Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 5. ΟΣΙΟΣ ΣΑΒΒΑΣ ΠΑΡΑΚΛΗΣΙΣ


ΔΕΚΕΜΒΡΙΟΣ Ε΄.
ΣΑΒΒΑΣ ΟΣΙΟΣ
ΠΑΡΑΚΛΗΣΙΣ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἁγιασθεὶς ἀπὸ παιδὸς θεοφόρε, ἁγιασμὸν καὶ φωτισμὸν καὶ εἰρήνην, καὶ ὀφλημάτων αἴτησαι συγχώρησιν, νόσων ἀπολύτρωσιν, καὶ εἰρήνην ἐν βίῳ, τοῖς πιστῶς προστρέχουσι τῇ ἁγίᾳ σου σκέπῃ, Σάββα Πατέρων θεία κορωνίς, καὶ τὴν θερμήν σου, αἰτοῦσιν ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ῥῦσαί με στόνων, Ὅσιε Σάββα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ῥημάτων ψυχῆς μου τῆς ταπεινῆς, εἰσάκουσον Σάββα, καὶ παράσχου μοι φωτισμόν, καὶ ῥώμην κατὰ τοῦ πολεμίου, ὡς ἀντιλήπτωρ μου Πάτερ καὶ ἔφορος.
Ὑφέρπων δολίως ὁ δυσμενής, προσβάλλει με Πάτερ, καθ’ ἑκάστην δι’ ἡδονῆς, ἀλλὰ τούτου σύντριψον τὸ θράσος, καὶ τὴν ζωήν μου βελτίωσον Ὅσιε.
Στολὴν ἀμαυρώσας τὴν ἱεράν, Θεοῦ ἐμακρύνθην, διὰ πλῆθος ἁμαρτιῶν· ἀλλὰ σὺ γενοῦ μοι ὁδηγία, πρὸς τὸν Χριστὸν καὶ οἰκείωσις Ὅσιε.
Θεοτοκίον.
Ἁγία Παρθένε Μῆτερ Θεοῦ, τῇ Σῇ εὐσπλαγχνίᾳ, τὴν ψυχήν μου τὴν ἐναγῆ, ἁγίασον ἔργοις ἐναρέτοις, καὶ σεσωσμένον Θεῷ με προσάγαγε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν καὶ εἰρήνην καὶ τῶν παθῶν ἴασιν, καὶ ἐπηρειῶν πολυτρόπων, τὴν ἀπολύτρωσιν, καὶ εἰρηναίαν ζωήν, ἡμῖν ἀπαύστως ἐξαίτει, τοῖς σὲ μακαρίζουσι, Σάββα μακάριε.
Μετανοίας πρὸς τρίβον καὶ πρὸς ζωὴν κρείττονα, ὡς τῆς πολιτείας τῆς θείας, ἔνθεον ὄργανον, ἡμᾶς ὁδήγησον, ὡς ἂν τῇ σῇ ἀντιλήψει, τοὺς καρποὺς τοῦ Πνεύματος, καρποφορήσωμεν.
Εὐμενῆ ἀρωγόν σε καὶ βοηθὸν ἕτοιμον, Σάββα θεοφόρε πλουτοῦντες, διασωζώμεθα, πάσης στενώσεως, καὶ πειρασμῶν ἀδοκήτων, Πάτερ τῇ πρεσβείᾳ σου, Χριστὸν δοξάζοντες.
Θεοτοκίον.
Συντριβεὶς ταῖς ἀμέτροις καὶ πονηραῖς πράξεσι, νῦν τὴν παρὰ Σοῦ θεραπείαν, αἰτοῦμαι ἄχραντε, ἥν μου πρυτάνευσον, καὶ πρὸς ὁδὸν σωτηρίας, ἴθυνόν με δέομαι, ὡς ὑπεράγαθος.
Διάσωσον, ἡγιασμένε θεόληπτε Πάτερ Σάββα, ἐκ κινδύνων καὶ ἀναγκῶν καὶ κακώσεων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προσπεφευγότες.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἁγίαν ζωὴν ἀνύσας ἐκ νεότητος, παθῶν ἐναγῶν καὶ χαμερπῶν προλήψεων, Σάββα θεομακάριστε, καὶ ἁπάσης φαυλότητος λύτρωσαι, τοὺς τὴν σὴν ἐξαιτοῦντας ἀρωγήν, βραβεύων ἡμῖν Πάτερ τὰ κρείττονα.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὰ κύματα, πράϋνον παμμάκαρ τῇ προστασίᾳ σου, καὶ πρὸς ὅρμον με κυβέρνησον, θείων ἐνταλμάτων Σάββα Ὅσιε.
Ὀδυνῶν με ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα ἀοίδιμε, καὶ τὸν νοῦν μου πρὸς ἐγρήγορσιν, θείων θελημάτων Πάτερ ἔγειρον.
Νοσημάτων τὴν ἴασιν, καὶ πλημμελημάτων Πάτερ συγχώρησιν, καὶ εἰρήνην καὶ ὁμόνοιαν, αἴτει δωρηθῆναι τοῖς αἰνοῦσί σε.
Θεοτοκίον.
Ὡς Θεὸν σωματώσασα, ὑπὲρ νοῦν καὶ λόγον θεοχαρίτωτε, τὰ τοῦ σώματός μου νέκρωσον, πάθη τὰ ὀλέθρια καὶ σῶσόν με.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, ζωηφόροις ἱκεσίαις σου, τὰς κινήσεις τῆς σαρκὸς καὶ πρὸς ζωήν, τὴν ἀγήρω Πάτερ Σάββα ἡμᾶς ἴθυνον.
Ὄμβρησον ἡμῖν, ἰαμάτων Πάτερ νάματα, ἀσθενείαις φλεγομένοις χαλεπαῖς, καὶ φωτὶ τῶν ἀρετῶν ἡμᾶς καταύγασον.
Σώματος δειναῖς, ἀῤῥωστίαις ἐταζόμενος, τῇ πρεσβείᾳ σου προστρέχω ἐκ ψυχῆς, ἴασαί με Πάτερ Σάββα καὶ σωθήσομαι.
Θεοτοκίον.
Ἵνα τὴν πολλήν, μεγαλύνω Σου χρηστότητα, σκεῦος εὔχρηστόν με ποίησον Χριστοῦ, τὴν ψυχήν μου Θεοτόκε καθαγνίζουσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐκκένωσε, κατ’ ἐμοῦ ὁ δόλιος, τὴν φαρέτραν τῆς αὐτοῦ κακουργίας, καὶ τραυματίσας δεινῶς τὴν ψυχήν μου, πρὸς ἀπογνώσεως βόθρον καθέλκει με· ἀλλὰ σὺ πρόφθασον σοφέ, καὶ τῆς τούτου κακίας με λύτρωσαι.
Συνέχομαι, ἡδονῶν τῷ κλύδωνι, καὶ πολλῶν ἁμαρτιῶν τῇ θυέλλῃ· ἀλλὰ τῇ σῇ, καταφεύγω γαλήνῃ, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζω σοι· εἰρήνευσόν μου τὴν ζωήν, καὶ Χριστῷ με κατάλλαξον Ὅσιε.
Ἀκύμαντον, ἀληθῶς καὶ ἄκλυστον, τὴν πρεσβείαν σου πλουτοῦντες λιμένα, οἱ ἐν θαλάσσῃ πικρᾷ τῇ τοῦ βίου, περιστατούμενοι Σάββα ἑκάστοτε, ἀντιπνοιῶν τῶν χαλεπῶν, ἐκλυτροῦνται Χριστὸν μεγαλύνοντες.
Θεοτοκίον.
Βοήθεια, κατ’ ἐχθρῶν καὶ σύμμαχος, καὶ γλυκεῖα προστασία καὶ σκέπη, θεοχαρίτωτε ἔσο Παρθένε, τοῖς ἀδιστάκτῳ ψυχῇ προσιοῦσί Σοι, τὴν τούτων θραύουσα ἰσχύν, καὶ ἡμᾶς ἀσφαλῶς περιέπουσα.
Διάσωσον, ἡγιασμένε θεόληπτε Πάτερ Σάββα, ἐκ κινδύνων καὶ ἀναγκῶν καὶ κακώσεων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προσπεφευγότες.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν ἡμῶν καὶ λυτροῦσθαι ἑκάστοτε, δυσχερείας ἁπάσης καὶ ἐναντιότητος, μὴ ἐλλείπῃς ὡς ἀληθῶς οἷα συμπαθής· ἐν πεποιθήσει γὰρ στεῤῥᾷ, καταφεύγομεν πιστῶς, τῇ πρεσβείᾳ σου κράζοντες· πρόφθασον Πάτερ Σάββα, καὶ σκέδασον τὴν μανίαν, τὴν καθ’ ἡμῶν τοῦ πονηροῦ, ἵνα πόθῳ σε γεραίρομεν.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Χάριτος τοῦ Πνεύματος, τῇ ἰσάγγελῳ ζωῇ σου, πλήρης ἐχρημάτισας, καὶ δαιμόνων ἤλασας τὰ συστήματα· ὧν κἀμὲ λύτρωσαι, τῶν τεκταινομένων, θερμοτάτῃ ἀντιλήψει σου, Σάββα μακάριε, πρόθυμον ἀεὶ ἐργαζόμενος, πρὸς ἀρετῶν ἐπίδοσιν, τὴν ἐκλελυμένην καρδίαν μου, ἄφεσιν πταισμάτων, καὶ πάντων τῶν ἐν βίῳ λυπηρῶν, ἀπαλλαγήν μοι δωρούμενος, θείαις μεσιτείαις σου.














ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βοηθὸς ἐν ἀνάγκαις καὶ θερμὸς ἀντιλήπτωρ ἐν περιστάσεσιν, ἐν πόνοις θεραπεία, ἐν λύπαις θυμηδία, καὶ μεσίτης πρὸς Κύριον, γενοῦ ἡμῖν ἀληθῶς, ἡγιασμένε Σάββα.
Ἀλγεινῶν συμπτωμάτων καὶ δεινῶν συντριμμάτων ἡμᾶς ἐκλύτρωσαι, κινδύνων πολυτρόπων, καὶ πάσης δυσπραγίας, τοὺς θερμῶς καταφεύγοντας, τῇ προστασίᾳ τῇ σῇ, ἡγιασμένε Σάββα.
Γνοὺς τὸ θέλημα Πάτερ τοῦ Σωτῆρος οὐδόλως τοῦτο ἐτέλεσα· διό με τῆς μελλούσης, δικαίως καταδίκης, τῇ θερμῇ ἱκεσίᾳ σου, ἐκλύτρωσαι δυσωπῶ, ἡγιασμένε Σάββα.
Θεοτοκίον.
Ἐνταλμάτων ἁγίων καὶ σεπτῶν προσταγμάτων πληρωτὴν δεῖξόν με, ἐγείρουσα τὸν νοῦν μου, δεινῆς ἐκ ῥαθυμίας, πρὸς σπουδὴν ἐγρηγόρσεως, ἵνα ζωῆς ἀληθοῦς, Παρθένε ἐπιτύχω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥώμην παράσχου, τῇ ἀσθενούσῃ ψυχῇ μου, καὶ ἱκάνωσον τὸν οὖν μου θεοφόρε, ἵνα εὐαρέστως, δουλεύω τῷ Κυρίῳ
Ἀπὸ παντοίων, ἐπιφορῶν ὀλεθρίων, καὶ στενώσεων καὶ πειρασμῶν καὶ νόσων, ἀβλαβεῖς συντήρει, ἡμᾶς Σάββα θεόφρον.
Σωματικῶν σε, καὶ ψυχικῶν παθημάτων, ὁ φιλάνθρωπος θεραπευτὴν δεικνύει· ὅθεν ἡμᾶς Πάτερ, θεράπευσον κατ’ ἄμφω.
Θεοτοκίον.
Ἱλέωσαί με, τὸν Σὸν Υἱὸν Θεοτόκε, Ὃν ἐλύπησα ἀμέτροις ἁμαρτίαις, καὶ τῆς μετανοίας, φωτὶ καταύγασόν με.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ ἐποπτεύων, Σάββα θεοφόρε, τοὺς ἀκλινῶς ἀφορῶντας τῇ σκέπῃ σου, ὡς ἂν ἡσύχιον βίον Πάτερ διάγωμεν.
Οὐράνωσον τὸν νοῦν μου, οὐρανίῳ πόθῳ, καὶ τῶν γηΐνων τῆς σχέσεως ῥῦσαί με, καὶ τῷ Χριστῷ με οἰκείωσαι, Σάββα Ὅσιε.
Ὑδάτων ἀπωλείας, ἕλκυσόν με Πάτερ, καὶ πρὸς ζωῆς με τὸ ὕδωρ ὁδήγησον, καὶ σεσωσμένον με Σάββα, Χριστῷ προσάγαγε.
Θεοτοκίον.
Ὑπέρμετρον τὸν νοῦν μου, ἐννοιῶν γηΐνων, τῇ Σῇ λαμπρότητι δεῖξον πανάχραντε, καὶ ἀναπτέρωσον τοῦτον πρὸς φῶς τὸ ἄδυτον.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἔρωτι τῷ θείῳ ἀπὸ παιδός, Πάτερ τετρωμένος, ἠκολούθησας τῷ Χριστῷ, βίῳ ἰσαγγέλῳ, καὶ ἀρετῶν τῇ κτήσει· δι’ ὧν ὡς φῶς ἐν κόσμῳ, Σάββα ἐξέλαμψας.
Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν· χαίροις μοναζόντων, ὁ ἀλείπτης καὶ ὁδηγός· χαίροις οὐρανίου, ζωῆς ὁ ὑποφήτης, ἡγιασμένε Σάββα, Πατέρων καύχημα.
Τύπος καλῶν ἔργων ἀναδειχθείς, πράξει τε καὶ λόγῳ, πρὸς ἀγῶνας θεοειδεῖς, ἀσφαλῶς ἰθύνεις, ἀγέλας μοναζόντων, ἡγιασμένε Σάββα· μεθ’ ὧν τιμῶμέν σε.
Πράξεσιν ἐμπρέπων ἀσκητικαῖς, λύχνος ἀνεδείχθης, διακρίσεως φαεινός, πρὸς γὰρ θεωρίας, ἐλλάμψεις ἀνυψώσας, καὶ δωρεῶν ἐπλήσθης, τῶν ὑπὲρ ἔννοιαν.
Πνεύματος δοχεῖον ἀναφανείς, πνεύματα διώκεις, τὰ ἀκάθαρτα ἰσχυρῶς, ὧν τῆς κακουργίας, ἡμᾶς λύτρωσαι Πάτερ, καὶ ὀφλημάτων αἴτει, ἡμῖν συγχώρησιν.
Τῆς ζωῆς τοῦ ξύλου κατατρυφῶν, ἐκ θανατηφόρων, παθημάτων καὶ προσβολῶν, τοῦ ἀντικειμένου, καὶ πάσης ἄλλης βλάβης, ἀτρώτους ἡμᾶς τήρει, Σάββα Πατὴρ ἡμῶν.
Σκῆνός σου τὸ ἅγιον καὶ σεπτόν, θεοφόρε Σάββα, περιέποντες εὐλαβῶς, τεθησαυρισμένον, ἐν Λαύρᾳ φερωνύμῳ, προστρέχοντες ἐν πόθῳ, κατασπαζόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.













Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας, ἐν Ὁσίοις πεφηνῶς, τῇ συντονωτάτῃ ἀσκήσει, τῆς πολιτείας σου, Σάββα θεοδόξαστε, μεγίστης χάριτος, ἀναδέδειξαι ὄργανον· ἐντεῦθεν μεγάλων, κινδύνων καὶ θλίψεων, λυτροῦσαι πάντοτε, πάντας, τοὺς πιστῶς προσιόντας, τῇ συμπαθεστάτῃ σου σκέπῃ, καὶ εἰλικρινῶς σε μακαρίζοντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου