεόκλητε, πάντας ἐφώτισε, διδασκαλίαις ἱεραῖς, καὶ ἀρετῶν τῷ φωτί.
Νεκρώσας τὴν σάρκα σου, τῇ ἐγκρατείᾳ, ζωὴν τὴν ἰσάγγελον, ἀπὸ νεότητος, ἐπολιτεύσω σοφῶς, ἔρωτι θείῳ πτερωθείς, Πάτερ Θεόκλητε.
Θεοτοκίον.
Θεὲ ὑπεράγαθε, τὴν σηπεδόνα, ψυχῆς μου θεράπευσον, καὶ παθῶν με λύτρωσαι, ταῖς παρακλήσεσι, τῆς κυησάσης Σε φρικτῶς, Κόρης Θεόπαιδος.
ᾨδὴ γ’. Στερέωσόν με Χριστέ.
Ἐγλύκανας τὴν ψυχήν, ἐν τῇ μελέτῃ τῶν θείων Πάτερ λογίων, καὶ ἐξηρεύξω γλυκύτητα γνώσεως, διδάσκων Θεόκλητε, δογμάτων ἀκρίβειαν.
Ἱέρευσας εὐσεβῶς, ἡγιασμένε Θεόκλητε τῷ Κυρίῳ, Ἀρχιερεὺς γεγονὼς ἐνθεώτατος, καὶ καλῶς ἐποίμανας, λαὸν τὸν θεόφρονα.
Ὁλόφωτος ὡς ἀστήρ, ἐπὶ τὸν θρόνον ἐκλάμπεις ἀμέμπτῳ βίῳ, τῆς Λακεδαιμονίας Θεόκλητε, καὶ πιστοὺς κατηύγασας, φέγγει τῆς χάριτος.
Θεοτοκίον.
Νεκρώσας μου τὴν ψυχήν, ἐν πολυτρόποις ὁ τάλας παθῶν ἰδέαις, τὴν Σὴν πρεσβείαν καλῶ εἰς ἀντίληψιν, Παρθένε με ἔγειρον, ἐκ τάφου πταισμάτων μου.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπὸ βρέφους ἐκλήθης Πάτερ σοφέ, Σαμουὴλ ὥσπερ ἄλλος παρὰ Θεοῦ, ἁγίῳ τε κέχρισαι, θείῳ Πνεύματι χρίσματι, προχειρισθεὶς ποιμαίνειν, λαὸν περιούσιον, καὶ τῷ Θεῷ θυσίαν, τελεῖν τὴν ἀναίμακτον· ὅθεν τῇ Τριάδι, εὐσεβῶς λειτουργήσας, ἐκ λύκων τὸ ποίμνιον, ἀσινὲς διετήρησας, Ἱεράρχα Θεόκλητε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκ γαστρός Σου ἐκλάμψας σωματικῶς, Θεοτόκε Παρθένε ὑπερφυῶς, τῆς δόξης ὁ Ἥλιος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, Χριστὸς ὁ Ζωοδότης, τὸν κόσμον κατηύγασε, μαρμαρυγαῖς ἀΰλοις τῆς θείας χρηστότητος· ὅθεν τῇ ἐλλάμψει, τῆς Αὐτοῦ εὐσπλαγχνίας, τὸν νοῦν μου καταύγασον, τὸν τυφλώττοντα πάθεσι, φωτοδότε πανύμνητε· πρὸς Σὲ γὰρ καταφεύγω ἁγνή, τὴν θερμήν Σου ἐκζητῶν βοήθειαν, ἥν μοι δίδου Παρθένε, ἐν παντὶ τῷ βίῳ μου.
ᾨδὴ δ’. Ἐν Πνεύματι προβλέπων.
Ὑπόθεσις ὑπάρχει Θεόκλητε χαρᾶς, ἡ φαιδρὰ πανήγυρις, κοιμήσεως τῆς σῆς, ἐν ᾗ ἡ πᾶσα Λακεδαιμονία χαίρει, τὸν καλόν σε μακαρίζουσα ποιμένα, καὶ πρὸς τὸν Θεὸν πρέσβυν ἕτοιμον.
Μακάριος ἐγένου Θεόκλητε σοφέ, ὅτι τὸν γλυκύτατον ἠγάπησας Χριστόν, καὶ ἀντηλλάξω τὰ μένοντα τῶν προσκαίρων, καὶ ἀνεκτήσω τὰ οὐράνια καὶ θεῖα, πάντα τὰ φθαρτὰ βδελυξάμενος.
Νεώσας τὴν ψυχήν σου ὡς ἄρουραν σοφέ, ἐν αὐτῇ κατέβαλες τὸν σπόρον τὸν καλόν, καὶ φιλοπόνῳ παμμάκαρ ἐπιμελείᾳ, καὶ ἀγρυπνίᾳ καὶ δακρύων ἐπομβρίαις, ἄσταχυν πολύχουν ἐξέθρεψας.
Θεοτοκίον.
Ἐμὲ τὸν πληγωθέντα τῷ βέλει τοῦ ἐχθροῦ, Παναγία Δέσποινα ἐπίσκεψαι ταχύ, καὶ δώρησαί μοι τὴν ἴασιν Θεοτόκε, τῇ Σῇ πρεσβείᾳ ἀποπλύνασα τὰ ἕλκη, καὶ τὰς ὠτειλὰς συνουλώσασα.
ᾨδὴ ε’. Ἐκ νυκτὸς ὀρθρίζοντες.
Ἰσχυρὸν κραταίωμα, καὶ τεῖχος ἀῤῥαγές, τὸν Ἰησοῦν κτησάμενος, Θεόκλητε Πατὴρ ἡμῶν, πειρασμῶν ἀντιπνοίαις, ἀκλόνητος ἔμεινας.
Νικητὴς γενόμενος, παθῶν παντοδαπῶν, καὶ τὴν ψυχὴν ἀνέδειξας, πᾶσι φόβοις ἀπερίτρεπτον, ἀφειδῶς ἐξελέγχων, τοὺς τὰς κίβδηλα πράττοντας.
Νοητὸν παράδεισον, εὐώδεσι φυτοῖς, τὴν Ἐκκλησίαν βρύουσαν, ἀπετέλεσας Θεόκλητε, μετανοίας ὑσσώπῳ, καθαίρων τὰ πταίσματα.
Θεοτοκίον.
Ὑπὲρ πάντας ἥμαρτον, ὁ ἄθλιος ἐγώ, καὶ συνειδὸς κτησάμενος, πλημμελείαις βαρυνόμενον, ἐπὶ Σὲ καταφεύγω· βοήθησόν μοι Δέσποινα.
ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Νοῦν κτησάμενος σοφόν, καὶ πλουσίους οἰκτιρμούς, πράως ἤνεγκας σοφέ, τὸν τῆς ποίμνης χωρισμόν, Θεόκλητε, γεγενημένον, φθόνῳ τοῦ ὄφεως.
Θαυμασθεὶς τῇ τῆς ψυχῆς, συμπαθείᾳ τῇ πολλῇ, ἐπανῆλθες πρὸς τὴν σήν, ποίμνην Πάτερ ἐν χαρᾷ, καὶ ἔμφρονας, τοὺς πρὶν ἀτάκτους, τρόποις σου ἔδειξας.
Ἐν τοῖς ἔργοις θαυμαστός, ἐν τοῖς λόγοις ἱλαρός, ἐν ταῖς θλίψεσι πραΰς, ὡς τοῦ Λόγου μαθητής, Θεόκλητε, ὤφθης ἐν βίῳ παιδεύων ἅπαντας.
Θεοτοκίον.
Ὁ καρπὸς τῆς Σῆς γαστρός, ἠλευθέρωσεν ἡμᾶς, καταδίκης παλαιᾶς, καὶ καρποῦ φθοροποιοῦ, πανύμνητε· διὸ ὑμνῶ σου, τόκον τὸν ἄφραστον.
Κοντάκιον. Ἦχος πλ. β΄. Τὴν ὑπὲρ ἡμῶν.
Ὡς ἀρχιερεὺς ὑπάρχων ἐκλελεγμένος, καὶ ἱερουργὸς καὶ θύτης ἡγιασμένος, καθικέτευε Θεόκλητε, ὑπὲρ τῶν ἀνευφημούντων σε· σὺν Ἀγγέλοις καὶ γὰρ Ὅσιε, τρανώτερον καθορᾷς καὶ δοξάζεις Θεόν.
Ὁ Οἶκος.
Ἐπὶ γῆς τὰ ὑπὲρ γῆν ἐπιποθήσας, ἀπὸ βρέφους τῷ Θεῷ προσωκειώθης, πάντα τὰ φθαρτά, ἐμφρόνως ἀποῤῥίψας, οὐρανόφρονι ψυχῇ, καὶ θεολήπτῳ γνώμῃ· ἔνθεν βίον ἀγγελικὸν πολιτευσάμενος, καὶ καθαρθεὶς πάσης γεηρᾶς ἰλύος καὶ φροντίδος, σκεῦος ἐπάξιον γέγονας, τῶν δωρεῶν τοῦ Πνεύματος, καὶ τῶν αὐτοῦ ἀπαυγασμάτων καὶ ἐλλάμψεων, ἐπλήσθης ἱερώτατε. Καὶ κλήσει ἄνωθεν κληθεὶς Θεόκλητε, Ἱεράρχης ἐδείχθης θεόληπτος, καὶ τῆς Λακεδαιμονίας ποιμὴν ἐνθεώτατος· ἣν ὁσίως ποιμάνας, θαύμασιν ἐδοξάσθης, καὶ οὐρανίῳ δόξῃ. Σὺν Ἀγγέλοις καὶ γὰρ Ὅσιε, τρανώτερον καθορᾷς, καὶ δοξάζεις Θεόν.
Συναξάριον.
Μὴν Δεκέμβριος, ἔχων ἡμέρας ΛΑ΄.
Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Θεοκλήτου, ἀρχιεπισκόπου Λακεδαιμονίας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ Παῖδες εὐσεβείᾳ.
Κακίας τὸν προστάτην καταισχύνεις, ἱερὲ Θεόκλητε, στεῤῥῷ φρονήματι, πολλοὺς πειρασμοὺς καὶ θλίψεις Ἅγιε, διωγμούς τε ὑπομείνας, ἐν οἷς ἔψαλλες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Λεόντιον θεόφρον παῤῥησίαν, εὐσθενῶς ζωσάμενος ποιμὴν ὡς ἄριστος, ὁρμὰς ἀδικούντων ἀνεχαίτιζες, καὶ τοὺς λίχνους, ὀφθαλμοὺς ἐπεῖχες κράζων ἀεί· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἡλίου τηλαυγέστερον ἐκλάμψας, ἱερὲ Θεόκλητε βίου λαμπρότητι, πτωχοῖς τε καὶ πάσχουσιν ἐπήρκεσας, βοηθῶν ἀδικουμένους τε καὶ κάμνουσιν, ὡς ἐλεήμων καὶ θεῖος Ἱεράρχης.
Θεοτοκίον.
Τὸν ζῶντα εἰς αἰῶνας ἡ τεκοῦσα, Θεοτόκε Κύριον νενεκρωμένον με, πολλοῖς παραπτώμασιν ἀνάστησον, καὶ ἀξίωσον βοᾷν ἐν καθαρᾷ τῇ ψυχῇ· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η’. Θαύματος ὑπερφυοῦς.
Ὅλην περιθέμενος Πάτερ θεόφρον, τὴν συμπάθειαν ὡς διπλοΐδα, ὅλην ἐνστερνισάμενος τὴν ἀγάπην, τὴν ἀληθῆ ὑπερήσπιζες, θερμῶς τοῦ θλιβομένου παντός, τιθεὶς τὴν ψυχήν σου προθυμότατα, καὶ κραυγάζων· ὑμνεῖτε πάντες τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Νόμων φυσικῶν τε καὶ τῶν θείων, προϊστάμενος γενναίως Πάτερ, πάντας τοὺς ὠμότητι κακουμένους, τῶν δεσποτῶν τῆς δουλείας, ἀπαλλάττειν ὑπερεύσπευδες, παιδεύων τοὺς ἄφρονας αἰσθάνεσθαι, ὡς ἡ φύσις βροτῶν ὑπάρχει ὁμότιμος, ἕνα εὐλογοῦσα, Δεσπότην καὶ Σωτῆρα.
Πνεύματι τῷ παντουργῷ κατηρτισμένος, καὶ τῶν κρίσεων λογίῳ Πάτερ μεθηρμόζου ἄριστα τοῖς προβάτοις, ὁ προσηνὴς μαχητής, κατὰ τῶν λύκων γνωριζόμενος, καὶ πάντας βοᾷν παιδεύων πάντοτε· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῆξόν μου τῶν ἐγκλημάτων τὰς ἁλύσεις, προστασία μου θερμὴ καὶ σκέπη, τὴν ἀχλὺν ἀπέλασον τῆς ψυχῆς μου, καὶ καθαρᾷ τῇ καρδίᾳ με, ἀτενίζειν καταξίωσον, τῷ κάλλει τοῦ Σοῦ Υἱοῦ κραυγάζοντα· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Σὲ τὴν φαεινὴν λαμπάδα.
Ἔλαμψας φωστὴρ ὡς μέγας, καὶ ἐπύρσευσας τὸ φῶς, καταυγάζων τὸν κόσμον, τῶν ἀρετῶν ἀκτῖσι καὶ τῶν θαυμάτων· διό σε μακαρίζομεν.
Πάθος θεραπεύεις Πάτερ, τῆς παραλύτου χειρός, καὶ ἀκρίδων τὸ σμῆνος, ἀποδιώκεις ῥάβδῳ σου τῇ ἁγίᾳ, θαυματουργὲ Θεόκλητε.
Ὅλας ἐπὶ σοὶ σαλεύει, τὰς ἐλπίδας τὰς χρηστάς, ἡ τιμῶσά σε πόλις, καὶ ἐν τῇ σῇ Θεόκλητε πρεσβείᾳ, κρατύνεται τιμῶσέ σε.
Θεοτοκίον.
Νεῦσον ἐφ’ ἡμᾶς Παρθένε, τοὺς καλοῦντάς σε πιστῶς, ἀπελαύνουσαν πᾶσαν, τὴν τῶν παθῶν ὁμίχλην Θεογεννῆτορ, τοῦ κόσμου καταφύγιον.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀρχιερεὺς θεόληπτος, τῆς Λακεδαιμονίας, γενόμενος Θεόκλητε, ὡς φωτὸς θείου πλήρης, ὡς ἀρετῶν ὑποφήτης, καὶ ἀγάπης ταμεῖον, θεοπρεπῶς ἐποίμανας, τὴν λαχοῦσάν σοι ποίμνην ἐπὶ νομάς, τὰς σωτηριώδεις Ἅγιε τῷ σῷ λόγῳ· διὸ λαμπρῶς δεδόξασαι, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον.
Θεὸν ἀφράστως τέτοκας, ἐξ ἁγνῶν Σου αἱμάτων, δι’ εὐσπλαγχνίαν ἄμετρον, ἄνθρωπον γεγονότα, καὶ ὃ ἦν μείναντα Κόρη, ἐν μιᾷ ὑποστάσει, τὴν τῶν βροτῶν ἀνύψωσας, πεπτωκυῖαν οὐσίαν, ἐκ τῆς φθορᾶς, πρὸς ζωὴν τὴν ἄφθαρτον καὶ ἀμείνω· διό Σε μεγαλύνομεν, πᾶσα γλῶσσαι Παρθένε.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου θεῖον Θεόκλητον, τῆς Λακεδαιμονίας, τὸν λαμπρὸν ποιμενάρχην, ὡς μύστην τῶν ἀῤῥήτων καὶ πρὸς Χριστόν, πρεσβευτὴν ἡμῶν μέγιστον, ἀνευφημήσωμεν πάντες τὴν παμφαῆ, τούτου μνήμην ἑορτάζοντες.
Τῇ καθαρᾷ πολιτείᾳ καλλωπιζόμενος, τῆς ἀρχιερωσύνης, ὑποτύπωσις ὤφθης, καὶ σκεῦος τῆς ἁγνείας περιφανές, Ἱεράρχα Θεόκλητε, ἐπικουρῶν τοῖς ἀπόροις τε καὶ πτωχοῖς, καὶ ποικίλως κινδυνεύουσι.
Τὴν δεομένην σοι χάριν ἐκφαίνων Ὅσιε, τὸ τῶν ἀκρίδων σμῆνος, τῇ σῇ ῥάβδῳ ἐλαύνεις, καὶ χεῖρα παρειμένην ἐπανορθοῖς, ὡς ποιμὴν συμπαθέστατος, τοῦ προσελθόντος γυναίου σοι εὐλαβῶς, ἱερώτατε Θεόκλητε.
Τὴν παναγίαν σου μνήμην Πάτερ Θεόκλητε, χαρμονικῶς τελοῦσα, ἡ παροῦσά σου ποίμνη, βοᾷ σοι ἐκ καρδίας· σκέπε ἡμᾶς, τὸν λαόν σου μακάριε, ἀπὸ παντοίων σκανδάλων τοῦ πονηροῦ, καὶ ποικίλων περιστάσεων.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τοῦ Εὐαγγελίου τὸ φῶς, ἔργοις τοῖς σοῖς ἐκλάμπων, τὴν ἐν αὐτῷ μυσταγωγεῖς, ζωὴν αἰώνιον. Οὐ γὰρ ἔκρυψας μακάριε, τὸ δοθέν σοι τάλαντον, ἀλλ’ ὡς σοφὸς ὑπηρέτης, καὶ καλὸς οἰκονόμος, δαψιλῶς τοῦτο ηὔξησας, τῷ Χριστῷ προσάγων, τῶν διὰ σοῦ σεσωσμένων τὰς ψυχάς· ὅθεν Δεσποτικῆς χαρᾶς ἠξίωσαι, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος γενόμενος. Ἀλλ’ ὦ Θεόκλητε θεσπέσιε, ἀδιαλείπτως ἱκέτευε, τὸ παρόν σου σώζεσθαι ποίμνιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἱεράρχα Πάτερ σοφέ, Λακεδαιμονίας, ποιμενάρχης ὁ ἱερός· χαίροις ὁ παρέχων, ἀεὶ τὴν ἀρωγήν σου, Θεόκλητε παμμάκαρ, τοῖς σὲ γεραίρουσι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου