Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 1. ΑΓΙΟΣ ΦΙΛΑΡΕΤΟΣ ΕΛΕΗΜΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ Α!!
ΦΙΛΑΡΕΤΟΣ ΕΛΕΗΜΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν φιλάρετον βίον σου, θεομάκαρ Φιλάρετε, ἀρετῆς ὑπόθεσιν πάντες ἔχομεν, τῶν γὰρ πενήτων προστάτην σε, χηρῶν ἀντιλήπτορα, ὀρφανῶν προασπιστήν, καὶ γυμνῶν περιβόλαιον, προμηθέα τε, ἐγνωκότες τελοῦμέν σου τὴν μνήμην, τὴν φωσφόρον καὶ ἁγίαν, φιλελεῆμον Φιλάρετε.

Ἱεροῖς μελῳδήμασιν, εὐφημήσωμεν σήμερον, ἀρετῆς φιλόπονον τὸν Φιλάρετον, καὶ γὰρ αὐτὸς κατηλέησε, πτωχοὺς ὑστερούμενος, τῶν οἰκείων ἀγαθῶν, καὶ πτωχεύων θλιβόμενος, διὰ Κύριον· ὅθεν τοῦτον ὁ πάντων πλουτοδότης, κατεπλούτησεν ὑστέρως, καὶ βασιλείας ἠξίωσεν.

Θησαυρὸς ἐχρημάτισας, πενομένων Φιλάρετε, προσφέρων ἐκ κόλπων σου πλοῦτον ἄσυλον, καὶ διανέμων τοῖς πένησι, πλουσίως ἀφθόνως τε, ὑστερούμενος αὐτός, ἀποβλέπων τὴν μέλλουσαν, ἀνταπόδοσιν· διὸ πάντες τιμῶμεν τὴν σεπτήν σου, ἑορτὴν ἐν ὑμνῳδίαις, καὶ κατὰ χρέος γεραίρομεν.

Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔνδον ἐν καρδίᾳ σου, τῶν ὑπὲρ νοῦν δωρημάτων, δεξάμενος ἔρωτα, πάντων κατεφρόνησας ἀξιάγαστε, γαμετῆς παίδων τε, καὶ ῥεούσης δόξης, καὶ τὸν πλοῦτόν σου ἐκσόρπισας, πτωχοῖς καὶ πένησι, τούτοις ἐπαρκῶν ἐμμελέστατε, ἐν οἷς ἀγωνισάμενος, Ἰὼβ ἀναδέδειξαι· ὅθεν ἐν ὑστέροις, βασίλειόν σοι δόξαν καὶ τιμήν, ὁ παντεπόπτης ἀπέδωκεν, ὡς εἶπας Φιλάρετε.

Πλοῦτον ἀναφαίρετονν, ἡ Παφλαγών σε πόλις, κέκτηται Φιλάρετε, φαειναῖς αὐγάζοντα ταῖς λαμπρότησιν· ᾗ καὶ νῦν βράβευσον, τὴν εἰρήνην μάκαρ, καὶ εὐχαῖς σου πάντας, Φιλάρετε πάσης κακώσεως, καὶ ἐπιβουλῆς τοῦ ἀλάστορος, τυχεῖν τε καταξίωσον, τῆς τῶν σωζομένων ἀοίδιμε, τοὺς σὲ ἀνυμνοῦντας, μερίδος καὶ δικαίων τῆς χαρᾶς, πόθῳ τὴν πάνσεπτον μνήμην σου, Πάτερ ἑορτάζουσι.

Θεόφρον Φιλάρετε, ἠδυπαθείας σαρκός σου, μαράνας τῷ πνεύματι, ἀρετῶν Μητρόπολις ἀναδέδειξαι, τὰ ἐν γῇ πάντα γάρ, ὡς οὐδὲν ἡγήσω, τῷ νοΐ ἀναπτερούμενος, πρὸς τὸ ὑπέρτατον, πάντων ἀγαθὸν καὶ ἀκρότατον· διό περ πάντα πλοῦτόν σου, τοῖς πτωχοῖς ἀφθόνως ἐσκόρπισας· ὅθεν συνελθόντες, τὴν σὴν ἐπιτελοῦμεν ἑορτήν, πρὸς τὸν Σωτῆρα καὶ Κύριον, πρέσβυν προβαλλόμενοι.

Δόξα. Ἦχος πλ. β΄.
Ἐξέλαμψε σήμερον, τῇ Παφλαγώνων χώρᾳ, ἔαρ σωτήριον, ἡ πανέορτος πανήγυρις, τοῦ φιλοπτώχου Φιλαρέτου, πᾶσαν φιλαργυρίας νόσον, ἀφ’ ἡμῶν διώκουσα. Δεῦτε οὖν φιλέορτοι, πνευματικοῖς ἐγκωμίοις, καὶ ἡμεῖς αὐτὸν καταστέψωμεν λέγοντες· χαίροις, ὁ κατὰ πάντα μιμητὴς τοῦ ἐλεήμονος Θεοῦ, τῆς ἐλεημοσύνης ἐπώνυμε· χαίροις, ὁ τὸν σὸν πλοῦτον χερσὶ πενήτων νείμας ἀφειδῶς· χαίροις, τῆς οἰκουμένης προστάτης καὶ πρόμαχος, καὶ τῶν σὲ τιμώντων πρέσβυς ἀκοίμητος· αἴτησαι ὡς παριστάμενος τῷ θρόνῳ Χριστοῦ τοῦ παντάνακτος, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός; 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 κ 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Λιτή. Ἦχος α΄.
Τὸν τῆς εὐποιΐας ἐραστήν, καὶ ἀρετῆς φίλον ἄκρον, Φιλάρετον τὸν πάνσοφον, δεῦτε πιστοὶ ἀξίως εὐφημήσωμεν. Οὗτος γὰρ καῶς διαπρέψας τῷ βίῳ, ἀξίως τῷ Θεῷ εὐηρέστησεν, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων. Καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων χορεύει, τῷ τρισηλίῳ φωτὶ παριστάμενος· Ὃν δυσώπειν αὐτὸν ἱκετεύσωμεν, ὑπὲρ τῶν συνωνυμούντων, καὶ πόθῳ τελούντων τὴν θείαν μνήμην αὐτοῦ.

Ἦχος β΄.
Βίον ἐπὶ τῆς γῆς φιλάρετον ἀληθῶς, ἐπολιτεύσω μακάριε Φιλάρετε. Πᾶσαν γάρ σου τὴν ὕπαρξιν πτωχοῖς διανείμας, πτωχεύειν ἐπόθησας διὰ Κύριον, καὶ τὴν στενὴν ὁδὸν βαδίσας, τὴν ἐπάξασαν ἄνω σε πρὸς Βασιλείαν οὐράνιον, τέλειος τὴν ἀρετὴν ἐδείχθης ἀοίδιμε, ὥσπερ ἔφη ὁ Κύριος, τοῦ μακαρισμοῦ ἠξιώθης. Πρὸς Ὅν σε κεκτήμεθα πρέσβυν, τυχεῖν θείας δόξης, τοὺς πίστει ἐκτελοῦντας τὸ σὸν μνημόσυνον.

Ὁ αὐτός.
Ἡ Παφλαγὼν Μητρόπολις, βλαστὸν εὐκλεέστατον σὲ ἐβλάστησε, καρποὺς ἐν αὐτῇ πανευώδεις ἐξανθήσαντα, ἡ Κωνσταντίνου δὲ μᾶλλον κροτεῖ σου τὰ γέρα, τὸ μακάριον τέλος ἐν αὐτῇ δόντος, ὡς Ἰακὼβ ἐπευλογῶν τοὺς παῖδας, ἑκάστῳ τὰ ἴδια προφητεύσας, καὶ τὸ σεπτόν σου σκῆνος κατέχουσα, ἐπαπολαύει τῶν σῶν μεγαλουγημάτων. Προφθάνεις γὰρ παναοίδιμε πάντοτε, τῶν δεινῶν ἐκλυτρούμενος, βαρβαρικῆς ἐπιδρομῆς καὶ κακώσεως, ἄρδην ὄλεθρον, ἀπειλούσης τοῖς δούλοις σου· ὄθεν ῥύστην καὶ προστάτην θερμότατον πλουτοῦντες Φιλάρετε, ἱκετεύομεν Χριστόν, δυσωπεῖν τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα. Ὁ αὐτός.
Ἡ τοῦ ἐλέους πηγή, τοῖς ἐνδεέσι πλημμυρεῖ, εὐσυμπαθήτους οἰκτιρμούς, ὁ τῆς ἀρετῆς ἐραστής, Φιλάρετος, ὁ τῆς ἐλεημοσύνης ἐπώνυμος. Δεῦτε οἱ πτωχοὶ κατὰ πνεῦμα, μιμούμενοι αὐτοῦ τὴν ἱλαρότητα, προσδράμωμεν σήμερον, τῇ ἱερᾷ αὐτοῦ μνήμῃ. Χριστὸν γὰρ ξενίσας διὰ τῶν πενήτων, ὡς πάλαι Ἀβραάμ, τοῦ μακαριστοῦ ἠξιώθη, καὶ παῤῥησίᾳ πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Βηθλεὲμ γῆ, Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ  Θεὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου Ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ὄντως, ὑψοποιοῦ ἀρετῆς, φιλεραστὴς σὺ ἀνεδείχθης Φιλάρετε, χιτῶνα τῆς εὐποιΐας, περιβληθεὶς νουνεχῶς, ἐν τῇ τῶν πραέων νῦν γηθόμενος, ἐσκήνωσας Ὅσιε, ἐν Ἁγίων λαμπρότητι, τὰς παρατάξεις, τῶν Ἀγγέλων θεώμενος, καὶ τερπόμενος· ὅθεν σε μακαρίζοντες, ἐν πίστει σοι κράζομεν, μὴ ἐπιλάθου σῶν δούλων, ἐπιτελούντων τὴν μνήμην σου, τυχεῖν θείας δόξης, καὶ εὑρεῖν κακῶν τὴν λύσιν, καὶ μέγα ἔλεος.

Στ.: Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Χαίροις, ὁ τῶν πεινώντων τροφεύς, τῶν δεομένων παροχεὺς ἀφθονώτατος, ἡ βρύσις τῆς συμπαθείας, ἡ τοῦ ἐλέους πηγή, καταπονουμένων ἡ ἀντίληψις, χηρῶν ὁ προστάτης, τῆς εὐποιΐας τὸ πέλαγος, γυμνητευόντων, ἀσφαλὲς περιβόλαιον, νόμος ἔμπρακτος, εὐσπλαγχνίας ἡ ἄβυσσος, δότης ὁ ἱλαρώτατος, ὁ πᾶσι τὰ πρόσφορα, νέμων πλουσίως παμμάκαρ, τοῖς σοὶ ἐν πίστει προστρέχουσι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Ἄνω, σὺν Ἀσωμάτων χοροῖς, καὶ τῶν δικαίων στεφηφόρος παρίστασαι, Φιλάρετε τῷ Δεσπότῃ, δοξολογῶν τὴν αὐτοῦ, θείαν δεσποτείαν παναοίδιμε, ἡῖν δὲ ἐφίστασαι, νοητῶς τοῖς σοῖς θαύμασι, ῥύων παντοίων, συμφορῶν τε καὶ θλίψεων, τοὺς τιμῶντάς σου, τὴν ἁγίαν πανήγυριν, ἥνπερ νῦν ἑορτάζοντες, αἰτοῦμέν σε πάνσοφε, ῥῦσαι παθῶν καὶ κινδύνων, καὶ πάσης ἄλλης κακώσεως, τοὺς πίστει καὶ πόθῳ, καὶ καρδίας κατανύξει, ἀνευφημοῦντάς σε.

Δόξα. Ἦχος πλ. α΄.
Ἐξέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ εὐφρόσυνος νεομηνία, ἡ σεπτὴ πανήγυρις Φιλαρέτου τοῦ Ἐλεήμονος. Οὗτος γὰρ τῶν γηΐνων ἐπιλαθόμενος, πρὸς μόνον τὸ ἀκρότατον πάντων τῶν ἐφετῶν, τὸν νοῦν ἀπερείσατο, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων αὐτὸ θεραπεύων· ὅθεν ἐν οὐρανοῖς, ὄλβον ἄσυλον ἐκτήσατο, διὰ τῆς ἑκουσίου ἐπὶ γῆς πτωχείας αὐτοῦ ἔνεκα. Πατρίδα δὲ ἀσάλευτον, τὸν Παράδεισον ἀπείληφεν, καὶ αἰωνίαν ἀνάπαυσιν ἐκληρώσατο, ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος, ὄτι ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Ἀλλὰ Πάτερ αἴτησαι, λυτρωθῆναι ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, τῆς μελλούσης κατακρίσεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.




Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, περιουσίᾳ, διεσκόρπισας, τοῖς δεομένοις τὸν προσιόντα σοι πλοῦτον Φιλάρετε· καὶ εὐσπλαγχνίᾳ κοσμήσας τὸν βίον σου, τὸν χορηγὸν τοῦ ἐλέους ἐδόξασας· Ὃν ἱκέτευε δοθῆναι τοῖς εὐφημοῦσι σε, ῥανίδα οἰκτιρμῶν καὶ θεῖον ἔλεος.
Δόξα. Ὅμοιον.
Πλοῦτον ἄσυλον, μάκαρ ἐκτήσω, διὰ πρόσκαιρον, ὅνπερ εἰς χεῖρας, τῶν δεομένων Φιλάρετε ἔνειμας, τὸν γὰρ Θεὸν καὶ πλησίον ἠγάπησας· διὸ καὶ κλῆρον οὐράνιον εἴληφας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἔλαμψας, τῆς εὐσεβείας, πλοῦτον ἔνειμας, τοῖς δεομένοις, ὑψοποιῷ ταπεινώσει κοσμούμενος, καὶ ἀρεταῖς ταῖς παγχρύσοις κοσμούμενος, Πάτερ Ὅσιε, θείων χαρίτων ἔμπλησον, τοὺς πίστει σε καὶ πόθῳ νῦν γεραίροντας.
Δόξα. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Πλοῦτον ἐσκόρπισας, πένησιν Ὅσιε, πτωχοῖς τὸν ἄρτον σου, νείμας Φιλάρετε, καῖ τῶν καμάτων ἀμοιβήν, προόρασιν ἐκομίσω· ὅθεν καὶ ἀπέλαβες, τὴν πλουσίαν ἀντάμειψιν, πλοῦτον καὶ βασίλειον, δόξαν ἅμα τοῖς τέκνοις σου· διό σε κατὰ χρέος τιμῶμεν, μνήμην τελοῦντες τὴν σεπτήν σου.
Καὶ νῦν. Προεόρτιον.
Θαῦμα παράδοξον, ὁρᾶται σήμερον, ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ σπηλαίῳ σαρκί, ἐκ τῆς Παρθένου δι’ ἡμᾶς, τεχθῆναι νῦν ἐπείγεται, Μάγοι μετὰ δώρων δέ, ὡς βασιλεῖ προσκυνήσουσι, Ποιμένες μετ’ Ἀγγέλων τε, δοξολογοῦσιν Αὐτόν· μεθ’ ὧν καὶ ἡμεῖς βοῶμεν· δόξα τῷ δι’ ἡμᾶς ἐνανθρωπήσαντι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν σου σήμερον καὶ φωταυγῆ ἑορτήν, τελοῦμεν Φιλάρετε δοξολογοῦντες Χριστόν, αἰτοῦντες πρεσβείαις σου, λύτρωσιν τῶν πταισμάτων, καὶ παθῶν καὶ κινδύνων, πάντοτε τῶν ἐν βίῳ, δυσχερῶν λυτρωθῆναι, τοὺς πόθῳ ἐκτελοῦντάς σου τὸ μνημόσυνον.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἐνθέως εὐφραίνεται ἡ κτίσις ἅπασα, Χριστὸς γὰρ ὁ Κύριος ὁ τοῦ Θεοῦ μου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς, ἄπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων καὶ τῆς κατάρας, τῆς προμήτορος Εὔας· διὸ ὡς εὐεργέτῃ ἡμῶν, ἆσμα προσάξωμεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τριάδος τῆς σεπτῆς, οἰκητήριον ὤφθης, Φιλάρετε σοφέ, διὰ πλήθους ἐλέους· διό σε ἡ οὐράνιος, μετὰ πότμον ἐδέξατο, πανευφρόσυνος, τῶν ἐκλεκτῶν κατοικία, καὶ παρέστηκας, σὺν Ἰωάννῃ Σαμψών τε, τῷ Θρόνῳ τοῦ Κτίστου σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· Ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος φιλάνθρωπος.


Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, σὺν ταῖς Ἀγγέλων χορείαις, τὸ πνεῦμά σου αἰωνίως ἀγάλλεται, Φιλάρετε Ὅσιε Πάτερ, καὶ δοξάζεται Χριστὸς ὁ δοξασθεὶς ὑπὸ σοῦ, διὰ τῆς πρὸς τοὺ πένητας εὐποιΐας σου, καὶ δοξάσας τὴν μνήμην σου θεοδόξαστε.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ σε, Φιλάρετε, ἐν θείοις λόγοις. Ἰακώβ.
ᾨδὴ α’. Ἦχος β΄. Δευτὲ λαοὶ ᾄσωμεν.
μνοις τὴν σήν, φαεινοτάτην πανήγυριν, ἀνευφημεῖν σπεύσαντι, φῶς μοι κατάπεμψον, παρεστὼς στεφηφόρος, τῷ θρόνῳ τοῦ Δεσπότου, Πάτερ Φιλάρετε.
Μόνην ποθῶν μάκαρ, τὴν μέλλουσαν εὔκλειαν, τὸν σὸν πλοῦτον διένειμας χαίρων τοῖς πένησι, τοῦ Δεσπότου τῶν ὅλων, Φιλάρετε ὑπείκων, θείοις προστάγμασι.
Νόμῳ Θεοῦ ὑποκλιθείς, ὦ Φιλάρετε, πρὸς ἀρετῆς ἀκρώρειαν μάκαρ ἀνέδραμες, ἐλεήμων ἐν πᾶσι γενόμενος· διό σε νῦν μακαρίζομεν.
Θεοτοκίον.
Σὺ νῦν πασῶν, θλίψεων ῥῦσαι τοὺς δούλους Σου, Θεογεννῆτορ Δέσποινα, τοὺς ἀνυμνοῦντάς Σε, καὶ πιστῶς προσκυνοῦντας, τὴν θείαν Σου εἰκόνα Θεοχαρίτωτε.

Ὁ β’ Κανὼν τοῦ Ἁγίου. ᾨδὴ α’. Ἦχος α΄. Χριστὸς γεννᾶται.
Ὑμνοῦντες πόθῳ τὴν μνήμην σου, τὴν θείαν καὶ φωσφόρον Φιλάρετε, τὴν φωτιστικὴν τοῦ πνεύματος, χάριν μοι δωρηθῆναι, αἴτησαι νῦν, ἔχων παῤῥησίαν, πρὸς Χριστὸν ὡς ἐλεήμων παμμακάριστε.
Λαμπρὸς ὁ βίος σου ἔνδοξε, εἰς ἅπαντα τὸν κόσμον ἐξέλαμψε, φαιδρῶς καταστίλβων Ὅσιε, θείαις σου ἀριστείαις, πλουτοποιὲ τὼν ἀπαυγασμάτων, τῶν εὐποιϊῶν σου, ὦ Φιλάρετε.
Τριαδικόν.
Τριάδα πάντες δοξάσωμεν, Πατέρα καὶ Υἱὸν σὺν τῷ Πνεύματι, οὐσίαν μίαν ἀμέριστον, τὴν πάσας τὰς οὐσίας θεοπρεπῶς, παναλκεῖ δυνάμει, καὶ σοφίᾳ ὑπερσόφῳ οὐσιώσασαν.
Θεοτοκίον.
Σαρκὸς φανεὶς ὁμοιώματι, ὁ Λόγος τοῦ Πατρὸς παναμώμητε, ἐκ Σοῦ τεχθῆναι ηὐδόκησε, πᾶσαν τὴν ἁμαρτίαν τὴν τοῦ Ἀδάμ, Μαριὰμ καὶ Εὔας, θανατώσας διὰ Σοῦ Θεοχαρίτωτε.

ᾨδὴ γ’. Στερέωσον ἡμᾶς.
λέῳ τοῦ Θεοῦ τὸ θεῖον ἔλεος, ἐκτήσω καὶ τῆς φωνῆς ἐπακοῦσαι, ἠξιώθης τῆς καλούσης σε, πρὸς Μονὰς αἰωνίους, ὦ Φιλάρετε.
Φυγὼν σὺ τὰς ὀρέξεις ἐναπέτεμες, καὶ ὤφθης Φιλάρετε, Θεοῦ οἶκος. Οὗ τῷ ἔρωτι πτερούμενος, τῆς σαρκὸς ἡδυπάθειαν ἐμάρανας.
θύνας σου σεπτῶς τὸν βίον Ὅσιε, χορείαις Ἁγίων συνηριθμήθης, καὶ Μονὰς Ἁγίων ἔφθασας, φωτισμοῦ ἀποῤῥήτου ἀξιούμενος.
Θεοτοκίον.
Λαγόσι Σου ἁγνοῖς Θεὸς ὁ ἄναρχος, σαρκοῦται ἐκ Σοῦ πανάμωμε Κόρη, Ὃν δυσώπει τὴν καρδίαν μου, μεσιτείαις ζωῶσαι ταῖς Σαῖς πανάμωμε.

Ἕτερος. Τῷ πρὸ τῶν αἰώνων.
Πάντα σου τὸν πλοῦτον, ἐναπέθου χερσὶ πτωχῶν πάνσοφε. Καὶ ἐν πτωχείᾳ καὶ στενώσει, διανύσας τὸν βίον, σαὐτὸν Πάτερ καθηγίασας· διὸ Χριστός σοι ἠμείψατο νῦν, πλοῦτον ἀναφαίρετον.
Εἴληφας τὴν χάριν, πᾶσαν νόσον ἰᾶσθαι Φιλάρετε, καὶ μαλακίαν ἀπελαύνειν, πρὸς Χριστοῦ τοῦ Δεσπότου· διὸ ἰάτρευσον δέομαι, τὰ τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν, πάθη τὰ ὀλέθρια.
Τριαδικόν.
Μίαν προσκυνοῦμεν, τρισυπόστατον φύσιν ἀμέριστον, Πατέρα Λόγον καὶ τὸ Πνεῦμα, ἀκατάληπτον ἕνα Θεὸν ἄναρχον ἀΐδιον, ὑφ’ οὗ πρὶν ἐπλάσθημεν οἱ βροτοί, ἐν ᾧ καὶ σωζόμεθα.
Θεοτοκίον.
Ἡ ἀγεωργήτως, τὸν Θεὸν ἐκβλαστήσασα ἄρουρα, Σὺ εἶ Παρθένε Θεοτόκε, προστασία καὶ σκέπη, τῶν Σοὶ προστρεχόντων ἄχραντε, μὴ οὖν παρίδῃς ἡμᾶς ἐκτενῶς, αἶνόν Σοι προσάγοντας.








Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Κτησάμενος ψυχήν, ἐλεήμονα Πάτερ, ἐπήρκεσας πτωχοῖς, δαψιλεῖ χορηγίᾳ, καὶ νῦν μεταβέβηκας, πρὸς τὰ ἄνω Βασίλεια, τῶν καμάτων σου, τὰς ἀντιδόσεις λαμβάνων, διὰ τοῦτό σε, ἐν εὐφροσύνῃ καρδίας, τιμῶμεν Φιλάρετε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη τῶν πιστῶν, κραταιὰ προστασία, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, τὰς ψυχὰς ἡμῶν ῥύσασθαι, πάσης θλίψεως, καὶ συμφορῶν καὶ κινδύνων, Μητροπάρθενε, ἁμαρτωλῶν προστασία, τοῦ κόσμου βοήθεια.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Αἰνέσω σου τοῖς χείλεσιν, ἀκαταπαύστως Πάτερ τὸν Δεσπότην, ἐντρυφῶν τοῖς θείοις Αὐτοῦ διδάγμασιν.
αθυμίαν βλεφάρων σου ἀποβαλών, ἠγρύπνησας καὶ πάσας ἡδονάς, ἐκοίμησας τὰς τοῦ σώματος.
ναπέθου τὸν πλοῦτόν σου, τοῖς δεομένοις Πάτερ, καὶ τὸν ἄρτον, ὀρφανοῖς καὶ χήραις· διὸ νῦν δεδόξασαι.
Θεοτοκίον.
Τὴν ψυχήν μου πανάχραντε, τὴν ζοφερὰν καταύγασον φωτί Σου, ἡ τὸ φῶς τεκοῦσα τὸ ἐνυπόστατον.

Ἕτερος. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.
Ῥήσεις ἐντολῶν τῶν θεϊκῶν, φυλάττων σὺ Φιλάρετε, τοῖς δεομένοις διεσκόρπισας, τὸν πλοῦτον σου ἀφειδῶς, καὶ πᾶσι μετέδωκας, χρυσὸν ἐπὶ τῆς γῆς οὐδόλως μάκαρ, ἐκτήσω ὡς νουνεχής, ὄλβον θησαυρίζων τὸν ἄσυλον.
Ἔφθασας Ἀγγέλων τὴν πληθύν, Φιλάρετε μακάριε, δικαιοσύνης νόμῳ ἑπόμενος, καὶ πόνων τὴν ἀμοιβήν, ἅπασαν καρπούμενος, τοὺς τῆς ἀρετῆς καρποὺς ἐδρέψω, καὶ ἐκομίσω ἐκεῖ, τῶν θείων σου πόνων τὸν στέφανον.
Δόξα. Τριαδικόν.
Μίαν τρισυπόστατον ἀρχήν, δοξάζων αὐτεξούσιον, παντουργικὴν καὶ ἀκατάληπτον, ἕνα Θεὸν τοῦ παντός, ἄναρχον αἰώνιον, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, πάντα τὸν κόσμον σαφῶς, καὶ παντοδυνάμως ποιήσαντα.
Θεοτοκίον.
Δέσποινα ἁγνὴ ἡ τοῦ παντός, Κυρία δουλωθέντα με, ὑπὸ παθῶν καὶ περιστάσεων, ἀνάστησον ἐκ βυθοῦ, κατωτάτου δέομαι. Καὶ τῷ Σῷ Υἱῷ οἰκείωσόν με, ἵνα κηρύττω τρανῶς, τὴν Σὴν εὐσπλαγχνίαν καὶ δύναμιν.




ᾨδὴ ε’. Ὁ τοῦ φωτὸς χορηγός.
ν συμπαθείᾳ πολλῇ, τοῖς πενομένοις πλουτισμὸς γέγονας, καὶ ἰατρὸς τῶν ἐν ἀσθενείαις, ἐγείρας προφανῶς, τούτοις ἰατρεῖον, τρισμάκαρ Φιλάρετε.
πιφωτίζων σου, τὸν καθαρὸν λογισμὸν ἔλαμψας, τοῦ παντουργοῦ Πνεύματος δυνάμει, ἐν ὥρᾳ τοῦ τέλους, καὶ τῶν ἐσομένων, προλέγεις τὴν ἔκβασιν.
Θείῳ σου πόθῳ Χριστέ, πυρποληθεὶς τὰς ἡδονὰς ἔφλεξεν, ὁ ἐλεήμων θεράπων Σου Σῶτερ, οὗ θείαις προσευχαῖς, οἰκτείρησον σῶσον, κἀμὲ τὸν ἀνάξιον.
Θεοτοκίον.
δοὺ ψυχή, φοβερόν Σοι ἐπέστη τῶν ἐν τῷ βίῳ, ἔργων λογοθέσιον. Τί καθεύδεις; Θρήνησον μέγα, βόησον τῇ Μητρὶ τοῦ Κυρίου· Δέσποινα πρόφθασον, λύσον τὸ πικρόν, καὶ δεινὸν λογοθέσιον.

Ἕτερος. Θεὸν ὢν εἰρήνης.
Ἐλπίδος ἀγάπης καὶ πίστεως, σὺ ἰδιώματα Πάτερ κτησάμενος, πενήτων ἀντιλήπτωρ τε, χηρῶν προνοητὴς Φιλάρετε, ἐγένου ὀρφανῶν προμηθεύς τε, καὶ χηρῶν βοήθεια, ἀξιοθαύμαστε πιστότατος.
Ἰδών σου τὸ πρᾷον, ὁ πάντων Θεός, ἐλεήμονα γνώμην τε Ὅσιε, ἐδόξασεν ἐτίμησε, στεφάνοις ἐν διπλοῖς, ἔνθα περιχορεύων, Φιλάρετε τρισμάκαρ, ὑπὲρ ἡμῶν δυσώπει, Θεῷ τῷ πάντων βασιλεύοντι.
Τριαδικόν.
Τριὰς ἐν Μονάδι, Θεὲ τοῦ παντός, ὁμοούσιε ἄναρχε ἄκτιστε, πταισμάτων ἡμῖν παράσχου ἀγαθέ, τοῖς πόθῳ Σε τιμῶσι, καὶ πίστει προσκυνοῦσι, καὶ μετὰ Ἁγίων Σου, ὡς ἐλεήμων κατασκήνωσον.
Θεοτοκίον.
Ὁ Λόγος Παρθένε, ἐκ Σοῦ προελθών, ἀποῤῥήτως ἀφράστως ἐπεύφρανε, καὶ αὖθίς Σε κατέλιπεν, ἁγνὴν καὶ καθαράν, ὥσπερ ἧς πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ καὶ μᾶλλον, μετὰ τὸν τόκον Δέσποινα, μένεις Παρθένε ἀειπάρθενος.












ᾨδὴ στ’. Ἐν ἀβύσσῳ πταισμάτων.
λοτρόπως Θεῷ ἀνακείμενος, πάνσοφε Φιλάρετε, πᾶσι διένειμας, τὰς δωρεὰς τοῖς χρήζουσι, καὶ πεινῶσι τὸν ἄρτον σου δέδωκας.
ερῶς σου τὸν βίον διήνυσας, καὶ πρὸς ἀειζώους Μονὰς κατεσκήνωσας, ὡς τοῖς πτωχοῖς τὸν πλοῦτόν σου, διένειμας θεόφρον Φιλάρετε.
Σὺ τὴν νύκτα τοῦ βίου παρέδραμες, καὶ μετὰ δικαίων, τρισμάκαρ ἐσκήνωσας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν ἐν πίστει τελούντων, τὴν μνήμην σου.
Θεοτοκίον.
Λογικὸς οὐρανὸς ἐχρημάτισας, τοῦ παμβασιλέως Θεοῦ παναμώμητε, καὶ καθαρὸν παλάτιον, καὶ παστὰς φωτεινή, θείᾳ χάριτι.

Ἕτερος. Σπλάγχνων Ἰωνᾶν.
Ὕλην δυσεχθοῦς κακίας Φιλάρετε, ἀΰλῳ πυρὶ ἐναπετέφρωσας, καὶ τὸν πλοῦτόν σου, ἐναπέθου χερσὶ τῶν πτωχῶν νουνεχῶς, τοῦ Σωτῆρος τοῖς προστάγμασι πειθόμενος, ὥσπερ εὐσεβείας τρόφιμος, μιμητής τε τοῦ Λόγου θεόσοφος.
Νέος Ἀβραὰμ ἀνεδείχθης Φιλάρετε, ξενίσας πτωχούς, πάντας ἐνέπλησας, ὑπαρχόντων σου, ὀρφανούς τε καὶ χήρας μακάριε, ἀσθενούντων ἰατρός, καὶ πενομένων τροφεύς, μάκαρ σὺ ἐγένου· ὅθεν νῦν ἀπολαύεις, τῶν πόνων σου δράγματα.
Τριαδικόν.
Ἔδυ σου εἰς γῆν τὸ σκῆνος Φιλάρετε, καὶ ἐν οὐρανοῖς, τὸ θεῖον πνεῦμά σου, μεταβέβηκεν, ἐκ φθορᾶς εἰς ἀθάνατον εὔκλειαν, καὶ Τριάδι τῇ ἁγίᾳ νῦν παρίστασαι, ᾗπερ καὶ πρεσβεύεις πάντοτε, ὑπὲρ πάντων, τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
Λάμψον ἐν ἐμοὶ τὸ φῶς τὸ ἀπρόσιτον, Παρθένε ἁγνὴ ἀειμακάριστε, καὶ πανάμωμε, μεσιτείαις Σου Σὸν Υἱὸν ἱκέτευσον, καὶ δυσώπησον Κόρη θεοχαρίτωτε, δοῦναί μοι τελείαν ἄφεσιν τῶν κακῶν, οἷς σαὐτὸν παρεπίκρανα.











Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς μιμητήν σε τοῦ Θεοῦ τοῦ ἐλεήμονος, καὶ τῶν πτωχῶν προασπιστὴν ὄντα Φιλάρετε, ἀνυμνοῦμέν σε καὶ πόθῳ ἀνευφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην καὶ βοῶμέν σοι· ἀπὸ πάσης ἐξελοῦ ἡμᾶς κακώσεως, συμπαθέστατε, τοῦ ἐλέους ἐπώνυμε.
Ὁ Οἶκος.
Μέγας ἐν εὐποιΐαις θεομάκαρ ἐδείχθης Φιλάρετε, Κυρίου θεράπον, τοὺς πτωχοὺς ἀεὶ περιθάλπων, σώζων τε ἔνδοξε· διὸ πόθῳ πρὸς σὲ βοῶμεν·
Χαίροις, Θεοῦ ποταμοῦ χαρίτων·
χαίροις, Χριστοῦ ἐνταλμάτων φύλαξ.
Χαίροις, εὐποιΐας ἀρίδηλον γνώρισμα·
χαίροις, τῆς πανσόφου φρονήσεως ἔνδειξις.
Χαίροις, σῶστα τῶν ἐκ πίστεως, προστρεχόντων σοι θερμῶς·
χαίροις, πλοῦτος τῶν πλουτούντων σε, πρὸς Θεὸν πρέσβυν θερμόν.
Χαίροις, τῶν πενομένων πλουτιστὰ ἀξιάγαστε·
χαίροις, τῶν θλιβομένων παραμυθία ἀείμνηστε.
Χαίροις, τῶν ἀπορούντων θησαυρὸς ἀνελλιπής·
χαίροις, τῶν πτωχευόντων βοηθὸς ἀναφανείς.
Χαίροις, δωρεὰν ἐκτρέφων τοὺς ἅπαντας·
χαίροις, χαρᾶς πληρῶν τοὺς προστρέχοντας.
Χαίροις, συμπαθέστατε τοῦ ἐλέους ἐπώνυμε.

Συναξάριον.
Μὴν Δεκέμβριος, ἔχων ἡμέρας ΛΑ΄.
Ἡ ἡμέρα ἔχει ὥρας Θ’ καὶ ἡ νὺξ ὥρας ΙΕ’.

Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Φιλαρέτου τοῦ Ἐλεήμονος
Θνῄσκει ὁ πᾶσαν ἀρετὴν φερωνύμως,
Πάτερ φιλήσας, τόν γε μὴν οἶκτον πλέον.
Πρώτῃ ἐκβοιότιο Δεκεμβρίου ἐλεητής.
Οὗτος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης, Παφλαγόνων χώρας ὁρμώμενος, υἱὸς Γεωργίου καὶ Ἄννης, παρ’ ὧν καὶ εἰς γάμου κοινωνίαν γυναικί τινι σεμνῇ ἐξεδόθη. Τῇ γεωργίᾳ δὲ σχολάζων, κακεῖθεν τὰς εἰς ζωὴν ἀφορμὰς κτώμενος, πολὺν ἦν ῥέων τὴν ἐλεημοσύνην· ὅθεν εἰς τοσαύτην πενίαν κατήντησεν, ὡς στερεῖσθαι καὶ τῆς ἀναγκαίας τροφῆς. Ἀλλ’ ὁ Θεὸς οὐ παρεῖδεν αὐτὸν εἰς τέλος κατατρύχεσθαι τῇ ἐνδείᾳ. Τὴν γὰρ ἐγγονὴν αὐτοῦ Μαρίαν, πάσης εὐπρεπείας οὖσαν ἀνάπλεων, τὸν τῆς βασιλίσσης υἱὸν Κωνσταντῖνον ἀγαγέσθαι εἰς γυναῖκα ᾠκονόμησε, καὶ αὐτὸν τῇ τοῦ ὑπάτου ἀξίᾳ τιμηθῆναι, καὶ πολλῶν χρημάτων κύριον γενέσθαι, ἃ τοῖς πένησιν ἀφθόνως παρεῖχεν. Ἐπειδὴ δὲ ὁ καιρὸς τῆς πρὸς Χριστὸν ἀναλύσεως αὐτοῦ ἐγνώσθη αὐτῇ, τοὺς πρὸς γένους αὐτῷ διαφέροντας συγκαλεσάμενος, ἅπαντα τὰ μέλλοντα συμβαίνειν αὐτοῖς προεῖπε, προσθεὶς καὶ ταῦτα· Τῆς φιλοξενίας, τεκνία, μὴ ἐπιλανθάνεσθε· τοὺς νοσοῦντας καὶ τοὺς ἐν φυλακαῖς ἐπισκέπτεσθε· χηρῶν καὶ ὀρφανῶν πρόστητε· ἀλλοτρίων μὴ ἐπιθυμεῖτε· τῶν Ἐκκλησιαστικῶν συνάξεων μὴ ἀπολιμπάνεσθε· καὶ ἵνα τὰ πάντα συνελὼν εἴπω, ὡς ἐμὲ εἴδετε ποιοῦντα, οὕτω καὶ ὑμεῖς ποιοῦντες μὴ παύσησθε. Καὶ ταῦτα εἰπών, ἐν εἰρήνῃ ἀνεπαύσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ναούμ
Ναούμ, τὸν Ἑλκεσαῖον ἐκπεπνευκότα,
Ἕλκει πόθος με σμυρνίσαι σμύρνῃ λόγου.
Ὃς λέγεται· Παράκλησις ἐγὼ πᾶσιν, ἢ φρόνημα, ἢ ὑπόληψις. Οὗτος ἦν ἀπὸ Ἑλκεσέμ, πέραν εἰς Βατταρείμ, ἐκ φυλῆς Συμεών· ὃς καὶ μετὰ τὸν Ἰωνᾶν τῇ Νινευΐ τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ὑπογείου ἀπολεῖται, ὃ καὶ γέγονεν· ἡ γὰρ περὶ αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν συσσεισμῷ, καὶ πῦρ, ἐκ τῆς ἐρήμου ἀπελθόν, τὸ ὑψηλότερον αὐτῆς μέρος ἐνέπρησεν. Ἀπέθανε δὲ ἐν εἰρήνῃ, καὶ ἐτάφῃ ἐν τῇ γῇ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Νέου
Ὁρῶν πρὸς Ἀντώνιον οὗτος τὸν Mέγαν,
Kαὶ τοῖς τρόποις ὅμοιος ἀσκῶν ὡράθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὀνησίμου, ἀρχιεπισκόπου Ἐφέσου
Ὀνησίμου τὸ σῶμα κᾂν γῆν εἰσέδυ,
Xρήζουσι βλύζει τὴν ὀνήσιμον χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνανίου τοῦ Πέρσου.
Ἀνανίας σάρξ, πρὸς δὲ σαρκὸς αἰκίας,
Αἴσθησιν ὡς σάρξ οὐδὲ μικρὰν λαμβάνει.
Ὃς ἦν ἐκ πόλεως Ἀρβὴλ τῆς Περσίδος, τῶ σχήματι λαϊκός, Χριστιανὸς δέ. Καὶ συσχεθεὶς ὑπὸ τοῦ ἄρχοντος, ὡμολόγησε τὸν Χριστόν. Καὶ μετὰ πολλὰς βασάνους, κείμενος νεκρός, ἀνοίξας τοὺς ὀφθαλμούς, εἶπε: Ποιήσατε εὐχὰς πρὸς Θεόν· ὁρῶ γὰρ κλίμακα φθάνουσαν εἰς τὸν οὐρανόν, καὶ πυροειδεῖς ἄνδρας λέγοντάς μοι: Ἐλθὲ μεθ’ ἡμῶν, καὶ εἰσάξομέν σε εἰς πόλιν, πλήρης φωτὸς καὶ εὐφροσύνης. Καὶ οὕτω φήσας, παρέδωκε τὸ πνεῦμα.

Κλήσει καὶ πράγματι κλητὸς Θεῷ ὤφθης,
Καὶ νῦν ὦ Θεόκλητε Θεῷ συγχαίρεις.

Ποίμνης μιᾶς θνήσκουσι ποιμένες δύω,
Kαὶ πρὸς μίαν χωροῦσι χώραν οἱ δύω.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ’. Εἰκόνος χρυσῆς.
Οὐκ ἔζης σαὐτῷ, κατὰ Παῦλον τὸν σοφόν, ἐν σοὶ δὲ ἔζη ὁ Χριστὸς μάκαρ, Ὃν ἠγάπησας, Ὃν ὁλοψύχως ἐπόθησας· ὅθεν σου τὸν πλοῦτον πεινῶσι, καὶ ἐνδεέσιν ἐσκόρπισας· εὐλογητὸς εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Γηΐνης σαὐτόν, προσπαθείας ὁλικῶς ἀποχωρήσας, χρυσαυγιζούσαις ὥσπερ πτέρυξι, τῆς εὐποιΐας καὶ νήψεως, πρὸς τὰς οὐρανίους σκηνώσεις, ἀναλαβὼν κατεσκήνωσας· εὐλογητὸς εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
φαεινότατος λαμπτήρ, ἀρετῶν θείῳ φωτὶ λελαμπρυσμένος, ὡράθη πᾶσι καὶ κατηύγασε τῆς οἰκουμένης τὰ πέρατα· ὃν νῦν συνελθόντες ἐν πίστει, μακαρίζομεν ψάλλοντες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
σχὺς τῶν πιστῶν, καὶ βοήθεια ἡμῶν Θεογεννῆτορ, σπεῦσον βοήθει τοῖς ἱκέταις Σου, βυθιζομένοις τοῖς πάθεσι, καὶ ταῖς τῶν δαιμόνων ἀπάταις, καὶ τρικυμίαις τῶν θλίψεων, τοῖς καταφεύγουσιν ἐν Σοί, ἐν πεποιθήσει ψυχῆς.

Ἕτερος. Οἱ Παῖδες εὐσεβείᾳ.
Ἀνέβης εἰς ὕψος, προτιμήσας τῶν ἐνύλων καὶ ῥευστῶν Φιλάρετε, τὰ δι’ αἰῶνος ἀγαθά, καὶ τὴν ἄῤῥευστον τερπνότητα. Καὶ εβόας ψάλλων δίκαιε· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Καὶ γλώσσῃ καὶ καρδίᾳ, σοὶ προσφέρω τὴν ᾠδὴν Φιλάρετε, τὴν ταπεινήν τε καὶ οἰκτράν, καὶ θερμῶς ταύτην ὑπόδεξαι. Καὶ Χριστὸν ὑπὲρ ἡμῶν ἀεὶ δυσώπησον, τοῦ οἰκτειρῆσαι ἡμᾶς, τοὺς ὑμνοῦντάς σε.
Τριαδικόν.
Τὸν Δημιουργὸν πάντων τῶν ποιημάτων, Θεὸν ἀνυμνήσωμεν, Πατέρα Λόγον καὶ εὐθές, Πνεῦμα Ἅγιον δοξάζοντες, καὶ Τριάδα εὐσεβῶς κηρύττοντες, μίαν Βασιλείαν, δεσπόζουσαν ἁπάντων.
Θεοτοκίον.
Φιλάγαθε Παρθένε Θεοτόκε, τὴν ψυχήν μου κεκαμωμένην πάθεσι, σῶσον καὶ ἴασαι αὐτήν, μεσιτείαις εὐπροσδέκτοις Σου, καὶ ἐκ πάσης ἁμαρτίας ἔκπλυνον, ἡ τὸν Θεὸν ἀσπόρως συλλαβοῦσα.










ᾨδὴ η’. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Σὺ τοῦ Κυρίου τῆς χαρᾶς, ἠξιώθης ὡς πιστὸς Αὐτοῦ θεράπων, ἧς νῦν ἐπαπολαύων, συμμετασχεῖν καὶ ἡμᾶς δυσώπει, Φιλάρετε πάνσοφε, σοῦ τὴν θείαν μνήμην, τελοῦντας ἐτησίως.
ερωτάτην ἐσχηκώς, τὴν ζωὴν πανευκλεῶς ἐν εὐποιΐαις, προφανῶς ἐδοξάσθης πρὸς τὸν Θεὸν μετελθών, ἰδοὺ γὰρ μένει τὸ μνημόσυνον, τὸ σὸν εἰς τοὺς αἰῶνας, καὶ ἡ δικαιοσύνη.
πὸ ψυχῆς ὁλοτελῶς, καὶ τὰ γεώδη καὶ φθαρτὰ Πάτερ, μισήσας ἐλεήμων ἐγένου, πτωχοὺς ἐκτρέφων ἀεί, ἀπαύστως κράζειν γὰρ ἐπόθησας· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Κλαύσατε ὄρη καὶ βουνοί, ἐπ’ ἐμοὶ τῷ οἰκτρῷ καὶ παναθλίῳ, ὅτι ζήσας ἀσώτως ἐν περιστάσει νυνί, θανάτου μάτην κραυγάζω· ὦ Δέσποινα, μὴ κλείῃς μοι ὦτά Σου, τὰ ἄχραντα καὶ θεῖα.

Ἕτερος. Θαύματος ὑπερφυοῦς.
Ἤστραψεν ἡ φαεινή σου μάκαρ μνήμη, ἀπαυγάζουσα τοὺς ἐν τῷ κόσμῳ, φωτισμὸν καὶ ἔλεος, πᾶσι Χριστιανοῖς, παῤῥησίᾳ σου Φιλάρετε, παμμάκαρ ἀεί· διὸ ἐκτελοῦντές σου τὴν μνήμην Θεὸν σέβομεν, καὶ ὑπερυψοῦμεν, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὦ τῆς σῆς λαμπρᾶς εὐκλείας θεομάκαρ, ἧς ἐπέτυχες Χριστὸν πλουτήσας, διὰ πλοῦτον πρόσκαιρον, ὃν διένειμας τοῖς πτωχοῖς, καὶ τοῖς νόμοις τοῖς Αὐτοῦ ἐξηκολούθησας, νοὸς στεῤῥοτάτου καθαρότητι, καὶ ψυχῆς εἰλικρινείᾳ, ὦ Φιλάρετε· διό σε τιμῶμεν, ὡς φίλον τοῦ Κυρίου.
Τριαδικόν.
ᾌσμασι μελῳδικοῖς τὴν Παναγίαν, ἀνυμνήσωμεν πιστοὶ Τριάδα, Πατέρα προάναρχον, τὸν Υἱόν τε καὶ τὸ εὐθές, Πνεῦμα Ἅγιον ὁμότιμον καὶ σύνθρονον, ἣν πᾶσα πνοὴ δοξάζει κραυγάζουσα· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰώνας.
Θεοτοκίον.
Ἄξιόν ἐστιν ἀεί Σε μεγαλύνειν, ἀειπάρθενε καὶ Θεοτόκε, Σὺ γὰρ Μητροπάρθενε, κλέος ὤφθης μόνη τῇ γῇ, καὶ Παρθένος γὰρ καὶ Μήτηρ, ἅμα πέφυκας Θεόν, ἐν σαρκὶ δὲ ἀπεκύησας, καὶ ὡς βρέφος ἐγαλούχησας τὸν τρέφοντα, πνοὴν Κόρη πᾶσαν· διό Σε εὐλογοῦμεν.









ᾨδὴ θ’. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
ς φωταυγής σου ὁ βίος, ὡς μεγίστη ἡ δόξα, ὡς πάντιμος ἡ μνήμη σου σοφέ, παντελεῆμον Φιλάρετε, ἐλεεῖς γὰρ τοὺς πάντας, καὶ ζῶν τε καὶ θανὼν ὡς ἀληθῶς, ἰαμάτων τὴν χάριν, παρέχων τοῖς τιμῶσί σε.
Βλύζει ὁ τάφος σου Πάτερ, ἰαμάτων σταγόνας, βραβεύει τοῖς φοιτῶσιν εὐλαβῶς, πᾶσι τὴν χάριν Φιλάρετε, καὶ νοσήματα παύει, καὶ πάντων ἁγιάζει τὰς ψυχάς, τῶν τὴν θείαν σου μνήμην, ἑορταζόντων Ἅγιε.
ντως ἀστράπτων ἀκτῖνας, τοῖς τιμῶσί σε Πάτερ Φιλάρετε, καταύγασον ἡμῶν, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ λαμπρότητος θείας, μετόχους καταξίωσον ἡμᾶς, ταῖς πρεσβείαις σου μάκαρ, γενέσθαι δυσωποῦμέν Σε.
Θεοτοκίον.
Σὺ εἶ τὸ καύχημα Κόρη, τῆς ἀθλίας ψυχῆς μου, Σὺ εἶ ὁ γλυκασμὸς καὶ φωτισμός, Σὺ τὸ ἐμὸν ἀγαλλίαμα, Σὺ καρδίας ἡδύτης, Σὺ φῶς καὶ θυμηδία καὶ ζωή, Σὺ παράκλησις θεία, χαρὰ καὶ ἀγαλλίασις.

Ἕτερος. Μυστήριον ξένον.
Ὁλόφωτον αἴγλην λαβὼν καὶ ἀθάνατον, ἐκ Θεοῦ Φιλάρετε, ἀπεφάνθης ζῶν, καὶ μετὰ τέλους ἐλέους ὑπουργός, ἐν ᾧ ὑπὲρ πάντων ἱκέτευσον Θεόν, ὑπὲρ ἡμῶν τῶν ἐπὶ γῆς μακαριζόντων σε.
Θρόνῳ Θεοῦ παρεστηκὼς νῦν Φιλάρετε, σὺν θείοις στρατεύμασι, πάντων τῶν Ἁγίων Ἀγγέλων, μὴ παύσῃ πρεσβεύων ἀεί, τὸν φιλάνθρωπον καὶ Κύριον Θεόν, ὑπὲρ πάντων τῶν πιστῶς μακαριζόντων σε.
Τριαδικόν.
Δοξάζομεν τὸν ἐν τρισὶν ὑποστάσεσι Θεὸν προαιώνιον, τοῦτον Χερουβικῶς ἀνυμνοῦντες ὡς ἰσχύομεν, χοϊκοῖς οἱ ἀνάξιοι τοῖς χείλεσι, καὶ πόθῳ Αὐτόν, ἀκαταπαύστως μεγαλύνομεν.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε εὐλογημένη πανύμνητε, ἣν ὑμνοῦσι Ἄγγελοι καὶ θεοφόροι Πατέρες, καὶ πᾶσα κτίσις, Θεὸν ὑπεράγιον ὡς τέξασα σαρκί, Ὃν δυσώπει σωθῆναι τὰς ψυχὰς ἡμῶν.












Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐν ἀρετῇ διατραφείς, καὶ πολλῇ εὐποιΐᾳ, σημειοφόρος γέγονας, καὶ προγνώστης μελλόντων, Φιλάρετε ἐλεῆμον, ὡς Θεοῦ πιστὸς δοῦλος, ᾧ καὶ πρεσβεύεις θεόφρον, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, τῶν ἐκ πόθου τὴν σεπτήν, θείαν σου μνήμην τελούντων.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Μεταδιδοὺς τὸν σὸν πλοῦτον, τοῖς πένησι θεαρέστως, καὶ νῦν οὐράνιον ὄλβον, παρὰ Χριστοῦ ἐκομίσω, Φιλάρετε Ὃν δυσώπει, καὶ νῦν ἡμᾶς ἐλεῆσαι.
Θεοτοκίον.
Τὰς στρατιὰς τῶν Ἀγγέλων, καὶ τῶν Ἁγίων τοὺς χορούς, ὑπερανέστειλεν όντως, τὰ μεγαλεῖά Σου ἁγνή· διὸ Χριστὸν ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν Σῶν δούλων.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάκαρ, θεόφρον Φιλάρετε, τῆς ἀρετῆς ἐραστής, γεγονὼς ὤφθης ἅπασι, δωρεῶν τοῦ Πνεύματος, διανέμων τοῖς χρήζουσι, τοῖς ἐνδεέσιν ἄρτον σου δέδωκας, πάντας ἠλέεις, ὡς συμπαθέστατος· ὅθεν τελοῦμέν σου, ἐν ᾠδαῖς νῦν χαίροντες, πανευλαβῶς, τὴν ἡμᾶς εὐφραίνουσαν, μνήμην πανόλβιε.

Ἔλεον θεῖον ἀρύσασθε, ὡς ἐκ πηγῆς προϊόν, Φιλαρέτου τοῦ μάκαρος, τοῦ καὶ ἐλεήμονος, φερωνύμως πλουτήσαντες, καὶ τῷ τῶν ὅλων Θεῷ βοήσατε· ὁ ἐν Ἁγίοις, θαυμαζόμενος, τούτου δεήσεσι, σῶσον ἡμᾶς Κύριε ὡς ἀγαθός, πόθῳ ἑορτάζοντας, τὴν θείαν μνήμην αὐτοῦ.

Ἅπαν, φιλεόρτων σύστημα, ἄνθη ἐπαίνων θερμῶς, ἐκ λειμώνων συλλέξαντες, τοῦ Ἁγίου Πνεύματος, ᾀσματόπνοον στέφανον, τῷ Φιλαρέτῳ καὶ ἐλεήμονι, μετ’ εὐφροσύνης, ἀφοσιώσωμεν· ὦ συμπαθέστατε, πρὸς αὐτὸν κραυγάζοντες πρὸς τὸν Χριστόν, πάντοτε ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς.

Δεῦτε, γηγενεῖς ἐν ᾀσμασι, τὴν ἱερὰν καὶ σεπτήν, Φιλαρέτου τοῦ μάκαρος, ἑορτὴν τὴν εὔσημον, εὐσεβῶς ἀνυμνήσωμεν. Οὗτος γὰρ ὄντως θείας ἐλλάμψεως, κατηξιώθη διὰ τὸ ἔλεος, ὅπερ ἐπλούτησε, καὶ πτωχοῖς μετέδωκεν οἷα πιστός, οἰκονόμος οὗπερ νῦν, τὴν μνήμην ἄγωμεν.







Δόξα. Ἦχος πλ. δ΄.
Ἀγάλλεται σήμερον ἡ Ἐκκλησία τοῦ Θεοῦ, λαμπρυνομένη τῇ χάριτι, καὶ πιστῶς πανηγυρίζει τῶν φιλεόρτων τὰ συστήματα ἐπὶ τῇ μνήμῃ Φιλαρέτου τοῦ ἐλεήμονος. Καὶ δοξάζει Χριστόν, τὸν δι’ αὐτοῦ δοξασθέντα. Οὗτος γὰρ ὁ ἀείμνηστος, ἀφειδῶς τὸν πλοῦτον αὐτοῦ, χερσὶ πενήτων διένειμε, πτωχοῖς καὶ ἐνδεέσιν ἐπήρκεσεν. Διὸ ἐδέξατο αὐτό, ἡ οὐράνιος κληρουχία, πρὸς πλατυσμὸν τοῦ Παραδείσου ἀγαλλόμενος, καὶ τῆς τελείας ἐν οὐρανοῖς, τῶν ἀγαθῶν ἀπολαύσεως· ἧς καὶ ἡμᾶς ἀξίωσον ὁ Θεός, εὐχαῖς αὐτοῦ, διὰ τὸ μέγα σου καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Μεγαλυνάριον.
Ἀρετῆς ὁ φίλος καὶ τῶν πτωχῶν, ἐλεημοσύνης ὁ ἐπώνυμος προσκληθείς, ὀ πενήτων θρέψας, πληθὺν ἀνευφημείσθω, Φιλάρετος ὁ θεῖος, καὶ συμπαθέστατος.



















ΠΑΡΑΚΛΗΣΙΣ
(Χαραλάμπους Μπούσια)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἀρετῆς τὸν ζηλωτὴν καὶ ἀγάπης, πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν πέλας τὸν μύστην, Φιλάρετον τιμήσωμεν πιστοὶ ἐκτενῶς, κράζοντες· γεώργησον προσευχῆς σου ἀρότρῳ, τὰς ἀνίκμους Ὅσιε ἐξ ἀγάπης καρδίας, ἡμῶν βλαστῆσαι στάχυν ἀκραιφνοῦς, πρὸς τὸν πλησίον ἀγάπης πολύφορον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.




Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Φίλον ἀρετῆς ἀνάδειξόν με, Φιλάρετε. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Φιλεῖν με τὰ ἄῤῥευστα ἀγαθά, ἀξίωσον Πάτερ, τὸν τιμῶντά σε εὐλαβῶς, καὶ φεύγειν με πάντα τὰ γεώδη, φιλευσπλαγχνίας ἀκρότης Φιλάρετε.
Ἱκάνωσον Ὅσιε τοὺς πιστῶς, σὲ ἀνευφημοῦντας, διοδεῦσαι τῶν ἀρετῶν, ὁδὸν τὴν στενὴν καὶ τεθλιμμένην, ἥνπερ διώδευσας χαίρων Φιλάρετε.
Λειμῶνος παντέρπνου ἐν οὐρανοῖς, ἀξίωσον πάντας, ἀπολαῦσαι σοὺς ὑμνητάς, Φιλάρετε ὧν νῦν ἀπολαύεις, ὡς τῆς διπλῆς ἀγαπήσεως ἔκτυπον.
Θεοτοκίον.
Ὁδήγησον Μῆτερ πρὸς τὰς νομάς, τῆς θείας Σου δόξης, Φιλαρέτου σεπταῖς λιταῖς, τοὺς σπεύδοντας Σῇ ἀκαταισχύντῳ, ἰσχύϊ πάντοτε δοῦλόν Σου Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νίκης εἴληφας στέφος ὡς σεαυτὸν ἅπαντας, Ὅσιε φιλῶν τοὺς ἀνθρώπους, Πάτερ Φιλάρετε· διὸ καὶ χάριν εὑρώνν, παρὰ Θεοῦ ἱκετεύεις, νῦν Αὐτὸν ἀγάπης με, πλῆσαι πρὸς πάσχοντας.
Ἀπὸ πάσης ἀνάγκης καὶ συμφορῶν λύτρωσαι, τοὺς ἀσπαζομένους ἐν πόθῳ, κάραν τὴν θείαν σου, ἐν τῇ ἁγίᾳ Μονῇ, τῆς Λαύρας ἐν Καλαβρύτοις, συμπαθείας σκήνωμα, κόσμου Φιλάρετε.
Ῥάβδῳ σῆς προστασίας τὸν καθ’ ἡμᾶς λέοντος, δίκην ὠρυόμενον πλάνον, μάκαρ Φιλάρετε, σύντριψον τάχος ἐχθρόν, ὁ τὰς αὐτοῦ πανουργίας, λύσας τῇ πρὸς πένητας, πάντας ἀγάπῃ σου.
Θεοτοκίον.
Ἐπισκίασον Μῆτερ τοῦ Λυτρωτοῦ πάναγνε, Σὲ τοὺς μεγαλύνοντας πόθῳ, καὶ καταφεύγοντας, ἐν τοῖς τοῦ βίου δεινοῖς, ταῖς ῥυπτικαῖς Σου πρεσβείαις, πρὸς τὸν πανευΐλατον, ἄχραντον Τόκον Σου.
Ἀνάδειξον, πρὸς τὸν πλησίον ἀγάπης ἡμᾶς πυξία, ἐλεήμονος βιοτῆς ἀείφωτον πύρσευμα, Φιλάρετε Πάτερ πνευματοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐλέους πηγὴ πολύῤῥυτε Φιλάρετε, ὁ πλοῦτον σοφῶς τὸν σὸν σκορπίσας πένησι, καὶ ἐν πόλῳ ἄσυλον, ὁ θησαυρίσας πλοῦτον ἱκέτευε, Χριστὸν ἀγάπης κρείττονος ἡμᾶς, σοὺς πρόσφυγας δεῖξαι θησαυρίσματα.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ἀγάπης Φιλάρετε, ἐποφθεὶς ἀκρότης πτωχοῖς συνέπασχες, καὶ πλουσίαν χάριν εἴληφας, ὑπὲρ τῶν πτωχῶν πρεσβεύειν πάντοτε.
Ἡ ἑτοίμη ἀντίληψις, τῶν ἐμπεριστάτων σοφὲ Φιλάρετε, σῶσον πάντας τοὺς τιμῶντάς σε, καὶ τοὺς θλιβομένους παραμύθησον.
Συσχεθέντες Φιλάρετε, πειρασμῶν τῷ πλήθει ἀναβοῶμέν σοι· ἐξελέσθαι τοὺς τιμῶντάς σε, σπεῦσον ἁμαρτίας πάσης Ὅσιε.
Θεοτοκίον.
Ἀγλαΐας Σου Δέσποινα, ταῖς φωτοβολίαις ψυχῆς μου ζόφωσιν, λῦσον ἵνα φῶς τὸ ἄστεκτον, Σοῦ Υἱοῦ κατίδω ἡλιόμορφε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νεύσας τῶν πτωχῶν, παρακλήσεσιν ἐσκόρπισας, σὴν οὐσίαν τούτοις ἅπασιν ἡμῖν, ἐκδιδάσκων σε μιμήσασθαι Φιλάρετε.
Ἄνωθεν ἡμῖν, τοῖς ἱκέταις σου κατάπεμψον, τὴν σὴν χάριν ὁ τὰς χρείας τῶν βροτῶν, θεραπεύσας ἀκλινῶς σεπτὲ Φιλάρετε.
Δόξης οὐρανῶν, κοινωνοὺς ἡμᾶς ἀνάδειξον, τοὺς αἰτοῦντας τὴν θερμήν σου ἀρωγήν, ἰσαγγέλου βιοτῆς κανὼν Φιλάρετε.
Θεοτοκίον.
Ἕξεις πονηράς, Μητροπάρθενε θανάτωσον, τὰς οἰκτρῶς με τυραννούσας Σαῖς εὐχαῖς, πρὸς Υἱόν Σου καὶ Θεὸν τὸν ζωοπάροχον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκέτευε, τὸν Θεὸν Φιλάρετε, τὴν συμπάθειαν πρὸς πέλας αὐξῆσαι, ἡμῶν εὐσπλάγχνου καρδίας ἀκρότης, πνευματοφόρε δικαίων ἀκρώρεια, καὶ ὡς ἡμᾶς αὐτοὺς βροτῶν, ἀγαπῆσαι τὸ πλήρωμα Ὅσιε.
Ξενίαν σου, τίς βροτῶν δυνήσεται, ἐξυμνῆσαι ὦ Φιλάρετε μάκαρ· ὅτι πρὸς χάριν καμνόντων ἀνάγκας, τῶν σῶν οἰκείων παρέβλεπες πάνσοφε, καὶ ὡς οἰκείους τοὺς πτωχούς, ἐλογίζω πεινῶντας καὶ στένοντας.
Οὐ παύω Σου, ἐξυμνεῖν τὸ ἄμετρον, φιλανθρώπου συμπαθείας θεόφρον, ἐξ ἧς σοφῶς ἐμφορούμενος χρείας, ἐμπεριστάτων ἐπλήρους Φιλάρετε, ἡμῶν μεσῖτα κραταιέ, πρὸς τὸν μόνον εὐΐλατον Κύριον.
Θεοτοκίον.
Νῦν χείρονος, ἁμαρτίας κάθαρον, καὶ ἀλάστορος βιαίας δουλείας, ἀναβοῶ Σοι τὸν Σὲ ἀνυμνοῦντα, εἰς τοὺς αἰῶνας αἰώνων πανύμνητε, Θεογεννῆτορ ἀγαθή, τὸν ἀχρεῖον καὶ τλήμονα δοῦλόν Σου.
Ἀνάδειξον, πρὸς τὸν πλησίον ἀγάπης ἡμᾶς πυξία, ἐλεήμονος βιοτῆς ἀείφωτον πύρσευμα, Φιλάρετε Πάτερ πνευματοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν συμπαθῆ καὶ ἐνάρετον  μέλψωμεν, μελισταγῶς ἐλεήμονα ὅσιον, σκορπίσαντα πλοῦτον τοῖς πένησι, καὶ ὄλβον σοφῶς θησαυρίσαντα, ἐν πόλῳ Φιλάρετον μάκαρα.

Προκείμενον: Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἐπιβοωμένων σε, τοὺς στεναγμοὺς μὴ παρίδῃς, καὶ ψυχῆς τὰ δάκρυα, Ὅσιε Φιλάρετε, συμπαθέστατε, ἀρετῆς πρότυπον, καὶ διπλῆς ἀγάπης, θεοφώτιστον ἐκπύρσευμα, ἀλλ’ εἰς βοήθειαν, σπεῦσον τῶν πιστῶς προστρεχόντων σοι. Ταχὺς γὰρ πέλεις πάντοτε, ἀρωγὸς πιστῶν καὶ ἀντίληψις, τῶν ἐπιτελούντων, τὴν μνήμην σου εὐσχήμοσιν ᾠδαῖς, καὶ προσκυνούντων τὴν κάραν σου, τὴν σεπτὴν καὶ πάντιμον.










ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μοχθηρίας ἀκαίρου ἐμπαθείας καὶ μίσους ἡμᾶς ἀπάλλαξον, Φιλάρετε ἀγάπης, διπλῆς εἰκὼν καὶ βίου, φιλευσπλάγχνου κειμήλιον, ἵνα καρδίας τῆς σῆς, ὑμνῶ τὴν καλωσύνην.
Εὐμενῆ παραστάτην ἐν δειναῖς τρικυμίαις τοῦ βίου εὕρομεν, σὲ Πάτερ θεοφόρε, Φιλάρετε καὶ δότην, ἀγαθῶν πλουσιόδωρον· διὸ ταῖς σαῖς πρὸς Θεόν, προστρέχομεν πρεσβείαις.
Φύλαξ ἴσθι ἐν βίῳ τῶν πιστῶς προστρεχόντων τῇ ἀντιλήψει σου, καὶ κατασπαζομένων, τὴν πάντιμόν σου κάραν, τὴν ἰάσεων βλύζουσαν, παντοδαπῶν ὀχετούς, Φιλάρετε τρισμάκαρ.
Θεοτοκίον.
Ἰατὴρ ἀσθενούντων Μητροπάρθενε Κόρη, ἡ τὸν παντάνακτα, κυήσασα ἀφράστως, Σοῖς δούλοις εὐρωστίαν, καὶ ὑγείαν πόριζε, ἀῤῥωστειῶν δὲ ἀχλύν, ἐκδίωξον Σῷ σθένει.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λάμψας ἐλέους, τοῦ σοῦ ἀκτῖσιν ἐν χώρᾳ, Παφλαγόνων Φιλάρετε ἄστρον, γέγονας φωτίζον, ἡμῶν ψυχῆς τὰ σκότη.
Ἀρετηφόρε, καὶ εὐσυμπάθητε Πάτερ, μιμητὰς σῆς ἀφάτου ἀγάπης, δεῖξον τοὺς τιμῶντας, Φιλάρετε σὴν μνήμην.
Ῥύεσθαι πόνων, καὶ συμφορῶν ἐκδυσώπει, τὸν Χριστὸν σοὺς ἱκέτας παμμάκαρ, εὐσπλαγχνίας κέρας, Φιλάρετε καὶ βάθρον.
Θεοτοκίον.
Ἐπηρειῶν Σε, τοῦ νοητοῦ καθαιρέτιν, νῦν ἐχθροῦ ἐπιστάμενοι Μῆτερ, κράζομέν Σοι· ῥύου, ἡμᾶς αὐτοῦ κακίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τῶν ἐνδεῶν προστάτα, καὶ τροφεῦ πενήτων, μὴ ἀποστήσῃς σὸν ἄμετρον ἔλεος, ἀπὸ τῶν πίστει Φιλάρετε νῦν τιμώντων σε.
Ἐπόμβριζε ὑψόθεν, ὑετὸν ἐλέους, σαῖς ἱκεσίαις πρὸς Κτίστην Φιλάρετε, ἐπὶ τοὺς πίστει προστρέχοντας τῇ σῇ χάριτι.
Χρηστότητος πυξίον, καὶ φιλανθρωπίας, λειμὼν τερπνὲ καὶ εὐῶδες Φιλάρετε, τὴν δυσωδίαν κακίας μου ἀποδίωξον.
Θεοτοκίον.
Μαρία Θεοτόκε, κεχαριτωμένη, ἀγάπης πλῆσον καρδίας τῶν δούλων Σου, τῶν καθ’ ἑκάστην σπευδόντων τῇ ἀντιλήψει Σου.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ἐλεήμονος βιοτῆς, κέρας καὶ ἀγάπης, πρὸς πλησίον καὶ πρὸς Θεόν, ἀκρέμων Ὁσίων, Φιλάρετε φαιδρότης, καὶ τῶν δικαίων πάντων, ἔμψυχον ἄγαλμα.
Πλοῦτόν σου διένειμας τοῖς πτωχοῖς, ὁλοθύμως Πάτερ, καὶ οὐσίαν τὴν σὴν σοφῶς, τοῖς ἐμπεριστάτοις, καὶ οὖσιν ἐν ἀνάγκαις, Φιλάρετε ἀγάπης, θεῖον ἐκτύπωμα.
Χαίροις ἐλεῆμον καὶ συμπαθές, Ὅσιε ὁ χρείας, θεραπεύσας τῶν γηγενῶν, τῶν τῇ ἀρωγῇ σου, τῇ θείᾳ προστρεξάντων, Φιλάρετε Ἀγγέλων, θείων ὁμόζηλε.
Ὄλβον τιμαλφέστατον ἀληθῶς, κέκτηται σὴν κάραν, ἡ πανένδοξος καὶ λαμπρά, τῆς Ἁγίας Λαύρας, Μονὴ ἐν Καλαβρύτοις, Φιλάρετε τὴν θείαν, καὶ θαυματόβρυτον.
Φύλαττε ἀτρώτους καὶ ἀσινεῖς, τῶν βελῶν τοῦ πλάνου, σοὺς ἱκέτας θεοφιλές, Ὅσιε καὶ πέμψον, ὑψόθεν τὴν εὐχήν σου, Φιλάρετε τοῖς πίστει, ἀνευφημοῦσί σε.
Τοὺς ἀσπαζομένους σου τὴν σεπτήν, καὶ ἁγίαν κάραν, σκέπε Ὅσιε ἀκλινῶς, καὶ πρὸς συμπαθείας, ὁδοὺς τοὺς σοὺς ἱκέτας, κατεύθυνον ἀγάπης, κλέος Φιλάρετε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου, τὴν ἱκέσιον εὐχήν, ταύτην τῶν πιστῶς προστρεχόντων, τῇ θείᾳ σκέπῃ σου, Ὅσιε Φιλάρετε, Ἀγγέλων σύσκηνε, καὶ τὴν πάντιμον κάραν σου, κατασπαζομένων, εὐλαβῶς ἀντίληψις, γὰρ πέλεις ἔνθερμος, σκέπη, χαρμονὴ προστασία, καὶ παραμυθία τῶν ὄντων, ἐν δειναῖς τοῦ βίου Πάτερ θλίψεσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου