ΔΕΚΕΜΒΡΙΟΥ 5!!
ΤΩΝ ΚΑΡΕΩΤΩΝ ΟΣΙΑΘΛΩΝ ΟΜΟΛΟΓΗΤΩΝ ΠΑΤΕΡΩΝ
ΤΩΝ ΕΠΙ ΒΕΚΚΟΥ ΜΑΡΤΥΡΗΣΑΝΤΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΝ ΤΩ ΜΙΚΡΩ
ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ
προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Σὲ Ἄθως χαίρει προφρόνως τῆς συνειδήσεως, τὸ στάδιον
τὸ μέγα, ἁγιότητος ὄντως, καὶ τῆς Ὀρθοδοξίας ἡ κιβωτός, τῶν δογμάτων
προπύργιον, ἐπὶ τῇ μνήμῃ Πατέρων Καρεωτῶν,
Ὁσιάθλων τῶν τῆς πίστεως.
Ἐντεθραμμένοι Πατέρων, ταῖς παραδόσεσιν, Ὀρθοδοξίας
νᾶμα, εὐλαβὼς ἐκπιόντες, ἀκρίβειαν τηροῦντες σὺν τῷ Κοσμᾷ,
Καρεῶται ὁμόαθλοι, ὡμολογήσατε πίστιν τὴν
ἀληθῆ· διὸ πάντες ὑμᾶς σέβομεν.
Νίκην διπλὴν κατορθώσαντες Ὁσιόαθλοι, στέφος διπλοῦν
τῆς δόξης, ἐκομίσασθε πάντες, ὡς κάρυα Παρθένου πνευματικά, ὑπ᾿ Αὐτῆς νῦν
συνήχθητε, εἰς Βασιλείαν αἰώνιον εἰς χαρᾶς, τὰ σκηνώματα τὰ ἄφθαρτα.
Δόξα καὶ πλοῦτος καὶ καύχημα ἀνεδείχθητε, Πατέρες
θεοφόροι, Ἄθω Ὅρους τοῦ θείου, ἡμῶν δὲ τῶν οἰκούντων ἀναψυχή, ἀρετῆς ἐκμαγεῖά
τε, καὶ πρεσβευταὶ ἀεννάως πρὸς τὸν Θεόν, ἵνα εὕρωμεν τὸ ἔλεος.
Δόξα. Ἦχος δ΄.
Οἱ τὸ Ὅρος οἰκοῦντες τῆς ἁγιότητος δεῦτε, ἐπὶ τῇ μνήμῃ
τῶν Ὁσιάθλων Καρεωτῶν Πατέρων τὰς χεῖρας κροτήσωμεν, καὶ ᾠδαῖς πνευματικαῖς τὸν
τούτους χαριτώσαντα Κύριον δοξάσωμεν, λέγοντες πρὸς Αὐτὸν Κύριε, ὁ τὴν ὑπομονὴν
καὶ τὴν ὁμολογίαν τῶν Πατέρων δεξάμενος, δέχου καὶ τὴν ὑπὲρ ἡμῶν ἱκεσίαν
τούτων, ὅπως τύχωμεν τῆς Βασιλείας σου.
Καὶ νῦν. Ὁ αὐτός.
Τὴν πᾶσαν ἐλπίδα μου...
Εἰς τὰ ἀπόστιχα. Στιχηρὰ προσόμοια. Ἦχος
β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ξύλου τοῦ τῆς Ζωῆς, τυχόντες Θεοφόροι, διὰ τῆς
μαρτυρίας, ποιήσατε ἀξίους, ἡμᾶς τῆς θείας κλήσεως.
Στίχ.: Ὑπομενὼν
ὑπέμεινα τὸν Κύριον...
Ἅρμα εἰς φωτεινόν, συνήφθητε Πατέρες, ξίφεσιν
ἐκτμηθέντες, ἀγχόνῃ τε δὲ ἄλλοι, Χριστὸν ὁμολογήσαντες.
Στίχ.: Καὶ ἔστησεν
ἐπὶ πέτραν τοὺς πόδας μου...
Ζῆτε ἀεὶ σοφοί, οἱ δίκαιοι γὰρ ζῶσι, σὺν τῷ Θεῷ
ἀλήκτως, μετέχοντες τῆς δόξης, ἣν αἵμασιν ὠνήσασθε.
Δόξα. Ὁ αὐτός.
Ὅτε σκότος δεινόν, Πατέρες ἀνατεῖλαν, ἠπείλει
συγκαλῦψαι, Χριστοῦ τὴν Ἐκκλησίαν, Τριάδα ἐδοξάσατε.
Καὶ νῦν. Θεοτοκίον.
Μέμνησο ἡ ἐλπίς, τοῦ κλήρου σου πρεσβείαις, τῶν
Ὁσιάθλων τούτων, ὧν λείψανα κατέχει, ναός σου ὁ περίκλυτος.
Νῦν ἀπολύεις. Τρισάγιον. Παναγία Τριάς.
Πάτερ ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου
πολίτης.
Εὐφραινέσθω ὁ Ἄθως, κιβωτὸς ἁγιότητος, τῆς
Παρθενομήτορος κλῆρος, ὡς βλαστήσας ἐκθρέμματα, ἐνδόξους Καρεώτας ἀθλητάς, τῆς πίστεως τοὺς Ὁμολογητάς, τὸν Κοσμᾶν τὸν θεοφόρον, καὶ τὴν πληθῦν τὴν σὺν αὐτῷ
ἀθλήσασαν. Δόξα βοῶν Σοι ὁ Θεός, δόξα Τριὰς ὑπέρθεε, δόξα ὅτι ἠξίωσας αὐτούς,
τῆς μαρτυρίας τεύξασθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι...
Καὶ ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ
ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Νέα καὶ φαιδρὰ πανήγυρις! Δεῦτε συνελθόντες, Ἄθωνίται
ᾄσμασι, τιμήσωμεν εὐλαβῶς τὸ θεῖον σύστημα, Πατέρας τῶν Καρυῶν, Κοσμᾶν τὸν
Πρῶτον καὶ πληθὺν τὴν ἀνώνυμον, ὡς τράπεζαν γὰρ ἡμῖν, ὁμολογίαν παρέθεντο
κράζουσιν· δόξα σοι Θεὲ τῶν ὅλων ὁ ἐνδοξαζόμενος, καὶ τὴν δόξαν δεικνύων, ἐν
ταῖς μνήμαις τῶν Ἁγίων σου.
Ὅρος τοῦ Θεοῦ τὸ Ἅγιον, Ὅρος θεῖον πῖον, Ὅρος
πανσεβάσμιον, εὐφραίνου καὶ ψαλμικῶς ὠσπερεῖ ἔλαφος, ἐκδίψασον δαψιλῶς ἐκ τῶν
αἱμάτων υἱῶν σου καὶ πρόσβλεψον, πῶς οὗτοι θεοφιλῶς, τμηθέντες ξίφει στεφάνους
ἐδέξαντο, τοὺς τῆς μαρτυρίας καὶ ἡμῖν γεγόνασιν, εὐαγγέλια ζῶντα, καὶ ἀλεῖπται
πρὸς τὴν ἄσκησιν.
Σκήτη Καρύων ἐβλάστησας, θεοφόρους ἄνδρας, οὓς περ ὡς
θυμίαμα, ἀνέθηκας λογικόν, εἰς μαρτυρίου πυράν, καὶ τούτων ταῖς ἐκπνοαῖς, τὴν
Ἐκκλησίαν ὀσφραίνεις χαρμόσυνα, ἐξαίρετον δὲ ἡμᾶς, τοὺς κατοικοῦντας τὸ Ὄρος τὸ
Ἅγιον, οἱ ὁμοῦ ᾠδαῖς καὶ ὕμνοις, τὸν Θεὸν δοξάζομεν, τὸν δοξάσαντα τούτους, καὶ
ἡμᾶς ἑξαγιάζοντα.
Ἕτερα προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
Μάρτυσιν.
Ἐκαρδίωσας Κύριε, τὴν πληθὺν τῶν Ὁσίων σοῦ, ὄντως
ἐκαρδίωσας καὶ κατέφλεξας, ἅπαν ὑλῶδες προσκίρτημα, καὶ τούτους ἀνέδειξας
πορφυροῦς ὡς οὐρανούς, διὰ ξίφους τὸ ἔνδυμα τὸ γαμήλιον, ἐνδυθέντας καὶ οὕτως
ἐπαξίως, εἰς τὸ Δεῖπνον Βασιλείας, τῆς σῆς εἰσάξας Πανάγιε.
Ὁ Κοσμᾶς ὁ τῆς Σκήτεως, Καρεῶν ὁ ὑπέρτιμος, ὥσπερ τις
Χριστόσφακτος κριὸς δέδεικται, οὐ μόνον Πρῶτος τῷ χρίσματι, ἀλλὰ καὶ ταῖς
πράξεσιν γεγονὼς ὡς ἀληθῶς, τύπος πᾶσι θεόγραφος διὰ αἵματος, γεγραφὼς τὴν
Χριστοῦ ὁμολογίαν, ὅτι ἔξω Ἐκκλησίας, ἡ σωτηρία ἀδύνατος.
Στηλογράφοι ἰδέτωσαν ψαλμικοὶ τοὺς ἀθλήσαντας, καὶ
ἐκδειματώσαντας πλάνην δύσθεον, λατινοφρόνων μὴ ἔχουσαν, πατρόθεν τὸ σύμφωνον,
καὶ εἰσάγουσαν διπλήν, τὴν ἀρχὴν ἐν Θεότητι, ὅπερ ἄθεσμον· ὅθεν πέτρᾳ τμηθέντες
τοὺς αὐχένας, Βασιλείαν χαρμοσύνως, ἐκληρονόμησαν ἅπαντες.
Δόξα. Ἦχος πλ. β΄.
Ὅτε βαρὺ τῆς αἱρέσεως τὸ σκότος, τὴν οἰκουμένην
καταλῦψαι ἠπείλει, τότε ὑμᾶς ὁ τῆς Ἀληθείας ἥλιος νοητός, Χριστὸς ἡ αὐτοαλήθεια,
δεύτερα φῶτα ἀναδείξας, Πατέρες Καρεῶται, καὶ τῆς ὁμολογίας ἀξιώσας τῆς σεπτῆς,
τοῖς πεπλανημένοις καὶ ὑπὸ τῆς πλάνης κλονουμένοις, ὁδηγοὺς Ὀρθοδοξίας
κατέστησε. Οὑ γὰρ ἐδέχθητε ὑμεῖς τὴν τῶν Ἰταλῶν ἑτεροδιδασκαλίαν, ἀλλὰ τοῖς
πατρικοῖς ζωηροῖς διδάγμασιν ἑπόμενοι, τὸ ἀνθρωποσωτήριον θεῖον δόγμα
ἀνεκηρύξατε. Καὶ ἐκ τῆς Πέτρας τῆς ἀληθινῆς ποτισθέντες, ἐν πέτρα ἐναπετμήθητε.
Ὢ τῆς καλῆς ὑμῶν ἐμπορίας ὁμόστοχοι Ὁμολογηταὶ καὶ τῆς θεαρέστου ἀθλήσεως! Καὶ
νῦν τυχόντες τῆς ἀκλινοῦς καὶ ἀτρέπτου οὐρανίου δόξης, πρεσβεύσατε τῷ ἐν Τριάδι
Θεῷ, ὅπως χαρίζηται ἡμῖν τῆς ἀληθοῦς πίστεως τὴν χάριν, καὶ τῇ Ἐκκλησία Αὐτοῦ
τὴν εἰρήνην τὴν ἀσάλευτον.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Σπήλαιον εὐτρεπίζου, ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα
Χριστόν· φάτνη δὲ ὑποδέχου τόν τῳ λόγῳ λύσαντα τῆς ἄλογου πράξεως ἡμᾶς τοὺς
γηγενεῖς· ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτὸν καὶ μάγοι ἐκ
Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρνα, τῷ Βασιλεῖ προσάξατε. Ὅτι ὤφθη Κύριος
ἐκ Παρθένου Μητρός, Ὅνπερ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε καὶ
προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· πῶς ἐνεσπάρης μοι ἡ πῶς μοι ἐνεφύης, ὁ
Λυτρωτής μου καὶ Θεός;
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς,
ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν
μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ
ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι,
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (κεφ.
ξγ΄, 15-19 καὶ ξδ΄, 7-11)
Ἐπίστρεψον Κύριε, ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου
τοῦ ἁγίου σου καὶ δόξης. Ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ
πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου; ὅτι ἀνέσχου ἡμῶν; σὺ γὰρ ἡμῶν εἰ
πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, Κύριε,
πατὴρ ἡμῶν. Ῥῦσαι ἡμᾶς, ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς ἐστιίν. Τί ἐπλάνησας
ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε;
ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν
κληρονομήσωμεν τοῦ ὅρους τοῦ ἁγίου σοῦ. Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ
ἁγίασμά σου. Ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ
ὄνομά σου ἐφ᾿ ἡμᾶς. Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν
χειρῶν σου πάντες. Μὴ ὀργίζου ἡμῖν σφόδρα καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν
ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. Πόλις τοῦ ἁγίου σοῦ ἐγενήθη
ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν. Ὁ οἶκος, τὸ ἅγιον ἡμῶν,
καὶ ἡ δόξα, ἥν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ
ἔνδοξα συνέπεσεν. Καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου Κύριε, καὶ ἐσιώπησας καὶ
ἐταπείνωσας ἡμᾶς σφόδρα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα,
οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΑΙΤΗΝ
Ψάλλομεν
πρῶτον τὸ τοῦ Ναοῦ ἰδιόμελον καὶ εἶτα τὰ παρόντα τῶν Ὁσιομαρτύρων. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ θεοσκέπαστος Σκήτη τῶν Καρεῶν, ἡ
τοῦ Ἄθω ἄρχουσα· ἔχεις γὰρ εὐφροσύνης ὡς αἰτίαν, τὴν τῶν τέκνων σου καρατομίαν,
καὶ τὴν μαρτυρικὴν ὁμολογίαν αὐτῶν. Μὴ φέροντες ἑνοῦσθαι τὰ τῇ αἱρέσει
μεμολυσμένα τῇ Καθολικῇ Ὀρθοδοξίᾳ, ἤλεγξαν παρανομήσαντας, τόν τε αὐτοκράτορα
καὶ τὸν πατριάρχην, τύποι ἀληθοῦς πίστεως γενόμενοι, τοῖς δὲ τῷ Ὅρει τούτῳ
ἀσκουμένοις, χαρὰ καὶ ἀγαλλίασις.
Ἦχος β΄.
Τὴν προδρομικὴν φωνήν, οὐκ ἔξεστὶ σοι βασιλεῦ,
ἀναλαβόντες, λατινοφρονήσαντα τὸν ἕως τότε ὀρθοδοξοῦντα αὐτοκράτορα ἠλέγξατε·
καὶ ὡς τίμημα τῆς θερμουργοῦ ὑμῶν παῤῥησίας, τὸ μαρτύριον ἐλάβετε, οἱ
ἐσταυρωμένοι τῷ Χριστῷ. Ὅθεν σήμερον, τὴν πανσεβάσμιον σύναξιν ὑμῶν τελοῦντες
δοξάζομεν Θεόν, τὸν ὑμᾶς καθαγιάσαντα.
Ἦχος γ΄.
Τὴν τῆς πίστεως παρακαταθήκην κληρονομήσαντες, Ἅγιοι
Πατέρες, ὡς κλῆρον πολυτίμητον καὶ ψυχῶν σωτήριον ἡμῖν κατελίπετε, διὰ τοῦ ὑπὲρ
αὐτῆς ἐκχυθέντος τιμίου ὑμῶν αἵματος καθυπογράψαντες. Εὐγνωμονοῦντες οὖν ὑμᾶς,
τὴν σεπτὴν ὁμολογίαν ἀνακηρύττομεν καὶ τὴν λαιμητόμησιν τιμῶντες, τὸν Κύριον
δοξάζομεν.
Ἦχος δ΄.
Σὺ γὰρ ὁ φαινόμενος χρυσός, χρυσός ἐστι τῇ ἀληθείᾳ, ὡς
τοῦτο καὶ οἱ τῷ ἁγίῳ ὀνόματι τῆς ἀδελφότητος ἐπώνυμοι ἰταλοφρονοῦντες ἐφ’ ὑμῖν
ἀπέδειξαν. Ῥίψαντες γὰρ τὸ τῆς ὑποκρίσεως προσωπεῖον, ὡς λύκοι βαρεῖς τὴν
συμφωνίαν ἐν οἷς ἀδύνατον ἥν ὑμᾶς ὁμονοῆσαι ἀπῄτησαν καὶ πολλαῖς βασάνοις
καθυποβαλόντες, ἄλλους μὲν ξίφει πικρῶς ἀπέτεμον, ἑτέρους δὲ τῇ ἀγχόνῃ
ἀπηώρησαν. Πάντας δὲ πάντως εἰς οὐρανούς, εἶ καὶ ἀθελήτως, προήγαγον. Ἐκεῖθεν
ἡμᾶς ἐποπτεύοντες, Ὅσιοι καὶ Μάρτυρες Πατέρες, πρεσβεύετε ἐκτενῶς, ἵνα ῥυσθῶμεν
τῆς κολάσεως.
Δόξα. Ἦχος πλ. α΄.
Τῆς ἀγάπης διὰ τὴν αἵρεσιν ψυγείσης, καὶ τῆς ἀληθείας
διὰ τὴν πλάνην κατανοθευθείσης, ὑμεῖς Πατέρες Ὅσιοι, ἀντίδοτα ζωῆς ἐφάνητε. Καὶ
ὑπὲρ πᾶν τι ἀλλο τὸν Χριστὸν ἀγαπήσαντες, καὶ τὸ ὀρθόδοξον δόγμα ὁμολογήσαντες,
σφάγια ὁλοκαυτώσεως Αὐτῷ προσηνέχθητε ὑπὸ τῶν ψευδαδέλφων, ὧν τὸ τέλος ἀπώλεια.
Χαίρομεν οὖν ὑμᾶς μνημεῖα κατέχοντες τῆς πίστεως ἔμψυχα καὶ τὸν ἐν Τριάδι Θεὸν
εὐφροσύνως δοξάζομεν.
Καὶ νῦν.. Ὁ αὐτός.
Μακαρίζομέν σε Θεοτόκε...
Στιχηρὰ προσόμοια. Ἦχος πλ. α΄. Χαίροις
ἀσκητικῶν.
Χαίροις τῶν Καρεῶν ἡ σεπτή, ἀρχαία Σκήτη Θεοτόκου τὸ
σκήνωμα, καὶ χαίρουσα ὕμνους ᾆσον τῷ ἐν Τριάδι Θεῷ, ὅτι πλῆθος ὅλον σοι
ἐδωρήσατο, Μαρτύρων τοῦ αἵματος, ἀληθείας ὀχύρωμα, ὀρθῶν δογμάτων, θεολόγους
καὶ κήρυκας, καὶ τῆς πίστεως ἀθλητὰς καὶ καυχήματα. Τούτους ὡς πρέσβεις ἔχουσα,
καὶ τεῖχος ἀκλόνητον, Ὀρθοδοξίας πορφύραν ἐνδυσαμένη ἐκβόησον· Χριστὲ σὺ ἡ
δόξα, τῶν Πατέρων μου ἡ θεία καὶ ἡ αἰώνιος.
Στίχ.: Συναγάγετε
αὐτῷ τοὺς Ὁσίους αὐτοῦ...
Χαίροις ἡ φυραθεῖσα Χριστῷ, ζύμη Πατέρων καὶ ὡς ἄρτος
ἡδύτατος, ἐν πέτρᾳ ἄλλη τραπέζῃ, κατακοπέντες ὁμοῦ, καὶ παρατιθέντες ὥσπερ
ἥδυσμα, πιστοῖς μὴ δεξάμενοι, ἀζυμίτου τὸ φρόνημα, τὸ ἄθεσμόν τε παρεμβόλιμον
δίδαγμα, τούτῳ λέγοντες, οὐ δυνάμεθα Δέσποτα, ἄλλως πιστεύειν ἴδε γάρ, συμβόλου
τῆς πίστεως, τὴν παραχάραξιν ἴδε, καὶ μὴ ἀναγκάζε ψεύδεσθαι· Τριάδος ἡ δόξα, ἐν
Χριστοῦ τῇ Ἐκκλησίᾳ, καὶ οὐχ εἰς αἵρεσιν.
Στίχ.: Καὶ ἔστησεν
ἐπὶ πέτραν τοὺς πόδας μου...
Χαίροις Πρῶτε Κοσμᾶ ἀθλητά, χοράρχα θεῖε Καρεῶν
ἐγκαλλώπισμα, ὑπὲρ γὰρ τοῦ ἐπὶ ξύλου, ἀναρτηθέντος Χριστοῦ, ἐπὶ ξύλου Πάτερ καὶ
σὺ ᾔρτησαι, προκρίνας τὸν θάνατον, ἥ τῳ ψεύδει συμφύρεσθαι, ἐλάχιστός τε ἀπὸ
πρώτου γενόμενος, ὅθεν Κύριος σὲ ἐδόξασεν Ἅγιε. Πρέσβευε παμμακάριστε, σὺν δήμῳ
συνάθλων σου, ἵνα κρατῶμεν ἀξίως, τὰ τῶν πατέρων διδάγματα, καὶ τούτοις κανόνι,
κεχρημένοι ἀσφαλείας, ψυχὰς ἐκσῴσωμεν.
Δόξα, Ἦχος πλ. δ΄.
Θυσία τῷ Θεῷ οὐκ ἀπὸ προβάτων ἀλλ' ἀπὸ ἰσαγγέλων
Πατέρων οὐκ ἐν βωμῷ καὶ θυσιαστηρίῳ μωσαϊκῷ, ἀλλ᾿ ἐν τῷ θεομητορικῷ περιβόλῳ·
ἀντὶ βοῶν ἀτάκτων καὶ φωνῶν βοείων, αἶνος εὐχαριστήριος καὶ δοξολογία μαρτυρικὴ
θεοδίψαστος· ἀντὶ ἱερέων νομικῶν, σφάκται ψευδάδελφον, ἀντὶ πυρὸς ὁλοκαυτώσεως,
πῦρ καταφλέξαν τὸν τοῦ Πρωτάτου πανεύφημον ναόν. Ὅμως, Κύριε, Κύριε, ἐξ οὐρανοῦ
ἐπίβλεψον καὶ δὸς ἑκάστῳ τὸ ὅφλημα, ἡμῖν δὲ ζωὴν αἰώνιον, ταῖς ἱκεσίαις τῶν
Ἁγίων σου.
Καὶ νῦν. Θεοτοκίον, προεόρτιον.
Ὑπόδεξαι Βηθλεὲμ τὴν τοῦ Θεοῦ μητρόπολιν· φῶς γὰρ τὸ
ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἤκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ· ἄνθρωποι δοξάσατε ἐπὶ
τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες
ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτῳ τὸν
Παντουργέτην.
Νῦν ἀπολύεις. Τρισάγιον. Παναγία Τριάς.
Πάτερ ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου
πολίτης.
Εὐφραινέσθω ὁ Ἄθως, κιβωτὸς ἁγιότητος, τῆς
Παρθενομήτορος κλῆρος, ὡς βλαστήσας ἐκθρέμματα ἐνδόξους Καρεώτας ἀθλητάς, τῆς
πίστεως τοὺς Ὁμολογητάς, τὸν Κοσμᾶν τὸν θεοφόρον, καὶ τὴν πληθῦν τὴν σὺν αὐτῷ
ἀθλήσασαν. Δόξα βοῶν Σοι ὁ Θεός, δόξα Τριὰς ὑπέρθεε, δόξα ὅτι ἠξίωσας αὐτούς,
τῆς μαρτυρίας τεύξασθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι...
Καὶ ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον σου Σωτήρ.
Ἐκ Πέτρας μὲν Μωσῆς, τοῦ λαοῦ δίψαν παύει, ἐκ πέτρας
δὲ ὑμεῖς, ῥεῖθρα χέντες αἱμάτων, ποτίζετε ἅπασαν, Ἐκκλησίαν μακάριοι, ὡς γὰρ
Πνεύματος, πεπληρωμένοι τὸ ὕδωρ, τὸ ἁλλόμενον, ἡμῖν πηγάζετε ὄντες, κρουνοὶ
πνευματόῤῥυτοι.
Δόξα. Ὅμοιον.
Ὁ κόσμος ὁ λαμπρός, Ἐκκλησίας ὁ Πρῶτος, Κοσμᾶς
σὺν τοῖς λοιποῖς Ὁσιάθλοις Πατράσιν, ἡμᾶς συνεκάλεσαν καὶ ὡς ἄριστον προΰθηκαν,
τὴν χαρμόσυνον καὶ εὐκλεᾶ αὐτῶν μνήμην, τὸ μαρτύριον ὁμολογίαν τὴν θείαν· διὸ
ἀριστήσωμεν.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Κυρίαν σὲ ἡμῶν καὶ προστάτιν πλουτοῦμεν, τοῦ Ὅρους
οἰκισταί, Θεοτόκε Μαρία, χαρὰν καὶ ἀντίληψιν, εὐφροσύνην καὶ στήριγμα, ὅθεν
ἅπαντας εἰς Οὐρανῶν Βασιλείαν, συνεισάγαγε, ὅπως ὑμνῶμεν τὴν δόξαν, Υἱοῦ σου
Παντάνασσα.
Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος
γ΄. Τὴν ὡραιότητα.
Πατέρες Ὅσιοι οἱ τὸ μαρτύριον, τῆς συνειδήσεως, πρῶτον
τελέσαντες, καὶ τὸ ποτήριον ὁμοῦ πιόντες τοῦ μαρτυρίου, νῦν δὲ παριστάμενοι, τῷ
Θεῷ ἐμφανέστερον, πάντας ἀξιώσατε, πληρωτὰς ὑποσχέσεων, γενήσεσθαι ἡμᾶς τοὺς
τιμῶντας, τὴν ἱερὰν ὑμῶν πανήγυριν.
Δόξα. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν
συνάναρχον.
Τὸν συνάναρχον Λόγον Πατρὸς τιμήσαντες, μὴ δεξάμενοι
ὅλως δόγμα τὸ βλάσφημον, ὅτι τὸ Πνεῦμα τὸ εὐθὲς ἐκπορεύεται, καὶ παρ’ Αὐτοῦ ὡς
ἐκ Πατρὸς ἐκπορευόμενόν ἐστι, τιμᾶσθε νῦν θεοφόροι, Πατέρες οἱ Καρεῶται, τοὺς
λατινόφρονας οἱ ἐλέγξαντες.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἐργαστήριον ἔχοντες ἁγιότητος, Θεοτόκε τὸ Ὄρος τοῦτο
τὸ Ἃγιον, σοῦ δεόμεθα Σεμνὴ ὅπως παράσχῃς ἡμῖν, ἐν πειρασμοῖς ὑπομονὴν καὶ
σκοτασμοῦ ἀπαλλαγήν, ἵνα ὀψώμεθα Κόρη, τὸ φῶς Χριστοῦ τοῦ Κυρίου, τοῦ σου
παμφώτου Τόκου Πανάχραντε.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.
δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ τῆς πείρας μαθόντες τὴν πρακτικήν, καὶ τοῦ κόσμου
τὸ ἄστατον καὶ φθοράν, γιγνώσκοντες Ὅσιοι, τὸν Χριστὸν μόνον εὕρατε, σταθηρὰν
καὶ βεβαίαν ἐλπίδα καὶ ἔρεισμα, ὡς ὁ Παῦλος τὰ πάντα πιστεύοντες σκύβαλα,
ἔθεσθε τραχήλους εἰς τομὴν τὴν τοῦ ξίφους, ποθοῦντες τὴν σύστασιν, ὑπὲρ Οὗ
ἀπετάγητε, ὅθεν τύπος γεγόνατε, ἡμῶν οἷς πλοῦτον δόξαν πολύν, τῶν λειψάνων
δῶρον κατελίπετε, διὸ πόθῳ τιμῶμεν ὑμῶν θείαν ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ζωηφόρον Πηγὴν σὲ καὶ χαρμονήν, ἐπιστάμεθα Κόρη οἱ
μονασταί, διό σοι προστρέχομεν, ἐμπλησθῆναι σπουδάζοντες, διά σου γὰρ Παρθένε
Θεὸν ἀνευρίσκομεν, τὸν τὴν μήτραν σου θρόνον Θεότητος δείξαντα, ὅθεν Παναγία,
καταξίωσον μένειν, Αὐτὸν εἰς ψυχὰς ἡμῶν, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, ὅτι Τοῦτον
ποθήσαντες, τὸ Ὅρος κατειλήφαμεν πολλῇ, τῇ ἐλπίδι χρώμενοι Μητρόθεε, τῆς πρὸς
σὲ συμπαθείας, ἥν πάντοτε δείκνυσι.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ. Στ.:
Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Εὐαγγέλιον.
Ὀσιακὸν (τοῦ ἁγίου Σάββα, εἰς τὸν Ὄρθρον).
Ὁ
Ν΄ .
Δόξα: Ταῖς τῶν
Ὁσιάθλων...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. δ΄. Στ.: Ἐλεῆμον,
Ἐλεῆμον ἐλέησόν με ὁ Θεός...
Ὅσιοι Καρεῶται Πατέρες, ἡ σεπτὴ ὑμῶν ἄθλησις, ἡμᾶς
πάντας χαρμοσύνως συνηγάγετο, καὶ πρὸς δοξολογίαν κινεῖ τοῦ Θεοῦ, τοῦ
ἐνισχύσαντος ὑμᾶς τὴν ὁμολογίαν τελέσαι. Αὐτὸν ἱκετεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον
ὁ Θεὸς τὸν λαόν σου...
Καὶ ὁ Κανῶν τῶν Ὁσιάθλων, οὗ ἡ
ἀκροστιχίς· Ως Θεοτόκου κάρυα Καρεοάθλους στέφω. Α (θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ὡς
τῷ φωτὶ τῷ τρισηλίῳ Ἅγιοι, νῦν παρεστῶτες φωτί, τῆς ψυχῆς μου σκότος, λύσατε
καὶ οἶκόν με, φωτὸς μεταποιήσατε, ὅπως μέλψω ἐκθύμως, τὰ τῆς ἀσκήσεως σκάμματα,
καὶ ὁμολογίας τὴν ἄθλησιν.
Σαλευομένης
ἐκ καινῆς αἱρέσεως, τῆς τῶν Λατίνων φημί, Σῶτερ σῆς ὁλκάδος, ἄγκυραι σωτήριοι,
καὶ ἀκριβείας δόγματος, φύλακες οἱ Πατέρες, ἀναφανέντες ἐστήριξαν, τὴν σὴν
κληρουχίαν τῷ αἵματι.
Θεολογία
ἀληθὴς οὐ πέφυκεν, ἡ τῶν δογμάτων ψιλή, γνῶσις ἀλλ’ ὁ βίος, ὁ Θεῷ μορφούμενος,
καὶ τοῦ Σταυροῦ ὁλοθύμος, ἄρσις ὡς οἱ Πατέρες, τῇ Ἐκκλησίᾳ παρέδωκαν, καὶ ὡς
Καρεῶται ἐδίδαξαν.
Θεοτοκίον.
Εὐλογημένη
ἐκ Κυρίου Πάναγνε, ὡς Μήτηρ οὖσα Αὐτοῦ, ἐκ τοῦ Ἀρχαγγέλου ἤκουσας Παρθένε μου,
ὑπερευλογημένη δέ, ἐξ ἡμῶν νῦν ἀκούεις, ὅτι εἰς κλῆρόν σου ἅπαντας, νῦν ἡμᾶς
συμψύχους συνήθροισας.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁμολογίας
στυπτικοῖς, τοῖς βέλεσιν κεχρημένοι, τὴν ἀκάθεκτον αἱρέσεως πλάνην, ὡς ἰατροί,
στρατιῶταί τε θεῖοι, τὴν Ἐκκλησίαν τηρήσαντες ἄμωμον, καθείλετε καὶ τὸν Σατάν,
ἀπεπνίξατε αἵματι Μάρτυρες.
Τὴν
κλίμακα τῶν ἀρετῶν, ἀναβαθμοῖς ἀνελθόντες, τὴν τριάδα ἀρετῶν τὴν ὑπάτην, ὡς
σωστικήν, κατὰ Παῦλον εὑρόντες, καὶ πάλιν ταύτης ἀγάπην προκρίναντες, θυσία
ζῶσα τῷ Θεῷ, εὐοσμίας Πατέρες ἐδείχθητε.
Ὀρθοδοξίας
τῷ ζυγῷ, ὀρθοπραξίαν ζευγνύντες, ἠλοήσατε Πατέρες τὸν σῖτον, τὸν καθαρόν, τῶν
δογμάτων τὸ βάθος, καὶ ἐξηψήσατε ἄρτον τὸν ἄριστον, τὴν πέτραν ἔχοντες πυράν,
καὶ τὸ ξίφος ὡς ξύλα τρισόλβιοι.
Θεοτοκίον.
Κάρυα
ὄντες μυστικά, οἱ Καρεῶται Πατέρες, ἐκ Καρύας σου ἐβλάστησαν Κόρη, καρύαν γάρ,
Ἀαρών σε προεῖδε, καὶ ἐκβλαστήσασαν ῥάβδον Θεόνυμφε, συνήγαγες οὖν ἀληθῶς, τοὺς
Πατέρας ὡς κάρυα Δέσποινα.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὑπερέβης ἀληθῶς, πάντα τὰ ὅρη τὸ σεπτόν, ἁγιότητος
κλεινόν, ὅρος τοῦ Ἄθωνος ἰδού, ὅτι οὐ μόνον ἀσκήσεως εἶ ὁ στίβος· καὶ αἵματα
σεπτά, θυσίαν δέδωκας Θεῷ, Πατέρων εὐκλεῶν, καὶ θείων Ὁμολογητῶν, τῶν Καρεῶν
τὴν εὐκλεᾶ ἀποδεκάτωσιν, σὺν ἀγελάρχῃ Κοσμᾷ
τῷ πάνυ, χαῖρε εὐφραίνου, ὅτι ἡ Χάρις ἐν σοι ὑπερεκκέχυται.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον,
ὅμοιον.
Φιλοξένησον Ἁγνή, νῦν ἐμφανέστερον Οὓς πρίν, ἐν
ἐγκάτοις σου τῆς γῆς, ἐτιθηνήσω μυστικῶς, καὶ γὰρ ψαλοῦσι καὶ αὔθις τὸν ὕμνον,
Ἀγγέλου σοι Σεμνή, ἀγλώττως πλὴν ἀληθῶς, τυχόντες ἀκλινοῦς καὶ θείας στάσεως,
τῆς Βασιλείας Υἱοῦ σου τοῦ θείου, Ὅνπερ πρεσβεῖαίς σου δεῖξον ἵλεων, ἡμῖν τοῖς
ὅσοι, σπουδῇ καὶ πόθῳ, νῦν πρὸς σὲ καταφεύγομεν.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Οὐ
θεμιτόν, Δέσποτα πάντη ἀδύνατον, ἑνωθῆναι, τοῖς καινὰ εἰσάγουσι, τῇ παραδόσει
τῇ πατρικῇ, ἔφασκον Πατέρες, πικρῶς καταπιεζόμενοι, ἱστάμενοι ἐν πέτρᾳ, τῆς
πίστεως βοῶντες, τῇ δυνάμει σου δόξα, Φιλάνθρωπε.
Ὑπακοήν,
ἄνομον οὑ δεδιδάγμεθα, ἐλαττοῦσαν, τὴν ὀρθὴν εὐσέβειαν, ἀλλ᾿ ἀκριβῶς
εὐαγγελικοῖς, δόγμασι στοιχοῦντες, σῳζόμεθα ὡς πιστεύομεν, μηδόλως οὖν ἐλπίζῃς,
ἰταλοσυμφωνία, παραχαράξαι τὴν παράδοσιν.
Κάλλιον
ἧν, κάλλιον στερηθῆναι, τοῦ φωτὸς τὴν πρόσκαιρον ἀναλάμπην ἤ ἀληθινοῦ, φωτὸς
ἀστοχῆσαι· διὸ εἶ τι θέλεις ποίησον, ξιφούλκησον καὶ τέμνε, Χριστοῦ τῆς
ἀληθείας, οὐκ ἂν ἀπέστημεν τὸ σύνολον.
Θεοτοκίον.
Ἁγιασμόν,
Πάναγνε δώρησαι τέκνοις σου, Θεοτόκε Πύλη ἁγιάσματος, ἡ τοὺς κλεινοὺς τούτους
Ἄθλητάς, στέψασα στεφάνοις, ἁγνείας ὁμολογίας τε, ἵνα ὁμόσε πάντες, ἐκβοῶμεν
Υἱῷ σου, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.
Ῥεῦμα
στήσαντες πλάνης, βεβηλούσης τὰ θεῖα Πατέρες Ὅσιοι, ῥεύμασιν αἱμάτων, ἐκχυθείσιν
ὡς ὕδωρ καθάρσιον, Ὀρθοδόξων κλέος, καὶ ὑποτύπωσις ἀρίστη, τῶν θελόντων Κυρίῳ
πορεύεσθαι.
Ὑψαυχένων
ληρώδη, καταπτύσαντες ἀκαταιτίατα, ἐξ Ἑῴας γνῶθι, Βασιλεῦ ἡμῶν ἔσται ἡ
λύτρωσις, ἐφῆτε Πατέρες· διὸ βασάνοις ὑπαχθέντες, μὴ προδόντες κυσὶ τὰ πανάγια.
Ἀζυμίται
οὐδόλως, γενησόμεθα οὐδὲ συμφώνησιν, ἐξῶμεν πρὸς τούτους, ἡμεῖς Ἄρτον
γνωρίζοντες Κύριον, ἄρτῳ τὴν Θυσίαν, τὴν λογικὴν ἐπιτελοῦμεν, ὑπὲρ Ἧς καὶ
προθύμως τεμνόμεθα.
Θεοτοκίον.
Κυκλουμένην
παντοίοις, τὴν ψυχήν μου Παρθένε ὁρμήσασι, τῇ γλυκείᾳ κλήσει, σοῦ Ὀνόματος
χρῶμαι ἀλέξημα, ἵνα μὴ τῇ πλάνη τῶν ἐπικηρῶν ἀστοχήσω, τοῦ Χριστοῦ μου τῆς
θείας συστάσεως.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι.
Ἀπόστητε
Βασιλεῦ, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, αἱρέσεως μολυσμοῦ, οἱ Πατέρες ἔκραζον, ἡμεῖς
γὰρ εὐθύνομεν, τρίβους τοῦ Κυρίου, ἀπ’ αὐτῶν οὑ μὴ ἐκκλίνωμεν.
Ῥημάτων
καινοφανῶν, ψυχολετῆρας γινώσκοντες, Λατίνων τοὺς ἀρχηγούς, τούτοις οὑ
συγχρώμεθα, τίς γὰρ ἡ συμφώνησις τοῦ Χριστοῦ πρὸς σκότος, οὗ μερίδος
λυτρωθείημεν.
Εἰρήνης
οἱ μαθηταί, πρὸς Εἰρηνάρχην ἐφθάσατε, δυνάμεις τὰς ἐν ὑμῖν, πάσας
εἰρηνεύσαντες, διὰ ξιφοτμήσεως· ὅθεν τὴν εἰρήνην, τοῖς ὑμνοῦσι νῦν δωρήσασθε.
Θεοτοκίον.
Οὐ
μόνον ἐπιφανεῖς, καυχώνται πόλεις γεννήσασαι, Μαρτύρων πληθὺν καὶ σύ, Θεοτόκου
σκήνωμα, ἔχεις νῦν τοὺς Μάρτυρας, δι’ Οὓς ἐν Κυρίῳ, ἐγκαυχῶ καὶ ἀγαλλίασαι.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὀρθοδοξίας τὰ καινὰ ἐγκαλλωπίσματα, ἐκθρεψαμένη Καρεῶν
Σκήτη καυχήθητι, ἐν Κυρίῳ γὰρ καυχᾶσθαί σε νῦν ἐμπρέπει· τὸ δὲ Ὄρος τὸ τοῦ Ἄθω
ἐγκοσμούμενον, ἐπὶ πλέον τοῖς ὡς τοῦδε ἐκβλαστήμασι, νῦν κραυγάσατε· χαίροις δόξα Μαρτύρων μου.
Ὁ Οἶκος.
Ἀνάστα προφητικῶς, ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς
φυλακῆς σου, τὸ ἐν Ἄθῳ ἁγιόλλεκτον σύνταγμα, καὶ χαρμόσυνος θέασαι πῶς
ἐκαθαριώθησαν ναζιραῖοί σου Καρεῶται ὑπὲρ χιόνα. Πῶς πολυειδέσι βασάνοις
ὑποβληθέντες ἔλαμψαν ὑπὲρ γάλα. Πῶς τῇ ἀληθείᾳ δουλεύοντες, ὑπὲρ λίθους
σαπφείρου ἐπυῤῥώθησαν. Πῶς τῇ Ὀρθοδοξίᾳ ναματοποτισθέντες, ὑπὲρ Αὐτῆς
ἐτελειώθησαν. Καὶ τὰς χεῖράς σου εὐχαρίστως ἆρον πρὸς Κύριον καὶ ἀνασάλπισον
τούτῳ μεταμορφούμενος· χαίροις δόξα
Μαρτύρων μου.
Συναξάριον.
Τῇ Ἑ´ τοῦ αὐτοῦ μηνός, τὴν σύναξιν ἑορτάζομεν τῶν ἐπὶ Βέκκου ἐν Καρυαῖς ὁμολογησάντων καὶ ὑπὲρ τῆς
Ὀρθοδοξίας ἀθλησάντων ξίφεσί τε καὶ ἀγχόνη Ὁσίων Πατέρων ἡμῶν, οἱ μὴ θελήσαντες
συγκοινωνῆσαι καὶ συμφρονῆσαι τοῖς Λατινόφροσι, τὸ μαρτυρικὸν στέφος ἐδέξαντο,
σὺν τῷ Πρώτῳ ἁγίῳ Κοσμᾷ.
Ἔχει Μάρτυρας Ἐκκλησία παντί που,
Ἔχει Καρεῶν καὶ ἡ Σκήτη αἱμάθλους.
Ἄλλοι ξίφεσιν, ἕτεροι δὲ ἀγχόνῃ,
πρὸς Θεὸν ὁμοῦ ἀνέπτητε Πατέρες.
Τῇ τῶν Ὁσίων πληθύϊ γνώμη μία,
ὑπὲρ πατρῴων δογμάτων τεθνηκέναι.
Βακτηρίαν εἶχες πρὶν τὴν ξυλίνην ὡς σκῆπτρον,
νῦν Κοσμᾶ ἐμπρώτευσον εἰς Χριστοῦ Βασιλείαν.
Πέμπτη ὁμόσε χώρησεν πληθὺς Ὁσιάθλων.
Τῆς τῶν Ῥωμαίων ἀρχῆς τὰ σκῆπτρα Μιχαὴλ τοῦ Η΄ τοῦ
Παλαιολόγου, τοῦ Ἀζυμίτου, κρατοῦντος καὶ τοῦ Οἰκουμενικοῦ Θρόνου τὰ ἠνία τοῦ
λατινόφρονος, φεῦ!, Ἰωάννου τοῦ Βέκκου κατέχοντος, μέγας τε καὶ ζοφώδης σάλος
ἠγέρθη ἐπὶ τῇ γενομένῃ προσπαθείᾳ παρ’ ἀμφοτέρων, ἵνα τὰ ἄμικτα μίξωσι καὶ τοῖς
καθαροῖς τὰ ῥερυπωμένα ἑνώσωσι, βίᾳ ἐπιβάλλοντες τὴν ἕνωσιν τῶν αἱρετικῶν
παπολατρῶν δυτικῶν μετὰ τῆς Ὀρθοδόξου καθ’ ἡμᾶς Ἁγίας τοῦ Χριστοῦ καὶ Καθολικῆς
Ἐκκλησίας, ἀφ’ ἧς ἐκεῖνοι κούφως ἀπεσχίσθησαν. Τότε οὖν, πολλῶν εὐθυφρονούντων
ὡς ταῖς πατρικαῖς παραδόσεσιν ἐντεθραμμένων ἐκ τὲ τῶν ἐκκλησιαστικῶν καὶ τῶν
λαϊκῶν καὶ τῇ τοιαύτῃ γνώμῃ καὶ βουλῇ ἀντιταχθέντων, διωγμὸς ἐκινήθη, ὅπως πάσῃ
δυνάμει ἐπιτευχθῇ ἡ βέβηλος αὕτη καὶ ἀνούστατος ἕνωσις. Ἑξαιρέτως δὲ οἱ
μονάζοντες ἐν Βασιλευούσῃ, τῷ τε Γαλλησίῳ ὅρει καὶ δὴ τῷ τοῦ Ἄθωνος, ἐγγράφως
τε καὶ παῤῥησίᾳ τοὺς πρωτάρχας τῆς τοιαύτης ἀνομίας ἐλέγξαντες, πολυειδέσι
βασάνοις καθυπεβλήθησαν καὶ πολλοὶ καὶ τοῦ μαρτυρίου ἐπέτυχον. Ἐν δὲ τῷ
προπυργίῳ τῆς Ὀρθοδοξίας, τῷ Ἁγιωνύμῳ τούτῳ Ὅρει καὶ τῆς Θεοτόκου κλήρῳ, πλήθη
λατινοφρόνων στρατευμάτων ἐπέδραμον ὥστε εἰ δυνατὸν καταπεῖσαι τοὺς ἐνταῦθα
ἀσκουμένους Πατέρας λατινῖσαι. Πλὴν μάτην ἔδραμον, ὅτι πλὴν ὀλιγίστων τῷ φόβῳ
ὑπαχθέντων τῇ τῶν αἱρετικῶν κοινωνία, οἱ πολλοὶ ἑδραῖοι ἔμενον τῇ παραδοθείσῃ
πίστει. Ἐλθόντες οὖν καὶ εἰς τὴν περιώνυμον Σκήτην τῶν Καρεῶν, τὴν ἄρχουσαν τοῦ
Ἄθω παντός, καὶ εὑρόντες ὡς στερέμνια τείχη Ὀρθοδοξίας τόν τε τότε Πρωτεύοντα
Ὅσιον Κοσμᾶν, ὡς καὶ τοὺς ἐν τῇ Σκήτη παραμείναντας λοιποὺς Πατέρας, βίᾳ
ἐσκόπουν τούτους ἀναγκάσαι τὰ τῶν ἰταλοφρονούντων φρονῆσαι καὶ τὰ τῆς
ψευδενώσεως καθυπογράψαι. Μὴ τυχόντες οὖν τοῦ ποθούμενου, τὸν μὲν Πρῶτον Ὅσιον
Κοσμᾶν ἀγχόνη ἀπηώρησαν, τοὺς δὲ λοιποὺς Πατέρας ξίφει ἀπέτεμον, ὡς τοῦτο ἄχρι
τῆς σήμερον τεκμηριοῖ ὁ σῳζόμενος μαρμάρινος λίθος. Καὶ τὸν περίκλυτον Ναὸν τοῦ
Πρωτάτου πυρπολήσαντες καὶ τὰ Κελλία πάντα καταληστεύσαντες, ἀπῆλθον, ἀφέντες
τὰ τίμια λείψανα τῶν Ὁσιάθλων βορὰν τοῖς θηρσὶν τοῦ δρυμοῦ καὶ τοῖς κόραξι τοῦ
οὐρανοῦ. Μόλις δὲ μετὰ τὴν τῶν Χριστοῦ Γεννῶν μεγίστην ἑορτὴν ταῦτα ταφῆς
κατηξιώθησαν, παρὰ τῶν ἐν τῷ μεταξὺ ἐπαναστρεψάντων οἴκαδε τὸ πρὶν ἀποκρυβέντων
Καρεωτῶν μοναχῶν. Τούτων τὰ ἅγια λείψανα εὑρέθησαν τεθαμμένα κύκλωθεν τῶν
θεμελίων τοῦ Ἱεροῦ τοῦ Πρωτάτου Ναοῦ, κατὰ τὴν γενομένην τὸ σωτήριον ἔτος ,
ἀ^νγ΄ ἀνακαίνισιν αὐτοῦ. Τὸ δὲ τοῦ Ὁσιάθλου Κοσμᾶ τοῦ Πρώτου, τοῦ ἀπὸ τῆς μονῆς
τοῦ Πλάκα ἕλκοντος τὴν μοναχικὴν καταγωγήν, θεία νεύσει ἀνεκόμισεν ἡ τοῦ
Ἁγιωνύμου Ὅρους Ἱερὰ Κοινότης τῇ ιη΄ Νοεμβρίου, ἀ^πα΄ σωτηρίου ἔτους,
Πρωτεύοντος τοῦ ἐκ τῆς Ἱέρας Μονῆς τοῦ Βατοπαιδίου Πανοσιολογιωτάτου
Προηγουμένου Ματθαίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Ἡγιασμένου.
Ψυχὴν ὄπισθεν
τοῦ Θεοῦ κολλῶν πάλαι,
Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάββας.
Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάββας.
Οὗτος
ὑπῆρχεν ἐπὶ Θεοδοσίου τοῦ Μικροῦ, χώρας τῶν Καππαδοκῶν, κώμης λεγομένης
Μουταλάσκης, γονέων Ἰωάννου καὶ Σοφίας. Εὐθὺς οὖν ἐν ἀρχῇ τοῦ βίου πρὸς τὴν
μονήρη κατάστασιν προσδραμών, ἐν Μοναστηρίῳ Φλαβιαναῖς προσαγορευομένῳ,
τοσοῦτον γέγονεν ἐκ πρώτης ἡλικίας ἐγκρατής, ὡς ἐν τῷ κήπῳ ἰδόντα μῆλον καὶ εἰς
ἐπιθυμίαν αὐτοῦ ἐλθόντα, ἐπειπεῖν· Ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν ὁ
ἐμὲ θανατώσας καρπός. Καὶ τοῦτο λαβεῖν μὲν ταῖς χερσί, μὴ φαγεῖν δέ, ἀλλὰ τοῖς
ποσὶ συμπατῆσαι, καὶ ὅρον ἑαυτῷ θέσθαι μὴ φαγεῖν ποτὲ μῆλον. Ἀλλὰ καὶ εἰς
κλίβανον πυρὸς εἰσελθών, ἐξῆλθεν ἀβλαβής, μηδὲ τῶν ἱματίων αὐτοῦ τοῦ πυρὸς
ἁψαμένου.
Ἐν
δὲ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς αὐτοῦ ἡλικίας ἐμφανὴς καθίσταται τῷ Μεγάλῳ
Εὐθυμίῳ, καὶ παρ᾿ αὐτοῦ πρὸς τὸν ὅσιον Θεόκτιστον ἐν τῷ Κοινοβίῳ πέμπεται.
Τούτων ἁπάντων εἷς ἐτύγχανε, τοὺς τρόπους καὶ τὴν ἀρετὴν ἐκλαμβανόμενος καὶ
ἀναμανθάνων. Ὃν ὁ Μέγας Εὐθύμιος ὁρῶν, διὰ τὴν ὑπερβάλλουσαν ἐν αὐτῷ
πνευματικὴν κατάστασιν, Παιδαριογέροντα ἐκάλει. Συμπροϊούσης δὲ αὐτῷ τῆς
ἡλικίας, ἐπηύξανε μᾶλλον τὴν ἀρετήν. Ὅθεν καὶ πολλὰ θαύματα κατειργάσατο καὶ ἐν
ἀνύδροις τόποις διὰ προσευχῆς ὕδωρ ἐξήγαγε. Γέγονε δὲ καὶ πολλῶν μοναχῶν
καθηγητής, καὶ διεπρεσβεύσατο δὶς ἐπὶ τὴν Κωνσταντίνου ἐλθών, παρακληθεὶς ὑπὸ
τῶν κατὰ καιρὸν πατριαρχούντων ἐν Ἱεροσολύμοις, πρός τε τὸν βασιλέα Ἀναστάσιον
καὶ Ἰουστινιανόν. Φθάσας δὲ εἰς τὸ ἀκρότατον τῆς κατὰ Χριστὸν ἡλικίας, ὡς ἐτῶν
γενέσθαι τεσσάρων καὶ ἐνενήκοντα, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου.
Ἀναστάσιον
τιμῶ ὡς σεβόμενον
Τὴν Ἀνάστασιν τοῦ Χριστοῦ καὶ Θεοῦ μου.
Τὴν Ἀνάστασιν τοῦ Χριστοῦ καὶ Θεοῦ μου.
Οὗτος
ὁ ἅγιος Μάρτυς τοῦ Χριστοῦ Ἀναστάσιος, ἰδών ποτε τοὺς ἁγίους Μάρτυρας ὑπὸ τῶν
Ἑλλήνων ἀνερευνωμένους καὶ ἀνακρινομένους καὶ μεληδὸν κατατεμνομένους ὑπὲρ τῆς
τοῦ Θεοῦ ὁμολογίας, χριστιανὸς ὢν καὶ μεμνημένος τὰ τούτοις ἐκ Θεοῦ ὑποκείμενα
ἀγαθά, ἐπεθύμει καὶ αὐτὸς τὸν ἴσον ἀγωνίσασθαι δρόμον. Καὶ δὴ ἐν μιᾷ τῶν ἡμερῶν
ἐθερμάνθη ἡ καρδία αὐτοῦ καὶ τῷ Σταυρῷ σημειωσάμενος ἅπαν τὸ σῶμα αὐτοῦ, ἐπὶ τὸ
στάδιον ἔδραμε, καὶ τοῖς ἐν μέσῳ τοῦ συνεδρίου μεγάλῃ φωνῇ ἐξεβόησεν· Εὑρέθην
τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς μὴ ἐπερωτῶσι (Ἡσ. ξε´). Πάντων δὲ
ἀτενισάντων εἰς αὐτόν, εἶπεν· Ἀκούσατε οἱ ὑπηρέται πάντες τοῦ διαβόλου,
ἀκούσατε· Ἐγὼ χριστιανός εἰμι καὶ εἰς τὸν Κύριόν μου Ἰησοῦν Χριστὸν πιστεύω· τὰ
δὲ εἴδωλα ὑμῶν, καὶ τοὺς ταῦτα προσκυνοῦντας, ἀναθεματίζω καὶ ἀποστρέφομαι. Οἱ
δέ, τὸ πεπαῤῥησιασμένον αὐτοῦ θεασάμενοι, ἐξεπλάγησαν. Καὶ εὐθὺς ἀποδύσαντες
αὐτόν, ἐμάστιξαν σφοδρῶς, καὶ εἶπον· Ταῦτα μέν εἰσι τῆς προπετείας καὶ
ἀναιδείας σου· ὅτι δὲ τὸν Χριστὸν σέβῃ μὴ ἀρνούμενος αὐτόν, τὴν κεφαλήν σου
ἀποτμηθείς, βορὰ ἰχθύων καὶ ἑρπετῶν καὶ πετεινῶν ἐναλίων τῇ σήμερον γενήσῃ. Ὅν
περ εὐθέως οἱ δήμιοι λαβόντες, ἀπέτεμον τὴν κεφαλὴν αὐτοῦ· καὶ μικρὸν τῆς γῆς
ἀποβάντες, ἐν τῇ θαλάσσῃ ἀπέῤῥιψαν.
Τῇ
αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς,
τελειοῦται.
Χαίρων ὑπ᾿
ἀνδρῶν ἐνδιδύσκεται πλάνων,
Χιτῶνα Μάρτυς λάινον Διογένης.
Χιτῶνα Μάρτυς λάινον Διογένης.
Τῇ
αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Ἀβέρκιος ξίφει
τελειοῦται.
Ἔπαθλον,
Ἀβέρκιε, τομῆς σοι μέγα·
Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος.
Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος.
Τῇ
αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Νόννος ἐν εἰρήνῃ τελεοῦται.
Φυγόντα
Νόννον ἀντικειμένου πέδην,
Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις.
Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γράτος ἐν εἰρήνῃ τελειοῦται.
Ἠλπίζετο ζῶν
ἄγγελος πεφυκέναι,
Ἀλλ᾿ ἐκθανὼν ἄνθρωπος ἠλέγχθη Γράτος.
Ἀλλ᾿ ἐκθανὼν ἄνθρωπος ἠλέγχθη Γράτος.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νεκταρίου, τοῦ ἐν τῷ Ἄθῳ, τοῦ ἐν τῷ κελλίῳ τῶν Ἀρχαγγέλων
τῷ καλουμένῳ Ἰάγαρι, κειμένῳ κατὰ τὰς Καρεάς, ἀσκήσαντος ἐν ἔτει ᾳυό (1470)
Ὁ Νεκτάριος
πικρίαν πιὼν βίου,
Νέκταρ πίνει νῦν ἀμβροσίας τῆς ἄνω.
Νέκταρ πίνει νῦν ἀμβροσίας τῆς ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος
Φιλόθεος ὁ Καρεώτης, ὁ χρηματίσας πνευματικὸς πατὴρ τοῦ ἀνωτέρου Νεκταρίου, ὁ
καὶ προορατικοῦ χαρίσματος ἠξιωμένος, ἐν εἰρήνῃ τελειοῦται.
Φιλῶν Θεὸν σύ, Φιλόθεε τρισμάκαρ,
Θεοῦ προσώπῳ νῦν παρίστασαι ἄνω.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Χριστὲ ὁ
Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἄμωμοι
ὡς προκαθαρθέντες, δακρυῤῥόοις τε καὶ πενθικοῖς ἀγῶσιν, ἐλαμπρύνθητε νῦν, πανόσιοι
Πατέρες, ὑπὲρ χρυσὸν καὶ σάπφειρον, τῇ τοῦ αἵματος προσχύσει.
Θεωρίας
ἐπίβασις ἡ πρᾶξις, ὅπερ ἔγνωτε Πατέρες συνθανόντες, καὶ συσταυρούμενοι Χριστῷ
προσωμοιώθητε, πρότερον ἀσκήσει, καὶ τέλος διὰ ξίφους, πιστώσαντες τὸν λόγον.
Λυκωνύμους
οὑ μὴν καὶ λυκοτρόπους, τὸ Μαρτύριον ἀπέδειξε Λατίνους, ὑμᾶς τεμόντας ὦ
τρισόλβιοι, καὶ θηρσὶν ἀγρίοις, τὰ σώματα ἐκθέντας, ὡς ὁ Προφήτης λέγει.
Θεοτοκίον.
Οὐρανός
τις ὡς ἄλλος ὦ Παρθένε, ὁ πανένδοξος ναὸς ὁ τοῦ Πρωτάτου, ἐχαρίσθη ἡμῖν,
φυλάττων ἐν ταμείοις, τῶν Ὁσιάθλων λείψανα, ἃ τιμῶμεν προσκυνοῦντες.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὑπερηφάνου
ἄνακτος, συνετρίβη ἡ οἴησις, τῶν ἀζυμιτῶν ἐπιβαλεῖν τὸ φρόνημα, πρὸς ὃν
ταπεινώσεως, λόγοις σοφοῖς συνέφητε· μὴ ὦ βασιλεῦ τὰ ἀκίνητα κίνει, ἀλλὰ τῇ
παραδόσει, τῶν Πατέρων προσμένων, ἐξ ὕψους σωτηρίαν καὶ εὐλογίαν ἔξεις.
Πάντες
στεῤῥῶς ὡς ἄκμονες, ταῖς βασάνοις τυπτόμενοι, ξίφη τοῦ Θεοῦ θερίζοντα αἵρεσιν,
Κοσμᾶ Πρῶτε τίμιε, σὺν τοῖς σεπτοῖς συμψύχοις σου, ἔφυτε χαλκεῖς γάρ, τοὺς
Λατίνους εὑρόντες, πρὸς οὓς ἀντεβοᾶτε, εἰ καὶ ξίφεσι χρᾷσθε, Τριάδα
προσκυνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Στράτευμα
θεοσύλλεκτον, εἰ καὶ μέλαν φωτόλουστον, Ἄγγελοι καθάπερ, τὸ ὑμῶν συνάθροισμα,
Πατέρες πανόσιοι, ἐνθεωρεῖται πάντες γάρ, τῆς μιᾶς πατρίδος, νόστον ἔχοντες
πίστει, εἰς σκάφος Ἐκκλησίας, συνηγμένοι τῇ αὔρᾳ, τοῦ θείου Παρακλήτου,
ἀνήχθητε εἰς ταύτην.
Θεοτοκίον.
Τίμια
δῶρα πάναγνα, τοὺς Πατέρας προσφέρω σοι, ἐπὶ τῇ Γεννήσει τοῦ Υἱοῦ σου Πάναγνε,
οὓς δέχου ὡς κάρπωμα, φιλοθεΐας Δέσποινα, καὶ τῶν χαρισμάτων τὴν πληθὺν
διανέμοις, τοῖς τέκνοις σου ἑκάστῳ, ὡς οἶσθα τὸ συμφέρον, ὁ Ἄθως ἀνακράζει, τῇ
Θεοτόκῳ Κόρη.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Εἰργάσασθε
προθύμως εἰς ἀρετῆς, ἀμπελῶνα Πατέρες θεόσοφοι καὶ τὸν μισθόν, παρὰ τοῦ Κυρίου
χαροποιῶς, ἐδέξασθε τὸν στέφανον, τῆς ὁμολογίας ὑπὲρ Αὐτοῦ, Ὃν νῦν ἐκδυσωπεῖτε,
τὴν ἄφεσιν δοθῆναι, πλημμελημάτων ὧν περ πράττομεν.
Φωτὸς
ἀκτίστου ἔχοντες μετοχήν, καταλάμψατε σκότος βαθύτατον ὅπερ ψυχάς, νῦν
ἐπαπειλεῖ προσκαταλαβεῖν, καὶ δότε φωτοείδειαν, ἵνα τοῦ προσώπου τοῦ Ἰησοῦ,
γενώμεθα ἐπόπται, καὶ τούτου Βασιλείας, συμμετασχεῖν Πατέρες Ὅσιοι.
Ὦ
θεία Θεοτόκου παρεμβολή, Ὁσιάθλων χορὸς παναοίδιμος, οἱ τοῖς θηρσίν, ἀφεθέντες
βρῶσις καὶ οὐρανοῦ, τοῖς κόραξιν κατάβρωμα, ὡς κληρονομήσαντες ἀσφαλῶς, ἀσύλως
τε τὴν ἄνω, καὶ ἄφθαρτον νῦν στάσιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε.
Θεοτοκίον.
Ἀμώμητε Παρθένε ταῖς προσευχαῖς, Ὁσιάθλων προσδέχου
καὶ πρόσφερε, τῷ σῷ Υἱῷ, ὅπως Ἐκκλησίας ὀρθοδόξῃ, τὸ πλήρωμα καὶ αἵρεσιν,
ἑκποδὼν γενέσθαι, ἵνα σωθῇ, λαός σου ὃς ὑμνεῖ Σου, τὸ ὕψος καὶ τὴν δόξαν, καὶ
μεγαλύνει Σε Θεόνυμφε.
Ἐξαποστειλάριον. Ἦχος δ΄. Τοῖς μαθηταῖς
συνέλθωμεν.
Τὸν λίθον τῆς ἀθλήσεως, ἐνορῶντες Πατέρες, τὸ ξίφος
τὴν ἀγχόνην τε, καὶ βασάνους μυρίας, θαυμάζομεν ἀνυμνοῦντες, τὸν Θεὸν Ὃς
παρέσχεν, ὑπομονὴν σοφίαν τε, σοι Κοσμᾷ τῷ Πρωτάθλῳ καὶ τοῖς λοιποῖς, Καρεώταις
ὅσοι ὁμολογίᾳ, Τριάδα ἐκηρύξατε, ἐναντίον Λατίνων.
Θεοτοκίον, ὅμοιον.
Τὸν κλῆρόν σου τιμήσαντες, Θεοτόκε Παρθένε, Πατέρες οἱ
θεόστεπτοι, διὰ τῆς μαρτυρίας, τῆς πίστεως γεγονότες, ὑποδείγματα θεῖα, νῦν
χαίρουσι κατέχοντες, τοὺς στεφάνους τῆς νίκης, οὓς Σὸς Υἱός, δέδωκε βραβεῖα
ὁμολογίας, ἀξίως ὧν περ ἔπαθον, καὶ δι’ ἃ ἐγκαυχῶνται.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. δ΄. Ὢ τοῦ
παραδόξου θαύματος.
Σήμερον φαιδρὰ πανήγυρις, ἡ τῶν Πατέρων πληθύς, Ὁσιάθλων
συνήγαγε μοναστῶν τὸ ἄθροισμα, ἑορτάσαι χαρμόσυνα, τὴν τούτων μνήμην καὶ σεπτὴν
ἄθλησιν, ὑπὲρ δογμάτων ὀρθῶν τῆς πίστεως· δεῦτε προσπέσωμεν καὶ κατασπασώμεθα
τὰ ἱερά, λείψανα ἃ προΰθεντο, εἰς στηριγμὸν τῶν ψυχῶν.
Ὡς ἐκαλλιώθη Ἄχραντε, κλῆρος ὁ σὸς μυστικῶς, ἐντυχὼν
τῆς προσθέσεως, ἀθλητῶν τοῦ αἵματος, διὰ Πίστιν τὴν ἄμωμον. Ἔχων ἐν μέσῳ Κοσμᾶν
τὸν Πρώταθλον, κεκοσμημένον ἀπὸ τοῦ Πνεύματος. Ὅθεν ἐγκύπτοντες τούτων εἰς
μαρτύριον τὸν Ἰησοῦν, ἅπαντες δοξάζομεν, αὐτοὺς δοξάσαντα.
Χαίρει Ἐκκλησία σήμερον, πορφυρωθεῖσα σεπτῶς, ἐξ
αἱμάτων Πανόσιοι, ἅπερ ἐξεχέατε δι᾿ ἀγάπην Καλέσαντος, ὑμᾶς εἰς κλῆσιν τὴν
Χριστομίμητον, ἐν ᾗ μαθόντες ὅτι δι’ αἵματος, Πνεῦμα προσκτώμεθα, χαρισμάτων
δίδοται δὲ ὁρμαθός, δίψει ἐχωρήσατε, πρὸς τὸ μαρτύριον.
Νοῦν καθηράμενοι πρότερον, ἀδιαλείπτῳ εὐχῇ, φύσιν
ἄλλην ἐκτήσασθε, ἀρετὴν πανόλβιοι, δι’ ἧς ὄντως θεούμεθα· καὶ κατὰ γράμμα τὸν
λόγον δεξάμενοι, συσταυρωθέντες Χριστῷ δι’ ἀθλήσεως, νῦν ἀπολαύετε, ἅπερ νοῦς
ἀνθρώπειος οὐκ ἐξαρκεῖ, ὅλως διηγήσασθαι, ὡς Παῦλος ἔφησεν.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Ὀρθοδόξων τὰ πλήθη, τοὺς Ὁμολογητὰς τῆς πίστεως
τιμῶμεν, Πατέρες τρισόλβιοι. Ὑμεῖς γὰρ σωφρόνως, τῇ ἀληθείᾳ στοιχοῦντες, τὴν
λατινίδα αἵρεσιν ἠλέγξατε. Καὶ ταῖς βασάνοις μὴ ἐνδόντες, τῷ μαρτυρίῳ
ἐνηθλήσατε. Ὅθεν, ὡς εὐσεβείας ἔχοντες θεόγραφα πρότυπα, στομούμεθα χαίροντες
καὶ ὁμολογίας εἰκόνας, τῇ Ἐκκλησίᾳ ὀχυρούμεθα. Τὰ δὲ τίμια Λείψανα
κατασπαζόμενοι, τὸν ἐν Τριάδι Θεὸν δοξάζομεν, τὸν ὑμᾶς δοξάσαντα. ᾯ καὶ μὴ
παύσησθε πρεσβεύειν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον, Ἦχος ὁ αὐτός.
Βηθλεὲμ ἐτοιμάζου, εὐτρεπιζέσθω ἡ Φάτνη. Τὸ Σπήλαιον
δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου
πεφανέρωται, μορφωθεὶς τὸ καθ’ ἡμᾶς καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ
ἀνανεοῦται σὺν τῇ Εὔᾳ κράζοντες· ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σώσαι τὸ γένος ἡμῶν.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Εὐλογήσαντος
τοῦ Ἱερέως ἀρχόμεθα τοῦ Κύριε εἰσάκουσον, μεθ’ ὅ ψάλλομεν τὸ Θεὸς Κύριος, καὶ
εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ Ὑψωθείς.
Τοὺς ὁσιάθλους Καρεώτας Πατέρας, οἱ ἐν τῷ Ἄθω μονασταὶ
καὶ μιγάδες, ἱκετικῶς τιμήσωμεν αἰτούμενοι, λήψεσθαι τὴν ἄφεσιν τῶν πταισμάτων
καὶ χάριν, τοῦ Ἁγίου Πνεύματος ἐνδυθῆναι ἐνθέως, καὶ δοξασθῆναι οὕτω τὸν Θεόν,
τὸν παρασχόντα αὐτοῖς θεῖον στέφανον.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς...
Εἶτα ὁ Ν΄ καὶ εὐθὺς ὁ Παρακλητικὸς
Κανών, οὗ ἡ ἀκροστιχίς· Πρώτῳ τε συμμάρτυσιν ὁμολογηταῖς ᾄδω.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλὴν κεκτημένοι παρὰ Θεῷ, Πατέρες μου θεῖοι,
παῤῥησίαν ἐκ τῶν σεπτῶν, ἱδρώτων αἱμάτων τε τὰς χεῖρας, ὑπὲρ ἡμῶν ἐκτενῶς Αὐτῷ
ἄρατε.
Ῥευστῶν τὴν γεώδη παραφοράν, καὶ τῶν ἀθανάτων ἀγαθῶν
τὴν διαμονήν, συγκρίναντες Ὅσιοι Πατέρες, εἰς Ὅρος Ἄθω Χριστῷ ἐδουλώθητε.
Ὠνήσασθε πλοῦτον τοῦ οὐρανοῦ, ζυγῷ τοὺς αὐχένας
ὑποκλίναντες τοῖς ὑμῶν, πατράσι μιμούμενοι ἐν πᾶσι, τὸν ὑπὲρ οὗ τὰ φθαρτὰ
κατελίπετε.
Θεοτοκίον.
Τρωθέντες τῷ θέλει τῷ γλυκερῷ, τοῦ σοῦ παμποθήτου
Θεοτόκε Μῆτερ Υἱοῦ, Πατέρες προσῆλθον ὡς δορκάδες, ἐν τῷ σῷ κήπῳ καὶ κλήρῳ
ἀσκήσασθαι.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος
Ὡραιώθη τοῦ Ἄθω τὸ ἁγιόλλεκτον σύνταγμα, ὅτε ὡς
μετόχους Πατέρες ὑμᾶς ἐδέξατο, θεομακάριστοι, οὗπερ δεόμεθα πάντας, τεύξασθαι
εὐχαῖς ὑμῶν τοὺς μακαρίζοντας.
Τὸ μαρτύριον ὄντως τῆς συνειδήσεως Ὅσιοι, εἴληφε
προσέτι τὸ στέφος ἐκ τῆς ἀθλήσεως, ὑπὲρ τῆς πίστεως, παρὰ τῶν λατινοφρόνων, ὧν
τῆς πλάνης ῥύσασθε ἡμᾶς πανάριστοι.
Ἐχαρίσθη οὐ μόνον ἡμῖν Πατέρες τὸ πείθεσθαι, ἀλλὰ καὶ
τὸ πάσχειν Κυρίῳ τῷ προσκαλέσαντι, εἰς τὰ οὐράνια, ἐνθαπερ εὔξασθε φθάσαι, καὶ
ἡμᾶς τοὺς μέλποντας ὑμῶν τὴν ἄθλησιν.
Σωτηρία οὐκ ἐστὶ ἐκτὸς τῆς Μάνδρας Θεόνυμφε, ἥνπερ σὸς
Υἱὸς, θείῳ Αἵματι κατεπήξατο, καὶ ὅπερ ἧς Ἁγνή, οἱ ἀθλοφόροι Πατέρες, ὥσπερ
ἀλλὰ σφάγια ὡλοκαυτώθησαν.
Διάσωσον πληθὺς Ὁσίων Πατέρων, τὰ σὰ τέκνα ὑμνοῦντα
προφρόνως, ἄθλησιν τὴν θείαν, ἐκ πάσης δεινῆς πλάνης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος δ΄. Πρεσβεία θερμή.
Ὡς τεῖχος στεῤῥὸν τῆς πίστεως κεκτήμεθα, καὶ πρέσβεις
θερμοὺς Πατέρων θεῖον σύνταγμα, οὓς πρεσβεύειν Κυρίῳ δεόμεθα, δωρήσασθαι ἡμῖν
ὀρθοδοξίας πλήρωμα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὕψη θεῖα σκηνώσαντες, διὸ μαρτυρίου Πατέρες Ἅγιοι, καὶ
ἡμᾶς καθικετεύσατε, τῶν ῥεόντων τάχει ὑπεραίρεσθαι.
Μολυσμῷ τῆς αἱρέσεως, ὅλως κοινωνίαν μὴ ποιήσαντες,
ὥσπερ δῶρον ἡμῖν ἄμωμον, τὴν ὀρθοδοξίαν εὐχαῖς δίδοσθε.
Μανιώδη ὁρμήματα, ἐπιπαφλαζούσης δυτικῆς πλανήσεως, ὡς
ἀφρώδη κατασπάσαντες, ἔχετε Πατέρες νῦν τὸ ἄσυλον.
Θεοτοκίον.
Ἀληθῆ τέκνα Πάναγνε, οἱ Ὁσιομάρτυρες κατεστάθησαν, τοῦ
Υἱού σου Ὃν ἱκέτευε, λυτρωθῆναι ἡμᾶς πάσης θλίψεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις τῶν ὑμῶν προχοῶν θεομακάριστοι, τὸν Χριστὸν
ἐκδυσωπήσατε, δοθῆναι λύσιν, τῶν πολλῶν πλημμελημάτων μου.
Τεῖχος ἀῤῥαγὲς καὶ προπύργιον ὀρθόδοξον, ἀναδέδεικται
θεόσοφοι, κατὰ Λατίνων, ἡ σεπτὴ ὑμῶν ἄθλησις.
Ὕδωρ τῆς Ζωῆς νῦν ἐκπίνοντες μακάριοι, τὸν διψασμόν
μου καταπαύσατε, μικρὰν ῥανίδα, χορηγοῦντες ἵνα ἅλλωμαι.
Θεοτοκίον.
Σύ μου κραταιὰ σκέπη Μῆτερ Θεονύμφευτε, καὶ γλυκασμός
μου παγχαρμόσυνος, ὡς τῶν Πατέρων, προϋπῆρξας Παναμώμητε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἱκέτης ταπεινὸς προσέρχομαι τῷ κοινῷ ὑμῶν μνημείῳ Πατέρες,
παρακαλῶν, ὅπως λάβω τὴν Χάριν, καὶ ἐν τῇ πέτρᾳ τῆς πίστεως ἵσταμαι, ἀκλόνητος
ἐκ προσβολῶν, καινοδόξων ῥευμάτων αἱρέσεως.
Νικήσας νικηφόρον ἄθλησιν, πρῶτος ἔλαβες τῆς νίκης
στεφάνους, ἀποπνιγείς, τῇ ἀγχόνη τρισμάκαρ, ἵνα ἀέρος καινοῦ τύχης Ὅσιε, αὐτόν
τε Πάτερ καὶ ἡμῖν, ταῖς εὐχαῖς σου παράσχου ὡς δώρημα.
Οὐδόλως πτοηθέντες Ὅσιοι, ἀπειλάς τε καὶ Βασάνους
τιάρας, ῥωμαϊκῆς, εἰς αὐλὰς τοῦ Κυρίου, διὰ ποικίλων σκυλμῶν κατεπαύσατε, ἐν
αἷς σκηνῶσαι καὶ ἡμᾶς, ἱκετεύσατε πάντες δεόμεθα.
Θεοτοκίον.
Μαρία Θεοτόκε καύχημα, μοναζόντων ἐν τῷ Ὅρει τοῦ Ἄθω,
παρακαλῶ, σὺν πατράσιν Ὁσίοις, κατασκηνῶσαι ἡμᾶς καταξίωσον, ἐν Ὄρει ἄνω τοῦ
Θεοῦ, Ὅπερ πόθῳ πολλῷ ἐκδεχόμεθα.
Διάσωσον, πληθὺς Ὁσίων Πατέρων, τὰ σὰ τέκνα ὑμνοῦντα
προφρόνως, ἄθλησιν τὴν θείαν, ἐκ πάσης δεινῆς πλάνης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν
χριστιανῶν.
Μελισσῶν τῶν Πατέρων ὁ Πάντιμος, οἱ Ὀρθόδοξον πίστιν
συνομολογήσαντες, μὴ παρίδητε ἡμῶν ἱκέσιον φωνήν, ἀλλὰ δωρήσασθε πολὺν τῶν
χαρισμάτων ὁρμαθὸν τοῖς ἐκ πόθου κραυγάζουσι· πάθη δεινὰ καὶ πλάνην, πόῤῥω ἡμῶν
ποιεῖτε, οἱ τοῦ Κυρίου τὸν ζυγόν, ὁμολογία στέψαντες.
Προκείμενον: Ὑπομενὼν
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στίχ: Καὶ ἔστησεν
ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ.
ιβ΄, 8-12)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν
ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν
αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων
ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν
τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ
ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς
ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τὶ ὀπολογήσησθε, ἤ τὶ εἴπητε τὸ γὰρ Ἅγιον Πνεῦμα
διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὤρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα
Πατρί: Ταῖς τῶν Ὁσιάθλων...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχ.: Ἐλεῆμον,
ἐλέησον μὲ ὁ Θεός.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, τὴν κοσμικὴν δυσπραγίαν, νοῦν τε καὶ
διάνοιαν, καὶ ζωὴν ἅπασαν ἐδουλώσατε, εἰς Χριστοῦ νόημα, Ὅσιοι Πατέρες, καὶ τὴν
πίστιν τὴν ὀρθόδοξον, ὁμολογήσαντες, σὺν Κοσμᾷ Θεόφρονι οἱ μὲν ξίφεσι, ἕτεροι
δὲ ἀγχόναις, πρὸς λιμένα ἄκλυστον κατεπαύσατε· ὅθεν τοῦ Κυρίου, δωρήσασθε ἡμῖν
θεοπρεπῶς, ὁδὸν πορεύεσθαι Ἅγιοι, τοὺς Ὑμᾶς γεραίροντας.
Ὁ
Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ πάσης πατρίδος, ἀθροισθέντες Πατέρες ἐν σκήτη
τῶν Καρεῶν, ἀθλήσαντες προθύμως, νῦν ἄνω συνοικεῖτε, τῷ Κυρίῳ συμψάλλοντες· ὁ
τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λίθος κράζει ἀγλώττως, καὶ κηρύττει ἀφώνως Πατέρες
Ὅσιοι, ὑμῶν ὁμολογίαν, ἢν διὰ ψευδαδέλφων, ἐποιήσατε κράζοντες· ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οἱ ἀγχόνῃ Κυρίου, Βασιλείας γενόμενοι νῦν συμμέτοχοι,
πρεσβεύσατε ἐνθέως, ὑπὲρ τῶν μελωδούντων ἐκ καρδίας θεόσοφοι· ὁ τῶν Πατέρων
ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γῆ Παρθένε ἐβάφη, περιβόλου Ναοῦ Σου τοῖς θείοις
αἵμασιν, τῶν σοι προσπεφευγότων, καὶ πόθῳ τὸν Υἱόν Σου ἀνυμνούντων Πανάμωμε· ὁ
τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑμεῖς Πατέρες, εὐχὰς Ὑμῶν κεκτημένοι, τῷ Κυρίῳ
προσπίπτομεν ὑμνοῦντες, καὶ ὑπερυψοῦντες Αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὴν κληρουχίαν, τὴν νυνὶ ἀσκουμένην, ἐν τῷ Ὄρει τοῦ
Ἄθωνος Πατέρες, σύσκηνον ποιεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἅγιον Πνεῦμα, ὑπὲρ Οὗ οἱ Πατέρες, ἕκοντι ἀνηνέχθησαν
θυσία, σκήνου ἡμῖν σκήνου, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱερωμένους, σὺν μονάζουσι δέχου, Παναγία πρεσβεύοντας
ἀπαύστως, τῷ Υἱῷ Σου ὅπως, ζήσωμεν εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στηρίξατε Πατέρες, εἰς Ὀρθοδοξίαν, τὰ ἐκβλαστήματα
Ὄρους τοῦ Ἄθωνος, καὶ μιμητὸς ἡμᾶς δείξατε ἐν ταῖς πράξεσιν.
Ἀνοίξατε τὰς πύλας, τῆς ἐπουρανίου σκηνῆς ἡμῖν ὥσπερ
ταύτης συμμέτοχοι, ἀθλοστεφεὶς Καρεῶται Ὁσιομάρτυρες.
Δοξάσαντες Τριάδα, τῇ ὁμολογίᾳ, ταῖς πατρικαῖς
παραδόσεσι μείναντες, εἰς ἂς καὶ ἵστασθαι πάντας, Αὐτῇ πρεσβεύσατε.
Θεοτοκίον.
Μῆτερ Θεοτόκε, ἡ Καθηγουμένη, Ἁγίου Ὄρους ἡμᾶς
καταξίωσον, σὺν Ὁσιάθλοις σκηνῶσαι εἰς θεία δώματα,
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκούσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Χαίροις Ὄρος Ἄθω πανευκλεῶς, ἑξαιρέτως χαῖρε, σὺ ἡ
Λαύρα τῶν Καρεῶν, ἔχουσα ἐν κόλποις λείψανα τῶν σῶν τέκνων, ἅπερ καταφιλοῦσα,
Θεόν σου δόξαζε.
Τῆς Ὀρθοδοξίας τοὺς ὁδηγούς, καὶ τῶν μοναζόντων
λύχνους θείους καὶ φωταυγεῖς, τοὺς ἐπὶ τοῦ Βέκκου ἀθλήσαντας Πατέρας, ἡμεῖς τὰ
τούτων τέκνα, ὕμνοις δοξάζομεν.
Χαῖρε Πρῶτε Λαύρας τῶν Καρύων, Κοσμᾶ θεοφόρε, ὥσπερ
ὄρχαμος κραταιός, πρῶτος ἐναθλήσας ὑπὲρ Ὀρθοδοξίας, διὸ καὶ πρῶτος εἴληφας
στέφος ἄφθαρτον.
Χαίρετε Πατέρες πύργοι στεῤῥοί, πίστεως ἁγίας,
θεολόγοι οἱ πρακτικοί, οἱ τὸ θεῖον δόγμα κηρύξαντες γενναίως, καὶ ὑπὲρ τούτου
πάντες συμμαρτυρήσαντες.
Ἔχεις τοῦ Πρωτάτου θεῖος Ναός, σὺν τῇ Θεοτόκῳ
ἐγκαυχήματα ἀγλαά, τοὺς σεπτοὺς Πατέρας τοὺς αἵμασι θεμέθλους, ποτίσαντάς σου
οὕσπερ, νῦν χαίρων ξένιζε.
Ἡ τῶν Ἀνωνύμων πλειὰς σεπτή, Ὁσίων Πατέρων, ἡ γνωστὴ
δὲ πάντως Θεῷ, οἱ αἵματα δόντες τοῖς ξίφεσι κοπέντες, ἡμῶν ποικίλα πάθη,
πρόῤῥιζα τέμνετε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς
τὸ σωθῆναι ἡμᾶς.
Εἰς
δὲ τὴν ἀπόλυσιν ψάλλομεν τὸ τροπάριον. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σε.
Δεῦτε μετὰ πόθου καὶ χαρᾶς, ὕμνοις εὐφημήσωμεν Πρῶτον
τῶν Καρεῶν καὶ κλεινούς, στεφηφόρους Μάρτυρας τοὺς συναθλήσαντας, ὑπὲρ πίστεως
οὗτοι γάρ, γενναίως τὴν πλάνην, δυτικῆς σκοτώσεως συνεξελέγξαντες, νῦν δὲ τὸν
Χριστὸν ἐξαιτοῦνται, ἄφεσιν ἡμῖν τῶν πταισμάτων, κλῆρον Βασιλείας τε αἰώνιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ
φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου, φύλαττε
εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβεία Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου
τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτιρμῶν.
Δι’
εὐχῶν...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου