Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 4. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΣΕΡΑΦΕΙΜ ΦΑΝΑΡΙΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΔΕΚΕΜΒΡΙΟΣ Δ΄!!
ΣΕΡΑΦΕΙΜ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΦΑΝΑΡΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱεράρχη θεόληπτος, Σεραφεὶμ ἀξιάγαστε, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, καὶ μαρτυρίου τὸν δίαυλον, ἀνδρείως διήνυσας, ἀπηνῶς πασσακισθείς, καὶ ἐκπλήξας τοὺς ἄφρονας, τῇ ἐνστάσει σου· διὰ τοῦτο πλουσίως ἐδοξάσθης, ὡς λαμπρὸς Ἱερομάρτυς, ταῖς τῶν θαυμάτων δυνάμεσι.

Εὐτολμίαν τῶν λόγων σου, καὶ σοφίᾳ τῇ ἄνωθεν, τοῦ Χριστοῦ τὸ ὄνομα ὡμολόγησας, Ἱερομάρτυς μακάριε, μὴ πτήξας τὸ φρύαγμα, τῶν ἐχθρῶν τῶν δυσμενῶν, ἀλλ’ ἀσάλευτος ἔστηκας, καὶ ὑπέμεινας, Σεραφεὶμ διανοίᾳ στεῤῥοτάτῃ, τὰς ποικίλας τιμωρίας, καὶ τὸν ἐπώδυνον θάνατον.

Ὡς πηγὴν ἁγιάσματος, τῇ τοῦ Πνεύματος χάριτι, ἡ ἁγία κάρα σου ἀναδέδεικται, καθάπερ νάματα βλύζουσα, ἰάματα ἄφθονα, Σεραφεὶμ θαυματουργέ, καὶ ἰᾶται τοὺς πάσχοντας, ἀπελαύνουσα, τὴν πανώλεθρον λοίμην ἐξ ἀνθρώπων· διὰ τοῦτό σου τὴν χάριν, εὐσήμῳ γλώττῃ κηρύττομεν.

Ὡς ἀστέρα πολύφωτον, ὡς φωστῆρα οὐράνιον, ὡς Ἱερομάρτυρα ἐνθεώτατον, ὡς ἀντιλήπτορα μέγιστον, καὶ θεῖον ὑπέρμαχον, ἐν δεινοῖς καὶ χαλεποῖς, καὶ ἀκέστορα ἄριστον, ἐν νοσήμασι, κεκτημένοι σὲ Πάτερ ἐκβοῶμεν· Μὴ ἐλλίπῃς ἱκετεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Δόξα. Ἦχος α΄.
Ἀσκητικοῖς πόνοις ἐγγυμνασάμενος, Ἱεράρχης ὅσιος ἐγένου, καὶ ποιμὴν ἀληθινός, τῶν λογικῶν Χριστοῦ προβάτων, ἐπιπνοίᾳ τοῦ Πνεύματος, Σεραφεὶμ ἀξιάγαστε· καὶ μαρτυρικῇ ἐνστάσει, τὸν ἰσχυρὸν ἐν κακίᾳ καταβαλών, διπλῶν στεφάνων κατηξίωσαι, παρὰ τοῦ πάντων Δεσπότου καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν῝ Ὃν ἱκέτευε δεόμεθα, Ἱερομάρτυς ἔνδοξε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.

Καὶ νῦν. Θεοτοκίον.
Ἀμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὶν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθης νεοφανής, φωστὴρ τῆς Ἐκκλησίας, ὑπερφυῶς ἀθλήσας, ὑπὲρ τῆς εὐσεβείας, ὦ Σεραφεὶμ μακάριε.

Στ.: Οἱ ἰερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὢ τῆς ὑπερφυοῦς, ἀνδρείας σου θεόφρον! ὡς ἄσαρκος γὰρ ἔστης, ὑπὸ τῶν παρανόμων, πικρῶς πατταλευόμενος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Βλύζει ποταμηδόν, ἡ θαυμαστή σου κάρα, ἰάσεις τοῖς αἰτοῦσι, σοφὲ Ἱερομάρτυς, καὶ παύει ἅπαν νόσημα.

Δόξα. Τριαδικόν.
Τριάδα τὴν σεπτήν, ἕνα Θεὸν τῶν ὅλων, ὦ Σεραφεὶμ κηρύξας, ὑπὲρ αὐτῆς προθύμως, ἐνήθλησας μακάριε.

Καὶ νῦν. Θεοτοκίον.
Ἔρχεται ἡ ἁγνή, πρὸς Βηθλεὲμ τὴν πόλιν, τεκεῖν τὸν Βασιλέα· πιστοὶ ἑτοιμασθῶμεν, εἰς τούτου προϋπάντησιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Ἀγράφων τὸν γόνον, Φαναρίου τὸν πρόεδρον, καὶ Μονῆς Κορώνης τὸ κλέος Σεραφεὶμ εὐφημήσωμεν, ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ, θαυμάτων ἐπομβρίζει δωρεᾶς καὶ λυτροῦται νοσημάτων φθοροποιῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν ὑστέροις καιροῖς, ὑπὲρ φύσιν ἤθλησεν, ὁ ἔνδοξος Σεραφείμ, ὁ Φαναρίου ποιμήν· ἀνδρείᾳ γὰρ θαυμαστῇ, ὡς ἱεράρχης Χριστοῦ ἐνθεώτατος, ὑπέμεινε καρτερῶς, τὸν δι’ αὐτὸν πολυώδυνον θάνατον· ὅθεν ἀθανάτου δόξης, μέτοχος γενόμενος, ἀναβλύζει τῷ κόσμῳ, ἰαμάτων χάριν ἄφθονον.

Βαβαὶ τῆς σῆς καρτερίας σοφέ! Πῶς ὑπέστης Πάτερ, ὥσπερ ἄλλου πάσχοντος, βασάνων ἐπιφορᾶς, στεῤῥῷ φρονήματι; Πῶς ἤνεγκας ἀνδρικῶς, τὴν τοῦ πασσάλου ὀδύνην ἀνύποιστον; Διό σε περιφανῶς, ὁ ἀθλοθέτης Χριστὸς ἐθαυμάστωσε, Σεραφεὶμ Ἱερομάρτυς, Ἐκκλησίας καύχημα, ἰαμάτων ἡ βρύσις, Ὀρθοδόξων μέγα στήριγμα.

Τὴν σὴν γεραίρομεν ἄθλησιν, δι΄ ἧς ἐν τῷ κόσμῳ, ὡς ἀστὴρ νεόφωτος, ἐξέλαμψας νοητῶς, Ἁγίῳ Πνεύματι, καὶ πᾶσα δὲ σὺν ἡμῖν, ἡ τοῦ Χριστοῦ Ἐκκλησία ἀγάλλεται, ὁρῶσα τὰς δωρεάς, καὶ τὰς πολλὰς πρὸς ἡμᾶς ἀντιλήψεις σου Σεραφεὶμ Ἱερομάρτυς· δι’ ὧν σώζεις ἅπαντας, καὶ παρέχεις ἑκάστῳ, τὴν ταχεῖάν σου βοήθειαν.

Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐκ νεότητος Χριστῷ, Πάτερ ὁλικῇ διανοίᾳ, κατηκολούθησας, ἔρωτι πτερούμενος, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, πολιτείαν ἰσάγγελον, διῆλθες προθύμως, ἐναρέτων πράξεων, φωτὶ λαμπόμενος· ὅθεν καὶ κλεινὸς Ἱεράρχης, ψήφῳ θεϊκῇ ἀνεδείχθης, Σεραφεὶμ ὡς σκεῦος θείου Πνεύματος.

Χρῖσμα περικείμενος σεπτόν, Σεραφεὶμ σοφὲ Φαναρίου, πρόεδρος πέφηνας, καὶ ποιμὴν θεόληπτος, Ἁγίῳ Πνεύματι, καὶ Μαρτύρων τὸ στάσιον, νομίμως ὑπῆλθες, ψυχικῇ στεῤῥότητι, ἀθλήσας Ὅσιε· σὺ γὰρ ὥσπερ ἄσαρκος Πάτερ, προσπασσαλευόμενος ἔστης, ὑπ’ ἀνδρῶν ἀνόμων ἀπηνέστατα.

Πλοῦτον, ἀναφαίρετον ἡμῖν, δέδωκας τὴν θείαν σου κάραν, Ἱερομάρτυς Χριστοῦ· βρύει γὰρ ἑκάστοτε, Πνεύματος χάριτι, ἰαμάτων χρηστότητα, καὶ ἰᾶται πᾶσαν, λύμην καὶ ἀσθένειαν, τῶν προσιόντων αὐτῇ· ὅθεν ὡς θερμόν σε προστάτην, καὶ πρὸς τὸν Θεὸν μέγαν πρέσβυν, Σεραφεὶμ παμμάκαρ μακαρίζομεν.


Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἀστὴρ νεοφανὴς ἐπέφανεν, ἡ τοῦ Ἱερομάρτυρος Σεραφεὶμ πανήγυρις, τοὺς πιστοὺς κατευφραίνουσα· τοῦ γὰρ θείου πυρὸς φερωνύμως, ᾧ πυρσωθεὶς ἐκφαίνει, τὰς ἐνεργείας καὶ χάριτας, τοῖς πρὸς αὐτὸν ἐκβοῶσι· χαίροις, ὁ ἐκ νεότητος Θεῷ, ὡς ἄλλος Σαμουὴλ ἀνατεθείς, καὶ καθαρότητι ψυχῆς, ἀμέμπτως αὐτῷ λειτουργήσας· χαίροις, ἀρχιερέων καλλονή, Μαρτύρων ὁ σύναθλος, καὶ τῶν θαυμάτων πηγὴ θεόβρυτος· χαίροις, Φαναρίου ποιμὴν καὶ κλέος, Ἀγράφων ἀγλάϊσμα, καὶ πάσης Ἑλλάδος πρεσβευτὴς πρὸς Χριστὸν θερμότατος· ᾯ πρέσβευε ἅγιε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέρχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.







Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Θεοῦ, Σεραφεὶμ τὸν Ἱερομάρτυρα, θαυμαστῶς δεδοξασμένον ὁρῶσα· νομίμως γὰρ ἀθλήσας, πλουσίων ἐπάθλων ἠξίωται, ὡς Ἱεράρχης ὅσιος, καὶ Μάρτυς περίδοξος· καὶ πολλαχῶς εὐεργετῶν, ἐνεργεῖ ἐν τοῖς θαύμασι, νόσους ἀπελαύνων, καὶ πᾶσαν δόσιν ἀγαθήν, καὶ πᾶν δώρημα τέλειον, βραβεύων τοῖς βοῶσι· Κύριε δόξα Σοι.

Ἦχος β΄.
Τὴν ἀληθῆ ἐνδεδυμένος δικαιοσύνην, δαβιτικῶς μακάριε, Ἱεράρχης ὅσιος καὶ ἄκακος, ὡς θεράπων Χριστοῦ ἐχρημάτισας Πάτερ· καὶ καλῶς ποιμαίνων, τὴν ἐκλογάδα τοῦ Χριστοῦ, τὸ ὑπὲρ Αὐτοῦ μαρτύριον, ἀπεριτρέπτῳ ψυχῇ, καὶ ἀνενδότῳ φρονήματι, ἐδέξω θεόφρον· τῶν γὰρ ἀνόμων τὸ φρύαγμα, οὐδόλως κατέπτηξας, καὶ τὴν καλὴν ὁμολογίαν, θεηγόρῳ στόματι ἐκήρυξας· καὶ μαρτυρικῶς ἀνδραγαθήσας, διπλῶν στεφάνων ἠξίωσαι, ὡς Ἱεράρχης καὶ Μάρτυς, Σεραφεὶμ πανεύφημε, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος.

Ἦχος γ΄.
Ἱεραρχίας τὴν στολήν, μαρτυρικοῖς σου σκάμμασιν ἐφαίδρυνας, Σεραφεὶμ Ἱερομάρτυς ἀξιάγαστε, ἀθλητικὴν ἐπιδειξάμενος ἔνστασιν· ὤ!, τῆς ἀνδρείας σου Πάτερ, δι’ ἧς πάντας ἐξέπληξας· ὅτι ὡς ἄσαρκος ἤνεγκας, τομὰς καὶ μάστιγας, καὶ τὸν πολυώδυνον θάνατον, τὸν ἐν πασσάλῳ Ἅγιε· ὅθεν ἀθανάτων δωρεῶν ἠξίωσαι, καὶ τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης, τῆς σῆς ἐφέσεως τὸ πέρας δρεπόμενος, καὶ πᾶσιν αἰτούμενος, ἱλασμὸν καὶ θεῖον ἔλεος.




Δόξα. Ἦχος δ΄.
Ἱερουργῶν τὰ θεῖα μυστήρια, καὶ ψυχικὰς ἀρούρας γηπονῶν, τῷ λόγῳ τῆς χάριτος, μαρτυρικὴν ἐξήνθησας εὐκληρίαν, καὶ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐστήριξας, ἐν καιρῷ τῆς χαλεπῆς δουλείας, περιφανῶς ἀθλήσας, Σεραφεὶμ ἱερώτατε· ὅθεν θαυμαστῶς ἐδοξάσθης, καὶ πηγὴν θαυμάτων ἔδειξας, τὴν ὑπέρτιμον κάραν σου, ἐπισκιάσει τοῦ Πνεύματος· πάθη χαλεπὰ γὰρ ἰᾶται, καὶ τὴν βροτολοιγὸν λοίμην ἀπελαύνει, ὑγείαν καὶ χαρὰν ἡμῖν παρέχουσα, καὶ δεινῶν ἐκλυτρώσιν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἱερομάρτυς Χριστοῦ, ὁ Φαναρίου ἐνθεώτατος πρόεδρος, Ἀγράφων τὸ θεῖον σέλας, τὸ σελαγίζον ἀεί, Ἐκκλησίαν πᾶσαν ἐν τοῖς θαύμασι· δοχεῖον πολύτιμον, δωρεῶν τῶν τοῦ Πνεύματος, τῆς ἀσεβείας, καθαιρέτης ὁ κράτιστος, ἰσοστάσιος, τῶν Μαρτύρων καὶ σύναθλος· στῦλος ὁ ἀπερίτρεπτος, καὶ βάσις νεότευκτος, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἣν διασώζοις ἀκλόνητον, ταῖς σαῖς προστασίαις, Σεραφεὶμ ὑμνολογοῦσαν, τὴν θείαν μνήμην σου.

Στ.: Οἱ ἰερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, Ἱερομάρτυς Χριστοῦ, ὁ καταπλήξας τῇ πολλῇ καρτερίᾳ σου, τὸ φρύαγμα τῆς ἀπάτης· καὶ γὰρ ὑπέστης στεῤῥῶς, τὰς πικρὰς βασάνους ὡς ἀσώματος, ῥινὸς τὴν ἀφαίρεσιν, καὶ μαστίγων τὴν ἔφοδον, καὶ τοῦ πασσάλου, τὸ ἀνήκεστον ἄλγημα, κουφιζόμενος, τῇ ἐνώσει τοῦ κρείττονος· ὅθεν πλουσίας δόξης σε, Χριστὸς κατηξίωσε, θαυματουργὸν ἐν τῷ κόσμῳ, περιφανῆ ἀναδείξας σε, ἰώμενον πάθη, Σεραφεὶμ καὶ τὰς ὀδύνας, τῶν προσιόντων σοι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χάριν, ἀναβλυστάνει ἀεί, καθάπερ κρήνη πολυχεύμων θεόβρυτος, τῇ ἄνωθεν ἐπομβρίᾳ, ἡ σὴ σεπτὴ κεφαλή, καὶ θαυμάτων ῥεῖθρα πελαγίζουσα, σβεννύει τοὺς ἄνθρακας, νοσημάτων καὶ θλίψεων, καὶ ἀπελαύνει, λοιμικὰ ἀῤῥωστήματα, θεραπεύουσα, καὶ ψυχάς τε καὶ σώματα· φύλαττε οὖν πανεύφημε, ἡμᾶς τοὺς τιμῶντάς σε, ἐκ ψυχοφθόρων κινδύνων, καὶ χαλεπῶν περιστάσεων, αἰτούμενος πᾶσι, Σεραφεὶμ Ἱερομάρτυς, τὸ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ὁδὸν τῶν ἀρετῶν, τοῖς πιστοῖς ὁμαλίζων, τοῦ μαρτυρίου τὴν τρίβον, ἀκλινῶς διωδεύσας, Ἱερομάρτυς πανθαύμαστε· τὸ γὰρ φρόνημα τῆς σαρκός, ἀποῤῥίψας ὡς ἄχθος, τῶν τυράννων ταῖς ἀπειλαῖς, οὐδόλως ἐπτόησαι· καὶ ὑπεράνω πάντων γεγονώς, ὡς τὰ ἄνω ποθῶν καὶ ζητῶν, διὰ πικροῦ θανάτου, πρὸς τὴν ἀθάνατον ζωὴν μεταβέβηκας. Καὶ νῦν Σεραφεὶμ μακάριε, τῶν πόνων τὰ ἔπαθλα δρεπόμενος, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Ἀγράφων τὸν γόνον, Φαναρίου τὸν πρόεδρον, καὶ Μονῆς Κορώνης τὸ κλέος Σεραφεὶμ εὐφημήσωμεν, ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ, θαυμάτων ἐπομβρίζει δωρεᾶς καὶ λυτροῦται νοσημάτων φθοροποιῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.








ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἀθλήσας ἱερῶς, ἀνατέταλκας Πάτερ, ἀκτῖσι τῶν καμάτων σου, καὶ τῶν θείων θαυμάτων σου, λύων πάντοτε, τῶν πειρασμῶν τὴν ὀμίχλην, τῶν τὴν μνήμην σου, ὦ Σεραφεὶμ ἐκτελούντων, τὴν θείαν καὶ πάμφωτον.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Καθάρωμεν τὸν νοῦν, γεηρῶν φρονημάτων, ὡς ἂν ἐν καθαρᾷ, τῇ καρδίᾳ δεχθῶμεν, ἐρχόμενον τὸν Κύριον, γεννηθῆναι ὡς νήπιον, Ὃν ἡ ἄχραντος, καὶ θεοχώρητος Κόρη, μέλλει τέξασθαι, ἐν Βηθλεὲμ τῷ Σπηλαίῳ, δι’ ἄφατον ἔλεος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁ Φαναρίου ἱερὸς ποιμενάρχης, καὶ τῆς Τριάδος ἐνθεώτατος μύστης, ὑπὲρ Χριστοῦ γενναίως ἠγωνίσατο· πόνους ἀφορήτους γάρ, οὐρανόφρονι γνώμῃ, προσπασσαλευόμενος, χαλεπῶς ὑπομένει· ἀλλ’ ὦ Μαρτύρων κλέος Σεραφείμ, σκέπε καὶ σῷζε, τοὺς σὲ μεγαλύνοντας.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἐν Βηθλεὲμ ἡ ἀειπάρθενος Κόρη, ἥκει γεννῆσαι ἐν μορφῇ τῇ βροτείᾳ, τὸν τῷ Πατρὶ καὶ Πνεύματι συνάναρχον, Λόγον τὸν ὑπέρθεον, διὰ πλοῦτον ἀγάπης, κόσμον ἀναπλάττοντα, τῆς ἀρχαίας κατάρας· προεορτίους ᾄσωμεν Αὐτῷ, ᾠδὰς καὶ ὕμνους, ψυχῆς καθαρότητι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Μαρτυρήσας ἀνδρείως ὑπὲρ Χριστοῦ, Φαναρίου ὁ μέγας θαυματουργός, τὴν πλάνην τὴν βέβηλον, καθελὼν ἐθριάμβευσε, καὶ τῶν πιστῶν τὸ σέβας, κρατύνας ἀνύψωσε, ἀθλητικῇ ἐνστάσει, καὶ λόγων λαμπρότητι· ὅθεν καὶ θαυμάτων, ἐνεργῶν τὰς δυνάμεις, ἰᾶται τοὺς πάσχοντας, καὶ διώκει τοὺς δαίμονας, Σεραφεὶμ ὁ μακάριος, πρεσβεύων ἐκτενῶς τῷ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς τὴν σεπτὴν αὐτοῦ μνήμην, πιστῶς ἑορτάζουσι.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Συλλαβοῦσα Παρθένε ὑπερφυῶς, τὸν Θεὸν τῶν ἁπάντων καὶ Ποιητήν, πῶς ἔρχῃ ὡς νήπιον, τοῦτον τέξασθαι ἄχραντε; πῶς δὲ καὶ ἐν σπαργάνοις, ἑλίσσῃ τὸν ἄληπτον, τηροῦντα μετὰ τόκον, ἁγνήν Σε καὶ ἄφθορον; ὅθεν τὰ πολλά Σου, μεγαλεῖα αἰνοῦμεν, καὶ δῶρα ἑόρτια, εὐλαβῶς εὐτρεπίζομεν, τῇ ἀφράστῳ κυήσει Σου. Ἀλλ’ ὦ Θεογεννῆτορ ἁγνή, ἑορτάσαι ἡμᾶς καταξίωσον, καθαρῷ συνειδότι, Χριστοῦ τὰ γενέθλια.




Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἰερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱερομάρτυς Σεραφείμ, ἱεραρχικῶς Χριστῷ εὐαρεστήσας μαρτυρικῶς Αὐτὸν ἐδόξασας, τῇ στεῤῥᾷ ἀθλήσει σου· καὶ ἐν ἀμφοτέροις διαπρέψας, μεγαλοπρεπῶς ἐδοξάσθης, ἐν τῇ ἀφθόνῳ δωρεᾷ τοῦ Παρακλήτου· πᾶσι γὰρ παρέχεις τὰ ἰάματα, λοιμικῶν ἀπαλλάττων νόσων, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Σεραφεὶμ ὕμνος τοῦ Φαναρίου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται.
Συνὼν ταῖς ἄνω δυνάμεσι, καὶ δόξης ἀπολαύων τῆς κρείττονος, καὶ θείου φωτὸς πληρούμενος, φῶς μοι παράσχου Πάτερ ἐν τῇ ψυχῇ, ὅπως ἀνυμνήσω, Σεραφεὶμ θαυματουργέ, τὴν θείαν μνήμην σου.
κ νεαρᾶς ἡλικίας σου, τῷ θείῳ στοιχειούμενος ἔρωτι, Χριστοῦ τὸν ζυγὸν ἀγάπησας, καὶ ἤθεσιν ἀμέμπτοις τὴν σὴν ζωήν, Σεραφεὶμ κοσμήσας, ἀνετέθης τῷ Θεῷ, ὡς δῶρον ἔνθεον.
άβδον τὴν θείαν δεξάμενος, τῇ ἄνωθεν προνοίᾳ ὡς ἄξιος, ποιμαίνειν ἐν θείῳ Πνεύματι, Χριστοῦ τὴν Ἐκκλησίαν, ἀρχιερεὺς θεοφόρος ὤφθης, Φαναρίου δὲ ποιμήν, θεοειδέστατος.
Θεοτοκίον.
γνὴ Παρθένε Θεόνυμφε, τὴν ἄναγνον καρδία μου κάθαρον, ῥείθροις τῆς Σῆς χρηστότητος, καὶ ῥῦσαι ἁμαρτίας με χαλεπῆς, καὶ τῆς μετανοίας, σωτηρίῳ φωτισμῷ, τὸν νοῦν μου λάμπρυνον.












ᾨδὴ γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Φέγγει εὐσεβείας, διαλάμπων καὶ βίου λαμπρότητι, οἷα θεράπων τοῦ Σωτῆρος, Σεραφεὶμ Ἱεράρχα, Μαρτύρων ὑπῆλθες τὰ παλαίσματα, τῷ ἐπὶ πάντων κραυγάζων Θεῷ· Ἅγιος εἶ Κύριε.
στης πρὸ βημάτων, παρανόμων ἀνδρείῳ φρονήματι ἀνακηρύττων τοῦ Σωτῆρος, τὴν σωτήριον χάριν, σαρκὸς ἀφειδήσας ἱερώτατε, μαστιζομένης σφοδρῶς Σεραφείμ, δι’ ἀγάπην ἔνθεον.
χνεσι τῶν πάλαι, ἐπιβαίνων Μαρτύρων μακάριε, τούτων τὸν ζῆλον ἐμιμήσω, θεολήπτῳ καρδίᾳ· ἐντεῦθεν ὑπέστης καρτερώτατα, τὴν τῆς ῥινὸς ἐκτομὴν Σεραφείμ, καὶ εἱρκτῆς τὴν κάθειρξιν.
Θεοτοκίον.
Μυροθήκη ὤφθης, τὸ οὐράνιον μύρον πηγάσασα, τὸ ζωηῤρῥύτου εὐωδίας, πᾶσαν κτίσιν πληρῶσαν· διὸ τὴν δυσώδη μου διάνοιαν, τῇ εὐωδίᾳ τῆς Σῆς ἀρωγῆς, Κόρη ἀποκάθαρον.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀθλήσας ἀνδρικῶς, Σεραφεὶμ Ἱεράρχα, καθεῖλες τοῦ ἐχθροῦ, τὸ μαινόμενον θράσος, καὶ δήμοις συνηρίθμησαι, Ἀσωμάτων δυνάμεων, βλύζων πάντοτε, τῶν ἰαμάτων τὴν χάριν, τοῖς προστρέχουσι, τῇ παναγίᾳ σου κάρᾳ, καὶ σὲ μακαρίζουσι.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Τεχθῆναι ἐξ ἁγνῆς, καὶ ἀχράντου Παρθένου, προέρχεται σαρκί, ὁ τῶν ὅλων Δεσπότης· Αὐτοῦ τὴν ἀγαθότητα, προσκυνήσωμεν κράζοντες· πῶς ὑμνήσωμεν, τὴν ὑπὲρ νοῦν Σου πτωχείαν, Σῶτερ εὔσπλαγχνε, δι’ ἧς ἐπλούτησας κόσμον, θεώσας τὸν ἄνθρωπον;

ᾨδὴ δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.
μνεις τὸν Δεσπότην τοῦ παντός, Ἱερομάρτυς ἔνδοξε, φέρων τὰ θεῖα τούτου στίγματα, τῷ σώματί σου στεῤῥῶς, ἀνενδότῳ καρδίᾳ, ἔνδον ἐν εἱρκτῇ ἐγκεκλεισμένος, καὶ ἔψαλλες ἐν χαρᾷ· δόξα τῇ δυνάμει Σου Κύριε.
Μέγας ἐν τοῖς Μάρτυσιν ὀφθείς, μεγάλοις ἀριστεύμασι, τῆς στεῤῥοτάτης σου ἀθλήσεως, μεγάλων παρὰ Θεοῦ, δωρεῶν ἠξίωσαι· ὅθεν καὶ μεγάλων θαυμασίων, τὴν δύναμιν ἐφαπλοῖς, τοῖς εἰλικρινῶς σοι προστρέχουσι.
Νέος ἑωσφόρος φαεινός, τῇ Ἐκκλησίᾳ πέφηνας, ἱεραρχίᾳ σεμνυνόμενος, καὶ ἄθλοις μαρτυρικοῖς, λάμψας παμμακάριστε, ὡς Ἱερομάρτυς θεοφόρος, καὶ αἴγλῃ σῶν ἀρετῶν, νέμων φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον.
ρος τοῦ Θεοῦ περιφανές, καὶ πῖον καὶ κατάσκιον, ταῖς δωρεαῖς τῆς παρθενίας Σου, καὶ χάρισι πολλαπλαῖς, τοῦ Ἁγίου Πνεύματος, ὤφθης ὥς φασιν οἱ θεηγόροι, τεκοῦσαν ὑπερφυῶς, Κόρη τὸν Δεσπότην τοῦ σύμπαντος.

ᾨδὴ ε΄. Θεὸς ὢν εἰρήνης.
Σθένει οὐρανίῳ, σοφὲ Σεραφείμ, ὑπερεῖδες τῶν πόνων τοῦ σώματος, τὴν ἄπονον σκοπούμενος, λῆξιν ἐν οὐρανοῖς· διὸ καὶ τῶν μαστίγων, ὑπέστης τὰς ὀδύνας, καὶ τῇ λαμπρᾷ ἐνστάσει σου, τὴν ἀνομίαν κατεμάστιξας.
Τμηθείς σου τὴν ῥῖνα, τῆς πλάνης σοφέ, τὸ μαινόμενον θράσος ἀπέτεμες, καὶ θεοφθόγγοις λόγοις σου, διήλεγξας σοφῶς, ὡς θεῖος Ἱεράρχης, τὴν τῶν ἀντικειμένων, πᾶσαν τὴν δυσσέβειαν, Ἱερομάρτυς ἀξιάγαστε.
πῶς καθυπέστης, γενναίᾳ ψυχῇ, καὶ ἀνδρείῳ φρονήματι Ἅγιε, δεινῶς πασσαλευόμενος, ὀδύνας τὰς πικράς; ὡς θαυμαστὴ ὡράθη, ἡ ἄτρεπτός σου στάσις, Ἱερομάρτυς ἔνδοξε! Διὸ ἀξίως τεθαυμάστωσαι.
Θεοτοκίον.
Φανεῖσα Ἀγγέλων, ὡς Μήτηρ Θεοῦ, ἀσυγκρίτως ἁγνὴ ὑπερέχουσα, ὑπέρτερον ἀνάδειξον, γηΐνων ἐννοιῶν, τὸν νοῦν μου Θεοτόκε, τῇ Σῇ ἐπιστασίᾳ, καὶ πρὸς τὸ φῶς με ἴθυνον, τῆς μετανοίας τὸν ἱκέτην Σου.

ᾨδὴ στ΄. Σπλάγχνων Ἰωνᾶν.
θλησιν στεῤῥάν, νομίμως ἠγώνισαι, σοφὲ Σεραφείμ, ὑστέροις ἔτεσι, καὶ ἰσότιμος, τῶν Μαρτύρων τῶν πάλαι γενόμενος, ἀναβλύζεις, ἰαμάτων χάριν ἄφθονον, ὡς Ἱερομάρτυς θεοδόξαστος, τοῖς προστρέχουσι Πάτερ τῇ σκέπῃ Σου.
Νόσων χαλεπῶν, σβεννύει τοὺς ἄνθρακας, ἡ κάρα ἡ σή, τῇ θείᾳ χάριτι, ῥῶσιν ἄμισθον, χορηγοῦσα σοφὲ τοῖς προστρέχουσι· διὰ τοῦτο, ὡς ἐν θαύμασί σε μέγιστον Πάτερ, καὶ προστάτην ἑτοιμότατον, οἱ πιστοὶ Σεραφεὶμ μακαρίζομεν.
γραφα ἡ σή, πατρὶς καὶ Φανάριον, σοφὲ Σεραφείμ, ἡ σεπτὴ ποίμνη σου, ἐπαγάλλονται, τῇ πλουσίᾳ σου χάριτι Ἅγιε, σὺν αὐτοῖς δέ, καὶ Ἑλλὰς πᾶσα γεραίρει σε, νόσων λοιμικῶν καὶ θλίψεων, λυτρουμένη θεόφρον τῇ κάρᾳ σου.
Θεοτοκίον.
ῶσίν μοι ψυχῆς, καὶ ἴασιν σώματος, καὶ φῶς τῷ νοΐ, πρὸς βίον κρείττονα, δὸς πανάχραντε, τῷ πρὸς Σὲ ἀφορῶντι ἐκ πίστεως, καὶ τὴν λύσιν, τῶν πταισμάτων μου πρυτάνευσον, ἵνα θεαρέστως Δέσποινα, διανύσω ζωῆς τὸ ὑπόλοιπον.





Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἱεράρχης ὅσιος, γεγενημένος θεόφρον, μαρτυρίου ἤνυσας, γενναιοφρόνως τοὺς ἄθλων· χαίρων γάρ, τὸν ἐν πασσάλῳ θάνατον φέρεις· ὅθεν σε, ὁ Ζωοδότης λαμπρῶς δοξάσας, Σεραφεὶμ Ἱερομάρτυς, πηγὴν θαυμάτων, κόσμῳ σε δείκνυσι.
Ὁ Οἶκος.
Ἐκ παιδὸς τῷ Χριστῷ ἀναθέμενος, σεαυτὸν Σεραφεὶμ ἱερώτατε, ἀρετῶν ἐν ἀσκήσει διέπρεψας, καὶ φωτὸς οὐρανίου πεπλήρωσαι, ἀνακαθάρος σου τὸν νοῦν, πάσης κηλῖδος γεηρῶν, καὶ σχέσεως ματαίας· καὶ τῇ ἐκλογῇ τοῦ κρείττονος, Ἱεράρχης θεῖος προβληθείς, τὴν ἐν Φαναρίῳ Ἐκκλησίαν τοῦ Θεοῦ, θεαρέστως ἐποίμανας, τύπον καλῶν ἔργων τῷ ποιμνίῳ σαυτὸν παραστήσας, καὶ θείῳ λόγῳ διατρέφων τῶν πιστῶν τὰς καρδίας· καὶ τὸ ἀνοιγέν σοι τοῦ μαρτυρίου στάδιον ἀκαταπλήκτως ἀνύσας, τῶν ἀντικειμένων τὰς φρένας κατέπληξας, ἀθλητικῷ παραστήματι, καὶ στεῤῥοτάτῃ ψυχῇ· τῶν ἀλγηδόνων γὰρ τὴν ἐπαγωγήν, ὡς ἄλλου πάσχοντος ὑπέμεινας, καὶ τὸν ἐν πασσάλῳ πολυώδυνον θάνατον· ἔνθεν ὁ τῆς δόξης Κύριος λαμπρῶς σε δοξάσας, πηγὴν θαυμάτων τῷ κόσμῳ σὲ δείκνυσι.

Συναξάριον
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Σεραφείμ, ὁ Φαναρίου ἐπίσκοπος, ὁ μαρτυρήσας ἐν ἔτει 1601, σούβλῃ διαπαρεὶς τελειοῦται.
Ὁ γῆς Σεραφεὶμ Θετταλῶν φὺς ὡς κλάδος,
Θεῷ Λόγῳ πρόσεισι ῥείθροις αἱμάτων.
Πασσάλῳ Σεραφεὶμ ἐσθλὸν ἀμφὶ τετάρτην μόρος εἷλε.
Οὗτος, ἤκμασε περὶ τὰ τέλη τοῦ δεκάτου ἕκτου καὶ ἐν ἀρχῇ τοῦ δεκάτου ἑβδόμου αἰῶνος. Ὥρμητο ἐκ χώρας Ἀγράφων, τῆς δευτέρας Θετταλίας, γεννηθεὶς ἔν τινι χωρίῳ, ᾧ ἡ κλῆσις Μπεζήλα, ἐκ γονέων εὐσεβῶν, παρ’ ὧν καλῶς ἀνήχθη ἐν φόβῳ Θεοῦ, καὶ ἤθεσι σεμνοῖς. Θείῳ δὲ τρωθεὶς πόθῳ, ἐκ νεαρᾶς ἡλικίας ἠκολούθησε Χριστῷ, γενόμενος μοναχός, ἐν τῇ ἐκεῖσε Μονῇ, τῇ καλουμένῃ τῆς Κορώνης, ἐν ᾗ ὁσίως διαπρέψας καὶ εὐδοκιμήσας, τῇ κατὰ Χριστὸν ζωῇ, θείῳ ψήφῳ ἐγένετο ἀρχιερεὺς καὶ ποιμὴν κατέστη τῆς ἐν Φαναρίῳ καὶ Νεοχωρίῳ Ἐκκλησίας τοῦ Θεοῦ. Καὶ ἧν θεοφιλῶς ποιμαίνων καὶ διάγων τὴν λαχοῦσαν αὐτῷ ποίμνην, ὅτε, φθόνῳ τοῦ τοῖς καλοῖς βασκαίνοντος ἐχθροῦ, συλληφθεὶς ὑπὸ τῶν κρατούντων Ἀγαρηνῶν, ὡς στασιάζων τάχα κατ’ αὐτῶν, ποικίλαις ὑπεβλήθη τιμωρίαις καὶ ποιναῖς, ἵνα τὴν πρὸς Χριστὸν πίστιν ἀρνήσηται, ἐπαγωγὴν γὰρ ἐπαλλήλως σκληρῶν ἤνεγκε ῥαβδισμῶν καὶ μαστιγώσεων, τομὴν ῥινός, εἱρκτῆς κάθειρξιν, ἐπίθεσιν ἐπὶ τῆς γαστρὸς λίθου βαρυτάτου, καὶ ἐν πᾶσιν ἄτρεπτος, ἐν ἀπτοήτῳ φρονήματι φανείς, καὶ τὴν τῆς εὐσεβείας καλὴν ὁμολογίαν διατόρων ὁμολογῶν καὶ κηρύττων, τέλος ὑπέστη, τυραννικῇ ἀπηνείᾳ καὶ ὡμότητι, τὸν δι’ ἀνασκολοπισμοῦ πολυώδυνον θάνατον, καὶ συνηριθμήθη τοῖς ἀπ’ αἰῶνος Ἁγίοις Ἱεράρχαις καὶ Μάρτυσιν, ὡς εὐκλεὴς Ἱερομάρτυς, μέγας θαυματουργός, πρὸς Χριστοῦ ἀναδειχθείς.
Ἡ γὰρ σεπτὴ αὐτοῦ Κάρα, Ἁγίῳ Πνεύματι χαριτωθεῖσα, ἀενάως βλυστάνει τὰ ἰάματα τοῖς εὐλαβῶς προσιοῦσιν, ἀσθενείας παύουσα δεινάς, καὶ πᾶσαν ἀῤῥωστίαν, καὶ ἐξαιρέτως τὴν πανώλεθρον καὶ βροτολοιγὸν πανώλην, ἣν πάραυτα ἐκποδὼν ποιεῖται, ἅμα τῇ ἐμφανίσει αὐτῆς. Ταύτην δὲ τὴν τρισόλβιον Κάραν, θησαυρίζει ἡ τῆς Κορώνης εὐαγὴς Μονή. Οὕτω γὰρ δοξάζει Χριστός, τοὺς Αὐτὸν δοξάζοντας. Ἐγένετο δὲ ἡ μαρτυρία αὐτοῦ, ἐν ἔτει σωτηρίῳ 1601, τῇ Δ΄ Δεκεμβρίου μηνός.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἄθλησις τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας.
Ξίφει πατὴρ θύσας σε, Μάρτυς Βαρβάρα,
Ὑπῆρξεν ἄλλος Ἀβραὰμ διαβόλου.
 Αὕτη ὑπῆρχεν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, τῶν ἀφ’ ἡλίου ἀνατολῶν, θυγάτηρ Διοσκόρου τινὸς Ἕλληνος, ἐν ὑψηλῷ πύργῳ παρὰ τοῦ πατρὸς φυλαττομένη, διὰ τὴν ἐπανθοῦσαν αὐτῇ σωματικὴν ὡραιότητα. Παρθένος δὲ οὖσα, καὶ τὸν Χριστὸν σεβομένη, οὐ διέλαθε τὸν πατέρα. Γνοὺς γὰρ τὰ κατ’ αὐτήν, ἐξ ὧν ἐκεῖνος μέν, ἐπὶ τῷ οἰκοδομουμένῳ λουτρῷ παρ’ αὐτοῦ, δύο θυρίδας εἶπε γενέσθαι, ἡ δὲ προσέταξε τρεῖς, καὶ τὴν αἰτίαν ἐρωτηθεῖσαν· Ἐπ’ ὀνόματι, ἔφη, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ταῦτα ἀκούσας ἐκεῖνος, εὐθὺς ὥρμησε τῷ ἰδίῳ ξίφει ἀνελεῖν αὐτήν. Ἐκφυγούσης δὲ αὐτῆς, καὶ εἰς διαιρεθεῖσαν πέτραν ὑπεισελθούσης, ἐπεὶ καταδίωκων αὐτὴν ὁ πατὴρ εὗρε, τῶν τριχῶν ἀψάμενος αὐτῆς, παρέδωκεν αὐτὴν τῷ τῆς χώρας ἡγεμόνι. Οὗ κατ’ ἐνώπιον ὁμολογήσασα τὸν Χριστόν, καὶ τὰ εἴδωλα καθυβρίσασα, τύπτεται δεινῶς, τὰς σάρκας ξέεται, τὰς πλευρὰς κατακαίεται, καὶ σφαίραις κατὰ κεφαλῆς παίεται. Εἶτα, τὴν πόλιν γυμνὴ περιάγεται, καὶ τύπτεται, καὶ τὴν διὰ ξίφους δέχεται τελευτήν, αὐτοῦ τοῦ ἰδίου πατρὸς ταῖς οἰκείαις χερσίν, ἀνελόντος, ὃς καὶ λέγεται, μετὰ τὴν ταύτης σφαγήν, ἐκ τοῦ ὄρους κατερχόμενος, κεραυνῷ βληθῆναι, καὶ τὴν ψυχὴν ἀποῤῥῆξαι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Πλήσας μελῶν γῆν ἡδέων Ἰωάννης,
Κἂν οὐρανοῖς ἄνεισι συνθεῖναι μέλη.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ Ἰσαύρου, καὶ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ, ἐκ Δαμασκοῦ τῆς πόλεως, ἐκ γένους περιφανοῦς, καὶ τῇ ὀρθοδόξῳ διαπρέποντος πίστει. Τυχὼν δὲ καὶ φιλαρέτου πατρός, ἐπαιδεύθη πᾶσαν τὴν ἑλληνικὴν παίδευσιν, καὶ τὸν βυθὸν τῆς θεοπνεύστου Γραφῆς καλῶς ἐξηρεύνησε. Τὸν μονήρη δὲ βίον μετὰ Κοσμᾶ τοῦ μακαριωτάτου, τοῦ συνανατραφέντος αὐτῶ, γεγονότος δὲ ὕστερον Ἐπισκόπου Μαϊουμᾶ, ὑπῆλθεν. Οὗτοι οὖν ἄμφω παρ’ ἑνὸς διδασκάλου ἐξεπαίδευθησαν, Κοσμᾶ κἀκείνου τοὔνομα, καὶ Ἀσηκρίτης ἐπιλεγομένου, ἐξωνηθέντος παρὰ τοῦ πατρὸς αὐτοῦ μετὰ καὶ ἑτέρων αἰχμαλώτων. Εἰς ἄκρον δὲ σοφίας ἐληλακότες, τοιούτου διδασκάλου τυχόντες, εἶτα γενόμενοι Μοναχοί, ἐσχόλαζον ἀμφότεροι Θεῷ.
  δὲ Ἰωάννης, τῷ προεστῶτι τῆς Μονῆς τοῦ Ἁγίου Σάββα ἰδίως παραδοθείς, τὴν μακαρίαν ὑπακοὴν ὑπαὐτοῦ ἐδιδάσκετο, καὶ ἐμφανισθῆναι κατὄναρ τὴν Ὑπεραγίαν Θεοτόκον λέγεται, καὶ εἰπεῖν (ἐν ὅσῳ εἰσέτι Ἰωάννης συνῆν τῷ διδασκάλῳ), μᾶλλον ἐντείλασθαι αὐτῷ, ἐπιτρέψαι τῷ αὐτοῦ μαθητῇ Ἰωάννῃ ὕμνους συνθεῖναι, εἰς δόξαν τοῦ ἐξ αὐτῆς τεχθέντος ἀσπόρως, καὶ καύχημα τῶν ἐκ μέσης καρδίας ὀφειλόντων ταύτην γεραίρειν, δὴ καὶ πεποίηκε, τὴν ὑπόθεσιν ταύτην λογογραφίᾳ θέμενος.
Ἐπίσης οὖν τὴν ἄσκησιν μετελθόντες, μὲν μακάριος Κοσμᾶς, πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ καταλελοιπώς, ἐν εἰρήνῃ ἀνεπαύσατο. δὲ ἀοίδιμος Ἰωάννης, καὶ αὐτὸς τὰ ὅμοια καὶ πλεῖστα διαπραξάμενος, καὶ τῇ τῶν λόγων αὐτοῦ δυνάμει, καὶ τῶν Γραφῶν σοφαῖς ἀποδείξεσι, πλεῖστα στηλιτεύσας τὴν δυσσεβῆ τῶν Εἰκονομάχων αἵρεσιν, καὶ πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταλελοιπώς, διὧν σχεδὸν παντὸς τοῦ ζητουμένου γνῶσις ἐναργὴς εὑρίσκεται, ἐν γήρᾳ πίονι καταλύει τὸν βίον, ζήσας ἔτη ἑκατὸν πρὸς τοῖς τέσσαρσι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Χριστόδουλος καὶ Χριστοδούλη ξίφει τελειοῦνται.
Συνωνυμών σοι, παρθένε Χριστοδούλη,
Ὁ Χριστόδουλος, καὶ συναθλεῖ σοι ξίφει.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου, Ἐπισκόπου Πολυβότου, τοῦ θαυματουργοῦ.
Ἐπισκοπὴν γῆς ἐκλιπὼν Ἰωάννης,
Ἐπισκοποῦντος πάντα τέρπεται θέᾳ,
 Οὗτος νέος ὢν ἤδη, τρυφὰς ἐμίσει καὶ ἡδονάς, νηστείᾳ δὲ μᾶλλον καὶ σωφροσύνῃ τὸν ἑαυτοῦ κατεκόσμει βίον. Ὅθεν καὶ Ἐπίσκοπος Πολυβότου χειροτονεῖται, πρότερον τοὺς ἐκκλησιαστικοὺς βαθμούς, διελθών. Ἤδη δὲ προστασίαν λαοῦ ἐμπιστευθείς, ἀγῶνας ἀγῶσι προστέθεικε, κόποις τε κόπους. Ἐπεὶ δὲ Λέων ὁ Ἴσαυρος, ἀναξίως τῶν σκήπτρων τῆς βασιλείας ἐδράξατο, καὶ κατὰ τῶν Ἁγίων Εἰκόνων βλασφημεῖν ἐπεχείρησεν, οὗτος ὁ ἱερὸς ἀνὴρ ἰσχυρῶς ἤλεγξεν αὐτοῦ τὴν ἀσέβειαν, εἶτα πρὸς τὸ ποίμνιον αὐτοῦ, τὴν πίστιν ἐξηκριβώσατο, τοὺς δὲ Ἀγαρηνούς, τοὺς τὸ Ἀμόριον κατοικοῦντας, θεηλάτως πλήξας, τοὺς Χριστιανούς, οὓς εἶχον αἰχμαλώτους, ἀποχαρίσασθαι αὐτῷ παρεσκεύασε. Καὶ τὸ σῶμα τὸ ἴδιον εἰσέτι καὶ νῦν ἄφθαρτον διετήρησε. Καὶ κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν ἀνίστωσιν αὐτόν, καὶ τὴν ἀρχιερατικὴν στολὴν ἐνδύουσι, καὶ τῇ θείᾳ τραπέζῃ προσερείδουσι, καὶ οὕτως ἵσταται ὄρθιος, καὶ ἐν τῷ συνθρόνῳ ἀναβιβάζουσι, καὶ ὑπὸ δύο στηριζόμενος, διὰ πάσης ἄπτωτος τῆς ἱερᾶς μυσταγωγίας ἵσταται. Τὰ δ’ ἄλλα, ὅσους δαιμονῶντας θεραπεύει, καὶ νόσους ἑτέρας, ἀδύνατόν ἐστιν ἡμῖν γραφῇ παραδοῦναι.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἰουλιανὴ ξίφει τελειοῦται.
Ἰουλιανὴν ὡς περιστερὰν δέχου,
Εἰμὴ τάχει τέμνοιτο, τρίζουσαν Λόγε.
  
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Δώδεκα Προφητῶν, ἐν τῇ τῶν Ἱεροσολύμων Ἁγίᾳ Ἐκκλησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κασσιανοῦ, τοῦ ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δαμάσου τοῦ Α΄, Πάπα Ῥώμης, τοῦ Πορτογάλου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ παῖδες εὐσέβειᾳ.
έρευσας θεόφρον ἰσαγγέλως, τῷ Θεῷ καὶ Κτίστῃ σου τῷ σὲ δοξάσαντι, καὶ θῦμα σεαυτὸν ἄμωμον ἔθυσας, μαρτυρίου ἀριστεύσας τοῖς παλαίσμασι, θαυματοφόρε σοφὲ Ἱερομάρτυς.
Οὐδόλως ἐπτοήθης τῶν ἀπίστων, ἀπειλὰς καὶ θάνατον τὸν πολυώδυνον· ἀλλ’ ἔστης πιστῶς πασσακιζόμενος, καὶ συντρίβων τοῦ ἐχθροῦ τὰ μηχανήματα, τῇ θαυμαστῇ καρτερίᾳ τῆς ψυχῆς σου.
πήρξας Ἱεράρχης θεοφόρος, καὶ ἐν ἄθλοις Μάρτυς ὤφθης ἐνθεώτατος, διπλοῦν ἐκομίσω καὶ τὸν στέφανον, καὶ θαυμάτων οὐρανόθεν τὴν ἐνέργειαν, θαυματουργὲ Σεραφεὶμ Ἱερομάρτυς.
Θεοτοκίον.
Γαλήνην καὶ εἰρήνην τῇ ψυχῇ μου, τῇ δεινῶς χειμαζομένῃ ἐν τοῖς πάθεσι, παράσχου ἁγνὴ τῇ Σῇ χρηστότητι, καὶ ἐχθροῦ τὰ κατ’ ἐμοῦ σύντριψον σκάνδαλα, ὡς προστασία ἡμῶν σωτηριώδης.


ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.
τρωσας τῶν ἀσεβούντων τὰς καρδίας, ταῖς βολαῖς τῶν θείων σου ἄθλων· σὺ γὰρ ὥσπερ ἄσαρκος ἐναθλήσας, ἐχθρῶν ἀσάρκων τὰς φάλαγγας, καθεῖλες οὐρανίῳ ῥοπῇ, σοφὲ Σεραφεὶμ καὶ ἀνεκραύγαζες· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
είθροις τῶν ἁγίων σου αἱμάτων Πάτερ, τὴν σεπτήν σου στολὴν πορφυρώσας, λαμπροτέραν ἔδειξας Ἱεράρχα, καὶ ταύτην ἀμφιεσάμενος, ἐν δόξῃ εἰς τὸν ἄνω Ναόν, εἰσῆλθες Θεῶ ψάλλων γηθόμενος· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
νωθεν μὴ διαλίπῃς ἐποπτεύων, τοὺς προστάτην σε Πάτερ πλουτοῦντας, καὶ τὴν θείαν κάραν σου κεκτημένους, ὡς ἅγιον θησαύρισμα, ἀεὶ ἁγιασμὸν ἀληθῆ, τοῖς μέλπουσιν Ἅγιε παρέχουσαν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σκήνωμα ἡγιασμένον Παναγία, τοῦ Θεοῦ ἀληθῶς ἀνεδείχθης· σάρκα γὰρ λαβὼν ἐκ τῶν Σῶν αἱμάτων, ὁ πάντα συστησάμενος, προῆλθεν ἐκ γαστρός Σου ἁγνή, καὶ ἔσωσε Κόρη τοὺς κραυγάζοντας· εὐλογοῦμέν Σε ἀειπάρθενε Δέσποινα, καὶ ὑπερυψοῦμεν, τὴν ἄφραστόν Σου δόξαν.

ᾨδὴ θ΄. Μυστήριον ξένον.
άσεις παρέχει, ἡ πάντιμον κάρα σου, δοξασθεῖσα χάριτι, Πάτερ τοῦ Παρακλήτου πλουσίως· ἐν ᾗ προσιόντες, λαμβάνομεν ἴασιν καὶ λύτρωσιν, σοφὲ Σεραφείμ, ὑμνολογοῦντες τοὺς ἀγῶνάς σου.
Μαρτύρων τῆς δόξης, ὡς Μάρτυς περίδοξος, Ἱεράρχα ἔνδοξε, ὄντως ἐν οὐρανοῖς συμμετέσχες, καὶ βλέπεις ἀμέσως, Χριστοῦ τὴν ὑπέρφωτον λαμπρότητα, σοφὲ Σεραφείμ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.
Οὐράνιον εὗρες, χαρὰν καὶ ἀνώλεθρον, ἀντὶ τῶν καμάτων σου, καὶ πόνων ὧν παμμάκαρ ὑπέστης, ἐν ᾗ ἀπολαύων, τοῦ ξύλου ζωῆς ἡμῶν μνημόνευε, σοφὲ Σεραφείμ, τῶν εὐλαβῶς ἀνευφημούντων σε.
Θεοτοκίον.
ψίστου καθέδρα, καὶ θρόνε πυρίμορφε, Παναγία Δέσποινα, ἐκ λάκκου παθῶν ἀπωλείας, τῇ Σῇ εὐσπλαγχνίᾳ, τὸν νοῦν μου πρὸς ἔρωτα ἀνύψωσον, ζωῆς καθαρᾶς, ἵνα σωθεὶς ὑμνῶ Σε ἄχραντε.








Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἱεραρχίας ἔνδυμα, ταῖς βαφαῖς τῶν αἱμάτων, λαμπρότερον ἐτέλεσας, ἐναθλήσας νομίμως, Ἱερομάρτυς θεόφρον, Ἐκκλησίας ὁ στύλος· διὸ καὶ εἰσελήλυθας, εἰς ἁγίων τὰ ἅγια Σεραφείμ, καὶ Χριστῷ προσφέρεις ἀκαταπαύστως, ὡς Ἱεράρχης ὅσιος, ὑπὲρ πάντων δεήσεις.
Θεοτοκίον.
Ἀνερμηνεύτως τέτοκας, ἐν μορφῇ τῇ βροτείᾳ, τὸν ἐν μορφῇ ὑπάρχοντα, τοῦ Θεοῦ Θεὸν Λόγον, δίχα τροπῆς Θεοτόκε, ἀναπλάττοντα κόσμον. Αὐτὸν οὖν ἐκδυσώπησον, δοῦναι λύσιν πταισμάτων καὶ φωτισμόν, καὶ εἰρήνην πᾶσι τοῖς ἀνυμνοῦσι, τὸ ὑπὲρ νοῦν μυστήριον, τῆς Σῆς κυοφορίας.

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς κλεινὸν Ἱεράρχην σε, καὶ στεῤῥότατον Μάρτυρα, Σεραφεὶμ μακάριε μακαρίζομεν· ὅτι πιστῶς ἱεράτευσας, Χριστῷ τῷ παντάνακτι, καὶ τὰ στίγματα αὐτοῦ, τῇ σαρκί σου ἐβάστασας, καὶ κατήσχυνας, τῇ στεῤῥᾷ σου ἀθλήσει τὴν ἀπάτην, καὶ λαμπρῶς ἐμεγαλύνθης, ταῖς τῶν θαυμάτων δυνάμεσι.

Ὡς λαμπρῶς ὡμολόγησας, τὸν Σωτῆρα καὶ Κύριον, τῶν ἀπίστων ᾔσχυνας τὰ βουλεύματα, καὶ τὸν ἐπώδυνον θάνατον, ἀνδρείως ὑπέμεινας, ἀπηνῶς πασσακισθείς, καὶ τοῖς πᾶσιν ὑπέδειξας, τὴν ἀήττητον, εὐσεβείας ἰσχὺν τῇ σῇ ἐνστάσει, θριαμβεύουσαν εἰς δόξαν, ὦ Σεραφεὶμ τοῦ Θεοῦ ἡμῶν.

Τῶν Ἀγράφων τὸ βλάστημα, Φαναρίου τὸν πρόεδρον, τῶν πιστῶν τὸν μέγιστον ἀντιλήπτορα, τῆς Ἐκκλησίας νεόδμητον, στήριγμα καὶ καύχημα, καὶ ὑπέρμαχον θερμόν, τὴν πηγὴν τὴν πηγάζουσαν, ὥσπερ νάματα, ἰαμάτων τὴν χάριν τοῖς αἰτοῦσι, Σεραφεὶμ τὸν τοῦ Κυρίου, Ἱερομάρτυρα μέλψωμεν.

Ὡς ἁγίασμα ἔνθεον, καὶ πολύτιμον δώρημα, τὴν ἁγίαν κάραν σου καὶ ὑπέρτιμον, Ἱερομάρτυς κτησάμενοι, ἐκ ταύτης λαμβάνομεν, προσερχόμενοι πιστῶς, τῆς ψυχῆς καὶ τοῦ σώματος, τὰ ἰάματα, καὶ λυτρούμεθα νόσων βαρυτάτων, τῇ ἐκ ταύτης προϊούσῃ, ὦ Σεραφεὶμ θείᾳ χάριτι.







Δόξα. Ἦχος πλ. α΄.
Ἱερατεύσας ὁσίως, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ὑπὲρ αὐτῆς τὴν ζωήν σου τέθεικας, προθύμως Ἅγιε· τὸ γὰρ ποτήριον Κυρίου, ὃ πάλαι ἐπεθύμεις, τὸν θάνατον αὐτοῦ ζηλώσας, μαρτυρικῶς ἀγωνισάμενος, ἐν εὐφροσύνῃ πέπωκας· καὶ καλῶς τελέσας τὸν ἀγῶνα, τῆς ἀφθαρσίας ἐκομίσω τὸ διάδημα, τῶν σῶν πόνων ἀπολαβὼν τὰ ἔπαθλα. Ἀλλ’ ὦ Ἱερομάρτυς ἔνδοξε, Σεραφεὶμ Πατὴρ ἡμῶν, τῇ Ἁγίᾳ Τριάδι πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρίσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς Μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε Κεχαριτωμένη, μετὰ Σοῦ ὁ Κύριος, καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ὁ τοῦ Φαναρίου θεῖος ποιμήν, ὁ στεῤῥῶς ἀθλήσας, δι’ ἀγάπην τοῦ Ἰησοῦ, Σεραφεὶμ ὁ μέγας, ὑμνείσθω παρὰ πάντων· τοῖς πᾶσι γὰρ παρέχει, χάριν σωτήριον.





















ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένος τῶν θαυμάτων τὴν χάριν, Ἱερομάρτυς Σεραφεὶμ θεοφόρε, τοῖς ἐν ἀνάγκαις βοηθεῖς ἑκάστοτε· ὅθεν ἡμᾶς λύτρωσαι, συμφορῶν καὶ κινδύνων, καὶ τῆς πικρᾶς μάστιγος, λοιμικῶν νοσημάτων· σὺ γὰρ προστάτης μέγιστος ἡμῶν· διὸ τῇ θείᾳ σου, κάρᾳ προσπίπτομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σεραφείμ, δέχου ἡμῶν δεήσεις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Συνέχομαι κλύδωνι χαλεπῷ, παθῶν ἀκαθάρτων, ὧν με λύτρωσαι τῆς φθορᾶς, τῇ σῇ ὀξυτάτῃ ἀντιλήψει, θαυματουργὲ Σεραφεὶμ ἱκετεύω σε.
Ἐν πόνοις σε ἔχοντες ἰατρόν, καὶ ἐν τοῖς κινδύνοις, ἑτοιμότατον βοηθόν, πάσης ἐκλυτρούμεθα ἀνάγκης, θαυματουργὲ Σεραφεὶμ τῇ πρεσβείᾳ σου.
Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, καὶ νόσου καὶ βλάβης, καθικέτευε Σεραφείμ, τὸν σὲ θαυμαστώσαντα Δεσπότην, καὶ τῶν πταισμάτων διδόναι μοι ἄφεσιν.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα μετὰ σαρκός, τὸν ἄναρχον Λόγον, ἐξ αἱμάτων Σου τῶν ἁγνῶν, ἁγνόν με συντήρει Θεοτόκε, καὶ τῇ ψυχῇ καὶ τῷ σώματι δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγῆ ὡς ἀστέρα ἀρτιφανῶς λάμψαντα, ἄθλοις μαρτυρίου σε Πάτερ, καταπλουτήσαντες, σκότους τῶν θλίψεων, τῇ πρὸς Θεόν σου πρεσβείᾳ, Σεραφεὶμ λυτρούμεθα, ὑμνολογοῦντές σε.
Ἐκ πηγῶν οὐρανίων ἡ θαυμαστὴ κάρα σου, ἐπαρδευομένη ἀΰλως, βλύζει τοῖς χρήζουσι, χύδην τὰς χάριτας, φθοροποιῶν νοσημάτων, Σεραφεὶμ ξηραίνουσα, ἅπαντα βόρβορον.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν παθῶν λύτρωσιν, καὶ δυσχερειῶν τῶν ἐν βίῳ, λύσιν ἑκάστοτε· σὲ γὰ κεκτήμεθα, πρὸς τὸν Θεὸν μέγαν πρέσβυν, Σεραφεὶμ τὴν χάριν σου, ἐπιβοώμενοι.
Θεοτοκίον.
Μητρικαῖς Σου πρεσβείαις πρὸς τὸν ἐκ Σοῦ λάμψαντα, Κεχαριτωμένη Παρθένε, ὑπὲρ κατάληψιν, δίδου ἑκάστοτε, χαρὰν καὶ φῶς καὶ εἰρήνην, τοῖς ὡς Θεοτόκον Σε, ἁγνὴν δοξάζουσιν.
Διάσωσον, Ἱερομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ βοηθὸς ἐν θλίψεσιν, ἐδόθης ἡμῖν, παρὰ Θεοῦ μακάριε· διὸ ἡμᾶς φύλαττε, ἀσινεῖς ἀπὸ πάσης κακώσεως, Σεραφεὶμ καὶ ἐκ πάσης πληγῆς, τοὺς μέλποντας Πάτερ τοὺς ἀγῶνάς σου.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεῶν τῶν τοῦ Πνεύματος, Σεραφεὶμ πηγάζων χάριν τὴν ἄφθονον, θεραπεύεις τὰ νοσήματα, καὶ ὑγείαν νέμεις τοῖς αἰτοῦσί σε.
Ἱλαρῷ Πάτερ ὄμματι, ἴδε ἀοράτως τοὺς καταφεύγοντας, Σεραφεὶμ τῇ προστασίᾳ σου, καὶ παράσχου τούτοις τὰ αἰτήματα.
Χαλεπῶν περιστάσεων, καὶ ἀλλεπαλλήλων πόνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Σεραφεὶμ ὡς θεῖος ἡμῶν ἔφορος.
Θεοτοκίον.
Ὀδυνώμενον ῥῦσαί με, συνοχῆς Παρθένε τῆς ἐπελθούσης μοι, καὶ γαλήνην τῇ καρδίᾳ μου, δίδου Θεοτόκε ἱκετεύω Σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕπερθεν ἡμᾶς, ἐποπτεύοις Πάτερ ἵλεως, Σεραφεὶμ θαυματουργὲ ἀποσοβών, ἀφ’ ἡμῶν τοῦ πολεμίου τὰ βουλεύματα.
Ἤθλησας στεῤῥῶς, καὶ θαυμάτων χάριν εἴληφας, καὶ παρέχεις Σεραφεὶμ θαυματουργέ, τοῖς αἰτοῦσι τὰς αἰτήσεις συμπαθέστατα.
Μέγας ἀρωγός, καὶ προστάτης καὶ ὑπέρμαχος, ἀνεδείχθης Σεραφεὶμ θαυματουργέ, τοῖς ἐν πίστει καταφεύγουσι τῇ κάρᾳ σου.
Θεοτοκίον.
Ὤφθης τοῦ Θεοῦ, Θεοτόκε Μήτηρ ἄφθορος· δὸ λύτρωσαι παθῶν φθοροποιῶν, τοὺς δοξάζοντας τὰ θεῖα μεγαλεῖά Σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοσήματα, λοιμικὰ θεραπεύεις, καὶ παρέχεις τοῖς νοσοῦσιν ὑγείαν, λαβὼν θεόθεν ἐξαίρετον χάριν, θαυματουργὲ Σεραφεὶμ ἀξιάγαστε· διὸ τῆς λύμης τῆς αὐτῶν, ἀνωτέρους ἡμᾶς ἀεὶ φύλαττε.
Δυνάμει, τοῦ Παρακλήτου πηγάζει, ἡ ἁγία σου καὶ πάντιμος κάρα, ἁγιασμόν, καὶ ἰάματα πλεῖστα, καὶ λοιμικὰ καταπαύει νοσήματα, ὧν τῆς φθορᾶς καὶ προσβολῆς, ἀνωτέρους ἡμᾶς Πάτερ φύλαττε.
Ἐκ πάσης, ἐπιφορᾶς ὀλεθρίου, καὶ πικρῶν δυσπραγιῶν καὶ κινδύνων, καὶ συνοχῆς, πονηρᾶς καὶ μανίας, τῶν ἀκαθάρτων πνευμάτων ἀπάλλαξον, Ἱερομάρτυς Σεραφείμ, τοὺς προστάτην σε μέγιστον ἔχοντας.
Θεοτοκίον.
Ἡ πύλη, ἡ κεκλεισμένη καὶ θεία, ἣν διώδευσεν ὁ πάντων Δεσπότης, κεκλεισμένην αὐτὴν καταλείψας, τῆς μετανοίας μοι πύλας διάνοιξον, Θεογεννῆτορ Μαριάμ, τῶν παθῶν τὰς εἰσόδους μοι κλείουσα.
Διάσωσον, Ἱερομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἱεράρχης καὶ Μάρτυς ἀήττητος, θαυματουργὲ Σεραφεὶμ ἀξιάγαστε, παρέχεις ἀπαύστως βοήθειαν, τοῖς προσιοῦσιν ἐν πίστει τῇ κάρᾳ σου, ἣν Πάτερ Χριστὸς ἐθαυμάστωσε.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ.  10:1, 10:5-8
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὤφθης ἐνθεώτατος, ὡς Ἱεράρχης θεόφρον, καὶ Μάρτυς στεῤῥότατος, Ὡς ἀθλήσας Ἅγιε ἀνδρικώτατα· ὅθεν νῦν πρέσβευε, πάσης ἁμαρτίας, καὶ παθῶν ἐπαναστάσεως, ῥύεσθαι πάντοτε, καὶ ἀῤῥωστημάτων καὶ θλίψεων, καὶ τῆς πανώλους ἔνδοξε, τῆς ἐπιφερούσης τὸν ὄλεθρον, τοὺς ἐν κατανύξει, τιμῶντάς σε παμμάκαρ Σεραφείμ, καὶ προσκυνοῦντας ἐκ πίστεως, τὴν ἁγίαν κάραν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίαν ἐξαίτει καὶ παθῶν ἀκαθάρτων τὴν ἀπολύτρωσιν, καὶ πάσης ἀθυμίας, ἀπαλλαγὴν ταχεῖαν, Σεραφεὶμ ἱερώτατε, τοῖς προσιοῦσι θερμῶς, τῇ θείᾳ σου πρεσβείᾳ.
Ἐκ λοιμοῦ τοῦ πανώλους ἀπαλλάττει ταχέως χάρις ἡ ἔνθεος, τῆς θείας κεφαλῆς σου, σοφὲ Ἱερομάρτυς, δοξασθείσης ἐν Πνεύματι, τοὺς προσιόντας αὐτῇ, θερμῇ ἐν εὐλαβείᾳ.
Ἰατρεῖον πλουτοῦντες καὶ προσφύγιον μέγα τὴν θείαν κάραν σου, ῥυσθείημεν κινδύνων, καὶ νόσων πανωδύνων, τῇ αὐτῆς θείᾳ χάριτι, θαυματουργὲ Σεραφείμ, οἱ σὲ ὑμνολογοῦντες.
Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως ἐξ ἀχράντου γαστρός Σου ὁ ὑπερούσιος, ἐθέωσε τὴν φύσιν, ἡμῶν δι’ εὐσπλαγχνίαν, Θεοτόκε πανύμνητε· Ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ παντὸς τοῦ κόσμου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ παμμάκαρ, τοῖς ἐν κινδύνοις τελοῦσι, καταφύγιον καὶ ῥύστης καὶ προστάτης, Σεραφεὶμ κουφίζων, ὀδύνας τε καὶ πόνους.
Ἔχοντες Πάτερ, σὲ βοηθὸν ἐν ἀνάγκαις, λυτρωθείημεν τῇ σῇ ἐπιστασίᾳ, Σεραφεὶμ ἐκ πάσης, κακίστης ἐπηρείας.
Ῥῶσιν παράσχου, καὶ θλιβερῶν συμπτωμάτων, τοῖς προσπίπτουσι τῇ θείᾳ κεφαλῇ σου, Σεραφεὶμ τρισμάκαρ, ὡς συμπαθὴς τὴν λύσιν.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τὴν ἐναγῆ μου καρδίαν, ἀποκάθαρον τοῦ Σοῦ ἐλέους ῥείθροις, καὶ τοῦ νοός μου πᾶσαν, ἀπέλασον σκοτίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνόμιλος Ἀγγέλων, Σεραφεὶμ τυγχάνων, σὺν αὐτοῖς πάντοτε πρέσβευε Ἅγιε, ὑπὲρ ἡμῶν τῷ πλουσίως σε θαυμαστώσαντι.
Ἰάτρευσον τὸ ἄλγος, Πάτερ τῆς ψυχῆς μου, καὶ τῶν θλιβόντων δεινῶν με ἀπάλλαξον, οἷα θερμός μου προστάτης Σεραφεὶμ ἔνδοξε.
Μαστίγων ὀλεθρίων, καὶ ἐπερχομένων, δυσχερειῶν ἀνωτέρους διάσωζε, Ἱερομάρτυς τοὺς πόθῳ σὲ μακαρίζοντας.
Ὁ μέγας πολιοῦχος, ἡμῶν καὶ μεσίτης, πρὸς τὸν Χριστὸν Σεραφεὶμ παμμακάριστε, μὴ διαλίπῃς παρέχων ἡμῖν τὴν χάριν σου.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν δόξαν, κεχαριτωμένη, καὶ ἐκ βαθέων καρδίας βοῶμέν Σοι· σκέπε Παρθένε καὶ σῷζε ἡμᾶς τοὺς δούλους Σου.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Φαναρίου θεῖος ποιμήν· χαίροις Ἐκκλησίας, ἡ νεόφωτος λαμπηδών· χαίροις ὁ ἀθλήσας, στεῤῥῶς ὑπὲρ Κυρίου, ὦ Σεραφεὶμ τρισμάκαρ, ἀξιοθαύμαστε.
Ἤθλησας ἀνδρείως ὑπὲρ Χριστοῦ, καὶ αἱμάτων ῥείθροις, τὴν στολήν σου τὴν ἱεράν, Σεραφεὶμ φοινίξας, εἰσῆλθες μετὰ δόξης, πρὸς τὸν ναὸν Κυρίου, τὸν ὑπερκόσμιον.
Ὤφθη ἰατρεῖον θείᾳ ῥοπῇ, ἡ σεπτή σου κάρα, Ἱεράρχα πᾶσι πιστοῖς· βρύει γὰρ ἀπαύστως, ἰάσεων τὰ ῥεῖθρα, καὶ τὴν λοιμώδη νόσον, ἐλαύνει τάχιστα.
Χώρα τῶν Ἀγράφων χαίρει ἐν σοί, καὶ σὺν τῇ Κορώνῃ, τὸ Φανάριον ἀληθῶς, καὶ Καρδίτσα Πάτερ, προστάτην σε πλουτοῦσαι, ὦ Σεραφεὶμ ἃς σκέπε, τῇ ἀντιλήψει σου.
Ἐν ξύλῳ πασσάλου θανατωθείς, τῆς ζωῆς τῷ ξύλῳ, ἀνελήλυθας ἐν χαρᾷ, καὶ ἀθανασίας, καρποὺς πλουσίως δρέπῃ, ὦ Σεραφεὶμ παρέχων, ἡμῖν τὰ κρείττονα.
Πάντας τοὺς ὑμνοῦντάς σε εὐλαβῶς, πικρῶν νοσημάτων, καὶ κινδύνων καὶ πειρασμῶν, Σεραφεὶμ ἀτρώτους, καὶ ἀβλαβεῖς συντήρει, καὶ τῇ σῇ ποίμνῃ δίδου, τὴν εὐλογίαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ πρὸς Θεὸν ἱκεσίᾳ, καὶ ἀντιλήψει θερμῇ, Σεραφεὶμ μακάριε, Ἱερομάρτυς Χριστοῦ, πάσης θλίψεως λύτρωσαι, καὶ πόνων καὶ νόσων, πᾶσι παρεχόμενος, τὴν εὐλογίαν σου, λύσιν δὲ πταισμάτων ἐξαίτει, καὶ πειρατηρίων παντοίων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου