Ὁ Ἅγιος Ὁσιομάρτυς Μαλαχίας γεννήθηκε στὴ Λίνδο τῆς
Ῥόδου, γύρω στὰ 1500. Ὁ πατέρας του ἦταν Ἱερέας καὶ ὀνομαζόταν Γεώργιος καὶ ἡ
μητέρα του Χριστῖνα. Σὲ νεαρὴ ἡλικία, φλεγόμενος ἀπὸ τὴν ἀγάπη πρὸς τὸν Χριστό,
ἔγινε μοναχός. Ὁ συντάκτης τοῦ μαρτυρίου του ἀναφέρει ὅτι, ὅταν ἦταν 22 ἐτῶν
ἀναχώρησε ἀπὸ τὴν πατρίδα του καὶ πῆγε κατ᾿ ἀρχὰς στὶς Κολοσσὲς τῆς Φρυγίας.
Στὴ συνέχεια ἐπισκέφτηκε τὴν Λάμψακο καὶ ἀκολούθως διάφορα νησιὰ τοῦ Αἰγαίου
πελάγους, τὴ Φοινίκη, τὴν Αἴγυπτο, τὴ Λιβύη καὶ τὸ θεοβάδιστο ὄρος Σινᾶ, ἀπ᾿
ὅπου μετέβη στὴν Παλαιστίνη ὡς προσκυνητὴς τῶν Ἁγίων Τόπων. Ἀφοῦ περιόδευσε ὅλα
τὰ πανάγια προσκυνήματα, κατέληξε στὴν Ἁγία Πόλη τῆς Ἱερουσαλὴμ καὶ παρέμεινε
στὸν Ναὸ τῆς Ἁγίας τοῦ Χριστοῦ Ἀναστάσεως ὡς διακονητής, ἀγωνιζόμενος τὸν καλὸ
ἀγῶνα τῆς ἀσκήσεως μὲ νηστεῖες, ἀγρυπνίες καὶ ἀκατάπαυστες προσευχές.
Κάποια μέρα, ἐνῶ ὁ Ἅγιος περνοῦσε ἀπὸ τὴν ἀγορά, ἕνας
μουσουλμάνος τοῦ ἐπιτέθηκε μὲ μανία, τὸν ράπισε στὸ πρόσωπο καὶ ἄρχισε νὰ τὸν
συκοφαντεῖ λέγοντας πρὸς τοὺς ὁμοπίστους του ὅτι βλασφήμησε τὸν Μωάμεθ. Ἐκεῖνοι
τὸν συνέλαβαν καὶ τὸν ὁδήγησαν στὸν ἡγεμόνα τῆς Ἁγίας Πόλεως, μὲ τὴν καταγγελία
ὅτι βλασφήμησε τὴ μουσουλμανικὴ ἀσέβεια. Ὁ ἡγεμόνας κατ᾿ ἀρχὰς προσπάθησε μὲ
διάφορες κολακεῖες καὶ ὑποσχέσεις νὰ τὸν πείσει νὰ ἀρνηθεῖ τὸν Χριστὸ καὶ νὰ
ἀσπασθεῖ τὴν θρησκεία τῶν Ἀγαρηνῶν. Ὁ Ἅγιος ὅμως ἀρνήθηκε τὶς προτάσεις τοῦ
ἡγεμόνα καὶ ὁμολόγησε μὲ παῤῥησία τὸ ὄνομα τοῦ Σωτῆρος. Μάλιστα δὲ πιεζόμενος
ἔβγαλε τὸ ὑπόδημά του καὶ τὸ πέταξε στὸ πρόσωπο τοῦ ἡγεμόνα.
Αὐτὸς τότε διέταξε νὰ ξαπλώσουν τὸν μακάριο Μαλαχία
κατὰ γῆς καὶ νὰ τὸν μαστιγώσουν ἀνηλεῶς. Ἡ γῆ κοκκίνησε ἀπὸ τὸ αἷμά του
Μάρτυρος, ἐνῶ ἐκεῖνος προσευχόταν καὶ παρακαλοῦσε τὸν Θεὸ νὰ τὸν ἐνισχύσει γιὰ
νὰ μπορέσει νὰ βαδίσει μέχρι τέλους τὸν δρόμο τοῦ μαρτυρίου. Ὅταν οἱ δήμιοι
κουράστηκαν νὰ τὸν κτυποῦν καὶ νὰ τὸν ὑβρίζουν, τὸν μετέφεραν στὴ φυλακή. Ἐκεῖ
παρέμεινε αἱμόφυρτος καὶ γεμᾶτος πληγές, χωρὶς τροφὴ καὶ νερό, ἀναπέμποντας
προσευχὲς καὶ δοξολογίες στὸν Θεό, ὥστε οἱ ἄλλοι κρατούμενοι νὰ θαυμάζουν τὴν
πίστη καὶ τὴν ὑπομονή του.
Ἀφοῦ πέρασαν μερικὲς ἡμέρες, ὁ ἡγεμόνας διέταξε νὰ τὸν
φέρουν μπροστά του. Μὲ ὕβρεις καὶ ἀπειλὲς προσπάθησε νὰ τὸν μεταπείσει ἀλλὰ καὶ
πάλι ὁ Ἅγιος μὲ σθένος καὶ παῤῥησία ὁμολόγησε τὸν Χριστό. Ἀκούγοντας τὴν
ὁμολογία του ὁ ἡγεμόνας ὀργίστηκε καὶ διέταξε νὰ τρυπήσουν τοὺς ἀστραγάλους
του, νὰ περάσουν σχοινιά, νὰ τὸν δέσουν πίσω ἀπὸ ἕνα ἄλογο καὶ νὰ τὸν σύρουν
στοὺς δρόμους τῆς Ἁγίας Πόλεως. Ἐνῶ συρόταν στοὺς δρόμους, ἄλλοι Ἀγαρηνοὶ τὸν
χτυποῦσαν μὲ πέτρες καὶ ξύλα, ἐνῶ ἄλλοι τὸν κεντοῦσαν μὲ αἰχμηρὰ ἀντικείμενα
κατακόπτοντας τὶς σάρκες του.
Ὅταν ὁ ἡγεμόνας εἶδε ὅτι μὲ τὰ βασανιστήρια δὲν
μποροῦσε νὰ κάμψει τὸ φρόνημα τοῦ Μάρτυρος, διέταξε νὰ τὸν ὁδηγήσουν ἔξω ἀπὸ
τὴν Ἁγία Πόλη καὶ νὰ τὸν ἀνασκολοπίσουν. Ὁ Ἅγιος φορτώθηκε πάνω στοὺς ὥμους του
τὸν πάσσαλο τῆς καταδίκης του, ὅπως ὁ Κύριος τὸν Σταυρό, καὶ βάδισε πρὸς τὸν
τόπο τοῦ μαρτυρίου. Ὅταν ἔφθασε ἐκεῖ ἀνασκολοπίστηκε καὶ παρέδωσε τὴν ψυχή του,
λέγοντας· «Κύριε, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου».
Τὴν ἑπομένη ἡμέρα οἱ Χριστιανοὶ ἔδωσαν χρήματα στὸν
ἡγεμόνα γιὰ νὰ τοὺς ἐπιτρέψει νὰ παραλάβουν τὸ μαρτυρικὸ σῶμα. Τὸ κατέβασαν ἀπὸ
τὸν πάσσαλο καὶ μὲ προεξάρχοντα τὸν Πατριάρχη τῶν Ἱεροσολύμων Γερμανὸ τὸ
μετέφεραν στὸν ἀγρὸ τοῦ Κεραμέως, ὅπου καὶ τὸ ἐνταφίασαν. Ὁ Πατριάρχης Γερμανὸς
ὅρισε νὰ ἑορτάζεται ἡ μνήμη του στὸν Ναὸ τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου τὴν
29η Σεπτεμβρίου, ἡμέρα τῆς μαρτυρικῆς τελευτῆς του.
ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΘ΄!!
ΜΑΛΑΧΙΑΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΛΙΝΔΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποιηθεῖσα ὑπὸ Κυρίλλου
Μητροπολίτου Ρόδου
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν
στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Κύριε, εἰ καὶ
κριτηρίῳ.
Κύριε, σὺ τοῦ ἱεροῦ Μαλαχίου, τὴν ἀρετὴν
προσδεξάμενος, τοῦτον μιμητήν σου γενέσθαι, μαρτυρίῳ κατηξίωσας, καὶ ἀθανάτῳ
αὐτόν, στεφάνῳ ἐστεφάνωσας, ἐκδυσωποῦντά σε παῤῥησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Κύριε, σὲ ἀπὸ καρδίας ποθήσας, ὁ Μαλαχίας ὁ ἔνδοξος,
δι᾿ ἀσκητικῆς πολιτείας, καὶ ἀθλήσεως ἠρίστευσεν. Ὅθεν νῦν χαίρει ἐν σοί, χαρὰν
τὴν ἀνεκλάλητον, καὶ ἱκετεύει σε παῤῥησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κύριε, σὲ ἀσκητικῶς Μαλαχίας, ὁ ἱερὸς ἠκολούθησε, καὶ
συνεσταυρώθη σοι ζήλῳ, ὑπομείνας τὸ μαρτύριον. Ὅθεν σεπτὸς κοινωνός, τῆς δόξης
σου γενόμενος, ἀεὶ πρεσβεύει σοι παῤῥησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κύριε, σὺ τῇ Ἐκκλησίᾳ φωστῆρα, τὸν Μαλαχίαν ἀνέδειξας,
λάμποντα ἐνθέως ἀκτῖσι, μαρτυρίου καὶ ἀσκήσεως. Ὅθεν αὐτοῦ εὐλαβῶς, τὴν μνήμην
ἑορτάζοντες, οἱ εὐσεβεῖς σε παρακαλοῦμέν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος β΄.
Τὸν ἐν Ὁσίοις Μάρτυρα στεῤῥόν, τὸν ἐν Ἱεροσολύμοις
ἀνδρείως, ὑπὲρ τῆς εὐσεβοῦς ὁμολογίας ἀθλήσαντα, τῶν εὐσεβῶν οἱ δῆμοι
εὐφημήσωμεν. Οὗτος γὰρ ὡς ἐραστὴς τῆς αἰωνίου ζωῆς, τῆς ἐπικήρου καταφρονήσας,
Χριστῷ τῷ Θεῷ συνεσταύρωται, καὶ τῆς Ἀναστάσεως υἱός, ἐν τοῖς ἐσχάτοις καιροῖς
ἀναδέδεικται. Ὅθεν αὐτῷ ἐκβοήσωμεν· Μαλαχία πανένδοξε, πρέσβευε διηνεκῶς,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, τιμήσωμεν ἐν ὕμνοις, τὸν θεῖον
Μαλαχίαν, ὡς ἐν Ὁσίοις νέον, τῆς εὐσεβείας Μάρτυρα.
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χάριν τῆς ἐν Χριστῷ, ἐλευθερίας Πάτερ, ἀσκήσει
δεδεγμένος, τυράννων Μαλαχία, τὸ φρύαγμα κατέβαλες.
Στίχ.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Ἤθλησας ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας, παμμάκαρ
Μαλαχία, ἀναρτηθεὶς πασσάλῳ, ὥσπερ Σταυρῷ ὁ Κύριος.
Δόξα.
Ἦχος γ΄.
Μαλαχία πανένδοξε, Ὁσιομάρτυς Χριστοῦ, ἀπηνῶς
πασσακισθείς, πρὸς τὴν ἀτέρμονα ζωὴν ἐξεδήμησας. Ὅθεν πρέσβευε ὑπὲρ ἡμῶν, τῶν
ἐκτελούντων τὴν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων ταγμάτων,
Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ
Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Ὁ Προοιμιακὸς καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ κάτωθι
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν εὐσεβῶν αἱ χορεῖαι, ἀνευφημήσωμεν, λιγυροφθόγγοις
ὕμνοις, τὸν στεῤῥὸν Μαλαχίαν· ἀσκήσας γὰρ ἐν κόσμῳ τὴν ἀρετήν, καὶ ἀθλήσας δι᾿
αἵματος, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου χοροβατεῖ, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
Ἀσκητικῶς ἐν τῷ κόσμῳ, ἀγωνισάμενος, καὶ ἀρετῶν τοῖς
ἔργοις, διαπρέψας ὁσίως, ἐτέλεσας ἐνστάσει μαρτυρικῇ, τὸν ἐπίγειον δρόμον σου,
θανατωθεὶς ἐν πασσάλῳ ὡς ἐν Σταυρῷ, Μαλαχία ὁ Φιλάνθρωπος.
Μετεωρίσας ψυχῆς σου, ἀσκητικῶς τὸ πτερόν, μαρτυρικῶς
πρὸς ὕψος, οὐρανῶν ἐπετάσθης, καὶ δόξης ἀθανάτου ἐν καλλιᾷ, Μαλαχία κατέπαυσας,
ἀκαταπαύστως πρεσβεύων ὑπὲρ ἡμῶν, τῷ Θεῷ τῷ Παντοκράτορι.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀγαπήσας τὸν Κύριον, ὁλικῶς ἐκ νεότητος, γεηρὰς
κατέλιπες ματαιότητας, καὶ μοναζόντων ἐν σχήματι, ὁσίως διέπρεψας, γεωργήσας
ἀρεταῖς, τῆς ψυχῆς τὸ γεώργιον, καὶ ἐξήνθησας, μαρτυρίου τὰ ἄνθη Μαλαχία,
μυστικῶς εὐωδιάζων, τῶν Ὀρθοδόξων τὸ πλήρωμα.
Τοῦ Ναοῦ ἀναδέδειξαι, τῆς Χριστοῦ Ἀναστάσεως, ὑπηρέτης
ἔνθεος παμμακάριστε· σὺ γὰρ ναὸν Θείου Πνεύματος, σαυτὸν ἀπετέλεσας, ἐπὶ γῆς
ἀσκητικόν, συγκροτήσας γυμνάσιον. Ὅθεν Ἅγιε, Μαλαχία ναῷ ἐν οὐρανίῳ εἰσῳκίσθης
μαρτυρίου, πεποικιλμένος τοῖς στίγμασι.
Τῶν Ὁσίων διέδραμες, θεοφρόνως τὴν ἄσκησιν, κοσμικὴν
προσπάθειαν βδελυξάμενος, καὶ τῶν Μαρτύρων ἐτέλεσας, στεῤῥῶς τὸ ἀγώνισμα,
ἀφειδήσας τῆς σαρκός, τῶν μεγίστων κολάσεων. Ὅθεν ἔλαβες, Μαλαχία τῆς νίκης
τοὺς στεφάνους, καὶ παρέστης τῷ Κυρίῳ, διαπαντὸς εὐφραινόμενος.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Ὁσιομάρτυρος μνήμη ἐπέφανεν, ὡς φωστὴρ
τῆς χάριτος ἑωσφόρος, τὰς καρδίας τῶν πιστῶν καταπυρσεύουσα· τῆς Ἀναστάσεως γὰρ
τοῦ Χριστοῦ, τῇ ἀνεσπέρῳ δόξῃ λαμπρυνομένη, τῷ φωτὶ τῶν ἐντολῶν τῆς ζωῆς,
ὁδηγεῖ τοὺς κραυγάζοντας· Χαίροις ὁ οὐρανίῳ φρονήματι, τῶν ἐπιγείων φθαρτῶν
καταφρονήσας, καὶ ἀσκητικῶς ἐπὶ γῆς ἀγωνισάμενος· χαίροις ὁ τῷ οἰκείῳ αἵματι,
τὴν θαυμαστήν σου ζωὴν ἐπισφραγίσας, καὶ θυσία Θεῷ ἁγία γενόμενος· χαίροις τῆς
Λίνδου βλάστημα τερπνόν, τῆς Ἐκκλησίας ἀγλάϊσμα, καὶ Ὀρθοδόξων ἐγκαλλώπισμα.
Ἀλλ᾿ ὦ Μαλαχία πανένδοξε, τῷ Ἀναστάντι ἐκ τάφου πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει
σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ
αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ
φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν
δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαῒου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄, 9-14)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς, τίς
ἀναγγελεῖ ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν
ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς
μου, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι.
Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ
οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν
ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ἔτι ἀπ᾿ ἀρχῆς, καὶ
οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Οὕτως λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε΄, 15-στ’, 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει
αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ,
καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην·
καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον,
ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ
κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ
εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε
δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
ΕΙΣ
ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἐν Ῥόδῳ ἐξάκουστος Λίνδος, τοῦ
ἐν Ὁσίοις Μάρτυρος Μαλαχίου, ὡς τέκνου σου ἡγιασμένου, τὴν μνήμην ἑορτάζουσα
σήμερον. Οὗτος γὰρ ὁ μακάριος, ἐν τοῖς δουλείας τοῖς χρόνοις, τὴν καλὴν φυλάξας
ὁμολογίαν, τῆς ἀσκήσεως ἱερῶς τὸ τριβώνιον, αἱμάτων τοῖς κρουνοῖς ἐπορφύρωσε,
καὶ ὅλος ἐξαστράπτων, τῇ αἴγλῃ τῶν ἀγώνων αὐτοῦ, πρὸς οὐρανοὺς τὴν πορείαν ἐποιήσατο·
ἔνθα σὺν πᾶσι τοῖς Ἁγίοις εὐφραινόμενος, τῷ Ἀναστάντι ἐκ τάφου πρεσβεύει, ὑπὲρ
τῶν πιστῶς βοώντων· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐνδοξαζόμενος ἐν ταῖς
μνήμαις τῶν ἐκλεκτῶν σου.
Ἦχος
β΄.
Ὁσιομάρτυς Μαλαχία Πανεύφημε, εὐσυνειδήτως πᾶσαν τὴν
ζωήν, ἐν ἀσκητικῇ ἐργασίᾳ τελέσας, μαρτυρικῶς πρὸς οὐρανοὺς ἐξεδήμησας·
τυράννων γὰρ ἀπειθήσας προστάγμασιν, ἐν τοῖς βασάνοις πικρῶς ἐδοκιμάσθης, καὶ
οἰκείοις αἵμασι καθαγιασθείς, θυσία εὐπρόσδεκτος Χριστῷ προσενήνεξαι. Ὅθεν ἐν
παῤῥησίᾳ ἐκτενῶς, τῇ Ἁγίᾳ Τριάδι πρέσβευε, ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων τὴν μνήμην
σου.
Ἦχος
γ΄.
Ἐκ ῥίζης λευϊτικῆς, εὐσεβείας ἀνεβλάστησας καρπός,
Μαλαχία ἀξιάγαστε· ἀσκητικὴν γὰρ πολιτείαν ἑλόμενος, ἀγγελικῶς ἐπὶ τῆς γῆς
ἐβιώσω, καὶ ἐν γνώσει πνευματικῇ κοσμούμενος, τυραννικὴν μανίαν ἐξεφαύλισας,
Μάρτυς γενόμενος τοῦ Ἀναστάντος Χριστοῦ, τοῦ παρέχοντος ταῖς πρεσβείαις σου
ἡμῖν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος
δ΄.
Ὅσιε Πάτερ, Μαλαχία ἀοίδιμε, ἀσκητικαῖς σου ἀγωγαῖς,
τοῦ Παρακλήτου ναὸς γενόμενος, ἐν τῷ Ναῷ τῆς Χριστοῦ Ἀναστάσεως, ὡς Ἄγγελος
ἐπίγειος διηκόνησας· ἐντεῦθεν πρὸς τὸν οὐράνιον ναόν, ἐν τῇ ἄνῳ Ἱερουσαλήμ, ἐν
τῶν πρωτοτόκων τῇ Μητροπόλει, μαρτυρικῶς ἐκδημήσας, τὰ γέρα τῶν ἀγώνων σου
ἐκομίσω, τῷ ἐν Τριάδι Θεῷ παριστάμενος, καὶ ἐν μεθέξει ὡς Ὁσιομάρτυς θεούμενος.
Ὅθεν πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὴν ἱεράν σου πανήγυριν.
Ἦχος
πλ. α΄.
Ὅσιε Πάτερ, ἀσκητικὴν πολιτείαν γεωργήσας, τοῦ
μαρτυρίου τῆς πίστεως, τοὺς καρποὺς πλουσίως ἐξήνεγκας· τῶν κάτω γὰρ ὁλικῶς
ἀφιστάμενος, καὶ πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως ἐπειγόμενος, ἐναντίον τῶν τῆς
Ἄγαρ ἐζοφωμένων υἱῶν, τὸν ἀληθινόν Θεὸν ὡμολόγησας. Ὅθεν ἀξίωμα ἁλουργὸν, ἐξ
οἰκείων αἱμάτων περιβαλλόμενος, ὡς Χριστοῦ ἀληθὴς μιμητής, ἐν οὐρανῷ αὐτῷ
συμβασιλεύεις, καὶ πρεσβεύεις ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου Μαλαχία τὴν ἄθλησιν.
Ἦχος
πλ. β΄.
Ὅσιε Πάτερ, ταῖς βασάνοις πικρῶς χειμαζόμενος, τοῖς
λίθοις τῶν ὁδῶν συντριβόμενος, καὶ τὰς σάρκας ἀπηνῶς κατατεμνόμενος, τῆς φθορᾶς
ἀπεκδύσω τὴν ἀμφίεσιν· χιτῶνα δὲ σωτηρίου φωτεινόν, ἐξ οἰκείων αἱμάτων
ἐξυφανθέντα, τῇ διὰ πασσάλου τελευτῇ σου, ἐνεδύσω Μαλαχία μακάριε. Ὅθεν ἐν ταῖς
αὐλαῖς τῆς ζωῆς, τῷ Ἀναστάντι Χριστῷ παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν τῶν
ὑμνούντων σε.
Ἦχος
βαρύς.
Εὐσεβείας τοῖς δόγμασι, τεθραμμένος διὰ πίστεως, ὡς
μοναστὴς θεοφόρος, μαρτυρικὴν ἐπεδείξω ἀνδρείαν, Μαλαχία παμμακάριστε· ἐν
εἱρκτῇ γὰρ φρουρούμενος, καὶ ταῖς πληγαῖς συντριβόμενος, ἐν ταῖς ῥύμαις
συρόμενος, καὶ τῷ πασσάλῳ προσαναρτώμενος, Ὁσιομάρτυς ὤφθης ἀήττητος. Ὅθεν
Χριστῷ τῷ Θεῷ, ἀναδραμὼν τροπαιοῦχος, τὸ φῶς τῆς Ἀναστάσεως ἐθεάσω, οὗ τὴν
λαμπρότητα ἐξαίτει καὶ ἡμῖν, τοῖς εὐλαβῶς τιμῶσί σε.
Δόξα.
Ἦχος πλ. δ΄.
Ὅσιε Πάτερ Μαλαχία, Χριστῷ τῷ Θεῷ ἡμῶν, ἐκ παιδὸς
ἀνακείμενος, οὐκ ἔπτηξας Ἀγαρηνῶν τὴν ὀφρύν, ἀλλ᾿ αὐτὴν ἀνδρείως ἐξεφαύλισας,
τὴν καλὴν φυλάξας ὁμολογίαν, καὶ μέχρις αἵματος τὸν ἀγῶνα τῆς πίστεως, ἐν ἰσχύϊ
χάριτος ἀγωνισάμενος. Ὅθεν νῦν ἐν οὐρανοῖς, τὰς ἀμοιβὰς τῶν πόνων σου
δεχόμενος, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, τῶν ἐν ὕμνοις τελούντων, τὸ εὐαγές σου
μνημόσυνον.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
ΕΙΣ
ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις Ὁσιομάρτυς Χριστοῦ, τῶν μοναζόντων τὸ σεπτὸν
ἐγκαλλώπισμα, καὶ καύχημα τῶν Μαρτύρων, ὡς κοινωνήσας αὐτῶν, τῆς ὁμολογίας καὶ
στεῤῥότητος· τῆς Λίνδου τὸ βλάστημα, καὶ τῆς Ῥόδου τὸ σέμνωμα, τῆς εὐσεβείας, ὁ
ἀστὴρ ὁ νεόφωτος, τὸ νεόδμητον, Ἐκκλησίας προτείχισμα· ἥλιος ὁ ἀνέσπερος,
παμμάκαρ τῆς πίστεως, ὁ ἀσεβείας τυράννων, διασκεδάσας τὴν ζόφωσιν. Χριστὸν
ἐκδυσώπει, Μαλαχία ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίροις Ὁσιομάρτυς Χριστοῦ, ὁ τὴν ἰσάγγελον ζωὴν
ἐκλεξάμενος, καὶ ἄθλοις τοῦ μαρτυρίου, τῶν Ἀθλοφόρων λαμπρῶς, τὴν ὁμολογίαν
μιμησάμενος· Σταυρὸν γὰρ ἐπ᾿ ὤμων σου, θεοφρόνως ἀράμενος, ἐπολιτεύσω, ἐπὶ γῆς
δι᾿ ἀσκήσεως, καὶ ἐνήθλησας, ἀνενδότῳ φρονήματι. Ὅθεν πρὸς τὴν ἀείζωον, μετέβης
ἀνάπαυσιν, σὺν τοῖς χοροῖς τῶν Ἁγίων, διαπαντὸς εὐφραινόμενος· μεθ᾿ ὧν
ἐκδυσώπει, Μαλαχία ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.
Στίχ. Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις Ὁσιομάρτυς σοφέ, ὁ τὴν τοῦ Πνεύματος θηξάμενος
μάχαιραν, καὶ ἔπαρσιν τῶν τῆς Ἄγαρ, ἐζοφωμένων υἱῶν, ἐκτεμὼν ἐν πάλῃ μαρτυρίου
σου· αὐτῶν γὰρ ὡς ἄσαρκος, τὸ κακοῦργον ὑπέμεινας, καταφρονήσας, τῶν ποικίλων
κολάσεων, καὶ ἐβάστασας, τοῦ πασσάλου τὸ ὄνειδος, χαίρων ἐν τοῖς παθήμασι, δι᾿
ὧν κατηξίωσαι, ἐν οὐρανοῖς Μαλαχία, τῆς τῶν Ἁγίων λαμπρότητος· μεθ᾿ ὧν
ἐκδυσώπει, ὑπὲρ πάντων τῶν τελούντων, τὴν θείαν μνήμην σου.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε σήμερον οἱ πιστοί, ἀγγελικῶς ἐπὶ τῇ μνήμῃ
χορεύσωμεν, Μαλαχίου τοῦ εὐκλεοῦς Ὁσιομάρτυρος, τοῦ ἐκ τῆς Λίνδου φανέντος,
μεγάλου τῆς Ἐκκλησίας φωστῆρος. Οὗτος γὰρ τὰ ἐν τῷ κόσμῳ τερπνά, ἐκ νεότητος ὡς
ὄναρ ἀφείς, τὸν Σταυρὸν τοῦ κράζοντος, Ἐμοὶ ἀκολουθεῖτε, ἐπ᾿ αὐχένα προφρόνως
ἀνέλαβε· αὐτὸν δὲ ὑπὲρ λόγον ἐδόξασεν, ἀσκητικῶς ἐπὶ γῆς πολιτευσάμενος, καὶ
μαρτυρικῶς ἐν Σιὼν ἀγωνισάμενος. Ὅθεν αὐτῷ ἐκβοήσωμεν· Ὡς παῤῥησίαν ἔχων
πολλήν, πρέσβευε Ἅγιε τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν
ἀπολύεις, Τρισάγιον
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Λινδίων τὸ κλέος, καὶ Ῥοδίων τὸ καύχημα, τὸν
θεοστεφῆ Μαλαχίαν, εὐσεβῶς εὐφημήσωμεν· ἀσκήσας γὰρ ὁσίως ἐπὶ γῆς, Μαρτύρων
ἀνεδείχθη μιμητής, μεθ᾿ ὧν πάντοτε πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν πίστει ἀναβοώντων·
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρουμένῳ διὰ
σοῦ, πᾶσι τὰ κρείττονα.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου.
Χριστοῦ τοῦ δι᾿ ἡμᾶς, ἐν Σταυρῷ ὑψωθέντος, μιμούμενος
στεῤῥῶς, τὸ ἑκούσιον πάθος, Μαρτύρων ἐξετέλεσας, Μαλαχία τὸν δίαυλον, καὶ
κατέπαυσας, ἔνθα τὸ φῶς καταυγάζει, τῆς Θεότητος, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν
πίστει τιμώντων σε.
Δόξα. Ὅμοιον
Χριστὸν ἀπὸ παιδός, θεοφρόνως φιλήσας, μετῆλθες ἐπὶ
γῆς, ἀγγελότροπον βίον, καὶ Μάρτυς θεοδόξαστος, δι᾿ ἀθλήσεως γέγονας. Ὅθεν
ἔτυχες, τοῦ ἀθανάτου νυμφῶνος, Ἀναστάσεως, ὦ Μαλαχία τῇ δόξῃ, ἀεὶ αὐγαζόμενος.
Καὶ νῦν. Θεοτοκίον.
Παράδεισος τερπνός, ἀληθῶς ἀνεδείχθης, ὡς τίμιον ζωῆς,
ἐκβλαστήσασα ξύλον, τῆς φύσεως Πανάχραντε, φυτουργὸν τὸν οὐράνιον, παρεχόμενον,
φιλανθρωπίᾳ ἀφάτῳ, τὴν ἀνάστασιν, τοῖς νεκρωθεῖσιν ἀθλίως, Παρθένε τοῖς πάθεσι.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, ὁμολογίᾳ, κατεπάτησας, θεοεχθρίας,
Μαλαχία παμμάκαρ τὴν ἔπαρσιν, καὶ προσπαγεὶς ἐν πασσάλῳ ἐτέλεσας, μαρτυρικῶς
τὸν ἐπίγειον δρόμον σου. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δωρήσασθαι, πταισμάτων
τοῖς τιμῶσί σε συγχώρησιν.
Δόξα. Ὅμοιον.
Χαίρει σήμερον, λαμπρῶς ἡ Λίνδος, τοῖς σπαργάνοις σου,
ἐγκαυχωμένη, καὶ ὑμνεῖ Μαλαχία τοὺς ἄθλους σου, ἐν οἷς τυράννους ἐχθροὺς
ἐξουδένωσας, καὶ τὴν Ὀρθόδοξον πίστιν ἐδόξασας. Ὅθεν πάντοτε, ἐν πέτρᾳ αὐτὴν
τῆς πίστεως, συντήρει ταῖς πρεσβείαις σου ἀκλόνητον.
Καὶ νῦν. Θεοτοκίον.
Γένος σέσωσται, ἅπαν ἀνθρώπων, θείᾳ χάριτι, τοῦ ἐκ
γαστρός σου, ἑκουσίως Παρθένε πτωχεύσαντος, καὶ διὰ πάθους τιμίου ἀνοίξαντος,
τῆς σωτηρίας τῷ κόσμῳ τὴν ἄβυσσον. Αὐτῷ πρέσβευε, Μαρία Θεομακάριστε, σωθῆναι
τοὺς πιστῶς σε μακαρίζοντας.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χρηστότητος ἤθεσι, κεκοσμημένος φαιδρῶς, καὶ βίου
σεμνότητι, πεποικιλμένος λαμπρῶς, Μαλαχία ἀοίδιμε, γέγονας τῶν Μαρτύρων,
κοινωνὸς στεφηφόρος, ἐν Ἱεροσολύμοις, εὐκλεῶς μαρτυρήσας· μεθ᾿ ὧν ὑπὲρ ἡμῶν τὸν
Θεόν, θερμῶς καθικέτευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Α᾿σπόρως
κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, τὸν ἄνθρωπον ἔσωσας, τῆς ἀρχεγόνου ἀρᾶς,
Παρθένε Πανύμνητε· ἔθραυσας τοῦ θανάτου, τὴν ἰσχὺν τῷ σῷ τόκῳ, ἔλυσας τοῦ
δολίου, διαβόλου τὰ ἔργα· διό σοι εὐλαβῶς οἱ πιστοί, τὸ Χαῖρε κραυγάζομεν.
Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν
Ἀναβαθμῶν τοῦ δ΄ ἤχου
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ κγ΄ Ἀπριλίου.
Ὁ Ν΄.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.
Ἐλέησόν με, ὁ Θεός...
Ο῞σιε Πάτερ, Μαλαχία τῆς Λίνδου τὸ βλάστημα, τιμιώτατα
δῶρα προσῆξας, τῷ ἐν Τριάδι Θεῷ ἡμῶν, ἀσκήσεως τοὺς ἱδρῶτας, καὶ μαρτυρίου τὰ
αἵματα· διό σε αὐτὸς ἐδόξασε, καὶ βραβείοις νίκης ἐκόσμησε· ᾧ πρέσβευε ὑπὲρ
ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Εἶτα· οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν
Εἱρμῶν εἰς στ΄, καὶ ὁ τοῦ Ἁγίου εἰς στ΄, οὗ ἡ Ἀκροστιχίς· Μαλαχίαν Κύριλ(λ)ος ὁ Ρόδου
γεραίρει. Ἀμήν.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μονὰς
τρισυπόστατε, Πάτερ, Υἱέ, Πνεῦμα Ἅγιον, σοφίας ἡ ἄβυσσος, λόγον τοῖς χείλεσι,
δός μοι Δέσποτα, τοῦ θείου Μαλαχίου, ὡς ἂν τὴν πανένδοξον, ὑμνήσω ἄθλησιν.
Ἁγίων
ἐσκήνωσας, ἐν ἀνεσπέροις λαμπρότησιν, Ὁσίων τὴν ἄσκησιν, ἐπιδειξάμενος, καὶ τὴν
ἄθλησιν, θεόφρον Μαλαχία, Μαρτύρων τῆς πίστεως, ἐκμιμησάμενος.
Λαμπρύνας
τὸν βίον σου, ταῖς ἀρεταῖς ἐκ νεότητος, Χριστοῦ ὡμολόγησας, λαμπρῶς τὸ ὄνομα,
καὶ ἐνήθλησας, ἀνδρείως Μαλαχία, τρωθεὶς τὴν καρδίαν σου, ζήλῳ τῆς πίστεως.
Θεοτοκίον.
Ἁγίων
τὸν Ἅγιον, ἐκ τῶν ἁγίῳν αἱμάτων σου, ἀσπόρως κυήσασα, Χριστὸν τὸν Κύριον, τῇ σῇ
χάριτι, ἁγίασον Μαρία, τοὺς ἀνευφημοῦντάς σε, τὴν Ἀειπάρθενον.
Ὠδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Χριστοῦ
τῇ ἀγάπῃ τετρωμένος, ἐμίσησας κόσμου τὰ τερπνά, καὶ τὸν Σταυρὸν ἀράμενος, ὦ
Μαλαχία ἔνδοξε, ἀσκητικῶς ἠγώνισαι, καὶ μαρτυρίῳ δεδόξασαι.
Ἰσχὺν
δεδεγμένος Μαλαχία, τοῦ Πνεύματος ἄθλοις ἀρετῆς, Ἀγαρηνῶν ἐπάτησας, τῶν
ἀντιθέων ἔπαρσιν, τινός ὡς ἄλλου πάσχοντος, καθυποστὰς τὸ μαρτύριον.
Ἀνύων
ὁσίως Μαλαχία, τὸν βίον σου ἔρωτι Χριστοῦ, ἐχθροῖς τοῖς συλλαβοῦσί σε, ἀντέστης
ἀνδρικώτατα, καὶ τοῦ πασσάλου ἤνεγκας, ἐν καρτερίᾳ τὸ ὄνειδος.
Θεοτοκίον.
Ναμάτων
Παρθένε σωτηρίων, τῆς χάριτος πήγασον κρουνούς, ὡς εὔσπλαγχνος ὑπάρχουσα, τοῖς
ταπεινοῖς οἰκέταις σου, ὅτι πιστῶς ἐλπίζομεν, τῇ μητρικῇ σου χρηστότητι.
Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ἀγγελότροπον, ἔνθεον βίον σου, τοῖς τῶν αἱμάτων
σου, ῥείθροις ἐλάμπρυνας, καὶ τῶν Μαρτύρων τῆς χαρᾶς, ἐν πόλῳ κατηξιώθης· σὺ
γὰρ ὡμολόγησας, παῤῥησίᾳ τὸν Κύριον, καὶ στεῤῥῶς ὑπέμεινας, τοῦ πασσάλου τὸ
ὄνειδος· διὸ ὑπὲρ ἡμῶν Μαλαχία, τὸν σὲ δοξάσαντα δυσώπει.
Δόξα.
Ὅμοιον.
Χριστοῦ τὸν ἔρωτα, ἐνστερνισάμενος, ἀνδρῶν ἐπάτησας,
ἀνόμων φρύαγμα, καὶ μαρτυρίου τοὺς καρπούς, ἐξήνεγκας ἐν ἐσχάτοις. Ὅθεν σε ἡ
τράπεζα, τῆς ζωῆς ὑπεδέξατο, ἔνθα εὐφραινόμενος, σὺν Μαρτύρων ταῖς τάξεσι, μνημόνευε
ἀεὶ Μαλαχία, τῶν εὐλαβῶς σε εὐφημούντων.
Καὶ
νῦν. Θεοτοκίον.
Γέφυρα ἔμψυχος, ὤφθης τῷ τόκῳ σου, γῆθεν ἀνάγουσα,
πρὸς τὰ οὐράνια, τοὺς ἐκπεσόντας Μαριάμ, τῇ γεύσει ποτὲ τοῦ ξύλου· σὺ γὰρ
ἐσωμάτωσας, τῆς Τριάδος τὸν δεύτερον, κόσμῳ παρεχόμενον, ὡς οἰκτίρμων τὴν
λύτρωσιν. Διὸ νῦν παρὰ πάντων ἀκούεις· Χαῖρε ἡ Κεχαριτωμένη.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Κόσμου
κατεφρόνησας ὡς νουνεχής, καὶ τῆς εὐσεβείας ἐτράνωσας, ὦ Μαλαχία, ἐν ἐσχάτοις
τὴν ἰσχύν, τὴν πλάνην τροπωσάμενος, ἐν μαρτυρικῷ παραστήματι.
Ὕμνοις
σε γεραίρομεν χαρμονικῶς, Πάτερ Μαλαχία μακάριε· τὴν γὰρ ψυχήν σου, γεωργήσας
ἀρεταῖς, μαρτυρικῶς ἐξήνθησας, δόξης οὐρανῶν τὴν λαμπρότητα.
Ῥεύμασιν
αἱμάτων σου μαρτυρικῶν, Πάτερ Μαλαχία ἀπέπνιξας, τὸν παλαμναῖον, ἀνθρωπόλεθρον
ἐχθρόν, ὡς νικητὴς τὰ ἔπαθλα, παρὰ τοῦ Χριστοῦ κομιζόμενος.
Θεοτοκίον.
Ἵλεων
ἀπέργασαι Μῆτερ ἡμῖν, τοῖς ἐν ἁμαρτίαις δουλεύουσι, τὸν σαρκωθέντα, ἐξ αἱμάτων
σου φρικτῶς, καὶ σώσαντα τὸν ἄνθρωπον, τῆς προγονικῆς παραβάσεως.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Λαμπρὸν
ἐγκαλλώπισμα, καὶ καύχημα σεβάσμιον, τῆς Λίνδου ὑπάρχεις Μαλαχία· σὺ γὰρ ἐκ
ταύτης, ὥσπερ ἀστὴρ προελθών, τῆς ὁμολογίας σου φωτί, Ἐκκλησίας ηὔγασας,
Ὀρθοδόξων τὸ πλήρωμα.
Ὁσίως
ἀσκούμενος, τόπους πολλούς διήμειψας, ὡς αἰωνιότητος ὁδίτης, καὶ καταπαύσας, ἐν
τῇ Ἁγίᾳ Σιών, τοῦ σαρκὶ παθόντος ἐν αὐτῇ, Μαλαχία γέγονας, μιμητὴς τῇ ἀθλήσει
σου.
Σαρκὶ
ἔνθα ἔζησε, Χριστὸς ὁ πάντων Κύριος, τοὺς τόπους ἀξίως προσκυνήσας, ἔλαβες
χάριν, δι᾿ ἧς ἐχθροῖς φοβερός, Πάτερ καθωράθης ἐν καιρῷ, Μαλαχία ἔνδοξε, τοῦ
λαμπροῦ μαρτυρίου σου.
Θεοτοκίον.
Ὁ
Λόγος ἐν μήτρᾳ σου, ἀσπόρως ἐνηνθρώπησε, Πνεύματος Ἁγίου ἐπελεύσει, σῶσαι
θελήσας, ὡς ἐλεήμων Θεός, τοὺς ἀποικισθέντας τῆς Ἐδὲμ, διὰ ξύλου βρώσεως,
Θεοτόκε Πανάχραντε.
Ὠιδή
στ΄. Τὴν θείαν ταύτην.
Ῥημάτων
θείων ὑπήκοος, Χριστοῦ ὦ Μαλαχία γενόμενος, ἀπὸ νεότητος, τῆς εὐσεβείας τὰ
δράγματα, εἰς ἑκατὸν τοῖς πόνοις ἐκαρποφόρησας.
Ὁσίοις
ἔργοις ἀσκούμενος, τῆς χάριτος ναὸς ἀναδέδειξαι, καὶ διηκόνησας, ὦ Μαλαχία ὡς
Ἄγγελος, ἐν τῷ Ναῷ Κυρίου τῆς Ἀναστάσεως.
Δαμάσας
σάρκα τοῖς πόνοις σου, τοῦ Πνεύματος τὴν δύναμιν ἔλαβες, ἐν ᾗ ῥωννύμενος, ὦ
Μαλαχία ἐπάτησας, τῶν ἀσεβῶν τυράννων τὴν ἰταμότητα.
Θεοτοκίον.
Ὁ
Κτίστης πάντων καὶ Κύριος, ἐκ σοῦ ἐνανθρωπήσας δι᾿ ἔλεος, Παρθένε Ἄχραντε, τῆς
ἁμαρτίας ἐῤῤύσατο, τοὺς Θεοτόκον πίστει ὁμολογοῦντάς σε.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἐκ τῆς Λίνδου ἔλαμψας, ὡς μυστικὸς ἑωσφόρος, καὶ
λαμπρῶς κατηύγασας, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν· βίον γάρ, τῶν μοναζόντων
ἐξησκημένος, ἤθλησας, ὑπὲρ τῆς πίστεως στεῤῥοψύχως· διὰ τοῦτο Μαλαχία,
Ὁσιομάρτυς πιστῶς τιμῶμέν σε.
Ὁ
Οἶκος.
Ἀπὸ νεότητος Χριστῷ, ἐνθέως ἀγαπήσας, τῶν ἐπὶ γῆς
ἡδέων κατεφρόνησας, καὶ τὸν Σταυρὸν ἐπ᾿ ὤμων ἀράμενος, δι᾿ ἀσκητικῶν
παλαισμάτων, ἐν τῇ καθαρᾷ σου καρδίᾳ ὑπεδέξω, τοῦ Παρακλήτου τὴν χάριν μακάριε,
ἐν ᾗ καὶ ἐκατόρθωσας, ἐναντίον τῶν τῆς Ἄγαρ ἐκγόνων, ὁμολογῆσαι τὴν χριστώνυμον
κλῆσίν σου· ἐντεῦθεν ὡς ἐν ἀλλοτρίῳ σώματι, τὰς ἀλγεινὰς βασάνους ὑπομείνας,
τὴν ὁδὸν τοῦ μαρτυρίου ἐβάδισας, τὸ ξύλον τῆς καταδίκης βαστάζων, ὥσπερ ὁ Σωτὴρ
τὸν Σταυρόν. Ὅθεν ἐν πᾶσι δόκιμος φανείς, τῇ ἀθανάτῳ δόξῃ ἐστεφανώθης, καὶ
παρέστης τῷ ἐν Τριάδι Θεῷ, πρεσβευτὴς θερμότατος ὑπάρχων, τῶν εὐσεβῶν ὑμνητῶν
σου αὐτῷ· διὰ τοῦτο Μαλαχία, Ὁσιομάρτυς πιστῶς τιμῶμέν σε.
Μηνολόγιον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ μηνὸς (Σεπτεμβρίου),
Μνήμη τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Μαλαχίου τοῦ Λινδίου, τοῦ ἐν Ἱεροσολύμοις
μαρτυρικῶς τελειωθέντος.
Ἐν Σιὼν
ἠξίωσαι τοῦ θείου πάθους,
Κοινωνῆσαι ἔνδοξε ὡς Θεοῦ φίλος.
Εἰκοστῇ ἑννάτῃ Μαλαχίας ὑψώθη ἱκρίῳ πικρῷ.
Κοινωνῆσαι ἔνδοξε ὡς Θεοῦ φίλος.
Εἰκοστῇ ἑννάτῃ Μαλαχίας ὑψώθη ἱκρίῳ πικρῷ.
Οὗτος
ἦν ἐκ Λίνδου, κωμοπόλεως τῆς νήσου Ρόδου, εὐσεβῶν γονέων ὑπάρχων υἱός, τοῦ
Ἱερέως Γεωργίου καὶ τῆς Χριστίνης. Ἀνατραφεὶς ἐν παιδείᾳ καί νουθεσίᾳ Κυρίου,
κατὰ τὸ ἀποστολικὸν λόγιον, καὶ εἰς μέτρον ἡλικίας φθάσας τὸ τῶν μοναχῶν ἅγιον
σχῆμα ἐνεδύσατο καὶ ἐπεδόθη ὁ μακάριος ὅλῃ ψυχῇ καὶ διανοίᾳ εἰς τὴν τῆς
εὐαγγελικῆς πολιτείας κατόρθωσιν.
Ὅθεν,
μεταναστεύσας τῆς οἰκείας πατρίδος, ὡς τῷ θείῳ πόθῳ κατατριτρωσκόμενος, εἰς τὴν
τῶν Κολοσσαέων ἀφίκετο, ἐν ᾗ μικρὸν διατρίψας, ἔξεισι ταύτης καὶ ἦλθεν εἰς
Λάμψακον. Κἀθεῖθεν ἀπάρας καὶ περινοστήσας τὴν Πελοπόνησον, πολλὰς νήσους τοῦ
Ἀρχιπελάγους, τὴν Φοινίκην, τὴν Αἴγυπτον καὶ τὴν Λιβύην, ἦλθεν εἰς τὸ Σίναιον
Ὄρος καὶ ἐγκατεβίωσεν ἐπὶ μικρὸν ἐν τῇ ἐν αὐτῷ περιωνύμῳ Μονῇ τῆς Ἁγίας
Αἰκατερίνης. Ἀναχωρήσας ἐκεῖθεν ἐπορεύθη εἰς Παλαιστίνην καὶ προσκυνήσας τοὺς
τόπους, ἔνθα οἱ πόδες ἔστησαν τοῦ Κυρίου, παρέμεινεν ἐν Ἱεροσολύμοις, διακονῶν
ἐν τῷ Παναγίῳ Ναῷ τῆς τοῦ Χριστοῦ Ἀναστάσεως.
Ἐν
Ἱεροσολύμοις διάγων τὸν μοναχικὸν βίον ἐπορεύετο ἡμέραν τινά χρείας ἕνεκεν ἐν
τῇ ἀγορᾷ, καθ᾿ ὁδὸν δὲ εὑρισκόμενος ἐῤῥαπίσθη ὑπὸ Ὀθωμανοῦ τινός, ὡς δῆθεν
βλασφημήσας τὸν ἀρχηγὸν τῆς τῶν Ἀγαρηνῶν ἀσεβείας, ὅστις καὶ κατήγγειλεν αὐτὸν
τῷ ἡγεμόνι τῆς πόλεως. Συλληφθείς, ἠρνήσατο μετὰ παῤῥησίας τὰς κατ᾿ αὐτοῦ
ἐξενεχθείσας κατηγορίας καὶ ὁμολογήσας τὴν Ὀρθόδοξον πίστιν ἤλεγξε σφοδρῶς τὸν
ἡγεμόνα καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν κακοπιστίαν καὶ ἀσέβειαν αὐτῶν. Ἔνθεν,
μαστιγωθεὶς ἀνηλεῶς ὑπὸ τῶν στρατιωτῶν ἐνεκλείσθη εἰς τὴν φυλακήν, ἔνθα
παρέμεινεν ἄσιτος ἐπὶ πολλὰς ἡμέρας, ἀναπέμπων ἀκαταπαύστως ὕμνους καὶ εὐχὰς τῷ
Κυρίῳ καὶ εὐχαριστῶν ἐπὶ τοῖς παθήμασιν αὐτοῦ, ὥστε λίαν θαυμάζειν καὶ
ἐξίστασθαι τοὺς παρόντας.
Προσαχθεὶς
δὲ πάλιν τῷ ἡγεμόνι, καὶ ὁμολογήσας τὴν καλὴν ὁμολογίαν, ποικίλως ἐδοκιμάσθη,
τοὺς ἀστραγάλους διαπαρείς, ἵππῳ ἀγρίῳ προσδεθεὶς καὶ εἰς τὰς ὁδοὺς τῆς Ἁγίας
Πόλεως συρόμενος περιαχθείς, ὑπὸ τῶν ἀσεβῶν Ἀγαρηνῶν ὑβρισθεὶς καὶ λίθοις βληθεὶς
καὶ αἰχμηροῖς αἰκίσι τὰς σάρκας κατατμηθείς. Ἰδὼν δὲ ὁ ἡγεμὼν τὸ ἀμετάπειστον
τῆς γνώμης αὐτοῦ κατεψηφίσατο αὐτῷ τὸν διὰ πασσάλου θάνατον.
Παραλαβόντες
οὖν τὸν μακάριον οἱ στρατιῶται τοῦ ἡγεμόνος ὡδήγησαν αὐτόν, βαστάζοντα ἐπ᾿ ὤμων
τὸν πάσσαλον, εἰς τὸν ὁρισθέντα τόπον καὶ ἐκεῖ ἐποίησαν κατὰ τὸ προσταχθὲν
αὐτοῖς. Οἱ δὲ Χριστιανοὶ τῆς Ἁγίας Πόλεως, δόντες ἀργύρια τοῖς τυράννοις,
παρέλαβον τὸ σῶμα αὐτοῦ καὶ ἐκήδευσαν αὐτὸ ἐντίμως εἰς τὸν πρὸς ταφὴν τοῖς
ξένοις Ἀγρὸν τοῦ Κεραμέως, προεξάρχοντος τοῦ Πατριάρχου Ἱεροσολύμων Γερμανοῦ,
ὅστις καὶ ὥρισεν ἵνα ἑορτάζηται ἐτησίως ἡ μνήμη αὐτοῦ ἐν τῷ Ναῷ τοῦ Ἁγίου
Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου, πλησίον τοῦ Παναγίου Ναοῦ τῆς τοῦ Χριστοῦ
Ἀναστάσεως, τῇ κθ΄ Σεπτεμβρίου, τῇ ἡμέρᾳ τῆς μαρτυρικῆς αὐτοῦ τελειώσεως.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Κυριακοῦ
τοῦ Ἀναχωρητοῦ.
Σκίλλης ἀμύνῃ, Κυριακέ, πικρίᾳ,
Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.
Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων ἑκατὸν
πεντήκοντα Μαρτύρων τῶν ἐν Παλαιστίνῃ· καὶ τῶν Ἁγίων Μαρτύρων Τρύφωνος,
Τροφίμου, καὶ Δορυμέδοντος· καὶ τῆς Ἁγίας Μάρτυρος Πετρωνίας.
Ξίφει κλίνασα τὴν κάραν, Πετρωνία,
Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ.
Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος
Γουδελίας.
Σοὶ τὴν κεφαλὴν τῇ κεφαλῇ τῶν ὅλων,
Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία.
Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίων Μαρτύρων
Κασδόου καὶ Κασδόας.
Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα,
Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.
Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Δάδα καὶ Γοβδελαᾶ, υἱοῦ Σαβωρίου βασιλέως Περσῶν.
Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος,
Τὸ πνεῦμα σῴζεις, Μάρτυς ὑψίστου Δάδα.
Τὸ πνεῦμα σῴζεις, Μάρτυς ὑψίστου Δάδα.
Ὁ Γοβδελαᾶς πείρεται τοῖς καλάμοις,
Τὸν καλάμῳ τυφθέντα, Χριστόν μου σέβων.
Τὸν καλάμῳ τυφθέντα, Χριστόν μου σέβων.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὑβριζόμενος,
τὸ θράσος κατεγέλασας, τοῦ πολεμήτορος, καὶ ἀσεβῶν τὴν βουλήν, εἰς τέλος
κατῄσχυνας, ἐπιδειξάμενος, ἐν τῷ πάσχειν σε, τὴν ἔνστασιν ἀσάλευτον, θεομάκαρ
Μαλαχία.
Γνώμῃ
Ὅσιε, ἀνδρείᾳ ὡμολόγησας, Χριστοῦ τὸ ὄνομα, ἐπὶ ἀπίστων ἐχθρῶν· διὸ
προσωμίλησας, ποικίλαις μάστιξι, καὶ παθήμασιν, εὐχαριστῶν τὸν Κύριον, ἐπὶ πᾶσι
Μαλαχία.
Ἐκκεντούμενος,
ἐπὶ τῆς γῆς συρόμενος, καὶ λιθαζόμενος, ὡς τοῦ Χριστοῦ μιμητής, γενναίῳ
φρονήματι, ἐνεκαρτέρησας, τὴν ἀΐδιον, ἀποσκοπῶν ἀπόλαυσιν, τῶν Ἁγίων Μαλαχία.
Θεοτοκίον.
Ῥαθυμίας
με, ἐν κλίνῃ κατακείμενον, ἐπιστασίᾳ σου, ἀνάστησόν συμπαθῶς, καὶ δὸς μοι
ἐργάζεσθαι, ἀεὶ τὸ θέλημα, τοῦ δι᾿ ἔλεος, ἀμέτρητον Πανάχραντε, τοῖς βροτοῖς
συγκαταβάντος.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ἄνωθεν
ἰσχὺν ἐνδεδυμένος, ὡς δοῦλος πιστὸς Κυρίου τῶν δυνάμεων, θεολόγῳ στόματι,
κλῆσιν τὴν χριστώνυμον, ἀνδρείως ὡμολόγησας, καὶ καθυπέμεινας, βασάνους καὶ
πληγὰς Μαλαχία, ἀνθ᾿ ὧν ἐν ὑψίστοις, τὰ μένοντα ἐκτήσω.
Ἴθυνας
ἐνθέως τὴν ζωήν σου, τῷ νόμῳ Εὐαγγελίου ἐκ νεότητος, ὡς σοφίας ἔμπλεως, καὶ
θυσία ἄμωμος, Κυρίῳ προσενήνεξαι, ἐπὶ τὸν πάσσαλον, τελέσας μαρτυρίου τὸν
δρόμον, Πάτερ Μαλαχία, Χριστοῦ Ὁσιομάρτυς.
Ῥείθροις
ἀτμοπνόων σου αἱμάτων, ἀσκήσεως πορφυρώσας τὸ τριβώνιον, πρὸς ζωῆς ἀνέδραμες,
τὰ τερπνὰ σκηνώματα, ἐν οἷς τῆς ὑπὲρ ἔννοιαν, δόξης πληρούμενος, μνημόνευε ἀεὶ
Μαλαχία, τῶν ἐπιτελούντων, πιστῶς τὴν ἑορτήν σου.
Θεοτοκίον.
Ἔμψυχος
καθέδρα Θεοτόκε, ὡς οὖσα καθαρωτάτη ἐχρημάτισας, τοῦ ἐνανθρωπήσαντος, ἐξ ἁγίων
σπλάγχνων σου, καὶ συμπαθῶς πτωχεύσαντος, ἵνα πλουτήσωμεν, ἡμεῖς οἱ ἀκορέστως
βοῶντες· Χαῖρε Παναγία, τῆς φύσεως τὸ θαῦμα.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἵνα
τῆς ζωῆς, τῆς ἄνω τὰς χάριτας, τρυγήσῃς Ὅσιε, βίον τὸν ἰσάγγελον, τῶν
μοναζόντων, ὁσίως ἔζησας, καὶ τοῦτον ἐπεσφράγισας, οἰκείῳ αἵματι, ὡς Μαρτύρων,
τὰ ἀνδραγαθήματα, Μαλαχία στεῤῥῶς μιμησάμενος.
Ἄνωθεν
λαβών, τὴν χάριν τοῦ Πνεύματος, ταῖς ἐναρέτοις σου, Μαλαχία πράξεσιν, ἐπὶ
ἀπίστων, Χριστὸν ἐκήρυξας, καὶ τοῦ πασσάλου ἤνεγκας, στεῤῥῶς τὴν κάκωσιν, ὅνπερ
θείαν, κλίμακα εὑράμενος, πρὸς Ἐδὲμ πλατυσμὸν ἀνελήλυθας.
Μένει
ψαλμικῶς, ἀεὶ παμμακάριστε, τὸ σὸν μνημόσυνον· τῆς δικαιοσύνης γὰρ, τῇ ἐργασίᾳ,
ἐκαρποφόρησας, ἀσκητικῶς τὸ πρότερον, ἀγωνισάμενος, καὶ ἀθλήσας, ἀνδρικῶς
ἐσύστερον, Μαλαχία δυνάμει τῆς πίστεως.
Ἥλιος
φαιδρός, καθάπερ ἀνέτειλε, τῷ στερεώματι, Μαλαχία σήμερον, τῆς Ἐκκλησίας, ἡ
θεία μνήμη σου· διὸ τοὺς ἑορτάζοντας, καὶ εὐφημοῦντάς σε, ταῖς εὐχαῖς σου,
πάντοτε διάσῳζε, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Θεοτοκίον.
Νὺξ
ἡ ζοφερά, παθῶν με τὸν ἄθλιον, οἰκτρῶς ἐκάλυψε, καὶ δεινὸν τὸ σκότος μου, πρὸς
ἀπωλείας, ἕλκον με βάραθρα· ἀλλ᾿ ἡ ἐξανατείλασα, τὸ φῶς τῆς γνώσεως, φωταυγείᾳ,
μητρικῆς σου χάριτος, φώτισόν με Παρθένε καὶ σῶσόν με.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἡ Λίνδος ἐπαγάλλεται, τῇ ἀνεσπέρῳ δόξῃ σου, καὶ ἐν
φαιδροῖς ἐγκωμίοις, τὴν μνήμην σου ἑορτάζει· αὐτῆς γὰρ γόνος τίμιος, ὑπάρχεις
παμμακάριστε, ὡς μοναστὴς ἰσάγγελος, καὶ Μάρτυς ἠγλαϊσμένος, τῆς πίστεως Μαλαχία.
Θεοτοκίον.
Ῥωννύμενος τῇ χάριτι, τοῦ σοῦ Υἱοῦ Πανάχραντε,
δαιμόνων ἔθραυσε θράσος, ἀσκήσει καὶ μαρτυρίῳ, ὁ Μαλαχίας Δέσποινα, μεθ᾿ οὗ
ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν δεόμεθα, τῶν εὐλαβῶς προσκυνούντων, τὸν τόκον σου
Θεοτόκε.
ΕΙΣ
ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. δ΄. ῍Ω τοῦ παραδόξου θαύματος.
Πάτερ Μαλαχία Ὅσιε, τῶν ἐπιγείων τερπνῶν, ἀλογήσας ὡς
πάνσοφος, μοναστὴς οὐράνιος, ἀνεδείχθης τῷ βίῳ σου, καὶ Μάρτυς ὤφθης
ἀκαταγώνιστος, μὴ δειλιάσας ἐχθρῶν τὸ φρύαγμα. Ὅθεν τὸν στέφανον, τῆς ζωῆς
ἀπέλαβες ὑπὲρ ἡμῶν, ἱκετεύων Ἅγιε, τὸν σὲ δοξάσαντα.
Πάτερ Μαλαχία Ὅσιε, τόπους πολλοὺς διελθών, ὡς ὁδίτης
οὐράνιος, ἐν Σιὼν τὸν δρόμον σου, στεῤῥοψύχως ἐτέλεσας, χερσὶ τυράννων
βασανιζόμενος, καὶ τῷ πασσάλῳ προσαναρτώμενος. Ὅθεν ἐπέτυχες, ἐν Ἐδὲμ τῆς
κρείττονος ἀναψυχῆς, μνημονεύων πάντοτε, τῶν ἀνυμνούντων σε.
Πάτερ Μαλαχία Ὅσιε, τῶν ἀρετῶν τὴν στολήν, πορφυρώσας
τοῖς αἵμασιν, εἰς ἀχειροποίητον, κατοικίαν κατέπαυσας, φωτὶ ἀκτίστῳ
περιλαμπόμενος, καὶ ἀθανάτου, δόξης πληρούμενος. Ὅθεν διάσῳζε, ἐκ παντοίας Ἅγιε
ἐπιβουλῆς, τοῦ δολίου δράκοντος, τοὺς εὐφημοῦντάς σε.
Πάτερ Μαλαχία Ὅσιε, χαίρει λαμπρῶς ἐπὶ σοί, ἡ τῆς
Λίνδου κωμόπολις, σήμερον τὴν μνήμην σου, εὐλαβῶς ἑορτάζουσα· αὐτῆς γὰρ θεῖον,
ὑπάρχεις βλάστημα, καὶ πολιοῦχος ἀκαταμάχητος· ἣν διαφύλαττε, ἀσφαλῶς
ἀπείραστον ὑπὲρ αὐτῆς, πάντοτε δεόμενος, τῷ Πανοικτίρμονι.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, Μαλαχία παμμακάριστε, Εὐαγγελίου τῷ νόμῳ,
πειθαρχήσας ἐκ νεότητος, τὰς ἀρετὰς ἀσκητικῶς, ὡς μίαν ἐκατόρθωσας· ταύτας δὲ
ἀνέδειξας, τῷ κραταιῷ μαρτυρίῳ σου, ἡλιακῶν ἀκτίνων λαμπροτέρας· Χριστὸν γὰρ
ὡμολόγησας, τυράννων καταφρονήσας, καὶ ὡς τρυφὰς ἐλογίσω τὰς βασάνους, καὶ τὴν
ἐν πασσάλῳ μακαρίαν τελείωσιν. Ὅθεν ὡς ὕψει μαρτυρίας διαπρέψας, ἐκληρώσω τὰς
ἀΰλους μονάς, εἰς κατοικίαν αἰωνίζουσαν, καὶ πρεσβεύεις τῷ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ
πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ
προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ
Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ὁ ζηλωτής, καὶ τῶν Ἀθλοφόρων, ὁ
ἀήττητος μιμητής· χαίροις ὁ αἰσχύνας, τυράννων τὴν μανίαν, θεόφρον Μαλαχία,
Λινδίων καύχημα.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε
εἰσάκουσον, μεθ᾿
ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς ἀγωνισθεὶς ἐν τῷ κόσμῳ, μαρτυρικῶς πρὸς τὴν
ζωὴν μετετέθης, καὶ ὤφθης Ἀναστάσεως παμφίλτατος υἱός. Ὅθεν τοὺς τιμῶντάς σε,
ἐν ψυχῆς κατανύξει, ῥῦσαι ταῖς πρεσβείαις σου, πρὸς Χριστὸν τὸν Σωτῆρα, ἀπὸ
παντοίων νόσων καὶ κακῶν, ὦ Μαλαχία, Λινδίων τὸ καύχημα.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς
ἐν τοῖς Θεοτοκίοις· Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν
διοδεύσας.
Τῷ θρόνῳ Κυρίου ἐν οὐρανοῖς, Πάτερ Μαλαχία, παριστάμενος
εὐκλεῶς, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων, τῶν ἐκτελούντων ἀξίως τὴν μνήμην σου.
Ἐπίβλεψον ἄνωθεν εὐμενῶς, Πάτερ Μαλαχία, καὶ
πρυτάνευσον συμπαθῶς, προνοίας ἁγίας σου τὴν χάριν, τοῖς εὐλαβῶς ἀνυμνοῦσι τὰ
ἄθλα σου.
Ὡς Ὁσιομάρτυς περιφανής, Πάτερ Μαλαχία, ἐδοξάσθης παρὰ
Θεοῦ· διὸ τῶν παθῶν τῆς ἀδοξίας, τοὺς εὐλαβεῖς σου ἱκέτας διάσωσον.
Θεοτοκίον.
Καταύγασον
θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν τῇ νυκτὶ
τῆς ἁμαρτίας, ἐζοφωμένην ἀθλίαν καρδίαν μου.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Κραταιόν σε προστάτην, καὶ βοηθὸν ἄριστον, ἔχοντες
σοφὲ Μαλαχία, καθικετεύομεν· Προσεπικάμφθητι, τοῖς ταπεινοῖς σου ἱκέταις, Πάτερ
παρεχόμενος, αὐτοῖς τὴν χάριν σου.
Συνεχόμενοι Πάτερ, βιοτικαῖς θλίψεσι, πρὸς τὴν
θαυμαστὴν ἀρωγήν σου, ἐν πίστει σπεύδομεν· εὐχαῖς σου πρόφθασον, Μάρτυς Χριστοῦ
Μαλαχία, ἀντιλήπτωρ ἔνθεος, ἡμῖν φαινόμενος.
Μὴ ἐλλείπῃς πρεσβεύων, πρὸς τὸν Χριστὸν πάντοτε, ὑπὲρ
τῶν πιστῶς προσιόντων, τῇ ἀντιλήψει σου, ὡς ἂν ἐκ θλίψεων, καί συμφορῶν
λυτρωθῶμεν, Μαλαχία ἔνδοξε, Μάρτυς σεβάσμιε.
Θεοτοκίον.
Ὑπερύμνητε
Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἂν
ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.
Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ
κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁδεύσας καλῶς, τῶν μοναστῶν τὸν δίαυλον, Μαρτύρων
αὐτὸν, τοῖς ἄθλοις ἐπεσφράγισας, Μαλαχία ἔνδοξε, καὶ ἐν χώρᾳ ζώντων κατέπαυσας,
ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, Χριστῷ τῷ ἀξίως σε δοξάσαντι.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Μαλαχία μακάριε, τοῖς ἀνευφημοῦσί σου τὸ μαρτύριον, τῇ
πρεσβείᾳ σου πρὸς Κύριον, βοηθεῖν μὴ παύσῃ ὡς φιλεύσπλαγχνος.
Πολυτρόπων κακώσεων, Πάτερ παμμακάριστε καὶ στενώσεων,
τοὺς ἱκέτας σου διάσωσον, τοὺς πιστῶς τιμῶντας τοὺς ἀγῶνάς σου.
Ὡς δοξάσας τὸν Κύριον, Μαλαχία ἔνδοξε τῇ ἀθλήσει σου,
εὐμενῆ τοῦτον ἀπέργασαι, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Ῥῦσαι
Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε,
βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, χάριτί σου τὴν διάνοιαν, Μαλαχία ἵνα
πάντοτε πιστῶς, ἐργαζώμεθα τὰ θεῖα δικαιώματα.
Βλῦσον δαψιλῶς, ἰαμάτων ῥεῖθρον ἄϋλον, ἰατρεύων τὰ
νοσήματα ἡμῶν, Μαλαχία Νεομάρτυς τῶν τιμώντων σε.
Ἔσο κραταιός, ἀντιλήπτωρ ἡμῖν Ἅγιε, διασῴζων τῇ
πρεσβείᾳ σου ἡμᾶς, ἀπὸ πάσης τοῦ δολίου ἐπιθέσεως.
Θεοτοκίον.
Ἴασαι
Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων
σου ἁγίων ἀπεκύησας.
ᾨδὴ
στ΄. Τὴν δέησιν ἐκχεῶ.
Προστάτην σε, κραταιὸν πλουτήσασα, ἡ πατρίς σου
Μαλαχία ἡ Λίνδος, πάσης ἀνάγκης καὶ βλάβης λυτροῦται, τῷ θαυμαστῷ σου τεμένει
προστρέχουσα, καὶ εὐφημοῦσά σε λαμπρῶς, ὡς Χριστοῦ Ἀθλοφόρον ἀήττητον.
Ἀνθέλκυσον, πρὸς ὁδὸν σωτήριον, ἐκ βαράθρων ἀμετρήτου
κακίας, τοὺς ἀφορῶντας ἐξ ὅλης καρδίας, πρὸς τὴν θερμήν σου ὦ Πάτερ ἀντίληψιν·
σὺ γὰρ ὡς νέος ἀθλητής, παῤῥησίας τὴν χάριν ἐπλούτησας.
Περίσῳζε, ὡς πολλὴν συμπάθειαν, κεκτημένος Μαλαχία θεόφρον,
πειρατηρίων παντοίων τοῦ βίου, τοὺς τῇ σεπτῇ προσιόντας πρεσβείᾳ σου· σὺ γὰρ
ἰσχύεις ἀληθῶς, ὡς Χριστοῦ Νεομάρτυς καὶ Ὅσιος.
Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε
Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν
τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.
Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ
κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὑπὲρ Χριστοῦ ἐναθλήσας ὡς ἄσαρκος, μαρτυρικῆς
κατηξίωσαι χάριτος· διὸ Μαλαχία πανεύφημε, ἀπὸ κινδύνων παντοίων διάσωσον, τοὺς
πίστει τελοῦντας τὴν μνήμην σου.
Προκείμενον. Ἦχος δ΄: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. ι΄ 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ
ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ
ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς
εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας
δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν
ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα
τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον,
καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.
Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος,
οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησόν με...
Βίον τῆς ἀσκήσεως, μαρτυρικῶς ἐκτελέσας, καὶ ἐχθροῦ
τὴν ἔπαρσιν, καταισχύνας Ἅγιε, τῇ ἀθλήσει σου, ἐκ Θεοῦ ἄνωθεν, τῆς ἀθανασίας,
ὑπεδέξω τὸ διάδημα, καὶ κατηξίωσαι, τῆς τῶν ἐκλεκτῶν πανηγύρεως, φωτὶ
καταυγαζομένος, τῆς ἀκαταλήπτου λαμπρότητος. Ὅθεν Μαλαχία, τῆς θείας προστασίας
σου ἡμῖν, ὡς συμπαθὴς τὰ δωρήματα, πάντοτε πρυτάνευε.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς φωστὴρ φωτοφόρος, ἐξανέτειλας Πάτερ, τῇ Ἐκκλησίᾳ
Χριστοῦ, ἀσκήσεως ἀγῶσι, καὶ ἄθλοις μαρτυρίου· διὸ φώτισον Ἅγιε, τῆς χάριτός
σου φωτί, τὸ σκότος τῆς ψυχῆς μου.
Εὐεργέτης γενοῦ μοι, καὶ ἀκοίμητος φύλαξ, καὶ ἀρωγὸς
ἀληθής, φυλάττων τὴν ζωήν μου, καὶ σῴζων τὴν ψυχήν μου, Μαλαχία πολύαθλε, ἐν τῇ
δυνάμει τῆς σῆς, πρεσβείας πρὸς τὸν Κτίστην.
Παρεστὼς στεφηφόρος, Μαλαχία τῷ θρόνῳ, τοῦ Βασιλέως
Χριστοῦ, τῶν ὄντων ἐν ποικίλαις, βιοτικαῖς ἀνάγκαις, παμμακάριστε μέμνησο, τῶν
δωρεῶν σου αὐτοῖς, τὰ ἀγαθὰ παρέχων.
Θεοτοκίον.
Λυπηρῶν
ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς
καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου
προστασία.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Τοῖς τρυχομένοις, ἐξ ὀδυνῶν πολυτρόπων, καὶ ἐν θλίψεσι
πικρῶς ἐταζομένοις, Πάτερ Μαλαχία, τὴν λύτρωσιν παράσχου.
Ὀλεθροτόκων, ἐπηρειῶν ἡμᾶς ῥῦσαι, καὶ μαστίγων
ἐπωδύνων τρικυμίας, ταῖς γαληνοδώροις, εὐχαῖς σου Μαλαχία.
Ἄνωθεν Πάτερ, τοὺς ὑμνολόγους σου ἴδε, τοὺς τὸν θεῖόν
σου Ναὸν καταλαβόντας, αὐτοῖς τὰς αἰτήσεις, παρέχων Μαλαχία.
Θεοτοκίον.
Ὅρμον
Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας σου εὑράμενοι τὴν χάριν,
μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Συνὼν ἐν τοῖς Ὑψίστοις, ταῖς ταξιαρχίαις, ὦ Μαλαχία
τῶν ἄνω δυνάμεων, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν σὲ δοξάσαντα.
Τὸ βλάστημα τῆς Λίνδου, καὶ τῆς Ῥοδονήσου, ὦ Μαλαχία
τὸ τίμιον καύχημα, μὴ ἐπιλάθῃ τῶν πίστει, μακαριζόντων σε.
Ὑπὲρ τῶν ἱκετῶν σου, πάντοτε δυσώπει, ὦ Μαλαχία τὸν
εὔσπλαγχνον Κύριον, αὐτοῖς διδόναι τὸ μέγα, καὶ θεῖον ἔλεος.
Θεοτοκίον.
Ὑπέραγνε
Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, αὐτὸν δυσώπει σωθῆναι,
ἡμᾶς τοὺς δούλους σου.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Χαίροις Μαλαχία Πάτερ σοφέ, ὁ Ὁσιομάρτυς, τοῦ Σωτῆρος
ἡμῶν Χριστοῦ· δίδου οὖν ἀπαύστως, ἡμῖν τὰς δωρεάς σου, τοῖς πόθῳ ἐκτελοῦσι, τὴν
θείαν μνήμην σου.
Χαίροις ὁ τῆς Λίνδου γόνος λαμπρός, καὶ τῆς Ῥοδονήσου,
ἐγκαλλώπισμα ἱερόν· χαίροις Μαλαχία, Χριστοῦ Ὁσιομάρτυς, ὁ νέος μαργαρίτης, τῆς
θείας πίστεως.
Βίον διανύσας ἀσκητικόν, ἐνήθλησας Πάτερ, Μαλαχία διὰ
Χριστόν· ὅθεν εὐφροσύνης, τυχὼν τῆς οὐρανίου, μὴ παύσῃ μνημονεύων, τῶν
εὐφημούντων σε.
Χαίροις τῶν Ὁσίων ὁ ζηλωτής, καὶ τῶν Ἀθλοφόρων, ὁ
ἀήττητος μιμητής· χαίροις ὁ αἰσχύνας, τυράννων τὴν μανίαν, θεόφρον Μαλαχία,
Λινδίων καύχημα.
Ἐν Σιὼν τῇ πόλει καρτερικῶς, πασσάλῳ ἀθλήσας, τῇ
μιμήσει τοῦ Ἰησοῦ, ἐδείχθης πολίτης, Σιὼν τῶν πρωτοτόκων, τῶν πόνων Μαλαχία,
λαβὼν τὰ ἔπαθλα.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Πάτερ Μαλαχία, τῶν
τιμώντων σε εὐλαβῶς, καὶ ἐν ταπεινώσει, θερμῶς σε ἐκζητούντων, ἐν βίῳ
παραστάτην, καὶ θεῖον σύμμαχον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς
παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια. Ἦχος β΄. Ὅτε
ἐκ τοῦ ξύλου.
Βίον διανύσας θαυμαστόν, δι᾿ ἀσκητικῆς πολιτείας, οἷα
θεράπων Χριστοῦ, τοῦτον ἐπεσφράγισας, τῷ μαρτυρίῳ σου, καὶ λαμπρῶς ἐξεδήμησας,
Σιὼν πρὸς τὴν ἄνω, ἔνθα τὴν κατάπαυσιν, Πάτερ κτησάμενος, αἴτει ἐκτενῶς
Μαλαχία, τοῖς ἐπὶ τῆς γῆς σε τιμῶσι, τῶν παραπτωμάτων τὴν συγχώρησιν.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δι᾿ εὐχῶν τῶν ἁγίων...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου