Δευτέρα 2 Σεπτεμβρίου 2019

8-14 ΚΥΡΙΑΚΗ ΟΚΤΩΒΡΙΟΥ. ΟΣΙΟΣ ΜΑΤΘΑΙΟΣ ΣΙΝΑΪΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


8-14!! ΚΥΡΙΑΚΗ Β΄ ΟΚΤΩΒΡΙΟΥ
ΜΑΤΘΑΙΟΣ ΟΣΙΟΣ ΣΙΝΑΪΤΗΣ ΕΚ ΣΙΚΥΩΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰσιδώρας μοναχῆς, Μονῆς Τιμίου Προδρόμου Μεγάρων)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἤχου δύο, καὶ τοῦ Ὁσίου δύο. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐν Δεσπότου ὀφθαλμοῖς, εὗρες τὴν εἰρήνην θεόφρον, τῆς Ἀναστάσεως, τότε διαλλόμενος, ὄρη κενώσεως, ὡς τρυγὼν ἡ φιλέρημος, πόθῳ ἐμακρύνθης, πέτραν εἰς θεόφωτον, ξένης ἐλλάμψεως, Πάτερ, τοῦ Σιναίου τῷ όρει· ὅθεν ἐκοσμήθης Ματθαὶε, νέμων εὐφροσύνην τοῖς τιμῶσί σε.

Ὅτε, τὴν τερπνότητα πεινῶν, κάλλους πρωτοκτίστου ἐπόθης, καὶ καθαρότητος, τότε τοῦ Σωτῆρός σου, εἰς μυροχεύμονα, τὴν σκιὰν ἐπεκάθισας, τὰ μῆλα ἐσθίων, γνώσεως ἀτέρμονος, πτωχείᾳ Πνεύματος· ὅθεν, Σικυῶνος ἐδείχθης, κλέος Χριστοφόρον Ματθαῖε, τῆς ἀκτημοσύνης ὡς φερώνυμος.

Δόξα. Ἦχος α’.
Ζητῶν ὃν ἡ ψυχή σου ἠγάπησε, κατέφυγες εἰς ἔρημον γῆν ἄνικμον, ἀντλῶν ὕδωρ ἀγαλλιάσεως, ἐκ μυστικῶν τοῦ Πνεύματος ῥείθρων, εἰς Μονὴν Σινᾶ τὴν ἀγλαόφωτον· ὅθεν, ἐν τῷ μυρίπνῳ τῆς ψυχῆς σου λειμῶνι, περιπατήσασα Τριὰς ἡ ὁμοούσιος, Ματθαῖε ἀκτῆμον, ἐποίησέ σε φῶς ἱλαρόν, ἡμῖν ἐκχέον χαρμονὴν αἰώνιον.

Καὶ νῦν. Θεοτοκίον. Τὸ Δογματικὸν τοῦ Ἤχου.














Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Λάμψιν τρισσοφεγῆ, Σινᾶ ἐν τῇ νεφέλῃ, ὁσίως ἐνεδύθης, Ματθαῖε θεοφόρε, καὶ δόξης ἀμαρύγματα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις ἡ χαρμονή, Ματθαῖε Σικυῶνος, μελίφθογγος κινύρα, ἀγάπησιν ἐρήμου, ἐνθέως μελῳδήσασα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στίλβεις τῇ ἱλαρᾷ, τρυφῇ ἀκτημοσύνης, Ματθαῖε θεηγόρε, πτωχεύεις γὰρ ἐνθέως, τῷ δι’ ἡμᾶς πτωχεύσαντι.

Δόξα. Τριαδικόν.
Ἔγνω τὴν σωστικήν, Πατρώαν εὐδοκίαν, Υἱοῦ ἐνανθρωπήσει, ἐκ Πνεύματος Ἁγίου, Ματθαῖος ὁ θεόφωτος.

Καὶ νῦν. Θεοτοκίον.
Ξένῳ Σου τοκετῷ, ἀγάλλονται οἱ δῆμοι, Ὁσίων Θεοτόκε, ἐν οἷς Σε μεγαλύνει, Ματθαῖος ὁ θεσπέσιος.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ Ἤχου.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ Σινᾶ ἐν τῷ γνόφῳ θείας φύσεως μέτοχος, γέγονας Ματθαῖε ἀκτῆμον, Σικυῶνος ἀγλάϊσμα· διὸ καὶ τῷ πτωχεύσαντι Χριστῷ, ἐδείχθης ἀκτησίας θησαυρός, ἐν λατρείᾳ σου τελείᾳ τὴν εὐωδίαν χέων τῆς ἀσκήσεως· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ εὐωδιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ χάριν καὶ ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις




ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ’ τοῦ τυχόντος ἤχου, καὶ στ’ τοῦ Ὁσίου. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Εἰς ὁρίζοντα ἄληκτον, διαγράφων καλλίφωτον, τροχιὰν ἀοίδιμε ἐν ὀχήματι, πυροδοτούσης δεήσεις, αἰνέσεις κατέγραψας, τῶν ὑμνούντων ποταμῶν, εἰς Ἐδὲμ τὴν εὐπρέπειαν· ὄθεν σήμερον, λαμπαδεύεις Ματθαῖε ζωηῤῥύτους, ἀγαπήσεις τοῦ Νυμφίου, τοῖς θεαυγῶς σε γεραίρουσι.

Δαπανῶν τῆς καρδίας σου, τὸν ἀείφωτον ἔρωτα, εἰς σεπτὰ μεθέξεις τοῦ Ἐλεήμονος, ἐν τῷ Σιναίῳ ἐφείλκυσας, Τριάδος λαμπρότητα, ἔνθα πρόδρομος Μωσῆς, ἀστραπὰς ἐπεσπάσατο, τῆς θεότητος· διὸ Πάτερ Ματθαῖε καταυγάζεις, μοναστῶν τὰς ἀναβάσεις, τῶν ἀρετῶν σου φωτίσμασι.

Εἰς ἀπότιστον ἄρουραν, ὤφθης ῥόα καλλίχυμος, εὐκαρπῶν ἀσκήσεως, τὰ χαρίσματα, καὶ τὴν ἡδύτητα χάριτος, στυφότητι εὕρηκας, εὐαγῶς κακοπαθῶν· ὅθεν γέγονας Ἄνακτος, ἡ ἐδώδιμος, πανδαισία Ματθαῖε θεοφόρε, τῷ Χριστῷ διακονοῦντι, ἀντιπαρέχων τὸν οἶνόν σου.

Ἕτερα. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Τὸν ὄλβον τοῦ Πνεύματος πλουτῶν, ἔνδειαν κατεέλαβες, καὶ εὐφροσύνως ἐδίωξας, Ματθαῖε πάνσοφε, ἀδάμαντα ξένον, θείας παρακλήσεως· διόπερ Σικυῶνα ἐφαίδρυνας, τῇ φωταυγείᾳ σου, εἰρηνόδωρον ἁγνότητα, διανέμων λιταῖς φωτοδότησι.

Ἀκτήμων ὡράθης ἐραστής, θείων ἐνοράσεων, χρυσοπτερύγων ταῖς πτήσεσι, Πάτερ φερόμενος, εἰς θεογνωσίας, ἄϋλον βασίλειον, ἐν ᾧ ὁ Ζωοδότης γνωρίζεται, Ματθαῖε ἔνδοξε, ἀκατάληπτος, ὁ παρέχων εἰρήνην καὶ ἔλεος.

Ἐν ἄρτῳ καὶ ὕδατι βιῶν, ἄρτον ὑπερούσιον, προπαπολαύσας θεότιμε, χρηστῶς ἐκύκλωσας, θυσιαστηρίου, ἔμφωτον μυστήριον, θυσίαν τῷ Κυρίῳ σπενδόμενος, ἐν ἁγιάσμασι· διὰ τοῦτο ἀρτοφόριον, ὦ Ματθαῖε θεόδωρον γέγονας.






Δόξα. Ἦχος πλ. β΄.
Τῇ ὁράσει τῆς θεϊκῆς ἐκστατικῆς οἰκονομίας, εὐαγῶς ἐκπληττόμενος, καὶ τῷ Σταυρῷ ἑλκυσθεὶς καὶ εἰληθείς, τοὺς τύπους τῶν ἥλων κατεφίλησας ζηλώσας· ὅθεν τῷ ὡραίῳ Ποιητῇ, τὴν σὴν ἐνώδυνον ὡραιότητα, ἔδραμες ἀντιπροσφέρειν. Τὴν γὰρ εἰκόνα σου ἠγλάϊσας, τῷ σῷ ἐγκαρδίῳ αἵματι· διὸ Ματθαῖε ἀκτῆμον, Σικυῶνος τὸ εὐῶδες θυμίαμα, ἐν σκηνῇ τοῦ Σινᾷ, ἁγνοχαρῶς ξενισθείς, τὸν Κτίστην εὐηράτως ἐξένισας, τῇ σμυρναλόῃ ἀσκητικῆς σου θυσίας. Καὶ νῦν σκέπε ἡμᾶς, ἐκ τοῦ καύσωνος τῆς ἀρνήσεως, ἐν τοῖς κέδροις τῶν σῶν δεήσεων τρισόλβιε.

Καὶ νῦν. Θεοτοκίον. Τοῦ Ἤχου.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Τοὺς ὀφθαλμούς σου λελουμένους, τῷ γλεύκει τῆς εὐχαριστίας, κλῖνον πρὸς ἡμᾶς Ὅσιε Πάτερ, συναχθέντας τῇ σῇ ἑορτάσει, χάριν τὴν εὐώδη, πόθῳ διανέμων· ἐπενδύσει γὰρ τιμαλφεῖ, ἀσφαλίσας τὸν πλοῦτόν σου, καὶ τῆς εὐτελείας τὴν τρίβον βαδίζων, τὸν πτωχὸν Ἰησοῦν, θεῖον συνέκδημον κατέβαλες, ἐφ’ ᾧ καὶ κατελήφθης. Τὸ αὐτὸ πρέσβευε, Ματθαῖε ἀκτήμον, Σιναΐτα μακάριε, καὶ ἡμᾶς παθεῖν εἰς τοὺς αἰῶνας.

Ἦχος β΄.
Κατανοήσας τῆς θείας εὐδοκίας τὴν χρυσόφωτον χρηστότητα, κατῆλθες εἰς βυθὸν αὐτογνώσεως, ζητῶν τῆς εὐγενείας τὸ ἀρχαῖον κάλλος· διὸ τῇ δεσποτικῇ ἀγωνίᾳ, γενόμενος κοινωνός, κατέμαθες τριφαῶς, καὶ τὴν Ἀναστάσιμον φαῦσιν, ἐκ τοῦ Τάφου ἀνατέλλουσαν· ἀποῤῥίψας τοίνυν, τὴν ὀγκώδη τῆς εὐδοξίας ματαιότητα, ὡς ἀετὸς ἀμέριμνος κατέφυγες, εἰς Σιναίου ὄρους τὰ νέφη, ὑμνῶν τὸν ὑπέρκαλλον. Αἴτησαι καὶ ἡμᾶς, Ματθαῖε ἀκτῆμον, δοξάζειν Θεὸν τρισυπόσατον, αἰωνίῳ ἐν ᾄσμασι.

Ἦχος γ΄.
Ὅπου ὁ θησαυρός σου, ἐκεῖ καὶ ἡ καρδία σου παρεγένετο, Πάτερ ἱερώτατε· τῆς ἀκτησίας ὅθεν κατακρατῶν τὸν ἀδαπάνητον ὄλβον, εἰς πόλιν εἰσῆλθες, ἔνθα τεῖχος ἀδαμάντινον καὶ πάγχρυσοι δρυμοί, αἰνοῦντες ἐξαστράπτοντα, τὸν Βασιλέα τῆς δόξης· διὸ Ματθαῖε θεόφωτε, τούτου τῇ λογχονύκτῳ πλευρᾷ καταφυγών, ὡς στρουθίον ἐρημικόν, ἐμελώδησας τὸ λατρευτικόν σου ᾆσμα. Τῆς ἐγκρατείας τοῖς πόνοις, τοίνυν ἁγιασθείς, καὶ σχῆμα ἀγγελικόν μυρίσας, τοῖς νάρδοις κενώσεως, ἱκέτευε τὸν Σωτῆρα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.



Ἦχος δ΄.
Χαρὰν καὶ γάλα, ἔνδυμα καὶ ἀδελφόν, κατέχων τὸν Χριστόν, τούτου γέγονας ἐπιστήθιος, ἐν φρονήματι βασιλικῷ τῆς κακοπαθείας· ὅθεν ἡ καρδία σου ἐγένετο, βάτος ὑμνοῦσα, φλεγομένη τοῦ φίλου Ἰησοῦ τῷ ἔρωτι, καὶ κατακαιομένη. Καὶ νῦν Ματθαῖε Ὅσιε, τετρωμένος ὑπάρχων, διὰ τὸν δι’ ἡμᾶς τραυματισθέντα Δεσπότην, θέμενος εἰς λάρυγγα ἡμῶν ὑμνῳδίαν ἀείῤῥυτον τριφαῆ, μὴ παύσῃ ἱκετεύων, ἀσπίλους πάντας εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Δόξα. Ἦχος πλ. δ ΄.
Ἐν σιωπώσῃ ἀνθοφόρῳ, γαλήνῃ σου τῆς ἀπαθείας, ὑετίζων ὁ Κύριος ὄμβρους, τῆς φαεινῆς ἐνοικήσεως, καὶ εὑρών σε ἀγρὸν πλήρη, τῆς κεκρυμμένης εὐωδίας, προσῆλθε χαρμοσύνως, καὶ τριφαῶς ἐν σοί, Μονὴν ἐποιήσατο· διὸ Ματθαῖε ἀκτῆμον, εὐαγγελιζόμενος τῆς θεώσεως τὴν αἴγλην, τῷ κόσμῳ παντί, μηνύεις τὴν προαιώνιον πατρώαν βουλήν, τῇ εὐωδίᾳ τοῦ σκήνους σου. Καὶ νῦν θεὸς ἐν μέσῳ θεῶν, πάντα τὰ τοῦ Νυμφίου, κατὰ χάριν κατέχων, πρεσβεύεις ὅπως, καιομέναι αἱ καρδίαι ἡμῶν, εἰς τοὺς αἰῶνας ἐκβοῶσιν ἀπαύστως· Κύριε, δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Τοῦ Ἤχου.
Δόξα. Ἦχος πλ. α΄.
Πανεύφημε Ματθαῖε ἀκτῆμον, τῆς Σικυῶνος θρέμμα πανάριστον, οὐδέποτε ἱστάμενος, τῆς ἐπιθυμίας τοῦ ὁρᾶν, τὸ θεῖον καὶ ἀόριστον κάλλος, γέγονας ἔπαινος καὶ δόξα τοῦ Ἀναστάντος Χριστοῦ· ὅθεν ἀειχαρεῖ ὀδύνῃ, καθ’ ἑκάστην συναποθνήσων τῷ Εὐεργέτῃ, τούτου ὡράθης ἀδελφός, τὴν θεϊκὴν ταπείνωσιν, καὶ εὐτέλειαν ἐνδεδυμένος· διόπερ Πάτερ, τρέφων τὸν Νυμφίον, τοῖς καρποῖς τοῦ σοῦ Παραδείσου, καὶ μέλιτι τρεφόμενος, τῆς ἀχράντου εὐλογίας, δεήθητι καὶ ἡμᾶς, τὸν Χριστὸν ἐσθίειν, καὶ ζῆν εἰς τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ· διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ Ἤχου.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ Σινᾶ ἐν τῷ γνόφῳ θείας φύσεως μέτοχος, γέγονας Ματθαῖε ἀκτῆμον, Σικυῶνος ἀγλάϊσμα· διὸ καὶ τῷ πτωχεύσαντι Χριστῷ, ἐδείχθης ἀκτησίας θησαυρός, ἐν λατρείᾳ σου τελείᾳ τὴν εὐωδίαν χέων τῆς ἀσκήσεως· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ εὐωδιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ χάριν καὶ ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις


























ΟΡΘΡΟΣ

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ματθαίῳ ἀκτήμονι Σιναΐτῃ, ᾄδω. Ἰσιδώρα.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Μελούργησον Δέσποτα, ἐν τῇ κινύρᾳ τοῦ Πνεύματος, νοΐ μου τὸν ὕμνον σου, ἵνα Ματθαίου κλεινοῦ, ᾄσω χάριτας, ἐν ὄρει τῷ Σιναίῳ, κροτήσαντος ἄληκτον, Πάσχα θεώσεως.
Αἰνέσεως καύσεσι, πυρποληθεὶς τὴν διάνοιαν, τὰς φλόγας ἠγκάλισαι, τῆς θεαυγοῦς μετοχῆς, μείνας ἄφλεκτος, τῇ δρόσῳ γὰρ ἀγάπης, Ματθαῖε ὡράϊσαι, Πάτερ πυρίδροσε.
Τρωθεὶς ἐν τοῖς βέλεσι, Μονογενοῦς εἰς ἀκρότομον, κατέσπευσας σκήνωμα, καὶ θείᾳ ῥάβδῳ εὐχῆς, ἀνεστόμωσας, πηγὰς τὰς ζωηῤῥύτους, Ματθαῖε τοῦ Πνεύματος βλύζων χαρίσματα.
Θεοτοκίον.
Θεόθεν τῷ φοίνικι, φωτιστικῆς ἐπιγνώσεως, ἀνέβης Θεόνυμφε, ὑποταγῇ μυστικῇ, καὶ ἀδάπανον, τὸ μάνα κανουργίας, πᾶσιν ἐδαψίλευσας, Κόρη λιμώττουσι.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
νέμους ἀγνώστου εὐωδίας, ἐπέγνως Ματθαῖε ἐν Σινᾷ, φωνὴν τρυγόνος ἤκουσας, μηνύουσαν παρέλευσιν, χειμῶνος τῆς ζοφώσεως, καὶ τὴν αὐγὴν Ἀναστάσεως.
σχὺν τῶν παθῶν ἀποτεφρώσας, τρεφόμενος μνείᾳ τριλαμπεῖ, τοῦ ἱλαροῦ παντάνατκος, νηστείας προαπήλαυσας, τὰς δωρεὰς θεόσοφε, Ματθαῖε ἄρτε γλυκύτατε.
ράθης νοήματα τειχίζων, Ματθαῖε ἐπάλξεσιν εὐχῆς, ἐν αἷς καὶ κατετρόπωσας, δαιμόνων τὰ τοξεύματα, καὶ στρατιὰς διέῤῥηξας, τοῦ δολεροῦ ζοφοκράτορος.
Θεοτοκίον.
κούεις Υἱοῦ προαιωνίου, τὸ ᾆσμα ᾀσμάτων Μαριάμ, καὶ γὰρ νοός Σου ἔνδυμα, ὑπάρχει ἡ βασίλειος, πορφύρα καταστόλιστος, ἐν ταῖς βαφαῖς τῆς σταυρώσεως.










Τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῆς Κυριακῆς.
Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Πολυτέλειαν κλεινήν, τῆς θεϊκῆς ἀμαρυγῆς, θησαυρίσας νοητῶς, ἐπὶ πτερύγων σου χρυσῶν, εὐχαριστίας ἀνέφερες τῷ Ζωοδότῃ, Ματθαῖε ἐν Σινᾷ, καὶ γὰρ ὡράθης λαμπάς, ἐνθέων ὠτειλῶν, τὰς μυστικὰς δωρεάς, ἀπειροχύτῳ στίλβων Ἁγιότητι, καὶ ἀφθαρσίας ἀρώματα, ἐκβλύζων Πάτερ τοῖς κατανύξει, ἀνυμνοῦσι τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀνεδέξω ἐν χερσί, τὴν προαιώνιον Ζωήν, ἐξεστηκυῖα Μαριάμ, οἰκονομίας τῇ ὀμφῇ, τοῖς πυρσοφόροις δακτύλοις Σου Παρθενομῆτορ, ἐξύφανας διό, τὴν ἀλουργίδα φωτός, ἐνθάλπουσα Ἀδάμ, καταῤῥιγῶντα δεινῶς, ἐν ἑορτῇ ἀῤῥήτου τιθηνήσεως, τοῦ σαρκωθέντος παντάνακτος· δι’ οὗ αἰώνιον πανδαισίαν, τοῦ ἐλέους εὑρήκαμεν.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Κρυσταλλίνῃ ἀπαθείᾳ τοῦ Σινᾶ ἐν τοῖς ὄρεσι, διαγγέλλεις ἧτταν, Πάτερ τοῦ θανάτου ἐχέγγυον, εἰς τοῦ Ἀρνίου τοὺς γάμους ἑστιώμενους, ἐν λευχείμονι, καταστολῇ Ἀναστάσεως.
Τέλος βλέπεις μυστουργίας, δεσποτείου σαρκώσεως, ἐν τῇ λειτουργίᾳ, τῆς τροφίμου Πάτερ μεθέξεως· διόπερ ὕμνον Ματθαῖε τὸν τρισάγιον, ἐμελώδησας, φλόγας ποτίζων με Πνεύματος.
λονύκτῳ Ἐκκλησίᾳ τὰς ναρδίνους φιάλας σου, τῆς δοξολογίας, ἤνεγκας Ματθαῖε πανάριστε, καὶ νῦν τὸ ὄνομα φέρων ἐν μετώπῳ σου, καινουργήσεως, χαίρεις χαρὰν ἀνεξίτηλον.
Θεοτοκίον.
Μητρικῶς οἰνοχοοῦσα μυστηρίων παράκλησιν, φαίνεις τοῖς τιμῶσι, Κόρη τοῦ Υἱοῦ τὴν ἐνσάρκωσιν, προσειληφότος οὐσίαν τὴν ἀνθρώπειον, εἰς ἀσύγχυτον ἕνωσιν δύο θελήσεων.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
λβίως ἐπήδησας, εἰς πῦρ ἀναχωρήσεως, Πάτερ τῇ ὁρμῇ ἀκτημοσύνης· ὅθεν ἐν μέσῳ, Σιναϊτῶν εὐκλεῶν, Ματθαῖε ἐκλάμπεις ταῖς φλοξί, τῆς ἀγαλλιάσεως, χελιδὼν ὡς χρυσόπτερος.
Νυκτὸς ταῖς ἐντεύξεσιν, ἀλώβητον διάνοιαν, κέκτησο Ματθαῖε ἀποῤῥήτως, τρέχων νηφόντως, στενοχωρίαις τρυφῶν· διόπερ βυθὸν τῆς σιωπῆς, ἔφθασας συνέσει σου, ἀποκρύφῳ θεσπέσιε.
λὺν κατεφρόνησας, ἀνόοου ὑποκρίσεως· ὅθεν χαρμονῇ τῇ ἐνιδρώτῳ, θεῖε Ματθαῖε, εἰς κοινοβίου αὐλάς, ἔνιπτες τοὺς πόδας ἀδελφῶν, νήψεως ζωννύμενος, καὶ δεήσεως λέντιον.
Θεοτοκίον.
Σαπφείρῳ ἐκόσμησας, τὴν κλίνην τοῦ παντάνακτος, ὥσπερ Βασιλὶς ὡραιοτάτη, πάντας γὰρ λίθπυς, τρισαυγεστάτης εὐχῆς, κατέχεις ἀχράντῳ Σου νοΐ, Μῆτερ ἐλεήμονος, ἀγαπήσεις εὐφραίνουσα.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
λαροφώτῳ διαύλῳ σου, μητέρα τὴν κατάνυξιν ἔσχηκας, Πάτερ θεόφωτε, καὶ σὰ τεκνία εὐήρατα, τοὺς στεναγμοὺς Ματθαῖε, τερπνῆς αἰνέσεως.
Ναὸς ἁγίας ἁπλότητος, Ματθαῖε θεηγόρε ἐνδέδειξαι, βίαις ἀγάπης σου, καὶ ἐν βοαῖς τρισαγίοις σου, τοὺς δροσισμοὺς Σιναίῳ, ἀντιδωρούμενος.
κτήμων λύρα ὡς εὔμολπος, ἐν αὔραις κοινοβίου ἐμέλισας, ᾆσμα τερπνότατον, ὑποταγῆς χαρμοχεύμονος, καὶ ἐγκρατείας Πάτερ, Ματθαῖε πάντιμε.
Θεοτοκίον.
λεων Μῆτερ παρέχεις μοι, τὸν πάντων σωτηρίαν ἱμείροντα, Σὺ γὰρ ἐπλήρωσας, τῆς Ἐκκλησίας ἑνότητα, ἐν τῷ συνδέσμῳ Κόρη, φρικτῆς λοχείας Σου.

Κοντάκιον. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Ἀγάλλου Σικυών, καὶ Μονὴ τοῦ Σιναίου, συνδέσμῳ γὰρ Χριστοῦ, συναφθεῖσαι ἐνθέως, κατέχετε πρόμαχον, ἐν Ἁγίοις ἀνύστακτον, τὸν ὑπέρλαμπρον, καὶ μυστογράφον Ματθαῖον, ἐν ἀκτήμονι, κατατρυγήσαντι κήπῳ, τὴν σμύρναν θεώσεως.
Ὁ Οἶκος.
Τῆς καρδίας σου ἐκθλιβείσης δίψῃ καὶ ἀγρυπνίᾳ, ἀπεπήδησαν ὕδατα· διὸ τὴν ἔνδον ἄρουραν ἀρδεύων, τῇ ἀπὸ Λιβάνου τῆς ἀκακίας ὁρμώσῃ πηγῇ, Ματθαῖε θεόφρον, ἐν ἀκτήμονι κατετρύγησας κήπῳ, τὴν σμύρναν θεώσεως.

Συναξάριον.
Τοῦ Μηναίου, καὶ εἶτα τό:
Τῇ 2 Κυριακῇ τοῦ Ὀκτωβρίου, Μνήμη τοῦ Ὁσίου Ματθαίου τοῦ ἀκτήμονος, τοῦ Σιναΐτου.
Μύρῳ τιμαλφεῖ Ματθαῖε ἀκτησίας,
μέτοχος ὤφθης τῆς Μωσέως εὐκλείας.
Ματθαῖος Τριάδι φαεσιμβρότῳ πάρα ἔστη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Τυραννούμενος τῷ ἔρωτι τοῦ ἄνακτος Πάτερ ἐλάτρευσας, ἐν τῇ ἀρνήσει ψυχῆς· διὸ ἐκαρδίωσας, τὸν ἐλεήμονα, τῇ ὡραίᾳ σου, τῆς συντριβῆς ἁγνότητι, ἣν παρέχοις μοι Ματθαῖε.
δυφώτιστον παράσχου μοι διάνοιαν Ματθαῖε ἔνδοξε, ὅπως ὑμνήσω σεπτῶς, Χριστὸν εὐλογούμενον, ταῖς ἀντιδόσεσι, τῆς κενώσεως, καὶ γὰρ τροφὴ γεγένηται, τοῖς αὐτὸν τιθηνουμένοις.
νερμήνευτον μυστήριον κατέμαθες Ματθαῖε πάμφωτε, στεφανωμάτων Φωτός, καὶ νῦν ταῖς λαμπρότησιν, γνόφου μαρμαίροντος, Πάτερ πρέσβευε, τὸν Ζωοδότην γίνεσθαι, ἀσπασμὸν τοῖς σε τιμῶσι.
Θεοτοκίον.
Δένδρον πέφηνας αὐξάνον ὄμβροις Δέσποινα τῆς ταπεινώσεως, καὶ ἐν ὀπώραις τερπναῖς, ἁγνὴ παρθενίας Σου, τρέφον πανάχραντε, τοὺς δοξάζοντας, ὑπερφυῆ λοχείαν Σου· δι’ ἧς ἔλαμψεν ἡ χάρις.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
φθης ἐν δρυμῷ τῆς Ἐκκλησίας, Ματθαῖς εἰρηνοφώτιστος εὐκάλυπτος, χέων ἐν τοῖς ὄρπηξι, θροῦν τῶν σῶν δεήσεων, καὶ ὡς στρουθία χαίροντα, ἀγείρων ἅπαντας, εἰς δόξαν ὑπερφώτου Σωτῆρος, τῆς παραμυθίας, εἰρήνῃ θεοῤῥύτῳ.
θυνον τὸν νοῦν μου ὦ Ματθαῖε, πρὸς μόνον τὸν κενωθέντα δι’ ἀγάπησιν, σὺ γὰρ τὴν τρισάγιον, ἔμαθες ἐνοίκησιν, ἐν κοινωνίᾳ πάντιμε, τῆς θείας φύσεως, ὀμβρίζων, μετανοίας τὰ ῥεῖθρα, τοῖς ἀνευφημοῦσι, ἱδρῶτάς σου πανάγνους.
Σύνεσιν ἀῤῥήκτῳ ἐγκρατείᾳ, καὶ αἶνον τῇ εὐφροσύνῳ ἀκτησίᾳ σου, πάνσοφε συνέζευξας, πτέρυγας τινάξας σου, πρὸς τοὺς αἰθέρας νήψεως, Ματθαῖε· ὅθεν σε, ἐν Πνεύματι, τιμῶμεν Ἁγίῳ, τῆς Χριστογνωσίας, τρυγόνα ὡς ὀθνείαν.
Θεοτοκίον.
δοιμεν ἐλπίδας πληρωθείσας, ὀλβίως ὁμοιωθέντες τῷ παντάνακτι, σάρκα γὰρ ἐτίμησε, φύσιν τὴν ἀνθρώπειον, προσειληφὼς ὁ ἄναρχος, Παρθένου αἵμασιν, ἀφύρτως, ἐν θελήσεσι δύο, καὶ φύσεσιν ἀχράντως, ἐλέει ἀπροσίτῳ.










ᾨδὴ θ’. Ἅπας γηγενής.
Δῶρον θεαυγές, Ματθαῖε προσήνεξαι, ἐν ἀγαθότητι, τέμενος εἰς ἔνθεον, Αἰκατερίνης τῆς μυροχεύμονος, ἐν νυμφικοῖς σφραγίσμασι προσκαλεσάσης σε, εἰς εὐώδη, ὄρθρον Ἀναστάσεως, Ῥαββουνὶ θεωρίαν πρὸς ἄληκτον.
ραν μυστικήν, σοφὲ κατενόησας, Πάτερ κυπρίζοντος, κέδρου πανοικτίρμονος, σὺν κυπαρίσσῳ ἅμα καὶ πεύκῃ σου· διὸ Ματθαῖε στίγμασι τῆς συσταυρώσεως, τῷ Νυμφίῳ, ἤνοιξας τὴν εἴσοδον, εὐλογεῖν τὰς ἐξόδους σου ἔνδοξε.
έουσαν τρυφήν, κατέλιπες Ὅσιε, καὶ μυριόφορτον, βάρος ματαιότητος, καὶ ἀχθοφόρων γέγονας ὄρχαμος, τὴν χαρμονὴν τοῦ Πνεύματος Πάτερ ἐπ’ ὤμων σου, εἰσκομίζων, ἔνδον εἰς κατοίκησιν, τῶν τιμώντων Ματθαῖε τὴν μνήμην σου.
Θεοτοκίον.
πας γηγενής, ἱμάτιον ἔγχρυσον ἀγαλλιάσεως, θείαις ἐν παλάμαις Σου, Θεοκυῆτορ Κόρη ἐνδύεται, καὶ γὰρ Υἱὸν ἐκύησας τὸν ὡραΐζοντα, πᾶσαν κτίσιν, θείοις ἀπαυγάσμασι, λειτουργίας σεπτῆς Ἀναστάσεως.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ματθαῖον τὸν ἀκτήμονα, εὐφημήσωμεν πόθῳ, Σινᾶ τὸ ἐγκαλλώπισμα, κλέος τῆς Σικυῶνος, καὶ γὰρ ἐν γνόφῳ θυέλλης, τὴν τρισόφωτον χάριν, ἀσκητικῶς ἐπέγνωκε, διαπλέων αἰθέρας, πυρσολαμπεῖ, ἐν ὀλκάδι Πνεύματος Παναγίου, ἁγνείας ψάλλων μέλισμα, στεναγμοῖς ἀλαλήτοις.
Θεοτοκίον.
Παρθένε τὰ πρωτόμυρα, Χριστοφόρου ἐλέους, τῷ κόσμῳ Σὺ προσήνεγκας, κάλλει θεοφανείας, καὶ οἰνοχόου ἀγάπης, Κόρη Θεοκυῆτορ, τὸν δι’ ἡμᾶς ἀκτήμονα, ξενιτεύσαντα Λόγον, ὑπερφυεῖ, γαλουχίᾳ θείας οἰκονομίας, ὑπνώσαντα κρατήσασα, ὡς ὀθνεία τιθήνη.















Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους η’ καὶ ψάλλομεν δ’ Ἀναστάσιμα τοῦ τυχόντος ἤχου, καὶ τοῦ Ὁσίου τὰ ἑξῆς δ’. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ τῶν Ἀγγέλων πορθμεύων τὰς ἐκπλήξεις, Ματθαῖε τρισόλβιε, τῆς Σικυῶνος λαμπτήρ, εἰς κοινωνίαν τοῦ Πνεύματος, ἡμᾶς συνάγεις, ἀνευφημοῦντας σεπτοὺς ἀγῶνάς σου· δελέατι λύρας σου, τῶν μοναστῶν τὰς ψυχάς, εἰς ἰριδίζουσαν θάλασσαν, τῆς μετανοίας, ὡσεὶ δελφῖνας ἑλκύεις πάνσοφε· διὸ ἀκτήμονι τερπνότητι, ξενιτείας ἐγένου τὸ σύγγραμμα, ἱστοροῦν ἐν ἱδρῶσι, τοῦ Σινᾶ τὴν μυσταγώγησιν.

Ἐν ἀλογίᾳ ἐλλόγῳ ἀναβαίνων, εἰς ὄρος πυρίκαυστον, τοῦ Μωϋσέως σιγῇ, γλωσσοπυρσόμορφον ἔγνωκας, θεῖε Ματθαῖε, τῆς καταβάσεως φωταγώγησιν· διὸ συνεσταύρωσαι, ἐν τετρωμένῳ νοΐ, τῷ ἡλοτρήτῳ ἐν ἔρωτι, προσφερομένῳ, εἰς συνεστίασιν ἀπειρότροφον· ὅθεν τοὺς πόθῳ ὡραΐζοντας, τὴν εἰκόνα σου Πάτερ τοῖς βότρυσιν, στεφανοῖς ἀφθαρσίας, εὐπροσδέκτοις ἱκεσίαις σου.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ὁ φερωνύμως χρωστῆρι θεοδώρῳ, εἰκόνα θεώσεως, αἰνετικῶς ζωγραφῶν, Ματθαῖε ὤφθης δακτύλιον, νυμφαγωγίας, ἡμᾶς συνδέων τῷ παανοικτίρμονι· τῆς νύμφης τοῦ ἄνακτος, Αἰκατερίνης καὶ γάρ, ἐν τῷ τεμένει ὑπούργησας, θεογνωσίας, καταφαιδρύνων τὸ Εὐαγγέλιον· ὅθεν θεόκτιστον τὴν κλίμακα, ἀρετῶν ἀναβαίνων ὁμόσκηνος, Ἰωάννου ὡράθης, ἀμφοτέρωθεν τερπόμενος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἀνθηφορῶν τῆς νηστείας ἀντιδόσεις, εὐθύτητι ἔφερες, ἐν ἀφανεῖ ἑορτῇ, τῶν γλυκυχύμων φοινίκων σου, καρποὺς ἀκάκου, ἀκτημοσύνης καὶ ἱλαρότητος· καὶ γὰρ καθαρότητος, μανναδοτήσας εὐχάς, εὐχαριστίας νεφέλωμα, ὡράθης μάκαρ, κατασκιάζων ψυχὰς εἰς ἔρημον· διὸ μεθύσκεις τοὺς τιμῶντάς σε, ἐν τῷ νάματι ξένης ἐλλάμψεως, λειτουργῶν ὦ Ματθαῖε, θείου Πάσχα τὴν μετάβασιν.

Δόξα. Ἦχος πλ. δ’.
Ἐνωτιζόμενοι ᾠδάς σου ἀφώνους, ἐν παννυχίοις καὶ πανημέροις πανηγύρεσι, Πάτερ θεόφωτε, βοῶμέν σοι· τοὺς μυχίους σου χαρμοσύνους στεναγμούς, καὶ ὕμνους σου μυστικοὺς μὴ εἰδότες, γινώσκομεν μακάριε, ὅτι ἠράσθης Χριστόν, καὶ τοῦτον Ἐσταυρωμένον, ἐν πληφαῖς ἀνεξιτήλοις δοξαζόμενον, καὶ φωτὶ Ἀναστάσεως ἐμφαινόμενον· ὅθεν ἐν Σινᾷ, τῇ βιαίᾳ πνοῇ τοῦ Παρακλήτου, γλωσσοπυρσεύτως ἐνεδύθης, τὴν ἀνείκαστον αἴγλην, τῆς ἀθανάτου δόξης· διὸ Ματθαῖε ἀκτῆμον, γεγονὼς ἄρωμα Χριστοῦ, ἀπὸ Κορίνθου μέχρι τῶν περάτων τῆς γῆς, τὰς ψυχὰς ἁγιάζεις, τῇ ἐρατεινῇ μνήμῃ σου, εἰς τὸ δοξάζειν Τριάδα ὁμοούσιον, εἰς τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις Θεοτόκε Παρθένε...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ἐν θυέλλῃ ἁγιασθείς, γνόφου τρισοφώτου, τοῦ Σιναίου ἀμαρυγή, χαίροις Σικυῶνοπς, ἀκτῆμον εὐκαρπία, Ματθαῖε θεοφόρε, μύστα τῆς χάριτος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου