Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 2. ΠΑΝΑΓΙΑ ΓΕΡΟΝΤΙΣΣΑ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ Β΄!!
ΠΑΝΑΓΙΑ ΓΕΡΟΝΤΙΣΣΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας Πανάχραντε, ὡς νοητὸν ἱλαστήριον, καὶ οὐράνιον δώρημα, καὶ θεῖον ἐχέγγυον, τῆς σῆς προστασίας, τῇ παρούσῃ μάνδρᾳ, τὴν σὴν εἰκόνα τὴν σεπτήν, χάριτας θείας ἡμῖν βραβεύουσαν, ἣν πίστει ἀσπαζόμενοι, ἁγιασμόν τε καὶ ἔλεος, ἐξ αὐτῆς ἀρυόμεθα, καὶ πταισμάτων συγχώρησιν.

Ἔχει ὡς θησαύρισμα, καὶ ἀσφαλὲς καταφύγιον, ἡ Μονὴ Παντοκράτορος, θεόνυμφε Δέσποινα, τὸν Σὸν χαρακτῆρα, ἐκπέμποντα πᾶσιν, ὑπὲρ ἡλίου τὰς αὐγάς, τῆς σῆς χρηστότητος τὰ γνωρίσματα, καὶ θείας ἀγαθότητος, τὴν ἱλαρότητα πάναγνε· διὰ τοῦτο κηρύττει σου, τῆς εὐνοίας τὸ μέγεθος.

Ὅρμημα ἀκάθεκτον, πυρὸς παμφάγου ἡ χάρις σου, Θεοτόκε Γερόντισσα, ὡς τάχος ἀνέτειλε, σφοδρῶς ἀπειλοῦντος, πᾶσαν ἀναλῶσαι, τήνδε Μονὴν τὴν ἱεράν, καὶ εὐφροσύνης ἡμᾶς ἐνέπλησε· διὸ εὐχαριστοῦντές Σοι, ὕμνον ἐτήσιον ᾄδομεν, τῇ ὀξείᾳ προνοίᾳ Σου, καὶ θερμῇ ἀντιλήψει Σου.

Αἶνον χαριστήριον, ᾀσματικῶς Σοι προσάγομεν, Θεοτόκε Γερόντισσα, ὅτι ἡμᾶς ἔσωσας, πυρὸς τῆς μανίας, καὶ τελειοτάτης καταστροφῆς ὡς ἀληθῶς, καὶ ἐκ βαθέων Σοι ἀνακράζομεν· μὴ παύσῃ τὴν συνήθη Σου, ἡμῖν στοργὴν καὶ χρηστότητα, ἐπιδείκνυσθαι Δέσποινα, τοῖς ἀχρείοις οἰκέταις Σου.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Ἡ φωταυγὴς νεφέλη τῆς δόξης, Θεοτόκε πανύμνητε, ὡς μυστικὴν λυχνίαν ἑπτάφωτον τῆς ἁγίας δόξης Σου, τὴν ὑλικήν Σου ἀνέδειξε μορφήν, ἐν τῇ παρούσῃ μάνδρᾳ· ἐν ᾗ μετὰ δέους ἑστῶτες τὰς ψυχικὰ αἰσθήσεις φωτιζόμεθα, ταῖς ἐξ αὐτῆς προϊούσαις μαρμαρυγαῖς, καὶ θερμῶς ἐκβοῶμέν Σοι· ὥσπερ πάλαι ἐῤῥύσω, περικυκλωσάσης συμφορᾶς, οὕτω καὶ νῦν Δέσποινα, μὴ παύσῃ παρέχουσα, τὰ πρὸς σωτηρίαν, ἡμῖν αἰτήματα.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Στάμνον ὡς νοητήν, τῶν οἰκτιρμῶν Σου Κόρη, τὴν θείαν Σου Εἰκόνα, πλουτεῖ καὶ θησαυρίζει, Μονὴ τοῦ Παντοκράτορος.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Πάλαι ἐκ τῆς σεπτῆς, Εἰκόνος Σου Παρθένε, ἐφώνησας τῷ θύτῃ, νῦν δὲ ἡμᾶς ἐῤῥύσω, ὁλοσχεροῦς τεφρώσεως.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χάριν μία φωνῇ, τῇ Σῇ προνοίᾳ Κόρη, θερμῶς ὁμολογοῦμεν· ὅτι ἡμᾶς ταχέως, προφθάνεις κινδυνεύοντας.

Δόξα. Τριαδικόν.
Τέτοκας τοῦ Πατρός, τὸν Λόγον συνεργίᾳ, Πνεύματος τοῦ Ἁγίου, καὶ ἔμεινας παρθένος, ἁγνὴ μετὰ τὴν κύησιν.

Καὶ νῦν. Θεοτοκίον.
Πάντοτε ἐν παντί, ἡμῖν ἔσο Παρθένε, ἐπίκουρος καὶ σκέπη, ὡς ἐπηγγείλω Κόρη, ἐξαίρουσα τῶν θλίψεων.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Ὡς πάλαι ἐφώνησας ἐκ τῆς εἰκόνος τῆς Σῆς, τανῦν ἡμᾶς ἔσωσας ἐκ τοῦ παμφάγου πυρός, Παρθένε πανύμνητε· ὅθεν ὡς Γεροντίσσῃ, τῆς Μονῆς ταύτης οὔσῃ, ἄδομέν Σοι τὸν ὕμνον, καὶ πιστῶς εκβοῶμεν· χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ.

Ἀπόλυσις.














ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, ἡ Εἰκών σου ἁγνή, ὥσπερ ζῶσα φθέγγεται, καὶ πάλαι τῷ ἱερεῖ, σπεύδειν προσέταξεν· τανῦν δὲ ἡ ἐξ αὐτῆς, προερχομένη Σου χάρις προφθάσασα, ἐῤῥύσατο φοβερᾶς, πυρκαϊᾶς τῆνδε μάνδραν βοῶσάν Σοι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἔλεος.

Βαβαὶ τῶν Σῶν θαυμασίων ἁγνή! ὅτι πλείστοις χρόνοις, ἀσινὴς τετήρηται, Εἰκών Σου ἡ θαυμαστή, ἔνδον τοῦ φρέατος, καὶ αὖθις τῇ Σῇ Μονῇ, ὡς θησαυρὸς πολυτίμητος δέδοται, πλουτίζουσα τὰς ψυχάς, καὶ τὰς καρδίας ἡμῶν ταῖς Σαῖς χάρισι, καὶ τὴν τελεσθεῖσαν ἄρτι, δύναμιν κηρύττομεν, ὅτι ἔσωσας Κόρη, παντελοῦς ἡμᾶς τεφρώσεως.

Τὴν πρὸς ἡμᾶς Σου προμήθειαν, καὶ τῶν οἰκτιρμῶν Σου, Κόρη τὴν ἐκδήλωσιν, ὑμνοῦμεν πανευλαβῶς ἀνάγνοις χείλεσιν, ἐλαίου καὶ γὰρ ποτέ, τὴν ἀπορίαν διέλυσας Δέσποινα, καὶ ἤδη τάχει πολλῷ, ᾧ οἶδας τρόπῳ τὸ πῦρ ἀνεχαίτισας, τὸ ἐπαπειλοῦν τεφρῶσαι, πᾶσαν ἡμῶν ὕπαρξιν· διὰ τοῦτο Παρθένε, χαριστήριά Σοι ᾄδομεν.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Παραδόξως φωνήσασα, ἐκ τῆς θείας Εἰκόνος Σου, ταύτην πηγὴν χάριτος ἡμῖν ἔδειξας, ἔνθεν Γερόντισσα κέκλησαι, προσφυῶς πανάχραντε, ὡς πληρώσασα θερμῶς, τὸ σεπτὸν καταθύμιον, καὶ τὴν δέησιν, τοῦ ὁσίου ἀββᾷ τοῦδε σεμνεῖου· διὰ τοῦτό Σου Παρθένε, τὰ μεγαλεῖα δοξάζομεν.

Ἐκραγὲν πῦρ ἠπείλησε, τῆς Μονῆς τὴν ὑπόστασιν, καὶ ἐν τρόμῳ ἅπαντες συνεσχέθημεν· ἀλλὰ προφθάσασα ἄχραντε, ἡ θεία χρηστότης Σου, ἐνεργείᾳ μυστικῇ, τοῦτο τάχος κατέστειλε, καὶ ἐνέπλησεν, εὐφροσύνης ἡμᾶς καὶ θυμηδίας· διὰ τοῦτό Σε Παρθένε, μεγαλοφώνως δοξάζομεν.

Ἑορτήν Σοι ἐτήσιον, συγκροτοῦμεν πανύμνητε, τὰς ἐκφάνσεις μέλποντες τῆς εὐνοίας Σου, καὶ δωρεῶν Σου τὸ μέγεθος, δι’ ὧν σώζεις πάντοτε, καὶ ἐξαίρεις πειρασμῶν, καὶ κινδύνων καὶ θλίψεων, ἡμᾶς Δέσποινα, καὶ τὴν Σὴν χαριτόβρυτον Εἰκόνα, προσκυνοῦμεν μετὰ πόθου τὴν κεκλημένην Γερόντισσαν.


Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦδε σεμνείου συγκρότησις, ἑορτὴν ἰδιάζουσαν ἄγει, εἰς δόξαν καὶ αἶνον, τῶν πολλῶν Σου θαυμάτων Κόρη, καὶ τῆς περὶ ἡμᾶς μητρικῆς κηδεμονίας, Σὺ γάρ, οὐ μόνον ἐν ταῖς παρωχημένας γενεαῖς θαυμαστὰ εἰργάσω, ἔνδοξά τε καὶ ἐξαίσια, ἀλλὰ καὶ νῦν, οἰκείοις καμφθεῖσα οἰκτιρμοῖς, τὸ ἐκραγὲν πῦρ ὀλοόν, ἐπισκέψει κρείττονι κατέσβεσας, καὶ παντελοῦς ὀλέθρου ἡμᾶς διέσωσας. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, κηρύττομεν τὴν εὐεργεσίαν, καὶ δαβιτικῶς βοῶμέν Σοι· δεδοξασμένα ἐλαλήθη περὶ Σοῦ, πόλις ἔμψυχε τοῦ πάντων Βασιλέως, τοῦ παρέχοντος διὰ Σοῦ ἡμῖν τὸ μέγα ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (Μ΄ 1-5, 7-9, 14, 28-29)
Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου στήσεις τὴν Σκηνὴν τοῦ μαρτυρίου καὶ θήσεις τὴν Κιβωτόν, καὶ σκεπάσεις αὐτὴν τῷ καταπετάσματι καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ τὴν λυχνίαν· καὶ θήσεις τὸ θυμιατήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς Κιβωτοῦ τοῦ μαρτυρίου καὶ θήσεις τὸ κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν τῆς Σκηνῆς τοῦ μαρτυρίου καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν Σκηνήν, καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτήν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία, καὶ ἁγιάσεις τὸ θυσιαστήριον· καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς πάντα ὅσα συνέταξεν αὐτῷ Κύριος ὁ Θεός, ὁ ἅγιος τοῦ Ἰσραήλ· καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν Σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή, καὶ οὐκ ἠδυνήθη Μωϋσῆς εἰσελθεῖν εἰς τὴν Σκηνὴν τοῦ μαρτυρίου· ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη· καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή.

Βασιλειῶν Γ' το Ἀνάγνωσμα (Κεφ. 8, 1-11)
Ἐγένετο, ὡς συνετέλεσε Σολομῶν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ ἐξεκκλησίασε πάντας τοὺς Πρεσβυτέρους Ἰσραὴλ ἐν Σιών, τοῦ ἀνενεγκεῖν τὴν Κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ πόλεως Δαυΐδ, αὕτη ἐστὶ Σιών. Καὶ ἦραν οἱ Ἱερεῖς τὴν Κιβωτόν, καὶ τὸ Σκήνωμα τοῦ Μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ Σκηνώματι τοῦ Μαρτυρίου. Καὶ ὁ Βασιλεύς, καὶ πᾶς Ἰσραήλ, ἔμπροσθεν τῆς Κιβωτοῦ, καὶ εἰσφέρουσιν οἱ Ἱερεῖς τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ. Ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖςπτέρυξιν ἐπὶ τὸν τόπον τῆς Κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν Κιβωτόν, καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνω. Καὶ οὐκ ἦν ἐν τῇ Κιβωτῷ, πλὴν αἱ δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωϋσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος. Καὶ ἐγένετο, ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ Ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον Κυρίου. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν ἡ δόξα Κυρίου τὸν οἶκον Κυρίου.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 43, 27 & 44, 14)
Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ Ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με. Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.


























Λιτή. Ἦχος α΄.
Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ Ὄρους Σινᾶ διὰ συμβόλων, Ἐγώ εἰμι, λέγω, ὁ Ὤν, σήμερον ἐπ’ ὄρους Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν Μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην ἀναλαβὼν οὐσία· καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος, Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔξοδον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.

Ἦχος β΄.
Τίς ἐπαξίως ὑμνήσει, τὴν μητρικήν σου χρηστότητα, καὶ συμπαθείας τὸν πλοῦτον, Θεοτόκε ἀειπάρθενε; Πολλὰ γὰρ καὶ ὑπὲρ φύσιν ἐνεδείξω, πρὸς περιποίησιν ἀληθῆ, τῶν ἐπιβοωμένων Σε· τῷ γὰρ ἱερεῖ ἐφώνησας, καὶ ἐν σπουδῇ τελέσαι τὸ ἔργον ἐπέταξας· τὴν δὲ ἀναφθεῖσαν πυράν, καὶ ὄλεθρον ἡμῖν ἀπειλήσασαν, ὡς οἶδας ἀνεχειρίσω· καὶ ἐν πᾶσιν ἡμῖν ἐφαπλοῦσα τὴν σκέπην Σου ὡς Γερόντισσα ἡμῶν, οἷα τέκνα Σου ἡμᾶς περιέπεις καὶ σώζεις τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Εἰ μὴ ὅτι ἡ Παρθένος ἐβοήθησε ἡμῖν, δαβιτικῶς βοήσωμεν, παραβραχὺ ἐγεννήθημεν παρανάλωμα τοῦ πυρός· ἡ γὰρ βάτος τοῦ ζωαρχικοῦ πυρός, καὶ νεφέλη τοῦ ζῶντος ὕδατος, ἡ ἀειπάρθενος Δέσποινα, δρόσον μυστικὴν ἡμῖν ὑετίσασα, τὴν μὲν φλόγα τοῦ πυρὸς κατέσβεσε, ταῖς δὲ τεθλιμμέναις ἡμῶν ψυχαῖς γλυκασμόν, καὶ ἴαμα ἀπέσταξεν. Αὐτῇ βοήσωμεν· καταφυγὴ καὶ δύναμις, ἐν ταῖς ἀνάγκαις καὶ θλίψεσι, καὶ βοηθὸς ἔσο Κόρη, ἡμῖν τοῖς προστρέχουσι τῇ κραταιᾷ προστασίᾳ Σου.

Δόξα. Καὶ νῦν. Ἦχος δ΄.
Τὴν νοητὴν λαβίδα, τοῦ ἀΰλου ἄνθρακος, τὴν πρὸ τόκου καὶ ἐν τόκῳ καὶ μετὰ τόκον Παρθένον, τὴν κατ’ ἐξαίρετον τρόπον ἡμῶν προστάτιν, καὶ Γερόντισσαν καὶ ἡγήτειραν, ὑμνήσωμεν λέγοντες, ὁμοφώνως ἀδελφοί· εὐχαριστοῦμέν Σοι Δέσποινα ὑπὲρ πασῶν τῶν χαρίτων Σου, καὶ τῶν πολλῶν εὐεργεσιῶν Σου καὶ τῶν ἀπείρων δωρεῶν Σου, δι’ ὧν τρέφεις καὶ θάλπεις ἡμᾶς, ὡς μήτηρ φιλόστοργος· ἀνάξιοι γάρ ἐσμεν αὐτῶν ἄχραντε, ἀλλὰ πολὺ τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς, δι’ οὗ καὶ τῆς τῶν οὐρανῶν Βασιλείας τύχοιμεν.






Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ θησαυρὸς τῆς ζωῆς, ἡ κιβωτὸς τοῦ νοητοῦ ἁγιάσματος, ὁ θρόνος ὁ ἐπηρμένος, τοῦ Βασιλέως Χριστοῦ, τὸ τετυρωμένον ὄρος πάναγνε, λυχνία ἑπτάφωτος, τῶν ἀΰλων ἐλλάμψεων, τῶν ἀποῤῥήτων, μυστηρίων φανέρωσις, ἱλαστήριον, νοερὸν τῶν ψυχῶν ἡμῶν· ἄχραντε παντευλόγητε, θερμὸν καταφύγιον, καὶ ἀῤῥαγὴς προστασία, καὶ κηδεμὼν καὶ Γερόντισσα, τῆς μάνδρας Σου ταύτης, ἣν ἀπαύστως περιέπεις ἐκ πάσης θλίψεως.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Πάλαι, ζώσῃ φωνῇ θαυμαστῶς, ἐκ τῆς ἁγίας καὶ ἀχράντου Εἰκόνος Σου, ἐφώνησας Θεοτόκε, τὸν λειτουργὸν ἐκτελεῖν, ἐν σπουδῇ τὸ ἔργον ἐπιτάττουσα, πληροῦσα τοῦ Γέροντος, τοῦ ὁσίου τὴν αἴτησιν· ἔνθεν τὴν κλῆσιν, Γεροντίσσης κεκλήρωσαι, καὶ ἐν ἅπασι, βοηθεῖς τοῖς οἰκέταις Σου· ὅθεν τῇ ἀοράτῳ Σου, προστάξει πανύμνητε, ἄρδην τὸ πῦρ τὸ παμφάγον, εἶξε καὶ τέλεον ἔσβεσται, ἡμεῖς δὲ σωθέντες, τῶν θαυμάτων Σου τὴν χάριν, ὑμνοῦμεν Δέσποινα.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαίρει, τῇ προστασίᾳ τῇ Σῇ, τοῦ Παντοκράτορος Μονὴ ἡ περίβλεπτος, Παρθένε εὐλογημένη, καὶ ὁδηγὸν ἀσφαλῆ, καὶ γλυκεῖαν σκέπην καὶ ἀντίληψιν, καὶ θείαν Γερόντισσαν, κεκτημένη Σε πάναγνε, πάσης ἀνάγκης, διὰ Σοῦ ἀπαλλάττεται, καὶ τοῦ ἔναγχος, ἐμπρησμοῦ ἀνασέσωσται· ὅθεν χαριστηρίους Σοι, ᾠδὰς ἀναμέλπουσα, διαπρυσίως κηρύττει, τῆς ἀρωγῆς Σου τὸ μέγεθος, ἁγνὴ Θεοτόκε· δι’ ἧς εὕρατο ὁ κόσμος τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Ἡ τῶν ἀΰλων οὐσιῶν ὑπερέχουσα, ὡς τοῦ ἀδύτου φωτὸς Μήτηρ, πρὸς αἶνον ἡμᾶς συγκαλεῖται, ἡ Θεοτόκος Μαριάμ, τῶν ὑπὲρ νοῦν αὐτῆς θαυμάτων· τρυφήσωμεν οὖν ἅπαντες ταῖς παρ’ αὐτῆς χορηγουμέναις δωρεαῖς· κατ’ ἐξαίρετον γὰρ τρόπον, διαδήλους ἡμῖν δείκνυσι καὶ ἐναργεῖς, τῆς προστασίας αὐτῆς ἐν παντὶ τὰς χάριτας. Ἡ λαμπὰς ἡ χρυσαυγής, ὁ ναὸς τῆς θείας δόξης, τὸ θυμιατήριον τοῦ θείου ἄνθρακος, ἡ κατάκαρπος ἐλαία, ἡ τῶν θείων οἰκτιρμῶν καρποφοροῦσα τὴν ἱλαρότητα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Ὡς πάλαι ἐφώνησας ἐκ τῆς εἰκόνος τῆς Σῆς, τανῦν ἡμᾶς ἔσωσας ἐκ τοῦ παμφάγου πυρός, Παρθένε πανύμνητε, ὅθεν ὡς Γεροντίσσῃ, τῆς Μονῆς ταύτης οὔσῃ, ἄδομέν Σοι τὸν ὕμνον, καὶ πιστῶς εκβοῶμεν· χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ.
ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς θεῖον θησαυρόν, τῆς ἁγίας Σου δόξης, καὶ ἄδυτον πυρσόν, σωτηρίου ἐλπίδος, τὴν πάνσεπτον Εἰκόνα Σου, Θεοτόκε ἀνέδειξας, τοῖς ἐν πνεύματι, ταύτῃ τῇ μάνδρᾳ βιοῦσιν· οὓς περίεπε, οἷα πηγὴ εὐσπλαγχνίας, σκανδάλων τοῦ ὄφεως.
Δόξα. Καὶ νῦν.
Ἀνέστειλας ἁγνή, ἀοράτῳ ῥοπῇ Σου, τὸ πῦρ τὸ ἐκραγέν, καὶ ἡμᾶς καταπτῆξαν· διὸ εὐγνωμοσύνης Σοι, ἀναφέρομεν αἴνεσιν, οἱ ἀνάξιοι, καὶ ἐκ ψυχῆς Σοι βοῶμεν· Σὺ Γερόντισσα, ταύτης τῆς μάνδρας Σου πέλεις, καὶ μέγα προσφύγιον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰς φρέαρ ἀπέῤῥιπται ὑπὸ βαρβάρων ποτέ, Εἰκών Σου ἡ ἄχραντος, ἀλλ’ ἀσινὴς ἐν αὐτῷ, τετήρηται Δέσποινα· αὖθις δὲ ὥσπερ πλοῦτος, τοῖς Σοῖς δούλοις δοθεῖσα, ηὔξησε παραδόξως, τοῦ ἐλαίου τὴν σπάνιν· διό Σε μεγαλύνομεν, σωζόμενοι τῇ σκέπῃ Σου.
Δόξα. Καὶ νῦν.
Ἡ Σὴ ἐπιεικεια τὸν γλυκασμὸν τῆς ζωῆς, καὶ δρόσον χρηστότητος τοῖς ἀναξίοις ἡμῖν, σταλάζει ἑκάστοτε· ὅθεν ἀπαλλαγέντες, ἐμπρησμοῦ πανωλέθρου, ᾄδομέν Σοι τὰ σῶστρα, εὐγνωμόνως Παρθένε· Σὲ γὰρ σωτηριώδη λιμένα κεκτήμεθα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἡ ἡλιόμορφος, Εἰκών Σου ἄχραντε, στήλη αὐτόγραφος, τῆς Σῆς χρηστότητος, δέδοται ἅπασιν ἡμῖν, τοῖς ᾧδε ἐνασκουμένοις· ταύτης γὰρ ἡ ἔλλαμψις, λύει νέφη τῶν θλίψεων, ταύτης καὶ ἡ χάρις δέ, ἀληθῶς ἀνεχαίτισε, τὸ πῦρ καὶ τὴν Μονὴν ἡμῶν Κόρη, ἔσωσε τούτου τῆς μανίας.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς Γεροντίσσης...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅτε βασκάνῳ ὀφθαλμῷ, τοῦ τοῖς καλοῖς φθονοῦντος, δεινῇ συμφορᾷ συνεσχέθημεν, τότε ἡ μητρική Σου εὖνοια, ἀναφανδὸν ἡμῖν ἐπιφανεῖσα, μελλούσης καταστροφῆς ἡμᾶς ἐῤῥύσατο, καὶ εὐφροσύνης ἔπλησε τὰς ψυχὰς ἡμῶν· ὅθεν τὴν ἀνάμνησιν τούτου ἄγοντες, εὐχαριστοῦμέν Σοι πανύμνητε, οἱ ἀνάξιοι δοῦλοί Σου· ὅτι πάντοτε ἡμᾶς προφθάνεις καὶ τῶν δεινῶν ἐξαίρεις, καὶ σώζεις τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ τρεῖς Κανόνες τῆς Θεοτόκου.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: ᾎσμα ἐξάδω τῇ Γεροντίσσῃ Κόρῃ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
νάτειλον Δέσποινα φῶς οὐρανίου μοι γνώσεως, καὶ λόγον σοφίας μοι δώρησαι δέομαι, ὡς ἂν μέλψω Σου, θαυμάτων τὰς δυνάμεις, δι’ ὧν σώζεις πάντοτε, τοὺς Σοὶ προστρέχοντας.
Σαρκὸς ὁμοιώματι, Πατρὸς τεκοῦσα τὸν σύνθρονον, σαρκός Σου ἐλάμπρυνας, εἶδος τὸ ἔγχρωμον, ὃ καὶ δέδωκας, ἡμῖν τοῖς ἀναξίοις, ὡς πλοῦτον οὐράνιον, τῆς προστασίας Σου.
Μανίαν ἀκάθεκτον, πυρὸς παμφάγου ἀνέστειλας, καὶ ἔσωσας ἄχραντε, καταστροφῆς ὑλικῆς, τὴν παροῦσάν Σου, Μονὴν Θεογεννῆτορ· διὸ τῆς εὐνοίας Σου, μέλπει τὸ μέγεθος.
γίασμα ἔνθεον, καὶ νοητὸν ἱλαστήριον, τὴν θείαν Εἰκόνα Σου, ἡμῖν ἀνέδειξας, ἁγιάζουσαν, ἡμῶν τὰς διανοίας, καὶ βρύουσαν πάναγνε, χάριν θεόβρυτον.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Σκέπε Πάναγνε τόδε Σεμνεῖον. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συμπάθειαν ἔχουσα μητρικήν, Κεχαριτωμένη, ὠς τεκοῦσα τὸν Λυτρωτήν, κάμφθητι ἡμῶν τῇ παρακλήσει, καὶ χαλεπῶν ἡμᾶς λύτρωσαι θλίψεων.
Κραταίωμα Κόρη καὶ προσφυγή, τῆς μάνδρας Σου ταύτης, καὶ Γερόντισσα ἀληθής, οἰκείᾳ φανεῖσα εὐσπλαγχνίᾳ, ἡμὰς λυτροῦσαι δεινῶν περιστάσεων.
Ἐπήρθη ὁ βάσκανος καθ’ ἡμῶν, πυρὸ ἀπειλήσας, ἀναλῶσαι ἡμᾶς δεινῷ· ἀλλ’ ἐπιφανεῖσα ἡ Σὴ χάρις, τούτου τὸ θράσος καθεῖλε Πανάχραντε.
Πυρὸς μὲν κατέστειλας τὴν ὁρμήν, ἡμᾶς δὲ Παρθένε, ἐλυτρώσω ἐκ τῆς φθορᾶς· διὸ χαριστήριόν Σοι αἶνον, εὐγνωμονοῦντες προσάδομεν Δέσποινα.

Ὁ γ’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τῇ Γεροντίσσῃ Παρθένῳ ᾆσμα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Τὴν θείαν Εἰκόνα Σου καὶ σεπτήν, πλουτοῦσα Παρθένε, Παντοκράτορος ἡ Μονή, ταύτῃ παρεστῶσα ἐκβοᾷ σοι· χαῖρε ἡμῶν Θεοτόκε Γερόντισσα.
Ἡγίαστε Κόρη ἡ Σὴ Εἰκών, ἐν ᾗ καθορῶμεν, τὴν μορφήν Σου τὴν
ἱλαράν, ἥνπερ καὶ Γερόντισσαν καλοῦμεν, ὡς προεστῶσαν ἡμῶν καὶ ἀντίληψιν.
Γερόντισσα κέκλησαι ἀληθῶς, Κεχαριτωμένη, Παντοκράτορος τῆς Μονῆς, λαβοῦσα τὸ ὄνομα προσφόρως, καὶ βεβαιοῦσα αὐτὸ ἐν τοῖς πράγμασιν.
Ἐτέχθη αἱμάτων Σου ἐξ ἁγνῶν, ὁ πάντων Δεσπότης, καὶ διέσωσε τὸν Ἀδάμ. ᾧ πρέσβευε Κόρη οἷα Μήτηρ, κατοικτειρῆσαι κἀμὲ τὸν ἀνάξιον.
Καταβασία:
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
ξῆλθε φωνὴ ἐκ τῆς Εἰκόνος, τῆς Σῆς Θεοτόκε θαυμαστῶς, τὸ τοῦ ὁσίου Γέροντος, πληροῦσα καταθύμιον, ἐντεῦθεν καὶ Γερόντισσαν, ταύτην ἁγνὴ προσηγόρευσαν.
Ξενίζει ἡμῶν τὰς διανοίας, ἡ χάρις μορφῆς Σου τῆς σεπτῆς· πῶς ἄφθαρτον τετήρηται, ἔνδον ἁγνὴ τοῦ φρέατος, πολλῶν ἐτῶν ἑλίξεσι, καὶ ἡμῖν πάλιν δεδώρηται.
φλέκτως θεότητος τὴν φλόγα, βαστάσασα Κόρη ἐν γαστρί, φλογὸς δεινῆς τὸ ὅρμημα, ἀνεχειρίσω τάχιστα, καὶ παρ’ ἐλπίδα ἔσωσας, ἡμᾶς ἁγνὴ κινδυνεύοντας.
Δρόσῳ μητρικῆς Σου συμπαθείας, τὸν καύσωνα Κόρη τῶν παθῶν, ἐν ᾧ κατατηκόμεθα, διάλυσον ὡς εὔσπλαγχνος· Σὺ γὰρ ἡμῶν Γερόντισσα. Καὶ ἀρωγὸς καὶ ἀντίληψις.

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.
Ἔχει Σὲ βοήθειαν, ἡ Παντοκράτορος ἄχραντε, σεπτὴ Μονή· ὅθεν τῇ ἁγίᾳ, ἐγκαυχᾶται Εἰκόνι Σου.
Πῦρ τὸ πανωλέθριον, ἔναγχος Κόρη κατέσβεσας, καὶ τῆς αὐτοῦ, ἀκαθέκτου ῥύμης, ἀσινεῖς ἡμᾶς ἔσωσας.
Αἶνόν Σοι προσάγομεν, εὐχαριστοῦντές Σε Δέσποινα· ὅτι ἡμᾶς σώζεις ἐκ κινδύνων, κραταιᾷ ἀντιλήψει Σου.
Νᾶμα θεῖον πρόεισιν, ἐκ τῆς ἀχράντου Εἰκόνος Σου, ὡς ἐξ Ἐδὲμ Κόρη καὶ εὐφραίνει, τὰς καρδίας τῶν δούλων Σου.

Ἕτερος. Οὐρανίας ἁψῖδος.
Ῥῦσαι πάσης ἀνάγκης καὶ πειρασμῶν ἄχραντε, ταύτην τὴν ἁγίαν Σου ποίμνην, τὸ Σὸν ἐκτύπωμα, μέγα προπύργιον, τὸ ἱερὸν κεκτημένη, καὶ ἐκδεχομένην Σου, τὴν χάριν ἄνωθεν.
Ὁ βραδέως τὸ θεῖον, ἔργον τελῶν ἄχραντε, τῇ ἐκ τῆς σεπτῆς Σου Εἰκόνος, φωνῇ ἐντέταλται, τοῦτο τελέσαι σπουδῇ· ὅθεν Γερόντισσα ταύτης, τῆς Μονῆς ὠνόμασαι, τῇ Σῇ χρηστότητι.
Νοῦν θεόφρονα δίδου, καὶ λογισμὸν σύντονον, ἐν τῇ ἐργασίᾳ τοῦ θείου, ἁγνὴ θελήματος, τοῖς καταφεύγουσι, τῇ ἱερᾷ Σου Εἰκόνι, καὶ τὰ μεγαλεῖά Σου, πίστει δοξάζουσι.
Τῇ σεπτῇ Σου Εἰκόνι, ὁ τῆς Μονῆς πρόεδρος, πάλαι προσπεσὼν καὶ αἰτήσας, ἔλαιον ἄχραντε, τούτου εἰσήκουσας, καὶ ἐπληρώθη ὁ πόθος, οὗπερ ἐξῃτήσατο, εἰς πάντων ἔκπληξιν.
Καταβασία:
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, ἡ πολλή Σου πρὸς ἡμᾶς, καὶ ὀξυτάτη ἀρωγή, καὶ τῆς εὐνοίας Σου ὁ πλοῦτος ὁ ἄπειρος· Σὺ γὰρ βοηθεῖς ἡμῖν ἑκάστοτε, καὶ ῥύῃ συμφορῶν δεινῶν καὶ θλίψεων· τί οὖν ἡμεῖς οἱ οἰκτροὶ προσαγάγομεν, τῇ Σῇ χρηστότητι ἄχραντε; Ἄλλ’ ὅμως δέχου ἡμῶν τοὺς ὕμνους, καὶ τὴν ζωὴν ἡμῶν βελτίωσον.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
κησεν ἐν μήτρᾳ Σου δίχα ῥοπῆς, Λόγος τοῦ Πατρὸς ὁ ὑπέρθεος, καὶ ἐξ αἱμάτων, τῶν ἁγνῶν Σου σαρκωθείς, τῷ κόσμῳ ὤφθη Δέσποινα, λύων τοῦ Ἀδὰμ τὸ κατάκριμα.
Τεῖχος καὶ ὀχύρωμα καὶ προσφυγήν, καὶ καταφυγὴν καὶ στερέωμα, αὕτη ἡ μάνδρα, κεκτημένη Σε ἁγνή, περιδεῶς ἀσπάζεται, τὸν φωτολαμπῆ χαρακτῆρά Σου.
κουσας πανάμωμε τοῦ στεναγμοῦ, ἡμῶν τῶν ἀχρείων καὶ ἔσπευσας, ὡς τοῦ ἐλέους, ἀνεξάντλητος πηγή, εἰς τὴν ἡμῶν βοήθειαν· ὅθεν Σου τὴν χάριν κηρύττομεν.
Γέγονεν ὁ τόκος Σου τοῖς ἐπὶ γῆς, λύτρωσις φθορᾶς καὶ ἀνάστασις· ἡμῖν δὲ ἄρτι, ἡ ἀντίληψις ἡ Σή, παραμυθία πέφηνε, Κόρη καὶ γλυκεῖα ἀνάψυξις.
λλαμψιν σωτήριον καὶ φωτισμόν, καὶ παραπτωμάτων συγχώρησιν, καὶ τῶν ἐν βίῳ, συμφορῶν ἀπαλλαγήν, δίδου ἡμῖν ὦ Δέσποινα, τοῖς εἰλικρινῶς πεποιθόσι Σοι.

Ἕτερος. Εἰσακήκοα Κύριε.
Ἀνεφάνη καὶ δέδοται, Κόρη τῷ Σῷ νεύματι ἐκ τοῦ ὕδατος, τὸ ὡραῖόν Σου ἐκτύπωμα, ταύτῃ Σου τῇ μάνδρᾳ ὡς θησαύρισμα.
Γαλουχήσασα πάναγνε, τὸν Δημιουργὸν τῶν ὅλων ὡς νήπιον, γαλουχεῖς ἡμᾶς ὡς τέκνα Σου, γάλακτι γνησίῳ τῆς προνοίας Σου.
Νεμομένην κατέστειλας, ταύτην Σου τὴν μάνδραν φλόγαν ὀλέθριον· ὅθεν ᾄδομεν ὡς σῶστρά Σοι, τὸν παρόντα ὕμνον Κόρη χαίροντες.
Ἐπεφάνη ἡ χάρις Σου, ὡς πυρσὸς ἐλπίδος Θεογεννήτρια, καὶ ἡμᾶς παρεμυθήσατο, ἐν τῇ ἐπελθούσῃ θλίψει ἔναγχος.

Ἕτερος. Ὁ αὐτός.
Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Θεοτόκε ἀειπάρθενε, τοῖς θερμῶς τῇ σκέπῃ Σου προστρέχουσι.
Σὲ προστάτην καὶ ἔφορον, ἡ Μονὴ κατέχουσα Παντοκράτορος, χαριστήρια ἐφύμνια, Κόρη κατὰ χρέος ἀναμέλπει Σοι.
Σαρκωθεὶς ἐξ αἱμάτων Σου, ὁ τὸ εἶναι πᾶσι διδοὺς πανάχραντε, διασώζει ταῖς πρεσβείαις Σου, τοὺς εἰλικρινὼς Σε μεγαλύνοντας.
Ἡ σεπτή Σου ἐμφέρεια, ἡμῖν ὑπεμφαίνει τὴν τοῦ προσώπου Σου, ἱλαρότητα Γερόντισσα, καὶ τῶν οἰκτιρμῶν Σου τὴν διάδοσιν.
Καταβασία:
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,     Σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει Σου Κύριε.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
υσθέντες πανάμωμε, ὀξεία ἀντιλήψει Σου, ἐκ καταστροφῆς τελειοτάτης, ἐκ τοῦ συμβάντος ᾥδε δεινοῦ ἐμπρησμοῦ, ὡς σκέπην σωτήριον ἡμῶν, πόθῳ Σε γεραίρομεν, ἐτησίοις ἐν ᾄσμασι.
θύτης ὡς ἤκουσεν, ἐκ τῆς σεπτῆς Εἰκόνος Σου, πάλαι τῆς φωνῆς Σου ἐξεπλάγη· ἡμεῖς δὲ ἤδη περικυκλοῦντες αὐτήν, ἴασιν καὶ χάριν καὶ τρυφήν, καὶ παθῶν ἐκλύτρωσιν, κομιζόμεθα πάναγνε.
Ναὸς φωτοστόλιστος, ὤφθης τοῦ Παντοκράτορος, τοῦτον σωματώσασα ἀφράστως· νῦν δὲ Παρθένε ἐν τῷ ἁγίῳ ναῷ, ταύτης τῆς Μονῆς ἡ Σὴ Εἰκών, ὡς νύμφη ἐνίδρυται, ἐκλεκτὴ καὶ ὁλόφωτος.
Τὸ ἔλαιον ηὔξησας καμφθεῖσα ταῖς ἐντεύξεσι, πάλαι τῶν σεπτῶν Σου θεραπόντων, καὶ τοὺς ἐνταῦθα οἰκοῦντας εὔφρανας, Κόρη τοῖς πολλοῖς Σου οἰκτιρμοῖς· ὅθεν ὡς Γερόντισσαν, ἡμῶν πάντων ὑμνοῦμέν Σε.

Ἕτερος. Φώτισον ἡμᾶς.
Τεῖχος ἀῤῥαγές, ἀσφαλείας ἡμῖν γένοιτο, καὶ δεινῶν ἀποτροπὴ παντοδαπῶν, ἡ θερμή Σου προστασία παντευλόγητε.
Ὅλη εὐμενής, πλήρης οἴκτου καὶ χρηστότητος, ἡ πανάχραντός Σου ὄψις ἀγαθή, γεγραμμένη καθορᾶται τῇ Εἰκόνι Σου.
Δίδου φωτισμόν, καὶ εἰρήνην καὶ ὁμόνοιαν, τοῖς ἐνταῦθα ἀσκουμένοις εὐσεβῶς, ὡς Γερόντισσα ἡμῶν Θεοχαρίτωτε.
Ἔσβεσται τὸ πῦρ, ἀοράτῳ ἐπιτάξει Σου, τὸ μυκώμενον ἀγρίως καθ’ ἡμῶν, καὶ ἡμεῖς χαρᾶς ἐπλήσθημεν πανύμνητε.

Ἕτερος. Φώτισον ἡμᾶς.
Πύργος ἀσφαλής, προστασίας Κόρη γένοιτο, τῆς Εἰκόνος Σου ἡ χάρις ἀληθῶς, τῇ παρούσῃ ἡμῶν μάνδρᾳ ἀειπάρθενε.
Ἄνθρακας παθῶν, καὶ ποικίλων περιστάσεων, τῆς εὐνοίας Σου ἡ ἔκφανσις ἡμῖν, κατασβέννυσι Γερόντισσα ἑκάστοτε.
Ῥείθροις νοητοῖς, τῆς χρηστότητός Σου Δέσποινα, τὰς καρδίας ἡμῶν ἄρδευσον ἁγνή, πρὸς ζωῆς καρποφορίαν τὴν οὐράνιον.
Θαύμασι σεπτοῖς, ἡ Εἰκών Σου ἡ ὑπέρτιμος, ἐδοξάσθη Θεοτόκε ἀληθῶς, τὴν Μονὴν τοῦ Παντοκράτορος εὐφραίνουσα.
Καταβασία:
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
δοὺ ἁγνὴ κεχαρίτωται, Εἰκών Σου ἡ λαμπρὰ καὶ ὑπέρτιμος, τῇ ἀγλάΐᾳ Σου· ὅθεν αὐτῇ προσπελάζοντες, ἁγιασμὸν καὶ χάριν ἀεὶ λαμβάνομεν.
Σωτῆρα πάντων καὶ Κύριον, κυήσασα σαρκὶ Μητροπάρθενε, τὸν κόσμον σώζοντα, σώζεις ἡμᾶς πάσης θλίψεως, καὶ τῶν ἐπερχομένων κινδύνων πάντοτε.
Σύντρομος Κόρη γεγένηται, τὴν Σὴν ἀκουτισθεὶς θείαν πρόσταξιν, ἐκ τῆς Εἰκόνος Σου, ὁ ἱερεὺς καὶ τετέλεκε, σπουδαίως τὴν θυσίαν τὴν ὑπερκόσμιον.
σχύνθη Κόρη ὁ βάσκανος, ἐχθρὸς ὁ καθ’ ἡμῶν φρυαττόμενος, ὡς εἶδε Δέσποινα, τὸ πῦρ σβεσθὲν τῇ Σῇ χάριτι, τὸ ἀπειλῆσαν πᾶσαν ἡμῶν τὴν ὑπάρξιν.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Σκέπη ἡμῶν ἀσφαλής, καὶ ἱλαστήριον ἔμψυχον, ὑπάρχουσα ἀληθῶς, Κόρη παντευλόγητε, ὡς ἡμῶν Γερόντισσα, πρὸς ζωῆς εἰσόδους, καθοδήγει ἡμᾶς πάντοτε.
Ἐτήσιον ἑορτήν, χαρμονικῶς συγκροτοῦμέν Σου, ἀντὶ πολλῶν ἀγαθῶν, ὧν καταπολαύομεν, παρὰ τῆς εὐνοίας Σου, Κεχαριτωμένη, οἱ ἀνάξιοι οἰκέται Σου.
Μανίας τῆς τοῦ πυρός, ἡμᾶς ἀφλέκτους ἐφύλαξας, καὶ πάσης ἐπιβουλῆς, ἀνωτέρους Δέσποινα· διὸ εὐγνωμόνως Σοι, τὴν εὐχαριστίαν, προσκομίζομεν οἱ δοῦλοί Σου.
Νόσων ἡμᾶς χαλεπῶν, καὶ πειρασμῶν καὶ κακώσεων, καὶ μελλουσῶν συμφορῶν, συμπαθῶς διάσωσον· Σὺ γὰρ ἡμῶν ἄχραντε, Γερόντισσα πέλεις, καὶ τῇ Σῇ θαῤῥοῦμεν χάριτι.

Ἕτερος. Τὴν θείαν ταύτην.
Ἐῤῥίφθη, ὑπὸ χειρῶν παρανόμων, ἐν τῷ φρέατι ἡ Εἰκών Σου, ἀλλ’ ἀβλαβὴς ἐν αὐτῷ παραδόξως, τῇ θαυμαστῇ Σου προνοίᾳ τετήρηται, καὶ δέδοται αὖθις ἁγνή, τῇ Μονῇ Σου ὡς μέγα θησαύρισμα.
Νοῆσαι, τῆς πρὸς ἡμᾶς Σου προνοίας, τὰς πολλὰς εὐεργεσίας Παρθένε, δι’ ὧν διέπεις καὶ τρέφεις καὶ θάλπεις, τήνδε τὴν μάνδραν οὐδόλως δυνάμενοι, προσπίπτομεν πανευλαβῶς, τῇ σεπτῇ Σου Εἰκόνι Γερόντισσα.
Ὡς ἤκουσε, τῆς ἁγίας φωνῆς Σου, ἐν σπουδῇ τὴν ἱερὰν Λειτουργίαν, ὁ ἱερεὺς διεξήγαγε Κόρη, καὶ τῶν σεπτῶν μυστηρίων μετέδωκε, τῷ μέλλοντι ἐκ τῆς φθορᾶς, πρὸς ζωὴν ἀπελθεῖν τὴν ἀθάνατον.
Ἁγίων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Θεοτόκε Παρθένε, ὡς τὸν πανάγιον Λόγον τεκοῦσα, τὸν ἁγιάζοντα τοὺς μεγαλύνοντας, τὰ μεγαλεῖά Σου ἁγνή, καὶ θαυμάτων τὸ μέγεθος Δέσποινα.
Καταβασία:
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες Ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ Αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Θεοτόκου τῇ Εἰκόνι προσπελάσωμεν, ἐξ ἧς βραβεύει πᾶσαν δόσιν ἡμῖν ἄνωθεν, ὡς Γερόντισσα καὶ φύλαξ ἡμῶν καὶ σκέπη· ἀλλ’ ὡς ἔσωσας ἡμᾶς πυρὸς ὁρμήματος, οὕτω σῶσον καὶ μελλούσης Κόρη θλίψεως· τοὺς βοῶντάς Σοι· χαῖρε πάντων βοήθεια.
Ὁ Οἶκος.
Ἄχραντε Θεοτόκε, ἡ ἡμῶν προστασία, καὶ ἔφορος καὶ σώτειρα θεία, διάσῳζε ὡς ἔσωσας πρίν, τὴν παροῦσαν μάνδραν ἀνακειμένην Σοι, ἐκ πάσης περιστάσεως· ἰδοὺ γὰρ πόθῳ ἐκβοᾷ Σοι·
Χαῖρε, δι’ ἧς ἡ λύπη παρῆλθε·
χαῖρε, δι’ ἧς ὁ Ἄθως φρουρεῖται.
Χαῖρε, θλιβομένων ψυχῶν παραμύθιον·
χαῖρε, πονουμένων θερμὸν καταφύγιον.
Χαῖρε, ὅτι ἡμᾶς ἔσωσας, χαλεπῆς πυρκαϊᾶς·
χαῖρε, ὅτι ῥύη πάντοτε, τὴν Σὴν ποίμνην ἐκ φθορᾶς.
Χαῖρε, κινδυνευόντων ἀσφαλὴς σωτηρία·
χαῖρε, ἁμαρτανόντων πρὸς Χριστὸν μεσιτεία.
Χαῖρε, πολλῶν ἀγαθῶν ἡμῖν δότειρα·
χαῖρε, φρουρὸς ἡμῶν καὶ Γερόντισσα.
Χαῖρε, ἐλπὶς τῶν ἐνταῦθα ἀσκούντων·
χαῖρε, χαρὰ τῶν ἀεὶ προσφωνούντων.
Χαῖρε, πάντων βοήθεια.

Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Γεροντίσσης τῆς Μονῆς Παντοκράτορος Ἁγίου Ὄρους, καθ’ ἣν ἑορτάζομεν τὴν εὕρεσιν τῆς Εἰκόνος Αὐτῆς, τὴν κατάσβεσιν τῆς ἐν ἔτει 1948 ἐκραγείσης πυρκαϊᾶς ἐν τῇ Μοῇ Παντοκράτορος, ὡς καὶ τὰς πολλὰς Αὐτῆς θαυματουργίας.
Πυρὸς ἡμᾶς ἔσωσας μανίας Κόρη,
ἔνθεν τὰ σῶστρά σοι ἐκτίνομεν πίστει.
Παρθενικὴ Μαρίη ὁλοῆς σαώζεις ἁμᾶς πυρῆς.
Ἡ ἁγία αὕτη Εἰκών, ἵσταται τὴν σήμερον ἐντὸς τοῦ Καθολικοῦ Ναοῦ τῆς Μονῆς Παντοκράτορος τοῦ Ἁγίου Ὄρους, ἐπὶ τοῦ κατὰ ἀνατολὰς κίονος τοῦ ἀριστεροῦ χοροῦ· τὸ πάλαι δὲ εὑρίσκετο ἐντὸς τοῦ ἱεροῦ Βήματος. Ἦν δέ ποτε ἐν αὐτῇ τῇ Μονῇ, εἷς Καθηγούμενος ἐνάρετος καὶ προβεβηκὼς τῇ ἡλικίᾳ, ὅστις καὶ ἠσθένησεν ὀλίγον πρὸ τῆς προσεγγιζούσης τελευτῆς αὐτοῦ καὶ κατὰ ἀποκάλυψιν ἐγνώρισεν τὸν καιρὸν αὐτῆς. Ἐπιποθῶν δὲ ἵνα πρὸ τῆς αὐτοῦ ἀναχωρήσεως εἰς τὴν αἰώνιον ζωὴν καταξιωθῇ τῶν ἀχράντων Μυστηρίων, παρεκάλει τὸν ἑφημερεύοντα τότε ἱερομόναχον, ἵνα σπεύσῃ πρὸς ἐκτέλεσιν τῆς θείας ἱερουργίας· ἀλλ’ ὁ ἱερομόναχος οὐδόλως ἔδωκεν προσοχὴν εἰς τὴν αἴτησιν τοῦ Καθηγουμένου αὐτοῦ, ἀλλ’ ἐποίει τὸ ἔργον αὐτοῦ ἀργῶς· ὅθεν ἀμέσως ἀκούει παρὰ τῆς εὑρισκομένης τότε, ὡς ἔφημεν, ἐν τῷ Βήματι Θεομητορικῆς ταύτης Εἰκόνος ἀπειλητικὴν φωνήν, διατάττουσαν αὐτὸν ἵν’ ἐκτελέσῃ τὴν ἐπιθυμίαν καὶ θέλησιν τοῦ Καθηγουμένου αὐτοῦ· ὅθεν διὰ τάυτην τὴν αἰτίαν προσῳκειώθη τῇ ἁγίᾳ ταύτῃ Εἰκόνι, τὸ συμβολικὸν τοῦτο ὄνομα Γερόντισσα.
Ἡ Θεοτόκος ὑπάρχει ἐζωγραφισμένη ἐν αὐτῇ ὁλόσωμος· ὑπάρχει δὲ ἡ Εἰκὼν ἀνακαινισμένη καὶ ἐνδεδυμένη ἔνδυμα ἀργυροῦν. Ὁ δὲ ἐπὶ τοῦ ἀργυροῦ ἐνδύματος ὁρώμενος πίθος ἐγένετο εἰς ὑπόμνησιν τοῦ ὅτι ἐν μιᾷ τῶν ἡμερῶν, εὐχομένου ἐνώπιον αὐτῆς τοῦ Ἡγουμένου, ἐγένετο θαυμασίως πληθυσμὸς τοῦ ἐλαίου, εἰς τοὺς κενοὺς πίθους τῆς Μονῆς.
Ἐν καιρῷ τῆς τῶν Σαρακηνῶν ἐπιδρομῆς εἰς τὴν Μονήν, ἡ ἁγία αὕτη Εἰκὼν ἐῤῥίφθη ὑπ’ αὐτῶν ἐντὸς τοῦ πλησίον τῆς Μονῆς φρέατος, ἔπειτα δὲ εὑρέθη ἐκεῖ δι’ ὁδηγίας τῶν συγγενῶν ἑνὸς ἐξ αὐτῶν τῶν Σαρακηνῶν, τοῦ ἀβλεψίᾳ παταχθέντος διὰ τὴν τόλμην καὶ ἀφροσύνην αὐτοῦ· ὁ δυστυχὴς οὗτος βάρβαρος ἠθέλησεν ἐκ τῆς ἀνοήτου περιφρονήσεως, ἣν εἶχεν εἰς τὸ ἱερὸν τοῦτο κειμήλιον, ἵνα διασχίσῃ τὴν ἁγίαν ταύτην Εἰκόνα καὶ κατακόψῃ εἰς τμήματα, ὅπως ἀνάψῃ δι’ αὐτῶν τὴν ἑαυτοῦ καπνοσύριγγα· ἀλλ’ αὐτῇ τῇ ὥρᾳ ἀπώλεσε τὴν ὅρασιν αὐτοῦ διὰ τὴν τοιαύτην αὐτοῦ θρασύτητα· ἡ δὲ ἁγία Εἰκὼν διέμεινεν ἐν τῷ φρέατι 80 ἔτη. Οὗτος ὁ βάρβαρος, ὁ δικαίως τιμωρηθείς, πνέων τὰ λοίσθια καὶ ἀγωνιῶν καὶ μετανοῶν διὰ τὴν τοιαύτην αὐτοῦ ἀφροσύνην, καὶ ἐλπίζων ἵνα λάβῃ ἀνακούφισιν καὶ παρηγορίαν εἰς τὰ δεινᾶ αὐτοῦ διὰ τὴν ἐπὶ τοῦτο μετάνοιαν αὐτοῦ, διέταξε τοὺς οἰκείους αὐτοῦ, ἵνα καὶ μετὰ τὸν αὐτοῦ θάνατον, ἀφεύκτως ἀπέλθωσιν εἰς τὸ Ἅγιον Ὄρος, καὶ ἀνακαλύψωσιν ἐκεῖσε τὴν ἁγίαν ταύτην Εἰκόνα, τὴν κεκρυμμένην οὖσαν ὑπὸ τοῦ ἰδίου καὶ τῶν συντρόφων αὐτοῦ ἐντὸς τοῦ φρέατος. Τοιουτοτρόπως οἱ συγγενεῖς τοῦ μετανοοῦντος τούτου βαρβάρου ἐκπληροῦντες τὴν ἐντολὴν αὐτοῦ ἦλθον εἰς τὸ Ἅγιον Ὄρος, καὶ ἔδειξαν τὸν τόπον ὅπου ἦν ἐῤῥιμμένη ἡ ἁγία αὕτη Εἰκών, ὁπόθεν καὶ ἐξήγαγον αὐτὴν ἐντίμως.
Κατὰ δὲ τὸ σωτήριον ἔτος 1948, μεγάλη πυρκαϊὰ ἐξεράγη εἰς τὴν ἀνατολικὴν πτέρυγαν τῆς Μονῆς, ἀπειλοῦσα αὐτὴν δι’ ὁλοσχεροῦς καταστροφῆς καὶ ἀποτεφρώσεως. Ὅθεν οἱ ἐν αὐτῇ ἐνασκούμενοι Πατέρες, πᾶσαν ἀνθρωπίνην προσπάθειαν καταβαλόντες καὶ οὐδὲν κατορθώσαντες, ἐν τέλει κατέθεσαν τὴν ἐλπίδα τῆς σωτηρίας καὶ διασώσεως αὐτῶν εἰς τὴν Κυρίαν Θεοτόκον τὴν Γερόντισσαν. Λιτανεύσαντες οὖν μικρὸν ἀντίγραφον τῆς θαυματουργοῦ Αὐτῆς Εἰκόνος καὶ ποιήσαντες δι’ αὐτοῦ τὸ σημεῖον τοῦ Τιμίου Σταυροῦ πρὸ τῆς φλεγομένης πτέρυγος, εὐθέως (ὦ! τοῦ θαύματος) τὸ ἀδηφάγον πῦρ ὑπεχώρησε καὶ κατεσβέσθη εἰς τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου
Χαίρει ἐν σοὶ νῦν Ἑλλάς, θεῖε Πάτερ,
χαίρει χορὸς τῶν Ὁσίων τῷ πόλῳ.
Οὗτος, ἐγεννήθη τὸ ἔτος 1906 εἰς τὴν νῆσον τῆς Εὐβοίας. Ἀφιερώθη τῷ Θεῷ ἐκ νεότητος, καὶ ἠσκήθη ὑπερφυῶς ἐν τῷ ὄρει τοῦ Ἄθωνος, εἰς τὴν Σκήτην τῶν Καυσοκαλυβίων, καὶ ἐν τῷ κελλίῳ τοῦ Ἁγίου Γεωργίου, ἔνθα καὶ τὸ ζῆν ἐξεμέτρησεν εἰρηνικῶς τὴν 2αν Δεκεμβρίου τοῦ ἔτους 1991. Ἔλαβε τὸ ὄνομα Πορφύριος, ἀπὸ τὸν χειροτονήσαντα αὐτὸν ἀρχιεπίσκοπον Σιναίου Πορφύριον, ὃν εὐγνωμόνως ἐσαεὶ ἐμνημόνευεν. Ὑπῆρξεν ὁ κτίτωρ τοῦ ἱεροῦ γυναικείου Ἡσυχαστηρίου τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος Χριστοῦ, ἐν τῶ Μηλεσίῳ τοῦ Ὠρωποῦ, εἰς ᾧ καὶ ἐγκατεβίωσε πλείστοις χρόνοις, φωτιστὴς καὶ ὁδηγὸς πιστῶν, στήριγμα τῶν δεομένων, ἰατρὸς τάχιστος τῶν δεινῶς νοσούντων, τῇ ἀδιαλείπτῳ προσευχῇ του, καὶ θερμουργῷ δεήσει πρὸς τὸν Θεόν, κεκοσμημένος ἁπάσαις ταῖς ἀρεταῖς, ἐξόχως δὲ τὴν ἀγάπην, ταπείνωσιν, πραότητα, καὶ φιλαδελφείαν, ὡς καθαρὸν σκεῦος τοῦ Πνεύματος, προγινώσκων καὶ προὐλέγων καὶ τὰ μελλοντικῶς γενόμενα. Ἄμετροι εἰσὶν αἱ εὐεργεσίαι, διδαχαί, νουθεσίαι, συμβουλαὶ καὶ προσευχαί, τοῦ Γέροντος Πορφυρίου, περιδόξου κληρικοῦ πάσῃ τῇ Ἑλλάδι καὶ τῇ οἰκουμένῃ, πρὸς πάντα προσιόντα τῷ ταπεινῷ του κελλίῳ, μετὰ πίστεως καὶ πόθου, ὑπερτονίζοντος καὶ διδάσκοντος ἐμπράκτως, τὴν τήρησιν προσοχῆς καὶ νήψεως εἰς πάντα, ἰδίᾳ δὲ ἐν τῇ ἐργασίᾳ τῆς νοερᾶς προσευχῆς, καὶ μελέτης, τὴν μετάνοιαν καὶ ἐξομολόγησιν, τὸ ταπεινῶς φρονεῖν ἐν πραότητι καὶ ἀμνησικακίᾳ, τὴν ἐλεημοσύνην καὶ ἀγάπην, καὶ τὴν ἐφαρμογὴν τῶν ἐντολῶν τῆς Ἁγίας Γραφῆς, καὶ τοῦ θείου θελήματος. Διὸ δοξάσας τὸν Χριστόν, ἐπὶ τῆς γῆς τῇ θεομιμήτῳ αὐτοῦ ἀμέμπτῳ πολιτείᾳ, τῇ σκληρᾷ ἀσκήσει καὶ τοῖς θεολογικοῖς του ῥήμασιν, ἀντεδόξασε τοῦτον καὶ καθηγίασεν ἐν οὐρανοῖς ὁ Φιλάνθρωπος Κύριος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.
Τάττει Θεός σοι τοὺς πόδας τεθνηκότι,
Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης.
Οὗτος ἦν ἐκ φυλῆς Συμεών, υἱὸς Σαφάτ. Εἶδε δέ, πρὸ τῆς αἰχμαλωσίας, περὶ τῆς ἁλώσεως τοῦ Ναοῦ καὶ τῆς Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα· καὶ ὅτε ἦλθε Ναβουχοδονόσορ εἰς Ἱερουσαλήμ, ἔφυγεν εἰς τὴν ἐν Ἀραβίᾳ ὀστρακίνην, καὶ ἦν παροικῶν εἰς γῆν Ἰσμαήλ. Ὡς δὲ ὑπέστρεψαν εἰς Βαβυλῶνα οἱ Χαλδαῖοι, καὶ οἱ ἐν τῇ ἰουδαίᾳ καταλειφθέντες Ἰσραηλῖται ἔφυγον εἰς Αἴγυπτον, μετὰ τὴν δολοφονίαν τοῦ Γοδολίου, τότε καὶ οὗτος ἐπανῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ ἐλειτούγει τοῖς θερισταῖς τοῦ ἀγροῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα, εἶπε τοῖς ἰδίοις: Πορεύομαι εἰς γῆν μακράν, καὶ ταχέως ἐπανελεύσομαι· ἐὰν δὲ βραδύνω, ἀπενέγκατε τὸ ἄριστον τοῖς θερισταῖς. Ὅς τις ἁρπαγεὶς ἐν ῥοπῇ εἰς Βαβυλῶνα, τὴν τροφὴν τῷ Προφήτῃ Δανιὴλ κεκόμικεν, ὄντι ἐν τῷ λάκκῳ· εἶτα ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι, καὶ οὐδενὶ εἶπε τὸ γενόμενον· συνῆκε δέ, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἀπὸ Βαβυλῶνος· καὶ πρὸ δύω ἐτῶν τῆς ὑποστροφῆς ἀποθνήσκει, καὶ ἐτάφη ἐν ἀγρῷ ἰδίῳ.
Οὗτος τέρας ἔδωκεν ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς, καὶ ὅτι ὄψονται τὴν δόξαν τοῦ Θεοῦ· καὶ περὶ τῆς συντελείας τοῦ Ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται· τό, τε ἅπλωμα, φησί, τοῦ Δαβεὶρ εἰς μικρὰ ῥήγματα ῥαγήσεται· καὶ τὰ ἐπίκρανα τῶν δύω στύλων ἀφαιρεθήσονται, καὶ οὐδεὶς γνώσεται ποῦ εἶεν. ταῦτα δὲ ὑπὸ Ἀγγέλου ἀπενεχθήσονται ἐν τῇ ἐρήμῳ, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ Σκηνὴ τοῦ μαρτυρίου, καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει Κύριος, καὶ φωτίσει τοὺς διωκομένους ὑπὸ τοῦ ὄφεως ἐξ ἀρχῆς.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἰωάννου, Ἡρακλείμωνος, Ἀνδρέου καὶ Θεοφίλου των ἐρημιτῶν.
Ἀνδρῶν τετρακτὺς εἰς ἄλυπον χωρίον,
Ἐκ θλίψεως γέμοντος ἦλθε χωρίου.
Οὗτοι, ὥρμηντο ἐκ πόλεως λεγομένης Ὀξυρίχου, Χριστιανῶν γονέων ὑπάρχοντες τέκνα. Σχολάσαντες δὲ συχνὸν χρόνον ἐν τῇ τῶν Γραφῶν ἀναγνώσει, καὶ κατανυγέντες, ἐπὶ τὴν ἐνδοτέραν ἔρημον γίνονται· ἐν ᾗ, ἄνδρα περιτυχόντες ἅγιον, καὶ εἰς γῆρας ἐληλακότα, ἔμειναν παρ’ αὐτῷ χρόνον ἕνα. Κἀκείνου δὲ τὸν βίον ἀπολιπόντος, ἔμειναν οὗτοι ἐν τῷ τόπῳ χρόνους ἑξήκοντα, σκληραγωγίᾳ καὶ νηστείᾳ ἑαυτοὺς ἐκδεδωκότες. Ἦν δὲ ἡ βρῶσις αὐτῶν ὀπώρα, καὶ τὸ ποτὸν ὕδωρ, ὧν δὶς τῆς ἑβδομάδος μετελάμβανον. Πάσας δὲ τὰς ἡμέρας αὐτῆς χωριζόμενοι, καὶ διαφόροις ὄρεσι καὶ σπηλαίοις περινοστοῦντες, καὶ κατὰ μόνας Θεῷ συγγινόμενοι, Σαββάτῳ καὶ Κυριακῇ εἰς ἓν συνήρχοντο· καὶ τὴν προσήκουσαν εὐχαριστίαν τελοῦντες, ὑπὸ θείου Ἀγγέλου ἐν μεθέξει τῶν ἁγιασμάτων ἐγίνοντο. Τᾶυτα διηγήσαντο ἡμῖν ὁ μέγας ἐρημίτης Παφνούτιος, ὁ καὶ αὐτόπτης αὐτῶν γενόμενος, καὶ συγγραφεὺς τοῦ βίου αὐτῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σολομώντος, ἀρχιεπισκόπου Ἐφέσου.
Θνήσκει Σολομών, οὐχ’ ὁ τοῦ Δαβὶδ γόνος,
ἀλλ’ ὁ Σολομὼν ἀρχιποιμὴν ποιμένων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβίβου.
Πρὸς πῦρ Ἄβιβος εἶπεν ἀλγεῖν οὐκ ἔχω,
ἔχων συνόντα τοῦ πυρὸς τὸν Δεσπότην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης.
Ὄντως μύρον πέφηνε Χριστῷ Μυρόπη,
Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις.
Αὕτη ἐγεννήθη ἐν τῇ Ἐφεσίων πόλει. Τοῦ δὲ πατρὸς αὐτῆς τελευτήσαντος, ἀνήχθη παρὰ τῆς μητρός. Καὶ ἀναγεννηθεῖσα διὰ τοῦ ἁγίου Βαπτίσματος, ἦν σχολάζουσα ἡ παῖς εἰς τὸ μνῆμα τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, μύρον ἐκ τοῦ τάφου αὐτῆς ὑποδεχομένη, καὶ πᾶσιν ἀφθόνως χορηγοῦσα· ἐκεῖθεν γὰρ τοῦ ὀνόματος τούτου τετύχηκε. Τοῦ δὲ βασιλέως Δεκίου τότε κρατοῦντος, καὶ διωγμὸν κατὰ τῶν Χριστιανῶν κινήσαντος, ἡ μήτηρ τὴν παῖδα λαβοῦσα, τὴν τῆς Χίου νῆσον κατέλαβε. Καὶ γονικὴν κληρονομίαν, ὡς ἐξ αὐτῆς γενομένη, ἔχουσα, ὑπῆρχον ἄμφω ἐν τῇ οἰκίᾳ προσμένουσαι, καὶ τῷ Θεῷ καθ’ ἑαυτὰς προσευχόμεναι.
Ποτὲ δὲ καταλαβόντος ἄρχοντός τινος ἐν τῇ νήσῳ τῆς Χίου, ἐκρατήθη ὡς χριστιανὸς ὁ μακάριος Ἰσίδωρος, ἀπὸ τοῦ αὐτοῦ στρατιωτικοῦ τάγματος ὤν, ἀνὴρ εὐλαβὴς καὶ θαυμάσιος, ὃν καὶ ἐπειρᾶτο ὁ ἄρχων ἀποστῆσαι τῆς εἰς Χριστὸν πίστεως. Ὡς δ’ οὐκ ἐπείθετο, μετὰ πολλὰς τὰς βασάνους, τὸν διὰ ξίφους κατεδικάσθη θάνατον. Τοῦ δὲ Ἁγίου ἀποῤῥιφέντος ἔν τινι φάραγγι εἰς βορὰν ὀρνέων, καὶ φυλάκων παρακαθημένων τῷ λειψάνῳ, κατὰ τὴν τοῦ ἄρχοντος πρόσταξιν, ἡ ὁσία Μυρόπη, θείῳ ζήλῳ τρωθεῖσα, νυκτὸς μετὰ τῶν θεραπαινίδων αὐτῆς προσελθοῦσα, τὸ ἅγιον ἀνελάβετο λείψανον· καὶ ἐντίμως μυρίσασα, ἐν ἐπισήμῳ τόπῳ ἀπέθετο. Μαθὼν δὲ ὁ ἄρχων τὴν τοῦ λειψάνου κλοπήν, τοὺς φύλακας σιδήροις καταδεσμήσας, προσέταξεν ἀνὰ πᾶσαν τὴν νῆσον περιπολοῦντας ἐρευνᾶν, ἐπειπών, ὡς εἰ μὴ εὕροιεν τὸ κλαπὲν ἀναμέσον τῆς δοθείσης αὐτοῖς προθεσμίας, κεφαλικῶς αὐτοὺς τιμωρηθῆναι.
Τότε ἡ Ἁγία, βλέπουσα καθ’ ἑκάστην τοὺς στρατιώτας ταλαιπωρίᾳ οὐ φορητῇ προσπαλαίοντας, ὑπό τε τῶν ἐπικειμένων αὐτοῖς σιδήρων, καὶ τῆς ἐκ τούτων κακοπαθείας, καὶ τῆς ἐπακολουθούσης κεφαλικῆς τιμωρίας, ἔπαθε τὴν ψυχήν, τοιαῦτα πρὸς ἑαυτὴν ὑποψιθυρίζουσα: Ἐὰν οὗτοι διὰ τὴν ἐμὴν κλοπὴν πάθωσιν, ἀνάγκη πάντως σπιλωθῆναί μου τὴν ψυχήν, καὶ οὐαί μοι ἐν τῷ κρίνεσθαι. Καὶ παρευθὺς λέγει τοῖς στρατιώταις: Ὦ φίλοι, ὃ ἀπωλέσατε λείψανον, ἐγὼ ἀνελαβόμην, ὑμῶν κοιμωμένων. Οἱ γοῦν στρατιῶται, ταύτην συλλαβόντες, παρέστησαν τῷ ἄρχοντι λέγοντες· Αὕτη ἐστί, κύριε, ἡ τὸ βιοθανῆ γέροντα κλέψασα. Ὁ δὲ ἄρχων πρὸς τὴν Ἁγίαν: Ἀληθῆ εἰσι τὰ περὶ σοῦ λεγόμενα; Καὶ ἡ Ἁγία: Ἀληθή. Ὁ ἄρχων εἶπε: Καὶ πῶς ἐτόλμησας, ἐπικατάρατον γύναιον, τοιαῦτα καταπρᾶξαι; Ἡ Μάρτυς εἶπε: Καταφρονοῦσα, καὶ καταπτύουσα τῆς σῆς ταλαιπωρίας καὶ ἀθεότητος.
Ταῦτα οὐ μικρῶς ἐξέμηναν τὸν σοβαρὸν ἐκεῖνον ἄρχοντα· καὶ εὐθέως προσέταξεν αὐτὴν ῥοπάλοις ἀφειδῶς τύπτεσθαι· εἶθ’ οὕτως ἀνὰ πᾶσαν τὴν πόλιν ἀπὸ τῶν πλοκάμων τῆς κεφαλῆς περιάγεσθαι, καὶ τύπτεσθαι κατὰ παντὸς τοῦ σώματος. Καὶ τούτου γενομένου, ἡμιθανῆ τὴν Μάρτυρα ἐν τῇ φυλακῇ ἀποῤῥίψαντες, διὰ τῶν φυλάκων κατησφαλίσαντο. Περὶ δὲ τὸ μεσονύκτιον, εὐχομένης τῆς Ἁγίας, φῶς μέγα περιέλαμψεν ἅπαν τὸ οἴκημα, καὶ χορὸς Ἀγγέλων ἐπέστη, καὶ μέσον τούτων ὁ Ἅγιος Ἰσίδωρος, αἰνούντων τὸν τρισάγιον ὕμνον. Καὶ ὁ Ἅγιος, τῇ Μάρτυρι ἀτενίσας Μυρόπη: Εἰρήνη σοι, ἔφη, ἤγγγικε γὰρ ἡ δέησίς σου πρὸς τὸν Θεόν, καὶ ἰδοὺ νῦν ἔρχῃ μεθ’ ἡμῶν, καὶ λήψῃ τὸν ἡτοιμασμένον σοι στέφανον. Καὶ ἅμα τῷ λόγῳ, παρέδωκε τὸ πνεῦμα τῷ Κυρίῳ, καὶ γέγονε τὸ οἴκημα πλῆρες ἀφάτου εὐωδίας, ὡς καὶ τοὺς φύλακας καταπλαγῆναι, καὶ ἐξεστηκότας σχεδὸν γενέσθαι.
Ταῦτα οὕτως ἡμῖν διηγήσατο ὁ ἐπαγρυπνῶν τότε, καὶ ταῦτα εἰδὼς καὶ ἀκούσας, καὶ διὰ τοῦτο προσελθὼν καὶ βαπτισθείς, καὶ τὸ τῆς μαρτυρίας στέφος ἀναδησάμενος. Τὸ δὲ τῆς Ἁγίας λείψανον, χριστιανοὶ λαβόντες τῇ τοῦ ἄρχοντος προστάξει, ἐν ἐπισήμῳ τόπῳ κατέθεντο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μωϋσέως τοῦ Ὁμολογητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀββακοὺμ τοῦ ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰσιδώρου.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ Φιλεώτου.
Ὕλης ὑπερβάς, τὴν δυάδα παμμάκαρ,
παρίστασαι νῦν, τῇ ἀΰλῳ Τριάδι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωαννικίου τοῦ ἐν Σερβίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ ἐγκλείστου, τοῦ ἐν τῷ Σπηλαίῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σώσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Κόσμου γέφυρα ἐδείχθης ἀναφέρουσα πρὸς τὰ οὐράνια οἷάπερ Μήτηρ Θεοῦ, τοὺς πίστει δοξάζοντας, τὰ μεγαλεῖά Σου, καὶ βοῶντάς Σοι· εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.
Οἱ τῆς χάριτος κρουνοὶ ὑπερεκβλύζουσιν ἐκ τῆς Εἰκόνος Σου ὡς ἐξ ἀφθόνου πηγῆς, Παρθένε καὶ ἄρδουσι πρὸς εὐκαρπίαν ζωῆς, τοὺς βοῶντάς Σοι· χαῖρε ἡμῶν ἀντίληψις, καὶ τοῦ Ὄρους παντὸς σκέπη.
άβδῳ πάναγνε υἱοὺς ὡς ἀτακτήσαντας ἡμᾶς ἐπαίδευσας παιδείας ἐπιεικοῦς· καὶ νῦν παρεκάλεσας ὡς Μήτηρ εὔσπλαγχνος, συμπαθείᾳ Σου, θλιβέντας ἡμᾶς Δέσποινα, συμφορῶν τῇ καταιγίδι.
Γερόντισσα ἡμῶν καὶ ὁδηγήτρια θεοχαρίτωτε πρὸς ἀρετῶν τὴν ὁδόν, καὶ τρίβον σωτήριον θείων προστάξεων, ἡμᾶς ἴθυνον, τῇ κραταιᾷ παλάμῃ Σου, τοὺς ἐνταῦθα ἀσκουμένους.

Ἕτερος. Παῖδες Ἑβραίων.
Ἔβλυσεν ἔλαιον ὁ πίθος, τῇ Σῇ χάριτι ἁγνὴ Θεοκυῆτορ· καὶ τὸ θαῦμα τὸ Σόν, κηρύττει ἡ Εἰκών Σου, ἔνθα ὁρῶμεν Δέσποινα, τοῦτο ἐγκεχαραγμένον.
Ἴδε ἁγνὴ τοὺς παρεστῶτας, τῇ Εἰκόνι Σου τῇ κατηγλαϊσμένῃ, καὶ βοῶντας θερμῶς, ἐκ βάθους τῆς καρδίας· Γερόντισσα βοήθησον, τοῖς ἐνταῦθα ἐνοικοῦσιν.
Ὅρμημα Κόρη λυσσαλέον, τὸ μυκώμενον κατὰ τῶν Σῶν προσφύγων, χαλεπῆς πυρκαϊᾶς, κατέστειλας ἐν τάχει, καὶ τῆς Μονῆς διέσωσας, τὴν λοιπὴν οἰκοδομίαν.
Νόμους ἡμᾶς τοῦ Παρακλήτου, ἀναπτέρσον ἐκλελυμένους Κόρη, ῥαθυμίᾳ δεινῇ, καὶ λήθῃ καὶ ἀγνοίᾳ, καὶ τῷ φωτὶ καρδίωσον, ἡμᾶς τῷ τῆς ἀπαθείας.

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίας λιμένα τὴν σεπτήν Σου Εἰκόνα Κόρη πλουτήσαντες, κυμάτων τῶν τοῦ βίου, τῇ ταύτης προμηθείᾳ ἐκβοῶντες λυτρούμεθα· Σὺ εἶ Παρθένε ἡμῶν, Γερόντισσα καὶ σκέπη.
Μετὰ πίστεως πάλαι προσπεσὼν ὁ Ἡγούμενος τῇ Εἰκόνι Σου, ἐλαίου χορηγίαν, ἀπείληφε πλουσίαν, καὶ βοῶν Σοι ἐκραύγαζε· Σὺ εἶ Παρθένε ἡμῶν, Γερόντισσα καὶ σκέπη.
Ἀειπάρθενε Κόρη τῆς Μονῆς Παντοκράτορος θεῖον στήριγμα, τῷ φόβῳ τοῦ Κυρίου, στήριξον τὰς καρδίας, τῶν πιστῶς ἐκβοώντων Σοι· χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.
Γεωργεῖν Θεοτόκε ἀρετῶν ἡμῖν δίδου δύναμιν ἄνωθεν, τοῖς πίστει προσιοῦσι, τῇ θείᾳ Σου Εἰκόνι, καὶ βοῶσιν ἑκάστοτε· Σὺ εἶ Παρθένε ἡμῶν, Γερόντισσα καὶ σκέπη.
Καταβασία:
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γέροντος τὴν ἔφεσιν πληροῦσα, ἐφώνησας ἐκ τοῦ θείου χαρακτῆρός Σου, Δέσποινα πανύμνητε, ὡς πηγὴ χρηστότητος· ἐντεῦθέν Σε Γερόντισσα κατεπλουτήσαμεν, ἐκτρέφουσαν, ἡμᾶς ὡς υἱούς Σου, καὶ σκέπουσαν Κόρη, βελῶν τῶν τοῦ βελίαρ.
ῤῥιπται εἰς φρέαρ ὑπ’ ἀνόμων, Παρθένε τὸ φωτοφόρον Σου ἐκτύπωμα, ἔνθα πλείστοις ἔτεσιν, ἀβλαβὲς πεφύλακται, καὶ θείᾳ εὐδοκίᾳ Σου αὖθις δεδώρηται, ἡμῖν, τοῖς ἀναξίοις Σου δούλοις, τοῖς ἀνενδοιάστως, ἐλπίζουσί Σοι Κόρη.
ίγει συσχεθεὶς καὶ ἀγωνίᾳ, Παρθένε ὁ ἀσεβήσας ἔκφρων τύραννος, κατὰ τῆς Εἰκόνος Σου, πνέων τε τὰ λοίσθια, μετανοῶν ἐπέταξε τοῖς συγγενέσιν αὐτοῦ, ἐλθεῖν, ἐν τῷ Σῷ κλήρῳ καὶ ταύτην, πάλιν φανερῶσαι, ἡμῶν εἰς εὐφροσύνην.
νωθεν ὡς ὄμβρος κατεῤῥάγη, Παρθένε καὶ ὡς βροχὴ ὄντως ἑκούσιος, ὡς φησὶν ὁ ἔνθεος, ψαλμογράφος Δέσποινα, τῆς μητρικῆς προνοίας Σου ἡ ἐπισκίασις, καὶ ἔστη καὶ εἰς τέλος ἐσβέσθη, ἡ φλὸξ ἡ νεμομένη, τόδε σεπτὸν σεμνεῖον.

Ἕτερος. Τὸν Βασιλέα.
Γέγονεν ἄφνω, τυφλὸς πληγῇ ἀοράτῳ, ὁ θεὶς βέβηλον χεῖρα τῇ Σῇ Εἰκόνι, τῆς παραπληξίας, αὐτοῦ εἰσπράξας δίκας.
Ἐκ τῶν σκανδάλων, καὶ ἀπειλῶν ἐπωδύνων, ἀσινεῖς ἡμᾶς διάσωζε ἀπαύστως, τοὺς Σὲ Θεοτόκε, ἀεὶ ὑπερυψοῦντας.
Ῥύπων Παρθένε, τὴν ῥυπωθεῖσαν ψυχήν μου, ἀποκάθαρον παθῶν ἐξ ἀκαθάρτων, καὶ πρὸς μετανοίας, ὁδήγησόν με τρίβον.
Αὔχημα θεῖον, καὶ χρυσοκόλλητον γέρας, Παντοκράτορος Μονὴ ἡ σεβασμία, κέκτηται Παρθένε, τὴν Σὴν λαμπρὰν Εἰκόνα.

Ἕτερος. Ὁ αὐτός.
Ἔχει Παρθένε, ἡ Παντοκράτορος μάνδρα, τὴν Εἰκόνα Σου ἁγίασμα ὡς θεῖον· ὅθεν καὶ προσπίπτει, αὐτῇ μετ’ εὐλαβείας.
Ῥῶσιν καὶ χάριν, ἡ Σὴ Γερόντισσα βρύει, πανυπέρτιμος Εἰκὼν καὶ παναγία, ταύτῃ Σου τῇ ποίμνῃ, πιστῶς Σοι προσκειμένη.
Ἀγαλλιᾶται, ἡ Παντοκράτορος μάνδρα, τῇ Εἰκόνι Σου Γερόντισσα τῇ θείᾳ, ᾗ καὶ προσιοῦσα, πληροῦται εὐφροσύνης.
Σώματος πάθη, καὶ τῆς ψυχῆς τὰς ὀδύνας, ἡμῶν ἴασαι Γερόντισσα Παρθένε, τῶν ὑπερυψούντων, τὸν ἄφραστόν Σου τόκον.
Καταβασία:
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Στήλην ἐμφανῆ, τῆς Σῆς ἀγαθότητος ἡμῖν ἀνέδειξας, καὶ λαμπρὸν ἐχέγγυον, τῆς πρὸς ἡμᾶς Σου εὐνοίας πάναγνε, τὴν ἱερὰν Εἰκόνα Σου καὶ χαριτόβρυτον, ἣν ὁρῶντες, καὶ κατασπαζόμενοι, μυστικῶς τῷ νοΐ ἐλλαμπόμεθα.
ασαι ἡμῶν, ψυχῶν καὶ σωμάτων τε τὰ ἀῤῥωστήματα, Κόρη παντευλόγητε, καὶ δυσπραγίας πάσης ἀπάλλαξον, καὶ ἀπειλῆς δεόμεθα φοβερωτάτου πυρός, τὴν παροῦσαν, μάνδραν ὡς φιλάγαθος, τὴν εἰρήνην Σου ταύτῃ παρέχουσα.
Μύρου τῆς ζωῆς, ἀλάβαστρον ἔμψυχον καὶ μυροθήκη τερπνή, ὤφθης ἀειπάρθενε, τὸν ζωοδότην Χριστὸν κυήσασα· διὸ ἡμᾶς ἐκκάθαρον ἐκ δυσωδίας παθῶν, καὶ Κυρίου, εὐωδίαν ἔργασαι, ἐναρέτου ζωῆς καθαρότητι.
ρμημα πυρός, ὡς πρώην ἀνέστειλας καμφθεῖσα πάναγνε, μητρικῇ χρηστότητι, οὕτω καὶ πᾶσαν δεινὴν ἐπήρειαν, καὶ προσβολὴν τοῦ ὄφεως καθ’ ἡμῶν πάντοτε, Θεοτόκε, λύε καὶ ἀπότρεπε, ὡς ἡμῶν ἀρωγὸς καὶ Γερόντισσα.
πουλον ἐχθρόν, ἀεὶ ὑφερπύζοντα καὶ ἀπατῶντά με, λόγοις καὶ ἐννοίαις με, καὶ παραλόγοις Παρθένε πράξεσι, κατάβαλε καὶ σύντριψον τῇ ἀντιλήψει Σου, καὶ φωτί με, βίου καθαρότητος, τὴν ζοφώδη ψυχήν μου καταύγασον.

Ἕτερος. Κυρίως Θεοτόκον.
Στενώσεως ἁπάσης, καὶ ἐπερχομἐνων, ἐπιφορῶν ἀνωτέραν διάσωζε, ταύτην τὴν μάνδραν Παρθένε Σὲ μεγαλύνουσαν.
Ἱλέῳ ὄμματί Σου, ἐκ τῆς Σῆς Εἰκόνος, ἡμᾶς ὁρῶσα πληροῖς πάσης χάριτος, ἡμῶν τὸν νοῦν ὡς τῆς μάνδρας ταύτης Γερόντισσα.
Μαράνασα τὴν φλόγα, τὴν τῆς ἁμαρτίας, τῷ τοκετῷ Σου Παρθένε πανάμωμε, πυρκαϊᾶς παθημάτων ἡμᾶς ἀπάλλαξον.
Ὀσμὴ τῶν ἱματίων, τῶν Σῶν ὑπὲρ μύρον, εὐωδιάζει ὡς ᾄδει τὸ ᾆσμά Σοι, τοὺς ἀδιστάκτως Παρθένε Σὲ μεγαλύνοντας.
Ὑπέρμαχος καὶ σκέπη, τῆς Μονῆς Παρθένε, τοῦ Παντοκράτορος πέλουσα φύλαττε, τοὺς ἐν αὐτῇ πεποιθότας τῇ ἀντιλήψει Σου.

Ἕτερος. Ὁ αὐτός.
Ἱλέῳ ὄμματί Σου, βλέψον Θεοτόκε, τοὺς παρεστῶτας Γερόντισσα πάντοτε, πανευλαβῶς τῇ Εἰκόνι Σου, καὶ ὑμνοῦντάς Σε.
Μονήν Σου ταύτην Κόρη, τὴν Σὲ κεκτημένην, καὶ ἀρωγὸν καὶ Γερόντισσα πάναγνε, σκέπε καὶ φύλαττε πάσης ἐναντιότητος.
Οὐράνωσον τὸν νοῦν μου, τῇ θείᾳ ἀγάπῃ, τοῦ ἀνυμνοῦντος τὴν χάριν τὴν ἔνθεον, τῆς Σῆς Εἰκόνος Παρθένε Παντοβασίλισσα.
Ὑφάπλωσον τὴν σκέπην, τῆς Σῆς προστασίας, ὕπερθεν ταύτης τῆς ποίμνης Σου πάναγνε, τῆς καθ’ ἑκάστης φωνούσης Σε εἰς βοήθειαν.
Καταβασία.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐφώνησας πρὶν θαυμαστῶς, ἐκ τῆς σεπτῆς Εἰκόνος Σου, καὶ ἔλυσας τοῦ ἐλαίου, παραδόξως τὴν σπάνιν· ἔναγχος δὲ ἐλυτρώσω, συμπαθῶς πανάμωμε, τὴν ποίμνην ταύτην Παρθένε, ὀλεθρίου ἐμπρησμοῦ· διὰ τοῦτο ἐν ῷδαῖς, ὑμνολογοῦμέν Σε Κόρη.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ μητρικῇ προνοία, οἷα ἐλαίου θησαυρός, διέπουσα καὶ φρουροῦσα, ἡμᾶς ἐκ βλάβης τοῦ ἐχθροῦ, ἡ Θεοτόκος Μαρία, χρεωστικῶς ἀνυμνείσθω.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν ἡλιόμορφον Κόρη καὶ ἀειπάρθενον, τὴν τῶν ἁπάντων Κτίστην, ὑπὲρ φύσιν τεκοῦσαν, τὴν μόνην Θεοτόκον ᾀσματικῶς, ἀνυμνήσωμεν κράζοντες· χαῖρε πυρίμορφε θρόνε καὶ λογικέ, τοῦ τῶν ὅλων βασιλεύοντος.

Τὴν θαυμαστὴν πρὸς ἡμᾶς Σου Παρθένε πρόνοιαν, δι’ ἧς ἀεὶ προφθάνεις, καὶ κινδύνων ἐξαίρεις, καὶ πάσης ἐπηρείας ὀδυνηρᾶς, τοὺς ἐνταῦθα μονάζοντας, διαπρυσίως ὑμνοῦμεν καὶ ἐκ ψυχῆς, μεγαλύνομεν τὴν δόξαν Σου.

Ὁ ὑπερθαύμαστος τύπος τῆς ἐμφερείας Σου, ἁγιασμοῦ Παριένε, διαδόσεσι θείαις, ἀεὶ καθαγιάζει καὶ δᾳδουχεῖ, τὴν Μονὴν Παντοκράτορος· ταύτης γὰρ σκέπη ὡράθης καὶ προσφυγή, καὶ Γερόντισσα φιλάγαθος.

Πῶς Σου Παρθένε τὴν χάριν ἀνευφημήσωμεν; Σὺ γὰρ τὴν ἐκραγεῖσαν πυρκαϊὰν ὀλεθρίαν, καὶ πᾶσαν ἀπειλήσασαν τὴν Μονήν, ἀοράτως κατέσβεσας. Ἀλλὰ προσδέχου τῶν δούλων Σου τῶν οἰκτρῶν, εὐμενῶς τὰ χαριστήρια.


Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Ποία γλῶσσα Παρθένε, τὰ παμφαῆ ὑμνήσει καὶ ὑπεφυῆ μεγαλεῖά Σου; ἀδυνατεῖ γὰρ λόγος καὶ οὐράνιος, τῶν Σῶν θαυμάτων μέλψαι τὸ μέγεθος, καὶ τὴν πολλὴν περὶ ἡμᾶς Σου χρηστότητα· Σὺ γὰρ πάντοτε προφθάνεις καὶ ὀξέως ἡμᾶς λυτροῦσαι, ἐπερχομένων συμφορῶν, καὶ τῶν ποικίλων τοῦ βελίαρ σκανδάλων, εἰρήνην καὶ λύτρωσιν ἡμῖν πρυτανεύουσα· διὸ εὐχαριστοῦντές Σοι βοῶμεν· ὡς ἐν τῷδε βίῳ ἡμᾶς περιέπεις, οὕτω καὶ ἐν τῇ ὥρᾳ τῆς κρίσεως, τῆς τοῦ Υἱοῦ Σου Βασιλείας ἡμᾶς ἀξίωσον· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ Σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίρει Παντοκράτορος ἡ Μονή, τῇ Σῇ προστασίᾳ, καὶ Εἰκόνι Σου τῇ σεπτῇ· Σὺ γὰρ ταύτης ὤφθης, Γερόντισσα καὶ σκέπη, Παρθένε Θεοτόκε, θείᾳ Σου χάριτι.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου