Δευτέρα 2 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 8. ΟΣΙΑ ΠΕΛΑΓΙΑ ΑΚΟΛΟΥΘΙΑ



ΟΚΤΩΒΡΙΟΣ Η΄!!

ΠΕΛΑΓΙΑ ΟΣΙΑ

ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τῆς Ὁσίας Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἐγκρατείᾳ τὸ σῶμά σου, Πελαγία νεκρώσασα, τὴν ψυχὴν ἐζώωσας καὶ ἐκόσμησας, καὶ οἰκητήριον Πνεύματος, σαυτὴν ἀπετέλεσας, καὶ συνήφθης μυστικῶς, τῷ νυμφίῳ καὶ Κτίστῃ σου, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. 

Τὸ ὡραῖον τοῦ σώματος, εἰς τὸ πρῶτον ἀξίωμα, Πελαγία ἔνδοξε μετεῤῥύθμισας, οὐχὶ χρωμάτων τοῖς ἄνθεσιν, ἀρετῶν δὲ κάλλεσι, κατεποίκιλας σαυτήν, καὶ τοῦ Κτίστου γεγένησαι καθ' ὁμοίωσιν, ἐκτενῶς δυσωποῦσα ὑπὲρ πάντων, τῶν ἐν πίστει ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου. 

Τῶν δακρύων ἀλάβαστρον, καθ' ἑκάστην προχέουσα, εὐωδίας ἔπλησας τὰ οὐράνια· διὸ ὡς μύρα πολύτιμα, Χριστῷ προσηνέχθησαν, εἰς ὀσμὴν τὴν μυστικήν, τῆς αὐτοῦ ἀγαπήσεως, ἐκχεόμενα, διὰ τοῦτο δυσώπει ὑπὲρ πάντων, τῶν ἐν πίστει ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου. 

 

Ἕτερα. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τίς δυνηθῆ ἐξυμνῆσαι τὴν σὴν μετάνοιαν, τὰς ἀγρυπνίας πόνους, Πελαγία Ὁσία, τὰς θλίψεις τῶν δαιμόνων τὰς προσβολάς, τὴν ταπείνωσιν δάκρυα, ἀκτημοσύνην καὶ πένθος Δαβιτικόν, προσευχάς τε καὶ ἐγκράτειαν.

 

Καταυγασθεῖσα τῇ αἴγλῃ τοῦ θείου Πνεύματος, διδασκαλίαις θείαις, Ἐπισκόπου σὺ Νόνου, ἐδέξω Παρακλήτου πυρὸς τὸ φῶς, φυγοῦσ’ ἀπόλαυσιν πρόσκαιρον, καὶ τὸν προστάτην τοῦ σκότους ἔργοις φωτός, Πελαγία ἀπημαύρωσας.

 

Σήμερον τέρπεται πᾶσα ἡ Ἀντιόχεια, καὶ πέριξ αὐτῆς πόλεις, Πελαγία Ὁσία, πλουτοῦσαι σὴν πρεσβείαν Χριστῷ τῷ Θεῷ, τοῦ σὲ Μῆτερ δοξάσαντος, καὶ διὰ σοῦ τὴν μετάνοιαν τοῖς πιστοῖς, καὶ θαυμάτων δόντος χάριτας.

Δόξα. Ἦχος δ'. Ἰωάννου Μοναχοῦ

Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, καθὼς ὁ Ἀπόστολος διδάσκει· ἐν προσευχαῖς γὰρ καὶ δάκρυσι Πελαγία, τῶν πολλῶν πταισμάτων τὸ πέλαγος ἐξήρανας, καὶ τὸ τέλος εὐπρόσδεκτον τῷ Κυρίῳ, διὰ τῆς μετανοίας προσήγαγες, καὶ νῦν τούτῳ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Καὶ νῦν. Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)

Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Λάμπουσιν ἀκτῖνες φαειναὶ τῶν θαυμάτων σου καθάπερ ἥλιος, καὶ τὴν τοῦ βίου σου, ἅπασαν ὑπεμφαίνουσι λαμπρότητα· ἐν τῇ καμίνῳ γὰρ τῆς ἐγκρατείας, σῶμα καὶ τὴν ψυχήν, Μῆτερ ὡς χρυσὸν ἐχώνευσας καθαρόν, καὶ τὸ πρῶτο κάλλος ἔδειξας μεταῤῥυμισθέν, κλεινὴ Πελαγία, τῇ ἀσκήσει σου.

 

Μετὰ τῶν Ὁσίων καὶ Δικαίων, συναριθμηθεῖσα πανσέβαστε, τῇ ἐγκρατείᾳ τὸ σῶμα νεκρώσασα, καὶ τὸν Σωτῆρα Χριστὸν ποθήσασα, Πελαγία πανένδοξε, τὰ οὐράνια ἐκτήσω, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος.

 

Σταυρὸν ὡς ὅπλον κραταιόν, Πελαγία σεμνὴ κατέχουσα χερσί, τὴν πίστιν ὡς θώρακα, ἐλπίδα θυρεόν, ἀγάπην τόξον, τῆς σαρκὸς τὴν εὐπάθειαν, ἐνίκησας ἀνδρείως· τῶν δαιμόνων τὰς πανουργίας κατήργησας, εὐθέως τὸ Ἅγιον Βάπτισμα διὰ μετανοίας λαβοῦσα. Νῦν δ’ οὐρανῷ χορεύεις, Χριστῷ ἀδιαλείπτως πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.

Ἀγάλλου, τέρπου καὶ χόρευε, Ἀντιοχέων ἡ πόλις, ὅτι ἐκ σοῦ ἀνεβλάστησε, καρπὸς εὐθαλής, καὶ ἄνθος θείων κατορθωμάτων, Πελαγία ἡ σοφὴ καὶ παναοίδιμος· πᾶσαν γὰρ τοῦ ἐχθροῦ τὴν δύναμιν, ἀνδρικῶς βυθίσασα, ἀξίως παρὰ Χριστοῦ ἐκομίσατο στέφος· διὰ θείου δὲ κηρύγματος ὑπέδειξε τοῖς λαοῖς, τὴν ὁδὸν τῆς μετανοίας. Διὸ καὶ ἡμεῖς ἱκετεύομεν, Χριστὸν τὸν Θεὸν ἡμῶν, εὐχαῖς αὐτῆς εἰρηνεῦσαι, καὶ φωτίσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Ἀντιοχείας βλαστός, πρώην ὀρχήσταις καὶ θεάτροις σχολάζουσα, ἐν πόλει ἀσέμνως ζῶσα, ὡς παλλακὶς μετ’ ἀνδρῶν, ἐξ ὧν πλοῦτον ἄπειρον συνήγαγες· τοὺς λόγους δ’ ἀκούσασα, Πελαγία Ἐπισκόπου ποτέ, Νόνου Ἁγίου, καὶ εὐθὺς μετανοήσασα, ἐγκατέλειψας, ἐραστὰς ἀσωτίας τε, πάραυτα βαπτισθεῖσα δέ, Κυρίῳ νενύμφευσαι, σοὺς ἀπολύσασα δούλους, δοῦσα πτωχοῖς τε τὸν πλοῦτον σου· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Χαίροις, ἀσκητριῶν καλλονή, κατηχηθεῖσα παρ’ Ἁγίου πανσόφου Πατρός, πληγεῖσά τε θείῳ φόβῳ, σῇ Πελαγίᾳ ψυχῇ, καὶ ἐκκαθαρθεῖσα τῷ Βαπτίσματι, τὰ πάντα ἀπέβαλες, ὥσπερ σκύβαλα νουνεχῶς, τρίχινα ῥάκη, περιβληθεῖσα δὲ ὡς ἀνήρ, λάθρᾳ κατέλαβες, Ἐλαιῶν Ὄρος ἅγιον, ἄκρᾳ ἀσκήσει ζήσασα, νηστείᾳ ἀγρυπνίᾳ τε, καὶ προσευχαῖς ἐν Κελλίῳ, τελοῦσα ἄπειρα θαύματα· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Δεῦτε, οἱ τῶν Ἀγγέλων χοροί, δεῦρο Ὁσίων Γυναικῶν ἡ ὁμήγυρις, Μαρία ἠ Αἰγυπτία, ἡ Ὑμνογράφος Κασσιανή, ἡ Ὁσιομάρτυς Εὐδοκία τε, μεθ’ ὧν Ἐλισάβετ κλεινή, Εὐφροσύνη, Εὐπραξία στεῤῥά, Συγκλητική τε, Θεοκτίστη καὶ ἅπασαι, αἱ Ἀσκήτριαι, σὺν Εἰρήνῃ Χρυσοβαλάντου Μονῆς· δεῦτε καὶ συγχορεύσατε, φαιδρῶς καὶ συγχάρητε, καὶ πᾶσαι σὺν ταύτῃ, νῦν πρεσβεύσατε Κυρίῳ, ὑπὲρ ἡμῶν ἐκτενῶς.

 

 

 

Δόξα. Ἦχος πλ. δ'. Μελετίου ἱερομάρτυρος Βλαστοῦ

Μετὰ τὸ ἀρνήσασθαι σαρκὸς τὴν εὐπάθειαν, ἀνεδείχθης καθαρὸν δοχεῖον, τοῦ δι' εὐσπλαγχνίαν τοῖς ἀνθρώποις συγκαταβάντος φιλανθρώπου Λόγου· ὅθεν καὶ πρός ζωὴν τὴν ἀγήρω οἰκεῖν σε ἠξίωσεν ὡς ὑπεράγαθος. Τὰ οὐράνια πάντα συγχαίρουσι, τὴν πρὶν σε ἀσέμνως βιώσασαν, νῦν καθορῶντα Χριστοῦ ἄσπιλον κειμήλιον, τοῦ ἐν οὐρανοῖς ἀπὸ τῆς γῆς σε μεταθέντος, καὶ πάντας πιστοὺς φρουροῦντος τῇ μνήμῃ σου. 

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐξ ἀκανθῶν καθάπερ ῥόδον εὐῶδες, τῇ Ἐκκλησίᾳ Πελαγία ἐδείχθης, ταῖς ἐναρέτοις πράξεσιν εὐφραίνουσα ἠμᾶς· ὅθεν καὶ προσήγαγες, ὡς ὀσμὴν εὐωδίας, τῷ σὲ θαυμαστώσαντι, τὸν σὸν βίον Ὁσία. Ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, παθῶν παντοίων, ψυχῆς τε καὶ σώματος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Αὐγασθεῖσα τοῦ Πνεύματος τῷ φωτί, τὸν τῆς πλάνης κατέλιπες σκοτασμόν, καὶ βίον μετέβαλες, λόγοις Νόνου ἰσάγγελε, Πελαγία Ὁσία, καὶ ζῶσα ὡς ἄϋλος, ἐν γῇ μετὰ σώματος, τὸν Ἀσώματον ᾔσχυνας· ὅθεν ἐν τῷ τέλει, τοῦ Βελίαρ τὰ βέλη, ἀσκήσει ἀπήμβλυνας, τοῖς πτωχοῖς δὲ τὸν πλοῦτόν σου, ἀφειδῶς διεσκόρπισας· πρέσβευε Χριστῷ καὶ ἡμῖν, ἀληθῆ μετάνοιαν δωρήσασθαι· ἐπ’ οὐδενὶ γὰρ Θεὸς χαίρει, ὡς τῇ μετανοίᾳ ἁμαρτωλοῦ.

Δόξα. Κανν. Θεοτοκίον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀσκήσει ἐλάμπρυνας τὴν τῆς ψυχῆς σου στολήν, καὶ δῶρον προσήνεξαι τῷ σαρκωθέντι Θεῷ, Πελαγία ἀοίδιμε· χάριν δὲ ἰαμάτων, δεξαμένη ποικίλων, λύεις ἀῤῥωστημάτων, τὴν ἀχλὺν μακαρία, πρεσβεύεις τε σωθῆναι ἡμᾶς, τοὺς εὐφημοῦντάς σε.

Δόξα. Κανν. Θεοτοκίον

μόνη κυήσασα τν ποιητν τοπαντός, ἡ μόνη κοσμήσασα τν νθρωπότητα, ττόκσου χραντε, ῥῦσαί με τν παγίδων, τοδολίου Βελίαρ, στσόν με ππέτραν, τν Χριστοθελημάτων, ατν κδυσωποσα κτενς, ὃν σωμάτωσας.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν λαοί, ἐν τῇ κηδείᾳ σου σεμνή, τὸν Πελάγιον μοναχόν, γνωρίσαντές σε ὡς γυνήν, καὶ συνήθροισαν ἐνδόξως ἐνταφιᾶσαι, ἐκ τῆς Ἱερουσαλήμ, καὶ περιχώρων αὐτῆς, οἰκοῦντες Ἱεριχώ, καὶ Ἰορδάνην ποταμόν, καὶ κατασπάσασθαι σὸν ἔντιμον σκῆνος, μετὰ λαμπάδων καὶ θρήνων πολλῶν, σὲ Πελαγία, ὁρῶντες δέρμα, καὶ ὀστᾶ μόνον ἔχουσαν.

Δόξα. Κανν. Θεοτοκίον

Κλῖνον Μῆτερ Μαριάμ, κλῖνον τὸ οὖς Σου εὐμενῶς, καὶ ἐπάκουσον ἡμῶν, τῶν δεομένων ἐκτενῶς, καὶ ὡς οἰκτίρμων μὴ λίπῃς τοῦ προστατεύειν, τὰ τέκνα ἃ ὁ Σός, Υἱὸς καὶ πάντων Θεός, Σοὶ δέδωκεν ἁγνή, εἰς σωτηρίαν ἡμῶν, καὶ τὰς παγίδας λύειν τοῦ διαβόλου, πιστοῖς τε νέμειν μετάνοιαν, εἰς Σὲ γὰρ πᾶσαν, τὴν προσδοκίαν, καὶ ἐλπίδα τιθέμεθα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Χριστὸν τὸν Νυμφίον σου, θερμῶς ἀγαπήσασα, οὐρανίου νυμφῶνος Αὐτοῦ ἠξίωσαι, τὸν σατὰν βυθίσασα σῶν δακρύων Πελαγία πανένδοξε. Διό σε ἐν φωνῇ ἀγαλλιάσεως, εὐφημήσωμεν λέγοντες· χαίροις, ἡ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐπ’ ὤμων ἀραμένη, καὶ ἐν αὐτῇ τὸν παλαιὸν σὺν ταῖς ἐπιθυμίαις συσταυρώσασα ἄνθρωπον· χαίροις, ἡ τῆς ἁμαρτίας φυγοῦσα τὸν κλύδωνα, καὶ τῷ εὐδίῳ λιμένι τοῦ Χριστοῦ προσορμίσασα· χαίροις, τῶν νοσούντων ἐπίσκεψις, καὶ τῶν θλιβομένων χαρὰ καὶ ἀγαλλίασις. Τοὺς πιστῶς ἐκτελοῦντας τὴν μνήμην σου, ἀπὸ πάσης περιστάσεως, πόνων καὶ προσβολῆς δαιμόνων, λύτρωσαι, σαῖς πρὸς Θεὸν ἱκεσίαις Μῆτερ, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας δύο.

Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Πόθῳ γεραίρω τὴν σοφὴν Πελαγίαν. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α'. Ἦχος α'. Θαλάσσης τὸ ἐρυθραῖον.

Προθεῖσα, ὡς πανδαισίαν σήμερον, τὴν θείαν μνήμην αὐτῆς, τῇ οἰκουμένῃ πάσῃ μυστικῶς, Πελαγία προτρέπεται, κατατρυφῆσαι ἅπαντας, τῶν ἐδεσμάτων τῶν ἀγώνων αὐτῆς.

πόθος, ὁ ὑπὲρ πᾶσαν ἔφεσιν, ἐν τῇ ψυχῇ σου Σεμνή, κατῳκηκὼς ἐπύρσευσε τὸν νοῦν, καὶ τὴν φλόγα τοῦ πνεύματος, ἀνάψας σε ἐφώτισε, καὶ τῶν παθῶν τὴν ὕλην ἔφλεξεν.

Θαλάσσης, τῆς ἁμαρτίας κλύδωνα, ὑπεκφυγοῦσα σεμνή, τῷ γαληνῷ λιμένι τοῦ Χριστοῦ, Πελαγία προσώρμισαι· διὸ τῇ μετανοίᾳ σου, ἐπεκληρώσω τὸν Παράδεισον.

Θεοτοκίον.

Γαλήνη, τῶν ἐν τῷ βίῳ, Ἄχραντε, χειμαζομένων βροτῶν, ἡ ἀσφαλὴς καὶ ἄγκυρα στερρά, καὶ λιμὴν καὶ κυβέρνησις, αὐτῇ ὑπάρχεις πάντοτε, χειραγωγοῦσα καὶ διέπουσα. 

 

Ὁ β’ Κανών.

ᾨδὴ α΄. Ἦχος δ΄. ᾌσωμεν τῷ Κυρίῳ.

Ἐξέφυγες Πελαγία, τῆς ἁμαρτίας τὸ πέλαγος, εἰς λιμένα ἐλθοῦσα, τοῦ θείου βαπτίσματος, ἐν ᾧ καὶ κατεσκήνωσας.

Τὸ βάρος ἀποθεμένη, τὸ τῆς αἰσχύνης ἐβάστασας, τὸν ζυγὸν Πελαγία, τὸ τῆς κατανύξεως, καὶ τοῦτο οὐ κατέλιπες.

Τὸν πόθον τῶν ὁρωμένων, ὑπεριδοῦσα τὴν νέκρωσιν, τῶν παθῶν ἐνεδύσω, καὶ θάνατον ἔλαβες, ζωῆς ἐπιδοξότατον.

Θεοτοκίον.

Σὲ τὴν ἄχραντον Παρθένον, Ἀγγέλων καὶ Ἀποστόλων τὸ καύχημα, καὶ τῶν Ἁγίων Μαρτύρων, στερέωμα ἄσειστον, Παρθένε μακαρίζομεν.

 

 

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί

νέπτης εἰς οὐρανούς , ἡ τοῦ Χριστοῦ περιστερὰ πτέρυξι, τῆς ἐγκρατείας σαυτήν, πόνοις τε πολλοῖς ἀνυψώσασα.

λύος τῆς τῶν παθῶν, σὺ τὸ δυσῶδες τῷ Χριστοῦ ὕδατι, ἀποσμηχθεῖσα σεμνή, μύρον Πελαγία ἐδείχθης αὐτῷ.

ομφαία τῷ πονηρῷ θανατηφόρος ἀληθῶς γέγονεν, ἡ πρὸς Θεόν σου σεμνή, ἔμπυρος ἀγάπη καὶ ἔφεσις.

Θεοτοκίον.

ς δρόσος ἑωθινή, ἡ εὐφροσύνη σου Ἁγνὴ στάζουσα, τὴν τῶν παθῶν κάμινον, τῶν σὲ ἀνυμνούντων σβεννύει ἀεί.

Ἕτερος. Ἐν Κυρίῳ Θεῷ μου.

Ἰατρεῖον ὑπάρχεις, τοῖς ἀσθενοῦσι τὴν ἀπόγνωσιν, βοῶσα Πελαγία, πάντα ἰσχύειν τὴν μετάνοιαν.

Τὴν σωτήριον χάριν, ἐν τῇ ψυχῇ σου θησαυρίσασα, κατέλιπες τὸν κόσμον, τῆς ἀφροσύνης παμμακάριστε.

Πάντες πίστεως ᾠδαῖς, τὴν θεόφρονα μακαρίσωμεν· ἐν χώρᾳ γὰρ τῶν ζώντων, νῦν ψαλμικῶς ἀναπέπαυται.

Θεοτοκίον.

Τὴν Θεομήτορα Παρθένον, ὀρθοδόξως ἀνυμνήσωμεν, πρεσβεύει γὰρ ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

 

Κάθισμα τῆς Ὁσίας. Ἦχος πλ. δ'. Τὴν Σοφίαν

Μετανοίας τῇ δρόσῳ τὴν τῶν παθῶν, ἀποσβέσασα φλόγα τὴν σεαυτῆς, ζωὴν ἀνατέθεικας, τῷ Θεῷ καὶ Σωτῆρί σου, διὰ τοῦτο κόσμον, φυγοῦσα ἐμόνασας, ἐν ἐρήμῳ βίον, Ἀγγέλων ζηλώσασα· ὅθεν σοῦ τὸ τέλος, μετὰ δόξης μεγάλης, θεόθεν τιμώμενον, ἐπεγνώσθη τοῖς πέρασι, Πελαγία πανένδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Πειρασμοῖς πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ θερμὴν ἀντίληψιν, καὶ σκέπην μου ἔχων σε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀπαύστως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, Θεοτόκε πανάχραντε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον τόκον σου.

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα.

ς θυμίαμα ὑπέρτιμον Πελαγία, τῆς ἐγκρατείας ἄνθραξιν ὁλοκαυτωθεῖσα, εὐωδία γέγονας, Χριστῷ τῷ Θεῷ ἡμῶν, εἰς ὀσμὴν δραμοῦσα τοῦ μύρου αὐτοῦ.

Τὴν τοῦ σώματος εὐπρέπειαν Πελαγία, τῆς ἁμαρτίας ὕλην πρώην γενομένην, ὅλην μετεῤῥύθμισας, εἰς κάλλος ἀνόθευτον, οὗ ὁ σὸς νυμφίος, ἠράσθη Χριστός.

τοῦ Πνεύματος ἐνσπείρασα Πελαγία, ἐν τῇ ψυχῇ σου χάρις σπινθῆρα τοῦ λόγου, τὴν φλόγα μετέωρον, ἀνῆψε τῆς πίστεως, καὶ τὴν ἁμαρτίαν ἐχώνευσεν.

Θεοτοκίον.

άβδος ἔφυς Θεοτόκε ἐξ ἧς τὸ ἄνθος, τὸ νοητὸν ἐβλάστησε, θείας εὐωδίας, πληρῶσαν τὰ σύμπαντα, Χριστὸς ὁ Θεὸς ἡμῶν, μύρον ὢν ἀκένωτον τίμιον. 

 

Ἕτερος. Εἰσακήκοα τὴν ἀκοήν Σου καὶ ἐφοβήθην.

Αἱ οὐράνιαι τῶν Ἀσωμάτων ἔχαιρον τάξεις, τὴν τῶν ἔργων σου μετάθεσιν, ψαλμικῶς μακαρίζουσαι.

Κατεπάτησας τοῦ ἐχθροῦ τὰς παγίδας γενναίως, τοὺς γὰρ πόδας σου ἐστήριξας, ἐν τῇ πέτρᾳ τῆς πίστεως.

Κατεσκήνωσας ἐν ταῖς αὐλαῖς τοῦ πάντων Δεσπότου, καὶ ἐπλήσθης ἀγαθῶν Αὐτοῦ, Πελαγία ὡς γέγραπται.

Θεοτοκίον.

Μήτηρ ἄχραντε εὐλογημένη ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς Σε περίσῳζε, ἀπὸ πάσης περιστάσεως.

ᾨδὴ ε. Σὺ Κύριέ μου φῶς.

Νάμασι μυστικοῖς, πιανθεῖσα τοῦ Πνεύματος, ἐξήνθησας ἐν τῇ πίστει, ἀρετῶν εὐφορίαις, καὶ πόνοις τῆς ἀσκήσεως.

Σὺ Κύριε τὸ φῶς, τῶν ἐν σκότει κειμένων βροτῶν, σὺ ἔλαμψας ἐν καρδίᾳ, τῆς Ὁσίας τὴν αἴγλην, τῆς θείας ἐπιγνώσεως.

Οἱ πόνοι σου σεμνή, Πελαγία ἐν δάκρυσι, σπειρόμενοι εὐφροσύνης, καὶ χαρᾶς ἀφθονίαν, ἐν οὐρανοῖς συνήθροισαν.

Θεοτοκίον.

Γνωστή σου ἀληθῶς, ἡ χάρις ἀναδέδεικται, Πανάχραντε παραδόξως, ἐνεργοῦσα δυνάμεις, καὶ τέρατα ἐν πάσῃ τῇ γῇ. 

 

Ἕτερος. Ἑσπέρας καὶ πρωΐ καὶ μεσημβρίας.

Τῷ ὄρθρῳ τοῦ Κυρίου ἀνατείλασα, ἐκοίμησας ἔνδοξε ἡδονῶν τὰς ὁρμάς, καὶ ἔλαβες τῶν πραέων τὴν γῆν.

Ἐξ ἔργων πονηρῶν ἐπιστραφεῖσα, τῷ ἀγαθῷ προσέδραμες Πελαγία Χριστῷ, ἐν προσευχαῖς τοῦ δουλεῦσαι Αὐτῷ.

Τὴν μνήμην τῆς Ὁσίας Πελαγίας, ἐφαίδρυνας Κύριε ἐν τοῖς πέρασιν· εὐχαῖς αὐτῆς σῶσον πάντας ἡμᾶς.

Θεοτοκίον.

Ὁ λόγος ἐν τῇ γαστρί Σου θεόληπτε, ᾤκεσεν ὁ Θεὸς ὡς εὐδόκησεν, ἄνθρωπος γεγονὼς δι΄ ἡμᾶς.

 

 

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς.

Φανείσης, τῆς ἀνεσπέρου αἴγλης Χριστοῦ τοῦ Θεοῦ, ἐν τῇ ψυχῇ Πελαγίας, ὁ τοῦ σκότους ἄρχων ἀπεσοβήθη, καὶ ᾠκίσθη, ἡ τοῦ Πνεύματος χάρις καὶ πίστις αὐτοῦ.

πάλαι, παγιδευθεῖσα ὑπὸ τοῦ ὄφεως, παγὶς αὐτῷ ἀνεδείχθη, τὴν αὐτοῦ συνέχουσα δυναστείαν, καὶ πατοῦσα, τὴν αὐτοῦ πανουργίαν δυνάμει Θεοῦ.

Νυμφίον, τὸν Χριστὸν καὶ Θεὸν ἀγαπήσασα, ταῖς ἀρεταῖς κοσμηθεῖσα, καὶ πεποικιλμένη πόνοις ἐνθέοις, τοῦ νυμφῶνος, τοῦ αὐτοῦ Πελαγία ἠξίωσαι.

Θεοτοκίον.

δεῖν σου, Θεοτόκε τὴν δόξαν τὴν ἄφραστον, πάλαι ὠδίνησαν θείως, οἱ Προφῆται πάντες, ἀλλ' ἐπ' ἐσχάτων, ἡμῖν ὤφθη, τοῖς ποθοῦσί σε Κόρη πανάμωμε.

 

Ἕτερος. Ὁ τὸν Προφήτην ἐν τῇ κοιλίᾳ.

Ὁ καταλάμψας φωτὶ θαυμάτων, τὴν μνήμην τῆς θεοφόρου, Ἅγιε Κύριε βοήθησον ἡμῖν.

Ὁ πρὸς τὴν ἄνω ζωὴν οἰκῆσαι, ποιήσας τὴν θεοφόρον, Ἅγιε Κύριε βοήθησον ἡμῖν.

Ὁ ἐν τῇ μνήμῃ τῆς θεοφόρου, τὸν κόσμον εὐεργετήσας, Ἅγιε Κύριε βοήθησον ἡμῖν.

Θεοτοκίον.

Ὁ τὴν Παρθένον διαφυλάξας, καὶ μετὰ τόκον ἁγίαν Παρθένον, Ἅγιε Κύριε βοήθησον ἡμῖν.

Κοντάκιον τῆς Ὁσίας. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τὸ σῶμα τὸ σόν, νηστείαις κατατήξασα, ἀγρύπνοις εὐχαῖς, τὸν Κτίστην καθικέτευες, τοῦ λαβεῖν σῶν πράξεων, τὴν τελείαν Μῆτερ συγχώρησιν, ἣν καὶ ἔλαβες ἀληθῶς, ὁδὸν μετανοίας ὑποδείξασα. 

Ὁ Οἶκος

Ὅσοι ἐν βίῳ ἁμαρτίαις ἐμολύνθητε, ὡς ὁ τάλας ἐγώ, ζηλώσωμεν τὴν μετάνοιαν, τὸν ὀδυρμόν τε μετὰ δακρύων τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας, ἵνα ταχὺ ἐκ Θεοῦ τὴν συγχώρησιν λάβωμεν, καθάπερ ἡ μακαρία, ἔτι ζῶσα, τὸν ῥύπον ἀπέπλυνε τῆς ἁμαρτίας, καὶ ἔλαβεν ἐκ Θεοῦ τὴν τελείαν συγχώρησιν, ὁδὸν μετανοίας ὑποδείξασα. 

 

 

Συναξάριον.

Τῇ Η΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Πελαγίας.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ.

Πέλαγος θείων, κατορθωμάτων ὤφθης ὡς ἀληθῶς, ὅλην τοῦ ἐχθροῦ βυθίσασα ἐν αὐτῷ, τὴν ἰσχύν· διὸ ἀνέμελπες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

ν τῇ καμίνῳ , τῆς ἐγκρατείας σῶμα καὶ τὴν ψυχήν, θείως ὡς χρυσὸν ἐχώνευσας, καθαρόν, καὶ τὸ πρῶτον κάλλος ἔδειξας, ὀβρυζωθὲν σεμνή, Πελαγία τῇ ἄκρᾳ ἀσκήσει σου.

Λουτρῷ τῷ θείῳ, ἐκδυσαμένη ὅλον σὺ ἀληθῶς, ὃν περ παλαιὸν ἐνδέδυσο τῶν παθῶν, καὶ φθειρόμενόν σου ἄνθρωπον, τὸν νέον Ἔνδοξε ἠμφιάσω, Χριστῷ συμμορφούμενον.

Θεοτοκίον.

ἐν τῷ θρόνῳ, τῷ Πατρικῷ ὀχούμενος Λόγος Θεοῦ, ξένως ἐπὶ σοὶ ἐσκήνωσε καὶ φρικτῶς, Θεοτόκε καὶ ἀνήγαγεν, ἡμῶν τὸ φύραμα, ἑαυτῷ συνυψώσας ὡς εὔσπλαγχνος. 

 

Ἕτερος. Ὁ ἐν τῷ ὄρει Μωϋσῇ συλλαλήσας.

Ὁ θαυμαστώσας διὰ τῆς ἐγκρατείας, τὴν ἔνδοξον καὶ πανένδοξον Πελαγία, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ ἀναδείξας Πελαγίας τὸν βίον, εἰκόνα μετανοίας τῇ Ἐκκλησίᾳ, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ ἐν τῷ ὄρει ὑψηλῆς πολιτείας, φαιδρύνας τὴν Ὁσίαν ἐν τῇ ἀσκήσει, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἐν τῷ πελάγει τῆς σεπτῆς ἐγκρατείας, προθύμως εἰσελθοῦσα ἡ Πελαγία, θαυμάτων χάριν εἴληφεν, ἐκ Θεοῦ τοῦ Σωτῆρος ἡμῶν.

Θεοτοκίον.

Ὁ ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκήσας, καὶ ταύτην οὐρανῶν πλατυτέραν δείξας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ.

Λάμπουσιν ἀκτῖνες φαειναί, τῶν θαυμασίων σου, καθάπερ ἥλιος, καὶ τὴν τοῦ βίου σου ἅπασαν, ὑπερφαίνουσι λαμπρότητα, καὶ τὴν ἀστράψασαν ἐν σοί, τῆς θείας πίστεως ἐκβοῶσι, πάσῃ τῇ κτίσει αὐγήν Πελαγία σεμνή.

λυτον δεσμὸν τὸν εἰς Χριστόν, πιστῶς συνδήσασα, προσεκολλήθης αὐτῷ, καὶ ἀδιάσπαστος ἔμεινας, τῇ ἑνώσει τῆς ἀγάπης αὐτοῦ, ᾧ καὶ ἡρμόσθης νοητῶς, τὰς προσβολάς τοῦ ἐχθροῦ, Πελαγία, ἐκ τῆς καρδίας σου ἐκδιώξασα.

Γνῶσιν δεξαμένη ἀληθῆ, ἐν τῇ καρδία σου, διὰ τοῦ Πνεύματος, σαφῶς κατέλιπες ἅπασαν, τὴν τοῦ βίου ματαιότητα· διὸ κατέπληξας βροτούς, ἐν τῇ ἀθρόᾳ Σεμνή, μεταθέσει, καὶ οὐρανοὺς εὐφροσύνης ἐπλήρωσας.

Θεοτοκίον.

μνοῦσι πανάχραντε Ἁγνή, τὰ μεγαλεῖά σου, αἱ νοεραὶ στρατιαί, ἀνακηρύττουσιν ἅπαντες, Πατριάρχαι καὶ Προφῆται τρανῶς, σὺν Ἀποστόλοις ἱεροῖς, καὶ τῶν Μαρτύρων χοροί, καὶ Ὁσίων ἅπαν τὸ πλῆθος, μεθ' ὧν προσκυνοῦμέν σε.

 

Ἕτερος. Τὸν Βασιλέα Χριστόν.

Τὸν Βασιλέα Χριστόν, τὸν θαυμαστώσαντα τὴν φαιδρὰν Πελαγίαν, ἐπὶ τῆς γῆς ἐκλάμψαι ὥσπερ ἥλιος φαιδρός, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν θεοφόρον πιστοί, ἐγκωμιάσωμεν ὅτι ἐν τῇ ἀσκήσει, τὸν ἐχθρὸν κατέτρωσε βοῶσα τῷ Χριστῷ· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν ἐπιγείων τερπνῶν, καὶ τῶν τοῦ σώματος ἡδονῶν ψυχοφθόρων, ἐκφυγοῦσα πάντων Πελαγία ἀνδρικῶς, ἔλαβες στέφανον νίκης, ἐκ τοῦ ἀθανάτου, Θεοῦ καὶ Βασιλέως.

Τὸν Βασιλέα Χριστόν, Ὃν ἡμῖν ἔτεκεν ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους.

δεῖν ἐπεθύμησας ὄντως, τοῦ ἐραστοῦ Χριστοῦ τὸ κάλλος, δι' ὃν ἐσταυρώθης τῷ κόσμῳ, καὶ τὸ ὡραῖον ἄνθος τοῦ σώματος, Ὁσία κατεμάρανας, καὶ τὴν τοῦ βίου ἐβδελύξω στοργήν.

παν τὸ τοῦ σώματος ἄχθος, ἀποθεμένη Πελαγία, διὰ ἐγκρατείας καὶ πόνων, πρὸς οὐρανίους σκηνὰς ἀνέδραμες, ἐν αἷς τοῦ ποθουμένου σοι, ἐπαπολαύεις κάλλους ἔνδοξε.

Νῦν τοὺς σὲ τιμῶντας ἐκ πόθου, πάντας Ὁσία ἐποπτεύοις, καὶ τοὺς τὴν ἐτήσιον ταύτην, ἐπιτελοῦντάς σου μνήμην πρέσβευε, τῷ Ποιητῇ καὶ Κτίστῃ σου, ἵνα μετάσχωμεν τῆς δόξης αὐτοῦ.

Θεοτοκίον.

μνῶ σου τὸν τόκον Παρθένε, καὶ μεγαλύνω σου τὴν χάριν| σὺ γὰρ φωτισμὸς τῆς ψυχῆς μου, ὑπάρχεις ὄντως καὶ ἡ παράκλησις, ἡ ταχινὴ βοήθεια, καὶ σωτηρία καὶ ἀντίληψις.

 

Ἕτερος. Σὲ τὴν ἀπειρόγαμον Θεοτόκον.

Σὺ τὸν ὄφιν ᾐχμαλώτευσας πόνοις, ἐγκρατείᾳ καὶ δεήσει, Πελαγία ἀεισέβαστε ἀμνὰς τοῦ Χριστοῦ, ἔχουσα τοῦ Σταυροῦ τὴν ἰσχύν.

Σὺ τῆς ἁμαρτίας τὸν χιτῶνα, ἀπεδύσω δι’ ἐγκρατείας, Πελαγία θεόφρον ἀεισέβαστε, τῷ τύπῳ τοῦ τιμίου Σταυροῦ.

Θεοτοκίον.

Σὲ τὴν τὸν Θεὸν Λόγον δεξαμένην, ὑπὲρ λόγο ἐν γαστρί Σου, καὶ τεκοῦσα σαρκὶ εἰς σωτηρίαν ἡμῶν, ὕμνοις μεγαλύνωμεν.

 

Ἐξαποστειλάριον τῆς Ὁσίας. Ἦχος β'. Τοῖς Μαθηταῖς.

Ὑπογραμμὸς ὁ βίος σου, Μοναζόντων ἐδείχθη, καὶ ἀκριβὴς ἀνόρθωσις, τῶν δεινῶς πεπτωκότων, ἀοίδιμε Πελαγία· τῶν παθῶν γὰρ τὴν νύκτα, φυγοῦσα προσεπέλασας, τῷ Ἡλίῳ τῆς δόξης, Χριστῷ σεμνή, Ἀσκητῶν ἐκλάμψασα ὁμηγύρει, μεθ' ὧν σου τὴν ὑπέρλαμπρον, ἑορτάζομεν μνήμην. 

Θεοτοκίον.

Χαρμονικῶς τὸ Χαῖρέ σοι, τοῦ σεπτοῦ Ἀρχαγγέλου, οἱ λυτρωθέντες Πάναγνε, τῆς ἀρχαίας κατάρας, διὰ τοῦ θείου σου τόκου, εὐχαρίστως βοῶμεν· Χαῖρε, Ἀδὰμ ἡ λύτρωσις, χαῖρε Εὔας ἡ λύσις, χαῖρε δι' ἧς, ἅπαν ἡμῶν βρότειον ἐθεώθη, χαῖρε δι' ἧς ἐτύχομεν, οὐρανῶν βασιλείας.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Ἐπὶ τῇ μνήμῃ προθύμως δεῦτε συνέλθωμεν, Ὁσίας Πελαγίας, καὶ λαμπρῶς εὐφρανθῶμεν, προστάτις γὰρ καὶ πρέσβυς ὑπάρχει ἡμῶν, τῶν πιστῶς προσιόντων αὐτῇ, καὶ τῶν δεινῶν ἀπαλλάττει ταῖς πρὸς Θεόν, ἱκεσίαις αὐτῆς πάντοτε.

 

Τοῦ Παραδείσου τὰ κάλλη θεασαμένη καλῶς, καὶ δαψιλῶς τρυφῶσα, ἀκηράτους λειμῶνας, ἐξήνθησας τῷ κόσμῳ γνῶσιν Θεοῦ, Πελαγία μετέχεις τε, τῇ διαθέσει Ὁσία τὴν ψυχικήν, παγκαρπίαν γεωργοῦσα σεμνή.

 

Ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου σοῦ τὴν πανένδοξον, καὶ ἐτησίαν μνήμην, ἐκτελούντων μὴ παύσῃ, Ὁσία Πελαγία τὸν Λυτρωτήν, ἱκετεύουσα Κύριον, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ πυρὸς τοῦ αἰωνίζοντος.

 

Ταῖς τῶν θαυμάτων ἀκτῖσι πᾶσαν φωτίζεις τὴν γῆν, τοῖς ἐν θαλάσσῃ ὄντας, βοηθεῖς καθ’ ἑκάστην, Ὁσία Πελαγία παύεις ψυχῶν, καὶ σαρκὸς ἀῤῥωστήματα, παρὰ Χριστοῦ δὲ τὴν χάριν σχοῦσα σοφή, ἐκτελεῖς ἔργα θαυμάσια.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλέορτοι πάντες, τῇ μνήμῃ τῆς ἀοιδίμου Μητρὸς Πελαγίας, πίστει συνδράμωμεν σήμερον· ταύτης γὰρ ὁ βίος ὑπογραμμὸς ἀνεδείχθη τῶν μοναζόντων, καὶ ἀκριβὴς ἀνόρθωσις τῶν δεινῶς πεπτωκότων. Ταύτῃ καὶ ἡμεῖς βοήσωμεν· τῶν παθῶν τὴν νύκτα φυγοῦσα, προσεπέλασας διὰ τοῦ Βαπτίσματος, τῷ Ἡλίῳ τῆς δόξης Χριστῷ, Ὁσία παμμακάριστε, καὶ ὑπερφυῶς θαυματουργοῦσα ἐν κόσμῳ ἐδίδασκες λέγουσα· ὑπερορᾶτε σαρκὸς ἀδελφοί, παρέρχεται γάρ, ἐπιμελεῖσθε δὲ ψυχῆς, πράγματος ἀθανάτου. Διὸ καὶ μετὰ Ἀγγέλων συναγαλλομένη, πρέσβευε τῷ Σωτῆρι Χριστῷ, ὑπὲρ τῶν τελούντων τὴν ἐτήσιον μνήμην σου, καὶ ὑπὲρ τῶν ἐπικαλουμένων τὸ ὄνομά σου, Πελαγία πανένδοξε.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Πελάγει ἀπωλείας οὖσα βυθῷ, Πελαγία Μῆτερ, τῷ πελάγει τῶν οἰκτιρμῶν, Θεοῦ τοῦ Σωτῆρος, Ὁσία καθαρθεῖσα, ἐφάνης μετανοίας, καὶ οἴκτου πέλαγος.

Ζῶσα ἐν κραιπάλῃ καὶ ἡδοναῖς, Πελαγία πρώην, ὑπὸ Νόνου Πατρὸς σοφοῦ, εἶτα βαπτισθεῖσα, ὑπόδειγμα ἐδείχθης, τελείας μετανοίας, καὶ ἁγιότητος.

Ῥάκη ἐνδυθεῖσα τῶν μοναστῶν, ἐρήμου Κελλίῳ, ἐγκλεισθεῖσα ὡς μοναχός, ἔζης Πελαγία, ἐν ἄκρᾳ ἐγκρατείᾳ, νηστείᾳ ἀγρυπνίᾳ, καὶ ἐναρέτῳ ζωῇ.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου