Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 5. ΟΣΙΟΣ ΝΕΚΤΑΡΙΟΣ ΚΑΡΕΩΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ Ε΄!!
ΝΕΚΤΑΡΙΟΣ ΟΣΙΟΣ ΚΑΡΕΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Θεοδωρήτου μοναχοῦ Διονυσιάτου, ἐκδόσεις Ἑπτάλοφος, Ἀθήνα, 1991)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;
Τί σε ὀνομάσωμεν Ὅσιε; ἀσκητήν, ὅτι τὰ πάθη ἀπενέκρωσας σαρκός, Ἀθλητὴν ὅτι ἀγῶνα ἐκατόρθωσας καλῶς, συντρίψας, τῶν δαιμόνων πάσας φάλαγγας! Φωστῆρα, θείοις ἔργοις διαλάμποντα· πολλά σου τὰ προτερήματα, καὶ μείζονα τὰ χαρίσματα· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Τί σε νῦν καλέσω Νεκτάριε; ὕδωρ ζῶν ἀθανασίας ἢ τοῦ νέκταρος πηγήν, τὸ ποτὸν τῆς ἀφθαρσίας, ἀναβλύζουσαν ἡμῖν· ἀστέρα, νοητὰς ἀκτῖνας στίλβοντα, ἢ λύχνον, μοναζόντων διαπρύσιον, πηγὴ ζωῆς γὰρ ὁ βίος σου, καὶ φῶς ἐγνώσθη μακάριε· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἔλαμψας ὡς ἄγγελος Ὅσιε, ἐν ναῷ τῶν Ἀρχαγγέλων λειτουργήσας τῷ Θεῷ, νοερῶς Αὐτῷ προσάγων, ὡς λατρείαν τὰς εὐχάς, νηστείαις, ἀγρυπνίαις καὶ δεήσεσι, σχολάζων, καθ’ ἑκάστην ὥσπερ ἄϋλος· ἀγγελικῶς γὰρ ἐβίωσας, ἐπὶ τῆς γῆς παμμακάριστε· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ, θεοφόρε Νεκτάριε, εἰ καὶ ἐν ὑστέροις τοῖς χρόνοις ἐδείχθης, ἀλλ’ ὁ βίος ὁ σὸς καὶ τὰ κατορθώματα, ἴσον τοῖς ἀρχαίοις πατράσιν ἀνέδειξας· ὅθεν ὁ Χριστός, ὁ εἰδὼς τοὺς σοὺς ἀγῶνας, καὶ τῆς ψυχῆς Σου τὴν καθαρότητα, ἀντεδόξασεν ἐπὶ γῆς, ἵνα καὶ ἡμεῖς πρὸς τὸν ὅμοιον, τῶν ἀρετῶν σου ζῆλον διεργεθῶμεν, καὶ ἀξιωθῶμεν ἐν οὐρανοῖς μετὰ σοῦ τυχεῖν, τῆς αἰωνίου μακαριότητος.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.





Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριτέ.
Ὁ θεῖος Σου θεράπων Χριστέ, Νεκτάριος ὁ Ὅσιος, τῶν δαιμόνων τὰς δολίας μηχανάς, ἀπέτεμε τῷ  ξίφει, ἀσκήσεως καὶ ὤφθῃ, θείων Ἀγγέλων ἰσοστάσιος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Πῦρ θεῖον ὡς ὑπέσχου Χριστέ, κατέβαλες τοῖς δούλοις Σου, καὶ ἀκάνθας ζιζανίων πονηράς, κατέφλεξας τῇ πίστει, τῶν θείων Σου Ὁσίων, ὡς μαρτυρεῖ νῦν ὁ Νεκτάριος.

Στ.: Τί ἀνταποδώσομεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Θεῷ παμβασιλεῖ παρεστώς, Νεκτάριε παναοίδιμε, μετὰ πάντων τῶν Ὁσίων δυσωπῶ, μὴ παύσῃ θεοφόρε, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ ἐκτελούντων σου τὴν κοίμησιν.

Δόξα. Τριαδικόν.
Τριάδα ἐν μονάδι πιστῶς, ὑμνήσωμεν θεόφρονες, τὸν Πατέρα καὶ Υἱὸν τὸν ἐξ Αὐτοῦ, ἀφράστως γεννηθέντα, σὺν Πνεύματι Ἁγίῳ, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον.

Καὶ νῦν. Θεοτοκίον.
Παρθένε ἡ ἐλπὶς τῶν πιστῶν, τῶν πόθῳ εὐφημούντων Σε, ἐπικάμφθητι δεήσεσιν ἡμῶν, καὶ δίδου εὐσχημόνως, τὰς τρίβους τοῦ Κυρίου, ἀεὶ πορεύεσθαι Θεόνυμφε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Ὡς ἀστὴρ ἑωσφόρος ἐν τῷ Ἄθῳ ἀνέτειλας, τὴν τῶν Καρεῶν σεπτὴν σκήτην καταυγάζων Νεκτάριε, καὶ πάντας καταλάμπων τοὺς πιστῶς, τελοῦντάς σου τὴν μνήμην τὴν φαιδράν, ἱκετεύων οὖν μὴ παύση ὑπὲρ ἡμῶν, τῶν πόθων δοξαζόντων σε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ χαριτώσαντι, δόξα τῷ ἐν ὑστέροις τοῖς καιροῖς σὲ ἁγιάσαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ τοὺς νεφροὺς καὶ καρδίας τῶν ἀνθρώπων, ἐτάζων ὡς γέγραπται, Λόγος καὶ Κύριος, ὡς προγινώσκων τὰ μέλλοντα, Αὐτοῦ προνοίᾳ, μάκαρ Νεκτάριε καθοδήγησε, γονεῖς σοὺς ῥυσάμενος ἐκ τῆς ἁλώσεως, τῆς Θεομήτορος χάριτι, καὶ συνεργίᾳ, διετηρήθης τότε ἀδούλωτος· ἧς ταῖς πρεσβείαις ἐλεύθέρωσον καὶ ἡμᾶς, Ἰησοῦ ὁ Σωτὴρ ἡμῶν, ἐκ δουλείας ἁπάσης τοῦ δολίου κοσμοκράτορος.

Ὁ φερωνύμως ἐκ βρέφους ἀμβροσίᾳ, συζήσας Νεκτάριε, ὥσπερ τις ἄὑλος, καὶ ἐπουράνιος ἄνθρωπος, τῶν γὰρ γηΐνων, φθαρτῶν τὰ κάλλη ἀπαρνησάμενος, εἰς μόνα τὰ μένοντα τῶν ἀθανάτων τερπνῶν, ὡς νουνεχὴς ἀνεπτέρωσε, ψυχῆς τὸ ὄμμα, καὶ διανοίας τὰς διαθέσεις ἀεί· ὅθεν ὡς ἔχων μετὰ σώματος, νοερῶς ἐν Χριστῷ τὸ πολίτευμα, νῦν ἀμέσως δυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ τῶν δαιμόνων ἐνέδρας καταργήσας, καὶ πάντα τὰ θήρατρα θεῖος Νεκτάριος, ὥσπερ ἱστὸν ἐκατήργησεν, ἀράχνης ὅπλον, σταυρὸν ἐπ’ ὤμων φέρων ἀήττητον· ὅθεν ὁ μακάριος, ὡς τῶν παθῶν νικητής, πνευματικῶς συνεκάλεσε, τοὺς φιλεόρτους, πανηγυρίσειν τούτου τὰ τρόπαια· οὗ ταῖς πρεσβείαις καταξίωσον καὶ ἡμᾶς, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, τὰς παγίδας συντρίψαι, καὶ τοὺς βροχοὺς τοῦ ἀλάστορος.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεόφρον Νεκτάριε, σὺ τὸν σταυρὸν τοῦ Χριστοῦ, νηπιόθεν ἀράμενος, ἀκλινῶς διόδευσας, τὴν ὁδὸν τὴν σωτήριον, Εὐαγγελίου τὴν διασώζουσαν, πρὸς πόλιν μάκαρ, τὴν ἐπουράνιον, ἔνθα ἀγάλλονται, τῶν δικαίων πνεύματα χαρμονικῶς, θείοις μελῳδήμασιν, Χριστὸν δοξάζοντα.

Πάτερ, θεόφρον Νεκτάριε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος, τῷ παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος.

Ὅσιε Πάτερ Νεκτάριε, δι’ ἐγκρατείας πολλῆς, καὶ ἀπαύστων δεήσεων, τῆς σαρκὸς τὸ φρόνημα, τῷ νοΐ καθυπέταξας, καὶ χαρισμάτων ἔμπλεως γέγονας, τοῦ Παναγίου Πνεύματος Ἅγιε, οὗ ταῖς ἐλλάμψεσι, τῶν πνευμάτων φάλαγγας τῶν πονηρῶν, ἀφ’ ἡμῶν ἀπέλασον, τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος δ΄.
Ἔλαμψαν ὡς ἥλιος, ἐπὶ γῆς καὶ ἐν οὐρανῷ, τὰ ἔργα τῶν ἐναρέτων σου τρόπων, θεοφόρε Νεκτάριε· ὅθεν μετὰ δικαίων δίκαιος ὡς ἥλιος ἔλαμψας, κατὰ τὸν Λόγον τοῦ Κυρίου, καὶ ὡς συνετός, κατὰ τὰ ἔργα τοῦ Θεοῦ καὶ τὰ θελήματα κατανοήσας καὶ ποιήσας προφητικῶς ἐδείχθης ὡς ἡ λαμπρότης τοῦ στερεώματος, κεκοσμημένος τῶν ἀρετῶν τὴν φαιδρότητα· λάμψον οὖν σαῖς πρεσβείαις καὶ ἡμῖν τοῖς ἐν σκιᾷ τῆς ἀκαρπίας τῶν Καρεῶν καθημένοις, καὶ τὸν κάρον τὸν ὕπνον ἀπέλασον, ζωοποιήσας τὴν νέκρωσιν ἡμῶν, τοῖς θεοσδότοις χαρίσμασι.

Καὶ νῦν. Προεόρτιον.
Σπήλαιῳ παρώκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· δόξα τῇ συγκαταβάσει Σου, μόνε φιλάνθρωπε.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 56)
Τάδε λέγει Κύριος· φυλάσσεσθε κρίσιν καὶ ποιήσατε δικαιοσύνην· ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα. μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον· ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ξύλον ἐγώ εἰμι ξηρόν. τάδε λέγει Κύριος τοῖς εὐνούχοις· ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει. καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου, εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν, εἶπε Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους ᾿Ισραήλ, ὅτι συνάξω ἐπ᾿ αὐτὸν συναγωγήν. Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν φρονῆσαι, πάντες κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι. καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 65, 8-25)
Οὕτως λέγει Κύριος· ὃν τρόπον εὑρεθήσεται ὁ ρὼξ ἐν τῷ βότρυϊ καὶ ἐροῦσι· μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. καὶ ἐξάξω τὸ ἐξ ᾿Ιακὼβ σπέρμα καὶ τὸ ἐξ ᾿Ιούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ. καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ ᾿Αχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐλάλησα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. Διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ οἱ δουλεύσαντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὁμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾿ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ᾿ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ ἀγαλλίαμα ῾Ιερουσαλὴμ καὶ τὸν λαόν μου εὐφροσύνην. ἀγαλλιάσομαι ἐπὶ ῾Ιερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς. καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται. καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ καταφυτεύσουσι ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν· καὶ οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι, καὶ τὰ ἔκγονα αὐτῶν μετ᾿ αὐτῶν ἔσονται. καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτούς, ἐγὼ ὑπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ· τί ἐστι; τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ὁ τῶν Ἀγγέλων ὑπερέχουσα ἀσυγκρίτως, καὶ πάντων δεσπόζουσα, ὡς Θεομήτωρ, τῶν κτισμάτων, ἐξόχως τὸ Ὄρος τοῦτο τοῦ Ἄθω, ἄνωθεν ὡς ἴδιον ἀγρὸν προσεδέξατο, καὶ σκέπουσα αὐτὸ καὶ διατηροῦσα, ἐξ ἐπιβολῆς ἐναντίων οὐκ ἐπαύσατο· ταύτην οὖν σήμερον, ἐπὶ τῇ μνήμῃ Νεκταρίου τοῦ θεράποντος αὐτῆς, ἐν τῷ ναῷ τῶν Ἀρχαγγέλων, μετὰ τοῦ Ὁσίου Ἀθανασίου τοῦ κορυφαίου καὶ ἀρχηγοῦ τῶν ἐν τῷ Ἄθῳ Πατέρων εὐφημήσωμεν, ὡς τοῦ Ὄρους ἰδίως δεσπόζουσαν σὺν τοῖς Ἀγγέλοις τὸ χαῖρε κραυγάζοντες. Χαίροις, παντευλόγητε, ἡ χαρὰν προξενήσασα πάσῃ τῇ κτίσει, νοερᾷ καὶ ὑλικῇ· χαίροις, ἡ τὴν ἀγριότητα καὶ τραχυτάτην ἀκαρπίαν τοῦ Ὄρους Ἄθω εἰς εὐκαρπίαν ἀθάνατον, ἐναρέτων ἀνδρῶν μεταβαλοῦσα· χαίροις, ἡ σὺν τῷ ἐκλεκτῷ σου θεράποντι Ἀθανασίῳ, χορῶν πολλῶν ἁγίων ἀνδρῶν τὸ Ὄρους σου πληρώσασα, μεθ’ ὧν συνεκλάμπει ὁ νῦν εὐφημούμενος· ὧν ταῖς ἱκεσίαις ἁνή, καὶ προστασίαις τῶν Ἀσωμάτων, διατήρησον ἀεὶ τὸ Ὄρος σου τοῦτο ἐκ πάσης ἐπιβολῆς τῶν ἐχθρῶν ἀδιάσειστον.

Ἦχος γ΄.
Καύχημα δόξης καὶ στέφανον χαρίτων, ἡ τοῦ Ὁσίου Φιλοθέου ποτέ, καὶ Διονυσίου Ἰάγαρη τοῦ εὐκλεοῦς, αὕτη ἱερὰ Μονὴ τῶν Ἀρχαγγέλων, εἶχε μετὰ σώματος, Πάτερ Νεκτάριε. Νῦν δὲ οἱ ἐν αὐτῇ ἀσκοῦντες δοῦλοί σου, σὺν τοῖς ὁπαδοῖς καὶ διαδόχοις, νοερῶς σε ἔχοντες ἐν πνεύματι, ᾠδαῖς ἀπαύστοις γεραίρουσι, τὴν ἱεράν σου μνήμην ἐπιτελοῦντες, ὅπως ταῖς πρεσβείαις ταῖς σαῖς ἀξιώσῃς συσκήνους τῆς δόξης σου, ὥσπερ νῦν ἠξίωσας, τῆς ἐπὶ γῆς ταύτης σκηνῆς τῆς παροικίας σου.
Ἦχος δ΄.
Τῶ φαινομένῳ φωτί, τοὺς ἑαυτοὺς μαθητὰς παρεικάζων ὁ Κύριος, ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου, ὅσοι οὖν τὸ φῶς τὸ νοερόν, διὰ τοῦ θείου φωτίσματος ἐνεδύθημεν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, καὶ μὴ ἐθνικῶς κώμοις καὶ μέθαις, ἀλλ’ ὡς ἡμᾶς ὁ θεοφώτιστος διδάσκει Νεκτάριος, ἐν νηστείαις καὶ δάκρυσι καὶ ἐν προσευχαῖς καὶ ἀγρυπνίαις, ᾄδοντες καὶ ψάλλοντες ᾠδαῖς θεοτερπέσιν, ἐν ταῖς καρδίαις ἡμῶν τῷ Κυρίῳ.

Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ θεοφόρε Νεκτάριε, οὐκ ἔδωσας ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν ἡτοίμασας τοῦ Θεοῦ καταγώγιον, καὶ τῆς κατὰ χάριν υἱοθεσίας ἠξιώθης· ὅθεν, ὡς νικήσας τὸν κόσμον καὶ κοσμοκράτορα, κληρονόμος ἐγένου πάντων ἐπηγγελμένων ἀγαθῶν, ὡς Υἱὸς Θεοῦ καὶ φύλαξ τῶν ἐντολῶν Αὐτοῦ καὶ τοῦ κατὰ φύσιν Υἱοῦ Αὐτοῦ ἀδελφὸς καὶ φίλος· ἔχων οὖν παῤῥησίαν πρὸς τὸν οὐράνιον Πατέρα, πρέσβευε μακαριώτατε Πάτερ, ἀξιωθῆναι καὶ ἡμᾶς τῆς ἄνω λαμπρότητος.

Δόξα. Ἦχος πλ. β΄.
Τὸ κατ’ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος, εἰς τὸ καθ’ ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τὴν φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον, καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκαν δουλῶσαι τῷ πνεύματι· ὅθεν, μοναζόντων ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος· καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων μακάριε, καθαρῶς ἐποπτεύεις, τὴν ἁγίαν Τριάδα, ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.

Καὶ νῦν. Προεόρτιον.
Χορεύουσι Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾶ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεέμ, Σωτῆρα Κύριον ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.








Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν μοναστῶν καλλονή, τοῦ Ὄρους Ἄθω τὸ περίβλεπτον καύχημα, τὸ κλέος τῶν ἐν τῇ Λαύρᾳ, ἀσκούντων τῶν Καρεῶν, ἔνθα σὺ παμμάκαρ πεπολίτευσαι, κανὼν χρηματίσας τῶν ἐναρέτων καὶ τύπωσις, καὶ νόμος θεῖος, ὁδηγός τε σωτήριος, λύχνος ἄσβεστος, ἐγκρατείας ἀείφωτος, στύλος τε ἀπεριτρέπτος, τοῖς πᾶσιν ὁ βίος σου, πάντας στηρίζων ἐγνώσθη τοῖς ἐπὶ σοὶ προσανέχουσι· Χριστὸν οὖν δυσώπει, τοῖς τιμῶσί σε δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Νέκταρ, τῶν θεουργῶν ἀρετῶν, προκαταστήσας σεαυτὸν παμμακάριστε, ἐδείχθης τοῖς ἐν τῷ Ἄθῳ, πατράσι ζῶσα πηγή, νοερῶς ὡς νέκταρ ἀναβλύζουσα, Χριστοῦ τὰ οὐράνια, καὶ ἀθάνατα νάματα, τοῖς ἀληθῶς σε, ἐκ ψυχῆς ἀγαπήσασι, καὶ τηρήσασι, τὴν λαμπρὰν πολιτείαν σου, ὥσπερ σὺ διετήρησας, Αὐτοῦ τὰ προστάγματα, καὶ ἀνεφάνης ὡς νέκταρ, φερωνυμήσας Νεκτάριε, Χριστοῦ Ὃν δυσώπει, καὶ ἡμᾶς ἀξιωθῆναι ἐνθέου νέκταρος.

Στ.: Τί ἀνταποδώσομεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Ὄντως, ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ παναοίδιμε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἤχου Πάτερ ἑορτάζοντος, τερπνῆς ἀκουσόμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει Νεκτάριε, ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσας, ἧς καὶ ἐπέτυχες, θείᾳ δικαιοσύνῃ κοσμούμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ἰσάγγελον βίον ἐβίωσας ἐπὶ γῆς, πόνοις ἀσκητικοῖς Πάτερ Νεκτάριε, ἐγκρατείᾳ γὰρ τὸ σῶμα δουλαγωγήσας, καθυπέταξας τῷ πνεύματι, ἐργάτης δόκιμος γενόμενος, τῶν ἐντολῶν τοῦ Κυρίου, τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἀσινὲς διετήρησας· οὕτω οὖν γενναίως νικήσας τὸν κόσμον καὶ κοσμοκράτορα, δι’ ἐπιμόνου ἀσκήσεως· νῦν ἐν οὐρανοῖς μετὰ πάντων τῶν Ὁσίων, τῷ θείῳ θρόνῳ παρίστασαι, πρεσβεύων ὑπὲρ πάντων τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Προεόρτιον. Ἦχος πλ. δ΄.
Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβείμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι’ ἡμᾶς ἀνειληφότα, Κύριε δόξα Σοι.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Ὡς ἀστὴρ ἑωσφόρος ἐν τῷ Ἄθῳ ἀνέτειλας, τὴν τῶν Καρεῶν σεπτὴν σκήτην καταυγάζων Νεκτάριε, καὶ πάντας καταλάμπων τοὺς πιστῶς, τελοῦντάς σου τὴν μνήμην τὴν φαιδράν, ἱκετεύων οὖν μὴ παύση ὑπὲρ ἡμῶν, τῶν πόθων δοξαζόντων σε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ χαριτώσαντι, δόξα τῷ ἐν ὑστέροις τοῖς καιροῖς σὲ ἁγιάσαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀσκήσας εὐκλεῶς, ἐν τῷ Ὄρει θεόφρον, ὡς ἔσοπτρον ἁγνόν, τοῦ Κυρίου ἐγένου, φωτίζων τοὺς ἐν πίστει σοι, προσιόντας Νεκτάριε· ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν ἐκτελούντων σου πόθῳ, τὴν μνήμην τὴν ἔνθεον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δακρύων τοῖς ῥεύμασι καθάπερ δένδρον σοφέ, ἀεὶ πιαινόμενον δικαιοσύνης καρπούς, πλουσίως ἐξήνθησας· ὅθεν σε συνελθόντες, ἐπαξίως τιμῶμεν, Νεκτάριε θεοφόρε, ἀσκητῶν ὡραιότης, ἀλλὰ ταῖς ἱκεσίαις ταῖς σαῖς, πάντας περίσωζε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχδέξαι Δέσποινα τς κεσίας μν, καταύτας προσάγαγε τσΥἱῷ καΘεῷ, Κυρία Πανάχραντε, λσον τς περιστάσεις, τν ες σπροστρεχόντων, σκέδασον τς νέδρας, κατθράση Παρθένε, τν ννφοπλιζομένων, καττν δούλων σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν τῇ Λαύρᾳ Καρεῶν, καθάπερ μέλισσα σοφέ, προσεπλάμενος καλῶς, περιεδρέψω νουνεχῶς, τῶν ἐναρέτων τὰ ἔνθεα καὶ τὸ μέλι· πᾶσιν οὖν ἡμῖν, τοῖς σὲ τιμῶσι πιστῶς, παράσχου ἱλασμόν, πρὸς σωτηρίαν ψυχῶν, ὅπως ἀεί σοι πάντες διαφερόντως, ἐν ὑμνῳδίαις κραυγάζομεν· πάρεσο Πάτερ, καὶ μετὰ πότμον, ἀρωγὸς τοῖς τιμῶσί σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσομεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Ἰδιόμελον. Ἦχος γ΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πάλιν ἡμῖν, διὰ τῆς ἐτησίου μνήμης αὐτοῦ ἀνέτειλε Νεκτάριος, ὁ ποτὲ μὴ ἐκλείπων ὡς ἄδυτος, οὐδὲ ἐξ ἡμῶν ἀφιστάμενος, ἀλλ’ ἀεὶ ἐφορῶν τὰ ἡμέτερα, καὶ ἐν μέσῳ ἡμῶν παριστάμενος, τὸν ἀναλλοιώτως ἐκλάμποντα Χριστόν, ὑπὲρ ἡμῶν καθικετεύει, τῶν τελούντων τὴν μνήμην αὐτοῦ, ἵνα μὴ κατακριθῶμεν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Τὸ σόν μοι νέκταρ παράσχου, Νεκτάριε. Ἐν δὲ τοῖς θεοτοκίοις· Θεοδωρήτῳ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὴν θείαν τοῦ Πνεύματος, χάριν ἐξ ὕψους παράσχου μοι, Θεοῦ Λόγε ἄναρχε, φωτίζουσάν μου τὸν νοῦν, εὐφημῆσαί σου, τὸν Ὅσιον ἀξίως, τὸν Σὲ δι’ ἀσκήσεως, ἐν γῇ δοξάσαντα.
σίως ἐπόθησας, Χριστῷ δουλεῦσαι μακάριε, καὶ τούτῳ ἀνέθηκας, τοῦ σοῦ νοὸς τὰς ὁρμάς· ὅθεν ἤνθησας, ὡς φοίνιξ ἐν ἐρήμοις, τὸ νέκταρ τὸ ἔνθεον, φανεὶς φερώνυμος.
Σοφῶς σὺ διέφυγες, τοῦ βίου τὴν τερπνότητα, θεόφρον Νεκτάριε, ἀκολουθήσας Χριστῷ· ὅθεν εἴληφας, ζωῆς τῆς ἀϊδίου, τερπνὰ τὰ ἀπέραντα, καὶ ἀμετάβλητα.
Θεοτοκίον.
Θεόνυμφε Δέσποινα, ἡ Ὄρος τοῦτο τοῦ Ἄθωνος, κατάλυμα δείξασα, θεοφιλῶν μοναστῶν, Σαῖς δεήσεσιν, ἡμᾶς τοὺς παροικοῦντας, ἐν τούτῳ τῷ Ὄρει Σου, σῶσον Σῇ χάριτι.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
λος ἀπὸ βρέφους ἀνετέθης, Χριστῷ τῷ τῶν ὅλων ποιητῇ, Νεκτάριε μακάριε, ἡ γὰρ Παρθένος Δέσποινα, σὲ σὺν τοκεῦσι φέρουσα, ἐκ τῆς δουλείας ἀπήλλαξε.
Νέος ὢν ἐν χρόνοις νῖκος ἔσχες, ἐχθρὸν τὸν ἀρχαῖον πτερνιστήν, νικήσας κατετρόπωσας, τὸ δὲ τὴς νίκης τρόπαιον, ἀμείψας τοῖς ὀνόμασι, νέκταρ εἰς θεῖον μετήγαγες.
Γόνος Καρεῶν μεγάλην Λαύραν, μεγάλως ταῖς θείαις ἀρεταῖς, ἐμπρέψας κατεκόσμησας, ἡ σὲ τιμῶσα Ὅσιε, ἐπιτελεῖ τὴν μνήμην σου, ᾠδὰς ᾀσμάτων σοι μέλπουσα.
Θεοτοκίον.
λος ἀνετέθην Σοι Παρθένε, ἐκ βρέφους ὁ ἄναγνος ἐγώ, καὶ Σύ με καθηγίασας, ταῖς τοῦ Υἱοῦ Σου χάρισιν, ἀλλὰ καὶ νῦν με Δέσποινα, ἐκπετωκότα ἀνόρθωσον.


Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν μακάριον βίον ὑπακοῆς, ἐπεπόθησας Πάτερ διηνεκῶς, προσευχαῖς καὶ πόνοις ἀεὶ ἀνυψούμενος, ὡς εὐώδης μάκαρ ἐγένου κυπάρισσος· ὅθεν ὁ Δεσπότης, ὡς ὀσμὴν εὐωδίας, σοὺς πόνους δεξάμενος, εὐωδίας ἀντέπλησε, τὸ μνημεῖόν σου Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε πάντα τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· χαῖρε θρόνε πυρόμορφε, τοῦ Δεσπότου τῶν ὅλων, Χριστοῦ τοῦ παντάνακτος· χαῖρε μόνη Κυρία ἁπάσης τῆς κτίσεως· χαῖρε τὸ δοχεῖον, τῆς Ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ θεοδόξαστε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς Σοὶ προστρέχουσι πίστει καὶ πόθῳ ὑμνοῦσί Σε.

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
ησοῦς ὁ ζωοδότης ἀγαπήσας ὡδήγησεν, ἐν σκηναῖς Ὁσίων, ἔνθα μοναστῶν τὰ συστήματα, ἀκαταπαύστως ἐν ὕμνοις ἀναμέλπουσιν, Αὐτῷ κράζοντα· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Νέαν ἄγων ἡλικίαν γηραιὸν εἶχες φρόνημα, μετὰ τοῦτο βίον, τὸν καλὸν γυμναζόμενος, ἐν ἐγκρατείᾳ καὶ πόνοις καὶ δεήσεσιν, ἀεὶ κράζοντα· δόξα Χριστὲ τῇ δυνάμει Σου.
σπερ ἔλαφος διψῶσα τὰς πηγὰς ἐπεπόθησας, ἐν τῷ Ἄθω Ὄρει, βίον ὑψηλὸν ἀγωνίσασθαι, καὶ καταλλήλως τῷ πόθῳ εὗρες φάρμακον, τὸν Φιλόθεον, πνευματικῶς προβιβάζοντα.
Θεοτοκίον.
Δωρεάν με Θεοτόκε, ἐξαιτοῦμαι ἐλέησον, ὡς ἀπεγνωσμένον, ἔρων ἐξ ὁσίων σωζόντων με, τῇ μητρικῇ Σου πρεσβείᾳ Σὺ γὰρ δύνασαι, ἀναστῆσαί με, ἐκ τῶν νεκρῶν παναμώμητε.













ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Καλῶς σὲ δεξάμενος ὁ θαυμαστὸς Ἰάγαρης, ἔβλεπεν ὡς ἄγγελος Κυρίου· ἔσχες γὰρ μάκαρ ἀεὶ τὸν νοῦν πρὸς Θεόν, καὶ ἔκραζες πάντοτε θερμῶς, πᾶσι τοῖς ὁρῶσί σε· τὸν Σωτῆρα ποθήσωμεν.
Ναὸν ὡς οὐράνιον τῆς θείας πολιτείας σου, εὑρὼν τὴν Μονὴν τῶν Ἀρχαγγέλων, καὶ διδασκάλους συνυπουργοὺς πρὸς Θεόν, Φιλόθεον τὸν θεοφιλῆ, καὶ Διονύσιον ὡς φωστῆρες γεγόνατε.
γγέλων τὸ τέμενος ἐνθέως ἐφωτίσατε, τρισήλιον φῶς ἀναδειχθέντες, ὡς ἐνεργοῦντες τοῦ ἐν Τριάδι Θεοῦ, μακάριοι πάσας ἐντολάς, πᾶσιν ἀνεδείχθητε, σωτηρίας εὐαγγέλιοι.
Θεοτοκίον.
ράϊσμα πέφυκας τῶν Σὲ ποθούντων Δέσποινα, ὡράϊσον δέομαι τὸν νοῦν μου, βίον ταῖς τύρβαις καὶ ταῖς μελέταις ἀεί, φθειρόμενον θείῳ Σου φωτί, φώτισον συνέτισον, ἵνα πόθῳ δοξάζω Σε.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
ωσθεὶς δυνάμει τῇ κρείττονι, ῥᾳδίως πάντα πόνον ὑπήνεγκας, μάκαρ Νεκτάριε· ὅθεν τοῖς πᾶσιν ὁ βίος σου, τοῖς ἐν Καρυαῖς ἐγνώσθη κανὼν σωτήριος.
Πικρίας πάσης ἀπάλλαξον, τοὺς πόθῳ σου τὴν μνήμην γεραίροντας, Πάτερ Νεκτάριε, καὶ δὸς ἐκθύμως πορεύεσθαι, τὴν πρὸς Θεὸν πορείαν, ταῖς σαῖς ἐντεύξεσι.
πὸ παντοίας κακώσεως, καὶ νόσων καὶ κινδύνων διάσωσον, τοὺς τὸ μονύδριον, τοῦτο οἰκοῦντας Νεκτάριε, ἐν ᾧ αὐτὸς παμμάκαρ, ποτὲ κατώκησας.
Θεοτοκίον.
ημάτων θείων ὑπήκοος, ἁγνὴ τοῦ Γαβριὴλ ἐχρημάτισας, καὶ τὸν προάναρχον, Λόγον σαρκὶ ἀπεκύησας, τῆς ἀλογίας κόσμον ἀπολυτρούμενον.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἐν Καρυαῖς ὡς ἄγγελος, τοῖς ἐν τῷ Ἄθωνι ὤφθης, ἐξασκήσας ἄριστα, ὥσπερ φυτὸν καρποφόρον, νάμασι, τῆς ἐγκρατείας καλῶς αὐξήσας, ῥεύμασι, τῶν σῶν δακρύων ψυχὴν καθάρας· ὅθεν πᾶσιν ἐγνωρίσθης, δοχεῖον θεῖον, Νεκτάριε πνεύματος.
Ὁ Οἶκος.
Τὰ ῥευστὰ παριδών, τὰ ἄῤῥευστα εἴληφας, τὰς χαμερπεῖς μισήσας ἡδονὰς τοῦ σώματος ἀπὸ βρέφους, τὰς οὐρανίους καὶ ἀθανάτους ἔλαβες ἀντιδόσεις· κόσμον οὖν φυγὼν κοσμοκράτορα, πρὸς μόνον δὲ Θεὸν ἀπατερώσας τὴν διάνοιαν, παρ’ οὗ πᾶσα δόσις ἀγαθὴ καταπέμπεται, πᾶσιν ἐγνώσθης δοχεῖον θεῖον, Νεκτάριε πνεύματος.


Συναξάριον.
Τῇ Ἑ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Νεκταρίου, τοῦ ἐν τῷ Ἄθῳ, τοῦ ἐν τῷ κελλίῳ τῶν Ἀρχαγγέλων τῷ καλουμένῳ Ἰάγαρι, κειμένῳ κατὰ τὰς Καρεάς, ἀσκήσαντος ἐν ἔτει 1470.
Ὁ Νεκτάριος πικρίαν πιὼν βίου,
Νέκταρ πίνει νῦν ἀμβροσίας τῆς ἄνω.
Πέμπτῃ μηνὸς δεκάτου, Νεκτάριος ᾤχετο γαίης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Φιλόθεος ὁ Καρεώτης, ὁ χρηματίσας πνευματικὸς πατὴρ τοῦ ἀνωτέρου Νεκταρίου, ὁ καὶ προορατικοῦ χαρίσματος ἠξιωμένος, ἐν εἰρήνῃ τελειοῦται.
Φιλῶν Θεὸν σύ, Φιλόθεε τρισμάκαρ,
Θεοῦ προσώπῳ νῦν παρίστασαι ἄνω.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Ἡγιασμένου.
Ψυχὴν ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι,
Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάββας.
Οὗτος ὑπῆρχεν ἐπὶ Θεοδοσίου τοῦ Μικροῦ, χώρας τῶν Καππαδοκῶν, κώμης λεγομένης Μουταλάσκης, γονέων Ἰωάννου καὶ Σοφίας. Εὐθὺς οὖν ἐν ἀρχῇ τοῦ βίου πρὸς τὴν μονήρη κατάστασιν προσδραμών, ἐν Μοναστηρίῳ Φλαβιαναῖς προσαγορευομένῳ, τοσοῦτον γέγονεν ἐκ πρώτης ἡλικίας ἐγκρατής, ὡς ἐν τῷ κήπῳ ἰδόντα μῆλον καὶ εἰς ἐπιθυμίαν αὐτοῦ ἐλθόντα, ἐπειπεῖν· Ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν ὁ ἐμὲ θανατώσας καρπός. Καὶ τοῦτο λαβεῖν μὲν ταῖς χερσί, μὴ φαγεῖν δέ, ἀλλὰ τοῖς ποσὶ συμπατῆσαι, καὶ ὅρον ἑαυτῷ θέσθαι μὴ φαγεῖν ποτὲ μῆλον. Ἀλλὰ καὶ εἰς κλίβανον πυρὸς εἰσελθών, ἐξῆλθεν ἀβλαβής, μηδὲ τῶν ἱματίων αὐτοῦ τοῦ πυρὸς ἁψαμένου.
Ἐν δὲ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς αὐτοῦ ἡλικίας ἐμφανὴς καθίσταται τῷ Μεγάλῳ Εὐθυμίῳ, καὶ παρ᾿ αὐτοῦ πρὸς τὸν ὅσιον Θεόκτιστον ἐν τῷ Κοινοβίῳ πέμπεται. Τούτων ἁπάντων εἷς ἐτύγχανε, τοὺς τρόπους καὶ τὴν ἀρετὴν ἐκλαμβανόμενος καὶ ἀναμανθάνων. Ὃν ὁ Μέγας Εὐθύμιος ὁρῶν, διὰ τὴν ὑπερβάλλουσαν ἐν αὐτῷ πνευματικὴν κατάστασιν, Παιδαριογέροντα ἐκάλει. Συμπροϊούσης δὲ αὐτῷ τῆς ἡλικίας, ἐπηύξανε μᾶλλον τὴν ἀρετήν. Ὅθεν καὶ πολλὰ θαύματα κατειργάσατο καὶ ἐν ἀνύδροις τόποις διὰ προσευχῆς ὕδωρ ἐξήγαγε. Γέγονε δὲ καὶ πολλῶν μοναχῶν καθηγητής, καὶ διεπρεσβεύσατο δὶς ἐπὶ τὴν Κωνσταντίνου ἐλθών, παρακληθεὶς ὑπὸ τῶν κατὰ καιρὸν πατριαρχούντων ἐν Ἱεροσολύμοις, πρός τε τὸν βασιλέα Ἀναστάσιον καὶ Ἰουστινιανόν. Φθάσας δὲ εἰς τὸ ἀκρότατον τῆς κατὰ Χριστὸν ἡλικίας, ὡς ἐτῶν γενέσθαι τεσσάρων καὶ ἐνενήκοντα, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου.
Ἀναστάσιον τιμῶ ὡς σεβόμενον
Τὴν Ἀνάστασιν τοῦ Χριστοῦ καὶ Θεοῦ μου.
Οὗτος ὁ ἅγιος Μάρτυς τοῦ Χριστοῦ Ἀναστάσιος, ἰδών ποτε τοὺς ἁγίους Μάρτυρας ὑπὸ τῶν Ἑλλήνων ἀνερευνωμένους καὶ ἀνακρινομένους καὶ μεληδὸν κατατεμνομένους ὑπὲρ τῆς τοῦ Θεοῦ ὁμολογίας, χριστιανὸς ὢν καὶ μεμνημένος τὰ τούτοις ἐκ Θεοῦ ὑποκείμενα ἀγαθά, ἐπεθύμει καὶ αὐτὸς τὸν ἴσον ἀγωνίσασθαι δρόμον. Καὶ δὴ ἐν μιᾷ τῶν ἡμερῶν ἐθερμάνθη ἡ καρδία αὐτοῦ καὶ τῷ Σταυρῷ σημειωσάμενος ἅπαν τὸ σῶμα αὐτοῦ, ἐπὶ τὸ στάδιον ἔδραμε, καὶ τοῖς ἐν μέσῳ τοῦ συνεδρίου μεγάλῃ φωνῇ ἐξεβόησεν· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς μὴ ἐπερωτῶσι (Ἡσ. ξε´). Πάντων δὲ ἀτενισάντων εἰς αὐτόν, εἶπεν· Ἀκούσατε οἱ ὑπηρέται πάντες τοῦ διαβόλου, ἀκούσατε· Ἐγὼ χριστιανός εἰμι καὶ εἰς τὸν Κύριόν μου Ἰησοῦν Χριστὸν πιστεύω· τὰ δὲ εἴδωλα ὑμῶν, καὶ τοὺς ταῦτα προσκυνοῦντας, ἀναθεματίζω καὶ ἀποστρέφομαι. Οἱ δέ, τὸ πεπαῤῥησιασμένον αὐτοῦ θεασάμενοι, ἐξεπλάγησαν. Καὶ εὐθὺς ἀποδύσαντες αὐτόν, ἐμάστιξαν σφοδρῶς, καὶ εἶπον· Ταῦτα μέν εἰσι τῆς προπετείας καὶ ἀναιδείας σου· ὅτι δὲ τὸν Χριστὸν σέβῃ μὴ ἀρνούμενος αὐτόν, τὴν κεφαλήν σου ἀποτμηθείς, βορὰ ἰχθύων καὶ ἑρπετῶν καὶ πετεινῶν ἐναλίων τῇ σήμερον γενήσῃ. Ὅν περ εὐθέως οἱ δήμιοι λαβόντες, ἀπέτεμον τὴν κεφαλὴν αὐτοῦ· καὶ μικρὸν τῆς γῆς ἀποβάντες, ἐν τῇ θαλάσσῃ ἀπέῤῥιψαν.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς, τελειοῦται.
Χαίρων ὑπ᾿ ἀνδρῶν ἐνδιδύσκεται πλάνων,
Χιτῶνα Μάρτυς λάινον Διογένης.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Ἀβέρκιος ξίφει τελειοῦται.
Ἔπαθλον, Ἀβέρκιε, τομῆς σοι μέγα·
Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Νόννος ἐν εἰρήνῃ τελεοῦται.
Φυγόντα Νόννον ἀντικειμένου πέδην,
Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γράτος ἐν εἰρήνῃ τελειοῦται.
Ἠλπίζετο ζῶν ἄγγελος πεφυκέναι,
Ἀλλ᾿ ἐκθανὼν ἄνθρωπος ἠλέγχθη Γράτος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐπὶ Βέκκου ἐν Καρυαῖς ὁμολογησάντων καὶ ὑπὲρ τῆς Ὀρθοδοξίας ἀθλησάντων ξίφεσί τε καὶ ἀγχόνη Ὁσίων Πατέρων ἡμῶν, οἱ μὴ θελήσαντες συγκοινωνῆσαι καὶ συμφρονῆσαι τοῖς Λατινόφροσι, τὸ μαρτυρικὸν στέφος ἐδέξαντο, σὺν τῷ Πρώτῳ ἁγίῳ Κοσμᾷ.
Ἔχει Μάρτυρας Ἐκκλησία παντί που,
Ἔχει Καρεῶν καὶ ἡ Σκήτη αἱμάθλους.
Ἄλλοι ξίφεσιν, ἕτεροι δὲ ἀγχόνῃ,
πρὸς Θεὸν ὁμοῦ ἀνέπτητε Πατέρες.
Τῇ τῶν Ὁσίων πληθύϊ γνώμη μία,
ὑπὲρ πατρῴων δογμάτων τεθνηκέναι.
Βακτηρίαν εἶχες πρὶν τὴν ξυλίνην ὡς σκῆπτρον,
νῦν Κοσμᾶ ἐμπρώτευσον εἰς Χριστοῦ Βασιλείαν.
Τῆς τῶν Ῥωμαίων ἀρχῆς τὰ σκῆπτρα Μιχαὴλ τοῦ Η΄ τοῦ Παλαιολόγου, τοῦ Ἀζυμίτου, κρατοῦντος καὶ τοῦ Οἰκουμενικοῦ Θρόνου τὰ ἠνία τοῦ λατινόφρονος, φεῦ!, Ἰωάννου τοῦ Βέκκου κατέχοντος, μέγας τε καὶ ζοφώδης σάλος ἠγέρθη ἐπὶ τῇ γενομένῃ προσπαθείᾳ παρ’ ἀμφοτέρων, ἵνα τὰ ἄμικτα μίξωσι καὶ τοῖς καθαροῖς τὰ ῥερυπωμένα ἑνώσωσι, βίᾳ ἐπιβάλλοντες τὴν ἕνωσιν τῶν αἱρετικῶν παπολατρῶν δυτικῶν μετὰ τῆς Ὀρθοδόξου καθ’ ἡμᾶς Ἁγίας τοῦ Χριστοῦ καὶ Καθολικῆς Ἐκκλησίας, ἀφ’ ἧς ἐκεῖνοι κούφως ἀπεσχίσθησαν. Τότε οὖν, πολλῶν εὐθυφρονούντων ὡς ταῖς πατρικαῖς παραδόσεσιν ἐντεθραμμένων ἐκ τὲ τῶν ἐκκλησιαστικῶν καὶ τῶν λαϊκῶν καὶ τῇ τοιαύτῃ γνώμῃ καὶ βουλῇ ἀντιταχθέντων, διωγμὸς ἐκινήθη, ὅπως πάσῃ δυνάμει ἐπιτευχθῇ ἡ βέβηλος αὕτη καὶ ἀνούστατος ἕνωσις. Ἑξαιρέτως δὲ οἱ μονάζοντες ἐν Βασιλευούσῃ, τῷ τε Γαλλησίῳ ὅρει καὶ δὴ τῷ τοῦ Ἄθωνος, ἐγγράφως τε καὶ παῤῥησίᾳ τοὺς πρωτάρχας τῆς τοιαύτης ἀνομίας ἐλέγξαντες, πολυειδέσι βασάνοις καθυπεβλήθησαν καὶ πολλοὶ καὶ τοῦ μαρτυρίου ἐπέτυχον. Ἐν δὲ τῷ προπυργίῳ τῆς Ὀρθοδοξίας, τῷ Ἁγιωνύμῳ τούτῳ Ὅρει καὶ τῆς Θεοτόκου κλήρῳ, πλήθη λατινοφρόνων στρατευμάτων ἐπέδραμον ὥστε εἰ δυνατὸν καταπεῖσαι τοὺς ἐνταῦθα ἀσκουμένους Πατέρας λατινῖσαι. Πλὴν μάτην ἔδραμον, ὅτι πλὴν ὀλιγίστων τῷ φόβῳ ὑπαχθέντων τῇ τῶν αἱρετικῶν κοινωνία, οἱ πολλοὶ ἑδραῖοι ἔμενον τῇ παραδοθείσῃ πίστει. Ἐλθόντες οὖν καὶ εἰς τὴν περιώνυμον Σκήτην τῶν Καρεῶν, τὴν ἄρχουσαν τοῦ Ἄθω παντός, καὶ εὑρόντες ὡς στερέμνια τείχη Ὀρθοδοξίας τόν τε τότε Πρωτεύοντα Ὅσιον Κοσμᾶν, ὡς καὶ τοὺς ἐν τῇ Σκήτη παραμείναντας λοιποὺς Πατέρας, βίᾳ ἐσκόπουν τούτους ἀναγκάσαι τὰ τῶν ἰταλοφρονούντων φρονῆσαι καὶ τὰ τῆς ψευδενώσεως καθυπογράψαι. Μὴ τυχόντες οὖν τοῦ ποθούμενου, τὸν μὲν Πρῶτον Ὅσιον Κοσμᾶν ἀγχόνη ἀπηώρησαν, τοὺς δὲ λοιποὺς Πατέρας ξίφει ἀπέτεμον, ὡς τοῦτο ἄχρι τῆς σήμερον τεκμηριοῖ ὁ σῳζόμενος μαρμάρινος λίθος. Καὶ τὸν περίκλυτον Ναὸν τοῦ Πρωτάτου πυρπολήσαντες καὶ τὰ Κελλία πάντα καταληστεύσαντες, ἀπῆλθον, ἀφέντες τὰ τίμια λείψανα τῶν Ὁσιάθλων βορὰν τοῖς θηρσὶν τοῦ δρυμοῦ καὶ τοῖς κόραξι τοῦ οὐρανοῦ. Μόλις δὲ μετὰ τὴν τῶν Χριστοῦ Γεννῶν μεγίστην ἑορτὴν ταῦτα ταφῆς κατηξιώθησαν, παρὰ τῶν ἐν τῷ μεταξὺ ἐπαναστρεψάντων οἴκαδε τὸ πρὶν ἀποκρυβέντων Καρεωτῶν μοναχῶν. Τούτων τὰ ἅγια λείψανα εὑρέθησαν τεθαμμένα κύκλωθεν τῶν θεμελίων τοῦ Ἱεροῦ τοῦ Πρωτάτου Ναοῦ, κατὰ τὴν γενομένην τὸ σωτήριον ἔτος , ἀ^νγ΄ ἀνακαίνισιν αὐτοῦ. Τὸ δὲ τοῦ Ὁσιάθλου Κοσμᾶ τοῦ Πρώτου, τοῦ ἀπὸ τῆς μονῆς τοῦ Πλάκα ἕλκοντος τὴν μοναχικὴν καταγωγήν, θεία νεύσει ἀνεκόμισεν ἡ τοῦ Ἁγιωνύμου Ὅρους Ἱερὰ Κοινότης τῇ ιη΄ Νοεμβρίου, ἀ^πα΄ σωτηρίου ἔτους, Πρωτεύοντος τοῦ ἐκ τῆς Ἱέρας Μονῆς τοῦ Βατοπαιδίου Πανοσιολογιωτάτου Προηγουμένου Ματθαίου.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ωμαλέως σὴν διάνοιαν ἀνύψωσας μάκαρ Νεκτάριε, πρὸς τὸν τῶν ὅλων Θεόν, πρὸς Ὃν ἐπαιρόμενος χαίρων ἐκραύγαζες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
πεβάλου δερματίνους τῆς νεκρώσεως χιτῶνας Ὅσιε καὶ ἐνεδύσω Χριστόν, τὸν μὴ παλαιούμενον μηδὲ τρεπόμενον, πρὸς Ὃν ἔψαλλες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Σαρκικῶς σαυτὸν φιλίας ἀπεμάκρυνας καὶ πάσης σχέσεως βιωτικῆς τῆς ἐν γῇ, ἐπ’ ὤμων ἀράμενος τὸν τοῦ Κυρίου Σταυρόν· ὅθεν ἔκραζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
ησοῦν τὸν ζωοδότην καὶ φιλάνθρωπον σαρκὶ κυήσασα ἐδείχθης Μήτηρ ζωῆς, ζωῆς οὖν ἀξίωσον τοὺς πίστει μέλποντας· ὑπερύμνητος ὁ τόκος Σου Θεόνυμφε, ὡς Θεὸς εἰς τοὺς αἰῶνας.










ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Οὐρανὸς ὡς ἄλλος ἀνεδείχθη τὸ θεῖον τῶν Ἀσωμάτων τοῦτο τέμενος, ἔχον ὥσπερ ἥλιον, τὰς σὰς σεπτὰς ἀρετάς, ὡς ἄστρα θαυμάσια πάντα προτρέπεται, τὸν Κύριον, ὑμνεῖτε κραυγάζειν, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νέκταρος τοῦ θείου φερωνύμως, μετέσχες ὡς ἐπεπόθησας Νεκτάριε, οὗ νῦν ἐμφορούμενος, γλεῦκος τὸ ἀθάνατον, μεταδοθῆναι πρέσβευε τοῖς πόθῳ μέλπουσι· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
χων τὰς αἰσθήσεις ἀνενδότως πρὸς μόνα Θεοῦ κάλλη ἀπέραντα, ταῦτα ἐπεπόθησας, καθορᾶν ἀείποτε· διὸ καὶ χαίρων ἔκραζες Πάτερ Νεκτάριε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τοῦτό Σου τὸ Ὄρος Θεοτόκε, ἡ χάρις τῆς Σῆς προνοίας ὑπερηύξησε, καὶ κατεκάλλυνε καὶ κατεκοσμήσατο, καὶ ζηλωτὸν ἀνέδειξε, ἐν πᾶσι ἔθνεσιν, ἀβλαβὲς οὖν φρούρησον Παρθένε, ὅπως Σε ἀπαύστως δοξάζῃ εἰς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ταύτην τὴν μικράν, ᾠδὴν προσαρμόσαντες οἱ νῦν διάδοχοι, τῆς ἱερᾶς Σου Μονῆς, ἐν ᾗ σὺ Πάτερ, λαμπρῶς ἐξήσκησας, πανευλαβῶς προσφέρομεν, τῇ εὐγενείᾳ σου, καὶ βοῶμεν· σκέπε ταύτην πάντοτε, καὶ ἡμᾶς ἐν αὐτῇ τοὺς τιμῶντάς σε.
παντας πιστούς, τοὺς πόθῳ τελοῦντάς σου τὴν μνήμην Ὅσιε, ἄνωθεν ἐπίσκεψαι, καὶ δὸς πταισμάτων τὴν ἀπολύτρωσιν, καὶ τούτους καταξίωσον τῇ ἀντιλήψει σου, διαβαίνειν, βίου τὸ κλυδώνιον, ἀποντίστως παμμάκαρ Νεκτάριε.
θι μοναστῶν, τῶν νῦν τὴν ἀσθένειαν ἐπισκεψάμενος, ταῖς πρὸς τὸν Θεὸν δέ, πανευπροσδέκτοις εὐχαῖς ἐνίσχυσον, καὶ μισῆσαι κόσμου τὴν εὐπάθειαν, καὶ προσκαίρων παθῶν τὴν ἀπόλαυσιν.
Θεοτοκίον.
Μῆτερ ἁγνή, Χριστὸν ἡ κυήσασα τὸν πανευΐλατον, μετ’ εὐλαβείας, θαῤῥῶν τὸν ὕμνον τοῦτον τῷ Σῷ θεράποντι, τῷ Σοὶ πιστῶς δουλεύσαντι, φέρων ἀνέθηκα, ὃν ὡς πάλαι ὁ Υἱός Σου πρόσδεξαι, ὁ τὰ χήρας λεπτὰ προσδεξάμενος.







Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀγγελικῶς ἐβίωσας ἐν Καραῖς θεοφόρε, σὺν Φιλοθέῳ Ὅσιε, καὶ τῷ Διονυσίῳ Νεκτάριε, διαπρέψας ἐν εὐχαῖς καὶ νηστείαις, καὶ πλείστοις κατορθώμασι πρακτικῆς θεωρίας, μεθ’ ὧν καὶ νῦν, παρεστὼς Τριάδι τῇ ἀπροσίτῳ, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν τιμώντων σε μάκαρ.
Θεοτοκίον.
Τὸν σὸν Υἱὸν ὡς ἔβλεψας, ἀναστάντα ἐκ τάφου, τριήμερον Θεόνυμφε, Παναγία Παρθένε, ἅπασαν θλίψιν ἀπέθου, ἣν ὑπέστης ὡς Μήτηρ, ὅτε κατεῖδες πάσχοντα, καὶ χαρᾶς ἐμπλησθεῖσα, σὺν τοῖς αὐτοῦ, Μαθηταῖς γεραίρουσα τοῦτον ὕμνεις. Διὸ τοὺς Θεοτόκον σε, νῦν κηρύττοντας σῷζε.

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πόθῳ, κατετρώθης τῇ ψυχῇ, ὅλος ἐκ νεότητος μάκαρ, τοῦ γλυκυτάτου Χριστοῦ, θείαις παραινέσεσι, Πατρὸς καὶ πράξεσι, καὶ Μητρὸς ὀπτασίαις τε, τῇ θείᾳ συνάρσει, κόσμον καταλέλοιπας, καὶ τὰ ἐν κόσμῳ τερπνά, όρει προσδραμὼν ἐν τῷ Ἄθῳ, ἤσκησας ἐνθέους ἀγῶνας, καὶ Θεὸν παμμάκαρ εὐηρέστησας.

Ἄρας, τὸν γλυκύτατον ζυγόν, τῆς ὑπακοῆς ἐπ’ ὤμων, χριστομιμήτως σοφέ, καὶ τῆς ταπεινώσεως, ἐργάτης δόκιμος, ἀνεδείχθης Νεκτάριε, γενόμενος τύπος, πᾶσι τοῖς ὁρῶσί σε, Χριστὸν δοξάζουσι· ὅθεν, καὶ ἡμᾶς δυσωποῦμεν, μιμητὰς ἀνάδειξον πάντας, ταύτης τῆς ἐνθέου πολιτείας σου.

Ἔχων, ἀνενδότως σου τὸν νοῦν, ἐν τοῖς οὐρανίοις θεόφρον, τὰς ἡδονὰς τῆς σαρκός, καὶ πᾶσαν εὐπάθειαν φθαρτὴν ἀπέβαλες· προσευχαῖς δὲ ἐσχόλαζες, ἀεὶ καὶ νηστείαις, δάκρυα προσέφερες Θεῷ ὡς θυμίαμα· ὅθεν, παρ’ Αὐτοῦ ἐκομίσω, χάριν ἰατρεύειν νοσοῦντας, καὶ ἡμῖν κατ’ ἄμφω δὸς τὴν ἴασιν.

Πάντων, ἀντιλήπτωρ καὶ θερμός, τοῖς τὴν σὴν μνήμην τελοῦσι, ὑπάρχεις ἔνδοξε, Ὅσιε Νεκτάριε, πιστὲ θεράπων Χριστοῦ, παῤῥησίαν ὡς ἔχων νῦν, μὴ παύσῃ πρεσβεύειν, ἄφεσιν δωρήσασθαι, ἁμαρτημάτων ἡμῶν, πόθῳ σοὶ προσφέρομεν ὕμνον, δέξαι εὐμενῶς τοῦτον Πάτερ, καὶ Χριστὸν εὐΐλατον ἀπέργασαι.







Δόξα.
Τῶν ἐν Ἄθῳ Πατέρων ὁ χορός, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς πανήγυριν, συγκροτεῖ σήμερον ἐπὶ τῇ μνήμῃ Νεκταρίου· ἐν οὐρανοῖς μέν, ἐπὶ τῇ ἄνω μητροπόλει τῶν πρωτοτόκων, ἐπὶ γῆς δὲ ἐν Καραῖς, τῇ μητροπόλει τῶν μονοτρόπων, ἐν ᾗ μετὰ σώματος ἠθροίζετο· ἔνθα νῦν ἡμεῖς οἱ ἐπὶ γῆς ὡς συμπαρόντες ὁρῶντες τῷ πνεύματι, ᾀσματικῶς εὐφημήσωμεν λέγοντες· ὦ θεία παρεμβολή, θεοηγόροι ὁπλῖται παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τοῦ Ὄρους τὸ καύχημα, μοναστῶν τὸ ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε πάντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον.
Ἀπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ Σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ· ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοή, αἰνεσάτω τὸν παντουργέτην.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Νέκταρ ἀνεδείχθης ὡς ἀληθῶς, Νεκτάριε Πάτερ, τοῖς μονάζουσιν ἐν Καραῖς, νέκταρος οὖν τοῦ θείου, δυσώπει ἀπολαύειν, τοὺς πίστει σε καὶ πόθῳ, τιμῶντας Ὅσιε.
Ἄγγελος ἐφάνης ἐπὶ τῆς γῆς, βιώσας ἀΰλως, τῶν Ἀγγέλων γὰρ τὸν ναόν, οἰκεῖν ᾑρετίσω· διὸ μετὰ Ἀγγέλων, Ταγμάτων συναγάλλῃ, Πάτερ Νεκτάριε.
Τῇ εἰκόνι Πάτερ σου τῇ σεπτῇ, νῦν παρεστηκότες, ἀναπέμπομέν σοι ᾠδάς· πρόσδεξαι οὖν ταύτας, καὶ ῥῦσαι ἐκ κινδύνων, τοὺς σὲ ἀνευφημοῦντας, θεῖε Νεκτάριε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου