ΟΚΤΩΒΡΙΟΣ Ε΄!!
ΜΕΘΟΔΙΑ ΟΣΙΑ ΚΙΜΩΛΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ὁσίας. Ἦχος α΄. Τῶν οὐρανίων
Ταγμάτων.
Τῶν
Κιμωλίων τὰ πλήθη δεῦτε συνέλθωμεν, τὴν μνήμην τῆς Ὁσίας, Μεθοδίας τελοῦντες·
αὕτη γὰρ ὁσίως καὶ εὐσεβῶς, τῇ Τριάδι λατρεύσασα, ἡμῶν τῆς νήσου ἐδείχθη ὡς
ἀληθῶς, ἐγκαλλώπισμα καὶ σέμνωμα.
Ἡ
νῆσος Κίμωλος χαῖρε, ὅτι ἐβλάστησας, τὸ σωφροσύνης ἄνθος, ἀρετῶν εὐωδίαν,
ἀπαύστως διαπνέον βίῳ σεμνῷ, Μεθοδίαν τὴν ἔνθεον, καὶ τὴν καινὴν αὐτῆς μνήμην
χρεωστικῶς, ἑορτάζουσα μεγάλυνον.
Τῇ
τῶν Ὁσίων στοιχοῦσα θεοειδεῖ βιοτῇ, θεόφρον Μεθοδία, πολιτείᾳ ἀμέμπτῳ,
διέπρεψας ἐν κόσμῳ καὶ τοῦ Χριστοῦ, τὰ σεπτὰ δικαιώματα, ὑπὲρ τρυφὴν πᾶσαν
στέρξασα γεηράν, τῷ Κυρίῶ εὐηρέστησας.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν
Ὁσίων ὁμόζηλος, διὰ βίου σεμνότητος, Μεθοδία πάνσεμνε ἀναδέδειξαι, σὺ γὰρ ἀγάπῃ
τῇ κρείττονι, τρωθεῖσα κατέλιπες, πᾶσαν γήϊνον σπουδήν, καὶ Χριστὸν ἐπεπόθησας,
ἐκ νεότητος, Οὗ τοῖς ἴχνεσι πόθῳ ἑπομένη, τῆς ἀῤῥήτου Αὐτοῦ δόξης, θεουργικῶς
ἐκοινώνησας.
Ταπεινώσεως
ἄγαλμα, ἐγκρατείας ὑπόδειγμα, στήλη θεοτύπωτος θείων πράξεων, τῇ καθαρᾷ
πολιτείᾳ σου, σαφῶς ἐχρημάτισας, τῇ πατρίδι σου σεμνή, πρὸς ὁδὸν τὴν σωτήριον
κατευθύνουσα, διὰ λόγου καὶ ἔργου Μεθοδία, τοὺς θερμῶς Σοι προσιόντας, καὶ
μιμουμένους τοὺς τρόπους σου.
Τῆς
Κιμώλου τὸ βλάστημα, ἀρετῶν τὸ θησαύρισμα, τοῦ Χριστοῦ θεράπαιναν τὴν θεόφρονα,
ἠθῶν ὁσίων τὸ πρότυπον, ἐλαίαν τὴν εὔκαρπον, τὴν ἐν οἴκῳ τοῦ Θεοῦ, ἐναρέτως
βλαστήσασαν, καὶ βραβεύουσαν, ἡμῖν ἄνωθεν ἔλεος καὶ χάριν, Μεθοδίαν τὴν Ὁσίαν,
μελῳδικῶς μακαρίσωμεν.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
καινοφανὴς ἀνατέταλκεν, ἡ τῆς Ὁσίας Μεθοδίας μνήμη, τῆς σωτηρίας τὴν μέθοδον, τοὺς
εὐσεβεῖς μυσταγωγοῦσα· δεῦτε οὖν, πνευματικῶς ἑορτάσωμεν, καὶ ἐν εὐφροσύνῃ
καρδίας, ταύτῃ βοήσωμεν· χαίροις, ἡ τῶν πάλαι Ὁσίων χαρακτηρίσασα τὸν βίον, καὶ
τῶν ἴσων ἐκείνους, τυχοῦσα ἐπάθλων· χαίροις, ἡ δι’ ἐγκρατείας συντόνου, τὴν
σάρκα μαράνασα, καὶ ταπεινοφροσύνης τῇ χάριτι, τὴν ψυχὴν ὡραΐσασα· χαίροις, ἡ
τῆς Κιμώλου ἀρωγός, καὶ καύχημα σεπτόν, καὶ πρὸς Χριστὸν πρέσβυς εὐπρόσδεκτος·
ᾯ ἀδιαλείπτως πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου
Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης
τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν
ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος
μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος,
Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ
ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν
συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς
Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως
καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ
ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη
αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ
αὐτῆς.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ
γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ
πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ
ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει
αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς
ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν
παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα
ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται
τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν,
ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ
ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει
ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἐν
Κυκλάσι Κίμωλος, ἐν κόλποις κατέχουσα, Μεθοδίαν τὴν θεόφρονα. Αὕτη γὰρ ἡ
θεόληπτος, ὡς φοῖνιξ ἐν σοὶ φυεῖσα, κατὰ Δαβὶδ τὸν θεῖον, τοὺς υἱούς σου
κατηύφρανε, τῇ μυστικῇ καρποφορίᾳ· ἀγάπην γὰρ πλουτήσασα, τὴν πρὸς Θεὸν καὶ τὸν
πέλας, συμπάθειαν ἄμετρον ἤσκησεν ἀπαθείας σκεῦος γενομένη· ἀνθ’ ὧν ἐν τοῖς
οὐρανοῖς, παρὰ Θεοῦ δοξασθεῖσα, πρεσβεύει διηνεκῶς, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὸ
εὐαγὲς αὐτῆς μνημόσυνον.
Ἦχος β΄.
Σωφροσύνῃ τὸν βίον
κοσμήσασα, τῆς ἐν πνεύματι ζωῆς τὰς χάριτας, Μεθοδίας ἐθησαύρισας, μελέτῃ γὰρ
θείᾳ πτερωθεῖσα, ἀσκητικῶς Χριστῷ ἠκολούθησας, καὶ τύπον καλῶν ἔργων, τοῖς
εὐσεβέσι σαυτὴν παρέστησας· διὸ Χριστὸς τοὺς καμάτους σου, ὡς δώρον ἐκλεκτὸν
δεξάμενος, ἐν Ἐκκλησίᾳ Ὁσίων σε ὕψωσε, καὶ τῆς Αὐτοῦ Βασιλείας, κληρονόμον σε
εἰργάσατο.
Ἦχος γ΄.
Θεοπρεπῆ πολιτείαν
ὑπελθοῦσα, τῷ οἰκείῳ παραδείγματι ἐπαίδευσας, τῶν φαύλων ἀπέχεσθαι, τοὺς
προσιόντας σοι Μῆτερ, οὐ γὰρ ἔχομεν ὧδε, πόλιν μένουσαν ἔλεγες, ἀλλὰ τὴν
μέλλουσαν ἐπιζητοῦμεν, ἐν αὐτῇ γὰρ Χριστὸς ὁ Κύριος, τῆς αἰωνίου ζωῆς τὴν
ἔλλαμψιν καὶ τῆς ἀϊδίου δόξης τὰς χάριτας, κατ’ ἀξίαν βραβεύει, τοῖς εἰλικρινῶς
Αὐτὸν ἀγαπήσασιν. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου,
Μεθοδία θεόπνευστε.
Δόξα. Ἦχος δ΄.
Ὡς λαμπὰς θεοφεγγής, ἐν τῇ
σκοτίᾳ τοῦ παρόντος αἰῶνος, ἀνέλαμψας σεμνή, καὶ τῷ φωτὶ τῶν ἔργων σου, τὰς
ἐζοφωμένας καὶ νωθρὰς καρδίας, πρὸς κτῆσιν τῶν κρειττόνων διήγειρας. Μακαρία σὺ
εἶ, ὅτι ἐν νόμῳ τοῦ Θεοῦ, ἡμέρας καὶ νυκτὸς μελετήσασα, σκοπὸν ἔθου τῷ βίῳ σου,
τὴν ἐργασίαν τοῦ θείου θελήματος. Καὶ νῦν τῆς αἰωνίου ζωῆς τυχοῦσα, ἀπαύστως
μνημόνευε, Μεθοδία τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην
σου τὴν ἔφεσιν, ἀπὸ νεότητος Μῆτερ, Χριστῷ ἀνατέθηκας, καὶ Αὐτοῦ τοῖς ἴχνεσιν
ἠκολούθησας, τὴν φθαρτὴν μέριμναν, ἀπαρνησαμένη, καὶ νηστείαις καὶ δεήσεσι,
σαρκὸς τὸ φρόνημα, ἅπαν Μεθοδία ἐνέκρωσας, τὴν δὲ ψυχὴν ἐπτέρωσας, κάλλος πρὸς
τὸ θεῖον καὶ ἄχραντον· οὗ νῦν ἐντρυφῶσα, ἱκέτευε Χριστὸν τὸν ἀγαθόν, ὑπὲρ τῶν
ἤδη τιμώντων σου, μνήμην τὴν ἀοίδιμον.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ
εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Κίμωλος
εὐφραίνεται, ἐν τοῖς σπαργάνοις σου Μῆτερ, καὶ τῆς πολιτείας σου, ἱερῶς
φαιδρύνεται τοῖς παλαίσμασιν, ἐν αὐτῇ ὤφθης γάρ, ἀρετῶν ταμεῖον, ὑποτύπωσίς τε
ἔμψυχος, ἐνθέων πράξεων, λόγῳ πρακτικῷ σου διδάσκουσα, καὶ πάντας ἐπαλείφουσα,
τοὺς προσερχομένους σοι ἔνδοξε, πρὸς τῆς μετανοίας, τὰς τρίβους τὰς εὐθείας
ἀληθῶς, ὡς ἂν εὐΐλατον εὕρωσι, Χριστὸν τὸν φιλάνθρωπον.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Δόξης
ἀπολαύουσα, τῆς ὑπὲρ νοῦν Μεθοδία, καὶ τῆς ὡραιότητος, ἐντρυφῶσα πάντοτε τοῦ
Νυμφίου σου, ἐκτενῶς πρέσβευε, ἀπὸ πάσης βλάβης, καὶ ποικίλων περιστάσεων,
ἀνεπηρέαστον, τὴν ἐνεγκαμένην σε σώζεσθαι, καὶ πᾶσι τοῖς τιμῶσί σε, αἴτησαι
πταισμάτων τὴν ἄφεσιν, καὶ τῶν ἐν τῷ βίῳ, παντοίων συμφορῶν ἀπαλλαγήν, ἵνα
Χριστὸν μεγαλύνωμεν, τὸν σὲ θαυμαστώσαντα.
Δόξα.
Ἦχος πλ. α΄.
Τὸν
τῆς ἀσκήσεως δρόμον, ἁγιοπρεπῶς τελέσασα, τὸν τοῖς Ἁγίοις πρέποντα ὕμνον, ὁσίως
κεκοίμησαι· οθεν λαμπαδηφόρος, ἐν τῷ νυμφῶνι τοῦ Λόγου, ἐν ταῖς τῶν Ἁγίων
λαμπρότησι, λαμπρῶς κατεσκήνωσας, καὶ τῆς Προμήτορος τὸν πόθον, καταλλήλως
ἐτρύγησας, τὸν γὰρ ἀρχέκακον ὄφιν, στεῤῥῶς ἀπεκρούσω, τὰς ἐνέδρας αὐτοῦ
πατήσασα· ἐξ ὧν καὶ ἡμᾶς ἀσινεῖς συντήρει, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου,
Μεθοδία ἀοίδιμε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κιμώλου τὸν γόνον, ἀρετῶν τὸ κειμήλιον, καὶ τῶν ἀπ’ αἰῶνος
Ὁσίων, ἀληθῶς τὴν ὁμόσκηνον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, Ὁσίαν Μεθοδίαν τὴν σεπτήν, τὰς τοῦ βίου αὐτῆς πράξεις θεοφιλεῖς,
μιμούμενοι κραυγάζοντες· δόξα τῶ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι·
δόξα τῷ σὺν Ἁγίων τοῖς χοροῖς, σὲ Μῆτερ ἀριθμήσαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἔαρ νοητόν, φθινοπώρου τῇ ὥρᾳ, ἐπέφανεν ἡμῖν, τοῖς ποθοῦσί σε Μῆτερ, ἡ μνήμη
σου ἡ ἔνθεος, ταῖς τοῦ βίου σου πράξεσι, κατευφραίνουσα, ἡμῶν τὸν νοῦν καὶ
καρδίαν· ἣν γεραίροντες, σὲ Μεθοδία τιμῶμεν, ὡς σκεῦος τοῦ Πνεύματος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Δυσώπει
ἐκτενῶς, τὴν Μητρόθεον Κόρην, τὴν σώζουσαν ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης, τοῦ ῥύεσθαι
τὴν νῆσόν σου, Μεθοδία θεόπνευστε, πάσης θλίψεως, καὶ συνοχῆς ἀλλοτρίας, καὶ
γὰρ δύναται, ὡς Μήτηρ οὖσα τοῦ Κτίστου, πληροῦν τὰς αἰτήσεις Σου.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Βίον
ἐνάρετον, ὁσίως ἤσκησας, φόβῳ τῷ κρείττονι, σαὐτὴν ῥυθμίζουσα, καὶ ταῖς
ἀπαύστοις προσευχαῖς, σχολάζουσα θεοφόρε· ὅθεν κατηγλάϊσας, ταῖς ἀκτῖσι τῆς
χάριτος, καὶ φωστὴρ ὡς πάμφωτος, ἐν Κιμώλῳ ἀνέλαμψας, φωτίζουσα τοῖς λόγοις σου
Μῆτερ, τοὺς εὐλαβῶς σοι προσανέχοντας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
ἀειπάρθενον, παντοβασίλισσαν, τὴν σωματώσασαν, τὸν ὑπερούσιον, τῇ καθαρᾷ Σου
βιοτῇ, δοξάζουσα καὶ ὑμνοῦσα, ταύτης τὴν ἀντίληψιν, ἐπεσπάσω τὸν βίον Σου, ἧς
νῦν τὴν ὑπέρφωτον, θεωμένη λαμπρότητα, κραυγάζεις σὺν Ἁγίοις Ὁσία· χαῖρε ἁγνὴ
Θεοκυῆτορ.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῶν
ἀρετῶν διαδραμοῦσα τὴν τρίβον, ὡς τετρωμένη τοῦ Χριστοῦ τῇ ἀγάπῃ, τῆς ὑπὲρ νοῦν
ἠξίωσαι ἐλλάμψεως· ὅθεν καὶ διέλαμψας, ἐν ὑστέροις τοῖς χρόνοις, ὡς λυχνία
πάμφωτος, δᾳδουχοῦσα ἀπαύστως, ταῖς νοηταῖς σεμνὴ μαρμαρυγαῖς, τὰ τῆς πατρίδος
σου Μῆτερ πληρώματα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς
βασιλὶς πεποικιλμένη ἐκπάγλως, τῆς ὑπὲρ λόγον ἀγλαΐας τῇ δόξῃ, δεδοξασμένη
Δέσποινα πανάχραντε, ῥῦσαι ἀδοξίας με, ἁμαρτάδων παντοίων, καὶ τῆς Βασιλείας
με, τοῦ Υἱοῦ Σου καὶ Κτίστου, μέτοχον δεῖξον ὥσπερ συμπαθής, τῆς Μεθοδίας
θερμαῖς παρακλήσεσι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀσκητικῶς
διαπρέψασα Μῆτερ, δοχεῖον τὴν ψυχήν σου ἐτέλεσας, τῆς Τριαδικῆς ἐνεργείας·
μονὴν γὰρ παρὰ σοὶ ἐποιήσατο, ὁ ἐν καθαραῖς οἰκῶν καρδίαις, ὡς ἀψευδῶς
ἐπηγγείλατο. Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ὁσίας οὗ ἡ ἀκροστιχίς: Κίμωλος μέλπει
σε, Μεθοδία. Γερασίμου.
ᾨδὴ
α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Καταύγασον Κύριε, τὴν
σκοτισθεῖσαν καρδίαν μου, τῇ σῇ ἀγαθότητι, ταῖς παρακλήσεσι, τῆς Ὁσίας σου,
οἰκτίρμον Μεθοδίας, ὡς ὰν ταύτῃ ἄξιον, μέλψω ἐφύμνιον.
Ἰδοὺ ἐπεδήμησε, τοῖς Κιμωλίοις
ἑόρτιος, ἡμέρα καὶ ἔνθεος, τὴν μνήμην φέρουσα, τῆς θεόφρονος, Ὁσίας Μεθοδίας,
δεῦτε καὶ συνέλθωμεν, ταύτην γεραίροντες.
Μητρὸς τὴν εὐσέβειαν, καὶ
τοῦ πατρός σου ζηλώσασα, ἐκ βρέφους τὸν κρείττονα, βίον ἐπόθησας, τὴν μερίδα
γάρ, τὴν ἀγαθὴν Ὁσία, ὡς ἔφη ὁ Κύριος, πάντων προέκρινας.
Θεοτοκίον.
Ὡς τέξασα πάναγνε, τῆς
εὐσπλαγχνίας τὴν ἄβυσσον, εὐσπλάγχνως ἐπίβλεψον, ἐπὶ τὸν δοῦλόν Σου, καὶ
παράσχου μοι, μετάνοιαν γνησίαν, καὶ βίου βελτίωσιν, καὶ γνώμην σώφρονα.
ᾨδὴ
γ’. Τοὺς σοὺς ὑμνολόγους.
Λαμπρύνοι σὰ Μῆτερ τὴν
ψυχήν σου, μελέτῃ τῇ θείᾳ τῶν Γραφῶν, τὰ τῆς σαρκὸς φρονήματα, τῷ νόμῳ τῷ τοῦ
Πνεύματος, ἀσκητικῶς ὑπέταξας, χάριν τὴν θείαν πλουτήσασα.
Ὁδὸν τὴν στενὴν καὶ
τεθλιμμένην, ἀνύσασα Μῆτερ ἀκλινῶς, τὰ τοῦ ἐχθροῦ βουλεύματα, εἰς τέλος
ἀπεστένωσας, καὶ πλάτος πρὸς οὐράνιον, χαρμονικῶς κατεσκήνωσας.
Συνέσει τῇ θείᾳ κοσμηθεῖσα,
ἐξ ἔργων οἰκείων ἀγαθῶν, ἠθῶν πρὸς ἐπανόρθωσιν, ἐν λόγῳ τῷ τῆς χάριτος,
ἐχειραγώγεις πάνσεμνε, τὰς εὐλαβῶς προσιούσας σοι.
Θεοτοκίον.
Μὴ φλέξας τὴν ἄχραντον
νηδύν Σου, ἁγνὴ πῦρ ὑπάρχων ὁ Χριστός, ὅλος ἐκ Σοῦ σεσάρκωται, καὶ κόσμῳ
πεφανέρωται, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, σώζων ἡμᾶς ὡς φιλάνθρωπος.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀμέμπτως
ἐβίωσας ἐν ἐγκρατείᾳ πολλῇ, καὶ ἔργοις ἐφαίδρυνας δικαιοσύνης τὴν σήν, πατρίδα
θεόπνευστε· ὅθεν τῇ σῇ ἀσκήσει, κοσμουμένη Ὁσία, χαίρουσα ἐκτελεῖ σου, τὴν
ἐτήσιον μνήμην, προστάτιν σε Μεθοδία, θερμὴν ἀνακηρύττουσα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
Κίμωλος ἄχραντε τῇ ἀντιλήψει τῇ Σῇ, ἀδούλωτος μείνασα ἐξ ἐπελθόντων ἐχθρῶν,
κηρύττει τὴν χάριν Σου, ταύτην οὖν Θεοτόκε, ταῖς λιταῖς Μεθοδίας, πάντοτε ἐν
κινδύνοις, ἀβλαβῆ διατήρει, ἵνα Παρθενομῆτορ, δοξάζει Σου τὴν πρόνοιαν.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἐνδυθεῖσα μοναζόντων σχῆμα
Μῆτερ τὸ ἅγιον, ἐπεδέιξω τρόπον κλήσει τῇ ἁγίᾳ κατάλληλον, καὶ κατεποίκιλας τοῦτο
τῇ ἀσκήσει σου, ἀνακράζουσα· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Λαμπομένη Μεθοδία ἀπαθείας
ταῖς χάρισι, ὤφθης ἐν Κιμώλῳ, λύχνος ἐγκρατείας θεόφωτος, καὶ καθαρᾶς πολιτείας
ὑποτύπωσις, τοῖς κραυγάζουσι· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Παριδοῦσα τὰ ἐν κόσμῳ
οὐρανίῳ φρονήματι, ἐν μικρῷ οἰκίσκῳ, Μῆτερ σεαυτὴν ἐγκατέκλεισας, καὶ
προσευχαῖς καὶ νηστείαις τὴν διάνοιαν, ἀνεπτέρωσας, πρὸς κάλλος θεῖον τοῦ
Κτίστου σου.
Θεοτοκίον.
Ἐξ ἀχράντου Σου νηδύος μετὰ
σώματος ἔλαμψε, τῆς δικαιοσύνης, κεχαριτωμένη ὁ Ἥλιος, οὗ Μεθοδία ἡ θεία ταῖς
ἐλάμψεσι, κατηγλάϊσται, σκότος παθῶν διαλύσασα.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἰλύος ὑπέρτερον, τῆς τῶν
παθῶν τοῦ σώματος, Μῆτερ διασώσασα τὸν νοῦν σου, τὴν καθ’ ὁμοίωσιν ὡραιότητα,
ἔνδον ἐμορφώσω ἀληθῶς, ἀρετῶν ἀσκήσεσι, καὶ σεπταῖς ἀναβάσεσι.
Συζύγου λελύτρωσαι, ἀπὸ
δεσμῶν συμβίωσεως· ἔνθεν ὁλοτρόπως ἀνετέθης, τῷ Ζωοδότῃ Χριστῷ θεόπνευστε,
οὗπερ ἀραμένη τὸν Σταυρόν, κόσμῳ καὶ τοῖς πάθεσι, Μεθοδία ἐσταύρωσαι.
Ἐθαύμασαν βλέποντες, οἱ ἐν
Κιμώλῳ ἅπαντες, πολιτευομένη σε ἀΰλως, καὶ πρὸς εὐθεῖαν, ὁδὸν ἰθύνοντο, τῷ σῷ
ὑποδείγματι σεμνή, οἱ παθῶν εἰς βάραθρον, ἐμπεσόντες τὸ πρότερον.
Θεοτοκίον.
Μαρίαν τὴν ἄχραντον, τὴν
μόνην Θεομήτορα, ἔχουσα συλλήπτορα ἐν βίῳ, τὸν τῆς ἀσκήσεως βίον ἤνυσας, Μῆτερ
Μεθοδία ἀπλανῶς, καὶ πρὸς φῶς ἐχώρησας, οὐρανίου λαμπρότητος.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Εὐχαῖς ἐνθέοις σχολάζουσα,
ἐπλήσθης ἀληθῶς θείας γνώσεως, καὶ κατεπύρσευσας, τῇ φωταυγείᾳ τῶν ἄθλων σου,
Ὁσία Μεθοδία, πᾶσαν τὴν Κίμωλον.
Θεοῦ τὸ πλούσιον ἔλεος,
Ὁσία μιμουμένη ἑκάστοτε, ἃ σοὶ προσέφερον, γνώμῃ τελείᾳ διένεμες, τοῖς χρήζουσι
θεόφρον, Χριστὸν δοξάζουσα.
Ὅρμον ζωῆς τὸν ἀκύμαντον,
κατέλαβες σαφῶς διαπλεύσασα, βίου τὴν θάλασσαν, καὶ καθορᾷς ἅπερ βλέπουσιν,
Ὁσία Μεθοδία, Ἁγίων τάγματα.
Θεοτοκίον.
Δοχεῖον θεῖον πανάχραντε,
τοῦ ἐκ τῶν Σῶν αἱμάτων ἐκλάμψαντος, βίου λαμπρότητι, ἡ Μεθοδία ἡ ἔνθεος,
ἐδείχθη ἀνυμνοῦσα, τὰ μεγαλεῖά Σου.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Πολιτείαν
ἄμεμπτον, διαδραμοῦσα, μυστικῶς ἐφαίδρυνας, τῶν ἀρετῶν σου τῷ φωτί, τὴν νήσον
Κίμωλον ἅπασαν, ὦ Μεθοδία, Ὁσία θεόληπτε.
Ὁ
Οἶκος.
Ἐκ
ῥίζης ἔφυς εὐσεβοῦς, ὡς βλάστημα ὡραῖον, καὶ προσενήνοχας Χριστῷ καρποὺς
δικαιοσύνης, πίστιν, ἐλπίδα καὶ στοργήν, καὶ τὰς λοιπὰς Ὁσία, τῆς ἐναρέτου σου
ζωῆς, ἁγίας ἀριστείας, μελέτῃ τῶν θείων φωτιζομένη Γραφῶν, τὸ κατὰ Χριστὸν ζῆν,
ὑπὲρ πᾶν ἄλλο χαμαιπετὲς καὶ ἀπανθοῦν ἐμφρόνως, ᾑρετίσω· διὸ συζυγικῶν ῥυσθεῖσα
δεσμῶν, τελεώτερον συνεδέθης Χριστῷ, ἀκολουθήσασα αὐτῷ ἐξ ὅλης τῆς καρδίας· ᾯ
νῦν πρέσβευε, ὑπὲρ τῆς ἐνεγκαμένης σε νήσου, καὶ πάντων τῶν τιμώντων σε, ὦ
Μεθοδία Ὁσία θεόληπτε.
Συναξάριον.
Μέθοδον ζωῆς ὁσίας ἠσκημένη,
Χριστῷ πρόσεισιν ὁσίως Μεθοδία.
Ὀκτωβρίοιο πέμπτῃ Μεθοδίας ἦτορ
ἔνθεν ἤρθη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος
Χαριτίνης
Ὅπερ
δι' εὐχῆς εἶχε, σαρκὸς τὴν λύσιν,
ἰδοὺ δι' εὐχῆς λαμβάνει Χαριτίνη.
ἰδοὺ δι' εὐχῆς λαμβάνει Χαριτίνη.
Αὕτη ὑπῆρχεν ἐπὶ διοκλητιανοῦ τοῦ βασιλέως, καὶ δομετίου κόμητος,
δούλη οὖσα Κλαυδίου τινός· περὶ ἧς ὁ κόμης ἀκούσας, γράφει τῷ κυρίῳ αὐτῆς,
ἀποστεῖλαι πρὸς αὐτὸν εἰς ἐξέτασιν, ὡς Χριστιανὴν οὖσαν. Ὁ δὲ κύριος αὐτῆς
λυπηθείς, σάκκον ἐνδυσάμενος, ἐθρήνει αὐτήν. Ἡ δὲ παρηγοροῦσα, ἔλεγε: Κύριέ μου, μὴ λυποῦ, ἀλλὰ χαῖρε· ὑπέρ τε γὰρ
τῶν ἐμῶν καὶ τῶν σῶν πλημμελημάτων, ἱερεῖον τῷ Θεῷ εὐπρόσδεκτον λογισθήσομαι. Ὁ
δὲ εἰπών: Μέμνησό μου ἐν τῷ ἐπουρανίῳ
Βασιλεῖ, ἀποστέλλει τῷ κόμητι. Καὶ ἀχθεῖσα, καὶ τὸν Χριστὸν ὁμολογήσασα,
ξυρᾶται τὴν κεφαλήν, καὶ ζέουσαν ἀνθρακιὰν καταπάσσεται· εἶτα δεσμεῖται λίθῳ
βαρεῖ, καὶ ῥίπτεται ἐν τῇ θαλάσσῃ, καὶ ἐξελθοῦσα, ἐνεφανίσθη τῷ κόμητι· καὶ
πολλὰ τιμωρηθεῖσα, καὶ τῶν ὀνύχων τῶν χειρῶν καὶ τῶν ποδῶν στεηρθεῖσα, τῷ Θεῷ
τὸ πνεῦμα παρέθετο.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς
Μαμέλχθα, λίθοις βληθεῖσα τελειοῦται.
«Ὁμοῦ
λελουμένην με Χριστὲ προσδέχου,
(Μαμέλχθα φησὶ) καὶ λίθοις βεβλημένην».
(Μαμέλχθα φησὶ) καὶ λίθοις βεβλημένην».
Αὕτη
ὑπῆρχεν ἐκ Περσίδος, ἱέρεια τοῦ ναοῦ τῆς Ἀρτέμιδος, ἔχουσα καὶ ἀδελφὴν
Χριστιανήν. Εἶδε δὲ ἐν ὀνείρῳ Ἄγγελον Θεοῦ, δεικνύοντα αὐτῇ τὰ μυστήρια τῶν
Χριστιανῶν· καὶ ἀναστᾶσα ἔμφοβος, διηγεῖται τῇ ἀδελφῇ. Ἡ δὲ ἄγει αὐτὴν πρὸς τὸν
ἐπίσκοπον· καὶ βαπτισθεῖσαν, ἐδέξατο αὐτὴν ἐκ τῆς ἀναγεννήσεως ἡ ἰδία ἀδελφή.
Ὅθεν μανέντες οἱ Ἕλληνες, λίθοις αὐτὴν ἀπέκτειναν, ἔτι τὰ ἄμφια τοῦ Ἁγίου
Βαπτίσματος περιφέρουσαν, καὶ εἰς λάκκον βαθύτατον ἔῤῥιψαν· ἐξ οὗ μόλις οἱ
Χριστιανοὶ ταύτην ἀνενεγκεῖν ἠδυνήθησαν. Ὁ γοῦν ἐπίσκοπος, προσελθὼν τῷ βασιλεῖ
τῶν Περσῶν, ἔλαβεν ἐξουσίαν, τοῦ καταλύσαι τὸν ναὸν τῆς Ἀρτέμιδος, καὶ
οἰκοδομῆσαι Ἐκκλησίαν τῇ Ἁγίᾳ Μάρτυρι· ὃ καὶ ποιήσας, ἐν αὐτῷ τὸ τίμιον αὐτῆς
κατέθετο λείψανον.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἀνάμνησις Ὀπτασίας Κοσμᾶ μοναχοῦ, φοβερὰ καὶ ὠφέλιμος.
Πενθώ
κολάσεις τας ξένας ώδε βλέπων.
χαίρω δε αύθις τας αναπαύσεις βλέπων.
χαίρω δε αύθις τας αναπαύσεις βλέπων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰωάννου, ἐπισκόπου Εὐχαΐτων, τοῦ Μαυρόποδους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου Σάμου
Δοὺς
Ἑρμογένης χοῦν χοΐ θνητῶν νόμῳ,
Θεὸς Θεῷ
πρόσεισι, τῷ φύσει θέσει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Εύδοκίμου τοῦ Βατοπεδινοῦ
Πῶς ἠθέλησας Εὐδόκιμε λανθάνειν,
ὅπου τὸ θεῖον Ἁγίοις δοξάζεται;
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρλαὰμ τοῦ Σικίζσκ, τοῦ ἐρημίτου
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν Ἁγίων Ἱεραρχῶν τῆς Μόσχας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ Γεωργιανοῦ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἰσοστάσιος τοῖς πάλαι
διαλάμψασιν Ὁσίοις πάνσεμνε, δι’ ἐναρέτου ζωῆς, ἐδείχθης τῷ βίῳ σου, μεθ’ ὧν
ἠξίωσαι, τῆς τερπνότητος, τῆς αἰωνίου λήξεως, καὶ γερῶν ὑπερκοσμίων.
Ἄνω ἔχουσα τὸ τῆς ψυχῆς σου
φρόνημα καὶ τὸ πολίτευμα, ὡς οὐρανόφων σεμνή, τῶν κάτω παρέδραμες, τὴν
ματαιότητα, καὶ ὑπέταξας, τῷ τοῦ Θεοῦ θελήματι, ὁλικῶς σαὐτὴν Ὁσία.
Γνῶσιν ἔνθεον τῇ πρακτικῇ
ἀσκήσει σου καταπλουτήσασα, πρὸς μετανοίας ὁδούς, εὐθείας ἀνείλκυσας, τοὺς
ὀλισθήσαντας, πρὸς τὰ βάραθρα, τῆς ἁμαρτίας ἔνδοξε, ὑποθήκαις σου ἁγίαις.
Θεοτοκίον.
Ἔχεις Δέσποινα συμπάθειαν
ἀμέτρητον ἔχεις πανάχραντε, πλοῦτον πολλῶν οἰκτιρμῶν· διὸ κατοικτείρησον κἀμὲ
τὸν δοῦλόν Σου, καὶ καταύγασον, ἀκτῖσι τῆς Σῆς χάριτος, τὴν τυφλώττουσαν ψυχήν
μου.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ἔργοις ἐναρέτοις σου τὸν
βίον, κοσμήσασα Μεθοδία παμμακάριστε, κόσμος ἐχρημάτισας, καὶ κλέος καὶ
καύχημα, Κιμώλου τῆς πατρίδος σου· διὸ γεραίρει σου, τὴν μνήμην τὴν ἐτήσιον
Μῆτερ, ἀνυμνολογοῦσα, Τριάδα τὴν Ἁγίαν.
Ῥήσεσιν Ὁσία πειθαρχοῦντες,
τῶν θείων ὡς ἀληθῶς Μῆτερ χειλέων σου, οἱ ὑπὸ τοῦ δράκοντος, ζωγρηθέντες
πρότερον, Κυρίῳ προσηνέχθησαν, ἐν μετανοίᾳ θερμῇ, ὑμνοῦντές σου τὴν ἔνθεον
χάριν, καὶ ὑπερυψοῦντες, Χριστοῦ τὴν εὐσπλαγχνίαν.
Ἄγρυπνον τὸ ὄμμα τῆς
καρδίας, φυλάττουσα προσευχῶν ταῖς ἐπιδόσεσι, τὸ σαρκίον ἔθλιβεες, ἐν παννύχοις
στάσεσι, τὴν δὲ ψυχὴν ἐτέλεσας, σκεῦος πολύτιμον, καὶ εὔχρηστον Χριστῷ τῷ
Νυμφίῳ· ὅθεν ἠξιώθης, χαρᾶς τῆς αἰωνίου.
Θεοτοκίον.
Στάμνος λογικὴ κεχρυσωμένη,
τὸ μάννα τὸ τῆς ζωῆς φέρουσα πάναγνε, τὸ ζωοῦν ἑκάστοτε, τοὺς πιστῶς
μετέχοντας, ἐδείχθης ἐμφανέστατα· διὸ ὑμνοῦμέν Σου, ἀεὶ τὰ μεγαλεῖα τῆς δόξης,
καὶ ὑπερυψοῦμεν, τὸν ἄφραστον Σου τόκον.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Ἴθυνας τὴν σήν, ῥοπὴν καὶ
τὴν ἔφεσιν, θερμῷ σου ἔρωτι, Μεθοδία πάνσεμνε, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως,
πρὸς ἐφετῶν τὸ ἔσχατον καὶ ἀγαθῶν τὴν πηγήν, ἔνθα ἤδη, γενομένη πέπλησαι,
ἀποῤῥήτου καὶ θείας ἐλλάμψεως.
Μνήμην σου σεμνήν, τὴν
θείαν γεραίροντες, πανηγυρίζοντες, πάντες οἱ Κιμώλιοι, τῆς βιοτῆς σου τὰ
προτερήματα, συμφώνως μακαρίζοντες, καὶ ἐκβοῶμέν σοι· μὴ ἐλλείπῃς, τῆς
ἐνεγκαμένης σε, προστατεύειν ἀεὶ καὶ προΐστασθαι.
Ὅλῃ φωτισμοῦ, ἀδύτου
ἀνάπλεως, πέλουσα ἔνδοξε, ὡς περιχορεύουσσα, ἐν χώρᾳ ζώντων ἐν τῷ φωτὶ τῆς
ζωῆς, νοός μου τὴν σκοτόμαιναν, λῦσον πρεσβείας σου, καὶ προσδέχου, τὸν παρόντα
ὕμνον μου, Μεθοδία ὡς δῶρον εὐπρόσδεκτον.
Θεοτοκίον.
Ὕδωρ τῆς ζωῆς, τῷ κόσμῳ
ὑέτισας, Χριστὸν κυήσασα, τὸν ῥείθροις χρηστότητος, τῆς ἀνομίας βυθὸν
ξηράναντα· διὸ κἀμοὶ ἐπόμβρισον τῆς συμπαθείας σου, τὰς ψεκάδας, Κόρη καὶ
κατάσβεσον, τῶν παθῶν μου τὴν φλόγα τὴν ἄσβεστον.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ὁσίως
τὴν πολιτείαν, ἐτέλεσας Μεθοδία, καὶ νῦν Ὁσίων τοῖς δήμοις, συνοῦσα ἀγαλλομένη,
μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι.
Θεοτοκίον.
Σαρκὶ
ἐκ τοῦ ἀσυγχύτως, ὁ ὑπερούσιος Λόγος, τεχθεὶς ἁγνὴ Θεοτόκε, ἐκ τῆς ἀρχαίας
κατάρας, διέσωσε τοὺς ὑμνοῦντας, τὴν ἄφραστον Σου λοχείαν.
Αἶνοι.
Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Μῆτερ,
Μεθοδία ἔνδοξε, τῇ ἀγαπήσει Χριστοῦ, τὴν ψυχὴν καθηλώσασα, τούτῳ ἠκολούθησας,
στεῤῥοτάτῳ φρονήματι, καὶ τῶν προσύλων σαυτὴν ἐκάθηρας, ἀναγομένη πρὸς δόξαν
ἔνθεον, πόνοις ἀσκήσεως, καὶ συντόνοις πράξεσι, πνευματικαῖς· ὅθεν κατηξίωσαι,
τῆς ἄνω λήξεως.
Μῆτερ,
Μεθοδία πάνσεμνε, τῆς αἰωνίου ζωῆς, δεξαμένη τὴν ἔλλαμψιν, τῶν παθῶν ἐξέφυγες,
ὁλικῶς τὴν σκοτόμαιναν, καὶ τὴν ψυχήν σου ὡς νύμφην ἄμωμον, τῷ φωτοδότῃ, Λόγῳ
παρέστησας, οὗ τῆς λαμπρότητος, ἤδη ἀπολαύουσα θεουργικῶς, μέμνησο δεόμεθα, τῶν
μεμνημένων σου.
Μῆτερ,
Μεθοδία πάντιμε, φέγγει τῶν σῶν ἀρετῶν, καὶ ἠθῶν σου ταῖς χάρισι, τὴν
ἐνεγκαμένην σε, κατεπύρσευσας Κίμωλον, καὶ σκοτισθείσας ψυχὰς ἀνείλκυσας, ἐξ
ἀπωλείας καὶ ματαιότητος· ὅθεν τὴν μνήμην σου, σήμερον γεραίρομεν, πρὸς τὸν
Θεόν, πρέσβυν σε εὐπρόσδεκτον, καταπλουτήσαντες.
Μῆτερ,
Μεθοδία ἔνδοξε, δόξης τῆς θείας Χριστοῦ, καὶ τῆς αἴγλης τῆς κρείττονος, καὶ τῆς
ὑπὲρ ἔννοιαν, ἀληθῶς ὡραιότητος, μέτοχος οὖσα καὶ ἀπολαύουσα, καὶ θεουμένη
θείαις μεθέξεσι, πρέσβευε πάντοτε, πάσης ἀεὶ ῥύεσθαι, ἐπιφοραῖς, τὴν σὲ
ἐκβλαστήσασαν, νῆσον ἀοίδιμε.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῶν
Ἁγίων ἁπάντων ἡ πληθύς, προσθήκην ἐδέξατο ἐν οὐρανοῖς, τὴν ἡγιασμένην θεόφρον
ψυχήν σου, τὸ δὲ τίμιον καὶ πάνσεπτόν σου σκῆνος, Κιμωλίων πλήθη συνελθόντα,
ὁσίως ἐκήευσαν θρηνολογοῦντα. Νῦν δὲ φαιδρῶς σε τιμῶντες, μακαρίζομεν λέγοντες·
ὦ θεία περιστερά, ἡ πρὸς οὐράνιον ὕψος πετασθεῖσα γηθομένη, δοχεῖον πολύτιμον,
τῆς ἀληθοῦς ὁσιότητος, τῆς μυστικῆς ζωῆς ἡ θεοτύπωτος στήλη, τὸ ἔμπνουν
παράδειγμα τῆς ἐγκρατείας, τὸ τίμιον γέρας τῶν εὐσεβούντων, Κιμώλου τὸ καύχημα,
Μεθοδία θεόπνευστε, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
Μεθοδία θεοειδής, ἡ μιμησαμένη, τῶν Ὁσίων τὴν βιοτήν· χαίροις τῆς Κιμώλου, τὸ
βλάστημα καὶ γέρας, ἣν ἀσινῆ συντήρει, ἐκ πάσης θλίψεως
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου