Δευτέρα 2 Σεπτεμβρίου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 28. ΟΣΙΑ ΕΥΣΤΟΧΙΑ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ 28!!
ΕΥΣΤΟΧΙΑ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ.

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς ἐρημίας τὸ ἄνθος ψαλμοῖς τιμήσωμεν, τὴν Εὐστοχίαν πάντες, μοναστῶν θεῖον τύπον, δόξαν τῶν Ὁσίων καὶ βιαστῶν, ἀσκητῶν δὲ τὴν εὔκλειαν, καὶ τῶν παρθένων ἀκοίμητον φρυκτωρόν, καὶ ἁγνείας τὸ θησαύρισμα.

Ἱερωνύμου ἐδείχθης καρπὸς πανεύγευστος, τῆς παρθενίας κλέος, Εὐστοχία Ὁσία, μήτηρ παρθενῶνος καὶ ὁδηγός, τῶν παρθένων θεόσδοτος, ἀξιωθεῖσα Ὁσία νῦν καθορᾶν, τῆς Τριάδος φῶς τὸ ἄκτιστον.

Χαριτωθεῖσα τῷ Πνεύματι ζήλῳ ἔδραμες, πρὸς τὰς πηγὰς τοῦ ζῶντος, Εὐστοχία Ὁσία, ὕδατος ὡς ἔλαφος τοῦ Χριστοῦ, καὶ τὸν πόθον κατέσβεσας, τῆς τοῦ Θεοῦ κοινωνίας ἐπὶ τῆς γῆς, ὡς φρονίμη καλλιπάρθενος.

Τῶν μοναστῶν αἱ χορεῖαι πανηγυρίζουσι, τῆς Εὐστοχίας μνήμην, ἐκτελοῦσαι ἐμφρόνως, χαῖρε ἐκβοῶσαι Μῆτερ σεμνή, τῶν ἀρετῶν καταγώγιον, καὶ ἀσκητῶν ἐγκαλλώπισμα καὶ φωστήρ, καὶ παρθένων ἀκροθίνιον.

Δόξα. Ἦχος β΄.
Σήμερον, τῶν μοναχῶν τὰ στίφη, ἐν ἀγαλλιάσει πνευματικῇ, τὴν πανένδοξον τῆς παρθένου Εὐστοχίας μνήμην, εὐφροσύνως πανηγυρίζει. Αὕτη γὰρ νεότητος ἄνθος, πλούτου ἄνεσιν, δόξης γηΐνου, σώματος ἡδονάς, καὶ τὰ τοῦ κόσμου τερπνὰ ὑπεριδοῦσα, τῷ Νυμφίῳ Χριστῷ ἀφιερώθη, καὶ τὴν ἀγγελικὴν πολιτείαν ἠσπάσατο, ἧς ταῖς πρεσβείαις Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε νύμφη Χριστοῦ, Ἁγία Εὐστοχία, τῶν μοναστῶν τὸ κλέος, παρθένων ἡ ἀκρότης, ἀσκήσεως τὸ ἄγαλμα.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Δεῦτε τῶν μοναστῶν, χοροὶ τὴν Εὐστοχίαν, εὐστόχοις ἐγκωμίοις, τιμήσωμεν εὐστόχως, Ἱερωνύμου τρόπαιον.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις τῶν βιαστῶν, παρθένε Εὐστοχία, ἡ δόξα καὶ ὁ τύπος, καὶ καύχημα ἐρήμου, πιστῶν δὲ ἀκροθίνιον.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, τῇ φύσει ἡνωμένη, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τῆς Εὐστοχίας, τὴν Ἐκκλησίαν στήριξον.

Καὶ νῦν. Θεοτοκίον.
Ἄνασσα οὐρανοῦ, Παρθένε Θεοτόκε, πρεσβείαις Εὐστοχίας, τῶν μοναστῶν τὰ στίφη, ἐκ πειρασμῶν περίσῳζε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Τέκνον ἔνθεον, Ἱερωνύμου, γόνον ἔνδοξον, τῆς θείας Παύλης, Εὐστοχίαν ἐν ᾠδαῖς εὐφημήσωμεν, μοναζουσῶν γὰρ κειμήλιον πέφυκε, καὶ ἀσκητῶν ἀκροθίνιον πάντιμον, Μῆτερ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.




ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν παρθένον ὑμνήσωμεν, Εὐστοχίαν τὴν ἔνθεον, μοναστῶν ἐντρύφημα καὶ ὑπόδειγμα, πύργον παρθένων καὶ ἄσυλον, ταμεῖον ἁγνότητος, ταπεινώσεως πηγήν, καὶ τῆς νήψεως ἄγαλμα, καταγώγιον, τῆς τοῦ Πνεύματος χάριτος καὶ πάσης, ἀρετῆς τὸ ἐκμαγεῖον, καὶ Ἐκκλησίας τὸ σέμνωμα. (Δίς)

Εὐστοχίαν δοξάσωμεν, παρθενίας κειμήλιον, καὶ ἁγνείας πάντιμον ἐγκαλλώπισμα, Ἱερωνύμου τὸ κόσμημα, καὶ Παύλης τὸ δώρημα, τῆς ἐρήμου τὸν καρπόν, τῆς νηστείας τὸ στόλισμα, τῆς ἀσκήσεως, καὶ τῆς βίας τὸ πρότυπον καὶ θείας, Βασιλείας κληρονόμον, καὶ τῶν παρθένων ὁμόσκηνον. (Δίς)

Μοναστῶν τὸ ἐντρύφημα, Εὐστοχίαν δοξάσωμεν, τῶν παρθένων ἔρεισμα καὶ ἀγλάϊσμα, ἀσκητριῶν ἀκροθίνιον, πιστῶν τὸ προπύργιον, ἁγνευόντων ὁδηγόν, πεπτωκότων ἀνόρθωσις, θεῖον δώρημα, μοναχῶν ἀθλητῶν καὶ ἀσκουμένων, ἐραστῶν τοῦ Θεανθρώπου, ὑπογραμμὸν καὶ ὑπόδειγμα. (Δίς)

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, οἱ χοροὶ τῶν Ὁσίων, ἐν εὐφροσύνῃ πνευματικῇ, τὴν τῆς καλλιπαρθένου Εὐστοχίας μνήμην πανηγυρίζουσιν. Αὕτη γὰρ ὡς νύμφη τοῦ Χριστοῦ, τῶν ἐπιγείων καταφρονήσασα, τὰ οὐράνια ἠγάπησε. Κατὰ τὸ ψαλμικὸν λόγιον, πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, διὰ τὴν πολυποίκιλον αὐτῆς ἀρετὴν καὶ μοναχικὴν τελειότητα, τῶν παρθένων πνευματικῶς, μετὰ θαυμαστῆς συνέσεως καὶ διακρίσεως ἡγήθη, ὅθεν πρὸς τὸν ἐρασμιώτατον Νυμφίον Χριστόν, τοῦ κόσμου ἀπερχομένη ἔλεγεν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι παρέδωκας Κύριε. Αὐτῆς πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν φιλάνθρωπε.







Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  





Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Λιτή. Ἦχος α΄.
Εὐφραίνονται σήμερον τῶν παρθένων χορεῖαι, ἐπὶ τῇ σεπτῇ μνήμῃ τῆς πανενδόξου Εὐστοχίας, καὶ σκιρτῶσιν ἐν Πνεύματι. Αὕτη γὰρ ὑπὸ τοῦ ἱεροῦ Ἱερωνύμου, τὰ μυστήρια μυηθεῖσα, καὶ ἐν τῇ πράξει, ὑπὸ τῆς θεοδοξάστου μητρὸς αὐτῆς Ἁγίας Παύλης, τὴν ἐν Χριστῷ ζωὴν διδαχθεῖσα, τὴν τῶν προσκαίρων ματαιότητα κατενόησε καὶ τῶν τοῦ Νυμφίου Χριστοῦ χαρισμάτων καὶ πνευματικῶν ἀγαθῶν μανικῶς ἠράσθη, ὅθεν παρθενικῶς βιοτεύσασα, καὶ παρθένων γενομένη ὁδηγός, κατηξιώθη τῆς τῶν Ὁσίων πολιτείας, καὶ αἰωνίου μετ’ αὐτῶν μακαριότητος.

Ἦχος β΄.
Ἡ εὐστόχως τὰ οὐράνια ποθήσασα, καλλιπάρθενος Εὐστοχία, ὡς ἔλαβε τὴν τοῦ Νυμφίου θείαν κλῆσιν, καιομένῃ καρδίᾳ ἀνεφώνησε· Φωνὴ ἀδελφιδοῦ μου, καὶ ἐν χαρᾷ ἀνέκραξεν· τετρωμένη ἀγάπης ἐγώ εἰμι, ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί. Διὸ ἀδιαλείπτως Αὐτὸν ἐν καρδία ἔχουσα, μετ’ εὐφροσύνης καὶ ἀγαλλιάσεως ταῖς παρθένοις ἔλεγεν· Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Αὐτῆς τὴν πεπυρωμένην ἀγάπην, δώρησαι Κύριε ταῖς ψυχαῖς ἡμῶν.

Ἦχος γ΄.
Ἡ Ἐκκλησία τῶν Πρωτοτόκων, τὴν πρὸς οὐρανὸν ἄνοδον, τῆς πανευκλεοῦς Εὐστοχία καθορῶσα, ἐν θαυμασμῷ ἀνεβόα· Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου; ἡ προσκληθεῖσα ὑπὸ τοῦ Ἀρνίου· ἀνάστα ἐλθὲ ἡ πλησίον μου, ἡ περιστερά μου; ἡ ἐν παῤῥησίᾳ λέγουσα· Εἰσαγάγετέ με εἰς τὸν οἶκον τοῦ οἴνου; ὅτε δὲ εἰς τὴν τοῦ Χριστοῦ παστάδα ἡ Ὁσία εἰσῆλθεν, πάντες χαίροντες ἔλεγον· αὕτη ἐστὶ τὸ τῆς παρθενίας κειμήλιον καὶ τῆς ἀγγελικῆς πολιτείας τὸ ἀκροθίνιον.
Ἦχος δ΄.
Σήμερον, εὐφραίνεται ὁ χορὸς τῶν παρθένων, ἐπὶ τῇ εὐσήμῳ μνήμῃ τῆς εὐκλεοῦς Εὐστοχίας. Αὕτη γὰρ δαψιλῶς, ὑπὸ τοῦ ἱεροῦ Ἱερωνύμου κατηχηθεῖσα, καὶ ὑπὸ τῆς μητρὸς αὐτῆς Ἁγίας Παύλης ἐμπνευσθεῖσα, πρὸς τὸν Χριστὸν ἐρωτικῶς ἐν ἀφιερώσει ἐβόησεν· ὀσμὴ μύρων Σου ὑπὲρ πάντα τὰ ἀρώματα, μῦρον ἐκκενωθὲν ὄνομά Σου, διὰ τοῦτο νεάνιδες ἠγάπησάν Σε. Ὅθεν ὁ Νυμφίος Χριστός, ταύτην λαμπρῶς κοσμήσας ταῖς τοῦ Πνεύματος ἀρεταῖς, οὐρανίοις θαλάμοις ὑπεδέξατο, καὶ τρυφὴν ἀνεκλάλητον αὐτῇ ἐχαρίσατο.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων συστήματα, δεῦτε θεασώμεθα, θαῦμα μέγα καὶ παράδοξον. Νεᾶνις ἐκ Ῥώμης, τῆς Παύλης βλάστημα, καὶ τοῦ Ἱερωνύμου τέκνον πνευματικόν, παρθενικὴν ὁδεύσασα ὁδόν, ἀσκητικὴν τηρήσασα ζωήν, καὶ νηπτικῇ βιοτῇ κατακολουθήσασα, τὸν δόλιον δράκοντα ἐταπείνωσε, καὶ τρανῶς τὸν Χριστὸν τοῖς πᾶσιν Θεάνθρωπον ἐκήρυξεν. Ἀγγέλων πολιτείαν ἐμιμήσατο, παρθένων ἰσοστάσιος ἐγένετο, Ὁσίων θυσίαν τῷ Κυρίῳ προσήνεγκεν, καὶ ἐν τῇ γῇ ὡς ὑπόπτερος, ἐν τοῖς πνευματικοῖς λειμῶσι κατετρύφησεν, ὅθεν στεφανηφόρος τοῖς οὐρανίοις σκηνώμασι σαββατίζουσα, πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην αὐτῆς.

Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.














Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικοῖς
Χαίροις, Ἱερωνύμου καρπός, μητρὸς δὲ Παύλης Εὐστοχία τὸ καύχημα, παρθένων ἡ εὐκοσμία, μοναζουσῶν ἑδρασμός, ἀσκουμένων μέγα καταφύγιον, ἀγάπης τὸ πρότυπον, προσευχῆς θεῖον ἄγαλμα, καὶ τῆς νηστείας, κορυφὴ ἡ πανθαύμαστος, τῆς ἁγνείας δέ, τὸ εὐῶδες κειμήλιον, ὅθεν τὴν πολυσέβαστον, καὶ ἔνδοξον μνήμην σου, ὕμνοις ἐνθέοις τιμῶντες, σὸν Εὐστοχίαν δοξάζομεν, Νυμφίον καὶ Κτίστην, Ἐκκλησίας τὸν Σωτῆρα, Χριστὸν Θεάνθρωπον.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, μοναζουσῶν ἡ κρηπίς, τεθεωμένων ἀκριβὲς ἀφομοίωμα, παρθένων τὸ ἐκμαγεῖον, τῶν ἐραστῶν τοῦ Χριστοῦ, τὸ σεπτὸν καὶ ἄριστον ὑπόδειγμα, τῆς νήψεως καύχημα, θεωρίας ἐντρύφημα, μοναζουσῶν δέ, ὁδηγὸς θεοδώρητος, ταπεινώσεως, πολυθαύμαστον ἄγαλμα, ὅθεν πανηγυρίζοντες, τιμῶμεν τὴν μνήμην σου, ὦ Εὐστοχία παρθένε, τὸ τῶν παρθένων ἀγλάϊσμα, μεθ’ ὧν συγχορεύεις, ἐν αὐλαῖς ἐπουρανίοις, θεομακάριστε.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις, τῶν ἀσκητῶν στολισμός, παρθενευόντων ὁ φωστὴρ ὁ ἀείφωτος, καὶ πάντων τῶν ἀθλουμένων, θεοτερπὴς ὁδηγός, ἐραστῶν Κυρίου μέγα καύχημα, τῆς βίας ὑπόδειγμα, εὐστοχίας ἀγλάϊσμα, τῶν ἀρετῶν δέ, καταγώγιον ἔνδοξον, τῆς ἐρήμου τε, ὁ καρπὸς ὁ πανεύγευστος, ὅθεν σοῦ τὴν πανίερον, τιμῶντες πανήγυριν, ὦ Εὐστοχία Ὁσία, τὴν παρθενίαν θαυμάζομεν, καὶ βίον Ὁσίων, καὶ Ἀγγέλων πολιτείαν, τὴν θεοδώρητον.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοί, ἐν ᾠδαῖς καὶ ὕμνοις, τὴν τῆς Ὁσίας Εὐστοχίας μνήμην τιμήσωμεν λέγοντες· Χαῖρε, τοῦ ἱεροῦ Ἱερωνύμου ἐπαξία μαθήτρια, καὶ τῆς Ἁγίας Παύλης τέκνον εὐσεβέστατον· χαῖρε, τῆς παρθενίας τὸ κειμήλιον, καὶ τῆς ἁγνείας τὸ ἀκροθίνιον· χαῖρε, τῶν μοναχῶν τὸ ἐγκαλλώπισμα, καὶ τῶν ἀσκητῶν τὸ σεμνολόγημα· χαῖρε, τῶν Ἀγγέλων ἰσοστάσιε, καὶ τῶν Ὁσίων ὁμόζυγε. Πρέσβευε ἐκτενῶς πρὸς τὸν Θεάνθρωπον Χριστόν, τοῦ ἐλεῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Τέκνον ἔνθεον, Ἱερωνύμου, γόνον ἔνδοξον, τῆς θείας Παύλης, Εὐστοχίαν ἐν ᾠδαῖς εὐφημήσωμεν, μοναζουσῶν γὰρ κειμήλιον πέφυκε, καὶ ἀσκητῶν ἀκροθίνιον πάντιμον, Μῆτερ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὸ πανθαύμαστον, τῆς παρθενίας σου, χορὸς παρθένων ἐκπλαγείς, ἐβόα σοι Εὐστοχία· δίδαξον πανένδοξε, ἀρετῶν ἀγωνίσματα, στήριξον πρεσβείαις σου, μοναστῶν τὰ συστήματα, σὺ πέλεις ἡμῶν μήτηρ ἁγία, κλέος σεπτοῦ Ἱερωνύμου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν νύμφην τοῦ Χριστοῦ, Εὐστοχίαν τιμῶμεν, ἐν ὕμνοις καὶ ὠδαῖς, καὶ σεπτοῖς ἐγκωμίοις, τὸν κόσμον γὰρ κατέλιπεν, ὡς στρουθίον τῆς χάριτος, καὶ τὴν ἔρημον, καταβαλοῦσα ἐν ζήλῳ, πόθῳ ἔκραζε, τῷ Θεανθρώπῳ Κυρίῳ· Σὺ εἶ ὁ Νυμφίος μου!
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὴν παρθένον καὶ σεμνήν, ἐγκωμιάσωμεν λαμπρῶς, Εὐστοχίαν ἱεροῦ, Ἱερωνύμου τὸν καρπόν, καὶ θυγατέρα τῆς Παύλης τῆς θεοφόρου, αὕτη τῷ Χριστῷ, καθιέρωσε, σώμα καὶ ψυχήν, μετὰ πίστεως, καὶ τοῦ ματαίου κόσμου ἀπολαύσεις, ὡς ἐπικήρους κατέλιπε, Χριστοῦ ποθοῦσα, θείαν παστάδα, καὶ ζωὴν τὴν ἀγήρω.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.




Οἱ ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν νύμφην τοῦ Χριστοῦ, Εὐστοχίαν τὴν πανίερον, ᾠδαῖς ἐνθέοις εὐφήμως πιστοὶ τιμήσωμεν. Αὕτη γὰρ εὐστόχως τὰ τοῦ βίου ἐκτιμήσασα, ζωὴν τὴν ἀγγελικὴν καὶ θεόδεκτον ἠγάπησεν, ὅθεν ἐν οὐρανοῖς ἀγαλλομένη, ἀδιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην αὐτῆς τὴν πανσεβάσμιον.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Εὐστοχίας κλέος τιμήσωμεν. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
νοίκησον Πνεῦμα πανσθενουργόν, τῇ ἐμῇ καρδίᾳ καὶ καθάρισον ἐκ παθῶν, σεμνῶς ἀνυμνῆσαι Εὐστοχίας, ὁσιακὴν βιοτὴν καὶ ἄθλησιν.
πήκουσας Μῆτερ τοῦ Ἰησοῦ, καλοῦντος ἐν βίῳ παρθενίας καὶ ἀρετῆς, καὶ ἔῤῥηξας κρίκους ἐγκοσμίους, ἀκολουθήσασα Λόγῳ εἰς ἔρημον.
Στερέωσον πάσας παρθενικάς, καρδίας εἰς ζῆλον πολιτείας ἀσκητικῆς, καὶ πόθον ζωῆς ὑπερκοσμίου, ὦ Εὐστοχία παρθένων ἀγλάϊσμα.
Θεοτοκίον.
Ταπείνωσιν δός μοι Μῆτερ Θεοῦ, καὶ βίον ἁγνείας καὶ εἰρήνην τοῦ Σοῦ Υἱοῦ, πρὸς δόξαν Τριάδος τῆς Ἁγίας, καὶ σωτηρίαν ψυχῆς Θεονύμφευτε.












ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίου Νυμφίου ἐρωτικῶς ἔστερξας, γάμον ὑπερκόσμιον μῆτερ, διὸ ἀπέλαυσας, ἐν τῇ παστάδι Αὐτοῦ, σαββατισμοῦ εὐφροσύνης, Εὐστοχία πάνσεμνε καὶ θεοδόξαστε.
Χαρμοσύνως τιμῶντες παρθενικὴν εὔκλειαν, τὰς τῆς Εὐστοχίας πρεσβείας, ἐπικαλούμεθα, πρὸς τὸν Νυμφίον Χριστόν, ὅπως ἡμᾶς ἀξιώσῃ, τοῦ ποθεῖν τὰ κρείττονα καὶ ἐπουράνια.
σχυρῶς πολεμοῦμαι ἐκ πειρασμῶν ἔνδοξε, σὰς ἐπικαλοῦμαι πρεσβείας, πρὸς τὸν Θεάνθρωπον, ἵνα ἐκ πλάνου βελῶν, ὦ Εὐστοχία φυλάξῃ, ἀβλαβῆ καὶ ἄτρωτον, ἐμὲ τὸν δείλαιον.
Θεοτοκίον.
ειπάρθενε Κόρη Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, ὑπὲρ τοῦ γένους Σου, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Παρθένον σεμνή, τιμήσωμεν ἐν ᾄσμασι, Χριστὸν γὰρ θερμῶς, ποθήσασα διέφυγε, τοῦ σατᾶν τὰ ἔνεδρα, Εὐστοχία ἡ θεοδόξαστος, καὶ εἰσελθοῦσα εἰς οὐρανούς, πρεσβεύει τῷ Λόγῳ, ὑπὲρ πάντων ἡμῶν.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τιμήσωμεν ᾄσμασι τὴν Εὐστοχίαν πιστοί, ἐχθροῦ γὰρ κατέβαλε πειρασμικὰς μηχανάς, δυνάμει τοῦ Πνεύματος, ἔστερξε πολιτείαν, καὶ ζωὴν τῶν Ἀγγέλων, κόσμον καταλιποῦσα, καὶ τρυφὰς ἐπιγείους, καὶ πᾶσαν τὴν ἐν τῷ κόσμῳ, πρόσκαιρον ἄνεσιν.
Καὶ νῦν . Θεοτοκίον
Ἡ μόνη κυήσασα τὸν ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σωτηρίαν παράσχου, Εὐστοχία μῆτερ θείαις πρεσβείαις σου, κατανύξεως δὲ δάκρυα, καὶ ψυχῆς εἰρήνην καὶ ἀσφάλειαν.
Καταδίκης με λύτρωσαι, Εὐστοχία πάντοτε ἱκετεύουσα, τὸν φιλάνθρωπον Θεάνθρωπον, μεθ’ οὗ ἐνυμφεύθης, θείῳ ἔρωτι.
Λυτρωτὴν ἀγαπήσασα, Εὐστοχία γέγονας οἰκητήριον, Παρακλήτου θεοδόξαστε, δι’ Οὗ ἀνυψώθης εἰς Παράδεισον.
Θεοτοκίον
Εὐφροσύνης με πλήρωσον, Θεοτόκε πάναγνε ὡς πηγάσασα, τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὸν Χριστὸν Σωτῆρα τῶν ὑμνοῦντων Σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
μμα τῆς ψυχῆς, πρὸς τὸν Κύριον ὑψώσασα, τῶν ἐπικήρων πάντων καταφρονεῖς, ὦ Εὐστοχία, διδοῦσα ἡμῖν ὑπόδειγμα.
Σῶσον τοὺς πιστῶς, ἀνυμνοῦντας τὴν σὴν ἄσκησιν, ἐκ τῆς τοῦ μισοκάλου ἐπιβουλῆς, ὦ Εὐστοχία, Κυρίῳ ἀεὶ πρεσβεύουσα.
Τήρησον σεμνή, ταῖς λιταῖς σου πρὸς τὸν Κύριον, τῶν ὀρθοδόξων σεπτὴν παρεμβολήν, ἐν ἀληθείᾳ, πορεύεσθαι καὶ ἐν πνεύματι.
Θεοτοκίον
χνεσι τοῖς Σοῖς, καταξίωσον πρεσβείαις Σου, τοὺς προσκυνοῦντας πόθῳ, Σὲ τὴν ἁγνήν, ἀκολουθῆσαι, ἐν βίῳ πιστῶς Θεόνυμφε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μονάζουσαι, ἐν Κυρίῳ χαίρουσιν, Εὐστοχίας ἀνυμνοῦσαι τοὺς ἄθλους, ὅτι δεινόν, ἐχθρὸν τῆς ἁγνείας, καὶ πτερνιστὴν τῶν βροτῶν ἐταπείνωσε, καὶ Κύριον τὸν Ἰησοῦν, ἐνυμφεύθη λαμπρῶς δι’ ἀσκήσεως.
ἔρημος, τοῖς σοῖς ἄθλοις γάνυται, Εὐστοχία παρθενίας ταμεῖον, ὅτι Χριστοῦ, ἐρασθεῖσα ἐμφρόνως, τῶν ἐπικήρων ἠρνήθης ἀπόλαυσιν, ἀσκήσει δὲ καὶ προσευχῇ, διὰ βίου πλουσίως κεκόσμησαι.
Σὺ πάνσεμνε, Εὐστοχία πρέσβευε, πρὸς Θεάνθρωπον Χριστὸν ὑπὲρ πάντων, τῶν ἐκ ψυχῆς, παρθενίας ποθούντων, καὶ μοναστῶν βιοτὴν καὶ τὴν ἄθλησιν, τῆς νήψεως δὲ τὸν καρπόν, τῶν δακρύων πηγὰς καὶ τὴν θέωσιν.
Θεοτοκίον
ράϊσμα, ἀνεδείχθης Δέσποινα, γηγενῶν εὐλαβουμένων Σὸν Τόκον, ὅτι ἐκ Σοῦ, ἐσαρκώθη ὁ Λόγος, καὶ τῆς φθορᾶς τοὺς βροτοὺς ἠλευθέρωσε, δοξάζων Σε θεοπρεπῶς, ὡς Μητέρα Αὐτοῦ Παναμώμητος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν μοναστῶν τὸ ἐγκαλλώπισμα φιλέορτοι, τὴν Εὐστοχίαν εὐφημήσωμεν ἐν ἄσμασιν, ἀναγράφοντες τὸν βίον αὐτῆς ἐν λόγοις, Ἱερώνυμον ὡς ἔχουσα διδάσκαλον, τῆς μητρὸς αὐτῆς ἀντίτυπον ἐγένετο, ὅθεν ἔλαβε, στέμμα θεῖον ἡ πάνσεμνος.
Ὁ Οἶκος.
Τὴν ἔνδοξον Εὐστοχίαν, τὴν παρὰ τοὺς πόδας τοῦ ἱεροῦ Ἱερωνύμου μαθητεύσασαν καὶ τὰ τῆς Βασιλείας τοῦ Θεοῦ μυστήρια ὑπ’ αὐτοῦ διδαχθεῖσαν, ἐκ δὲ τῆς πανευκλεοῦς μητρὸς αὐτῆς Παύλης νουθεσίαν τε καὶ παιδείαν ἐν Κυρίῳ λαβοῦσαν, ἐν ἐγκωμίοις καὶ ὕμνοις πανηγυρικῶς τιμήσωμεν. Αὕτη γὰρ διδάσκαλον καὶ μητέρα μιμηθεῖσα, νεότητος ἄνθος, πλούτου τρυφήν, δόξης γηΐνου τιμήν, σώματος ἡδονάς, καὶ τὰ τοῦ κόσμου τερπνὰ ἀπαρνηρθεῖσα, τῷ Νυμφίῳ Χριστῷ ἀφιερώθη, καὶ τὴν τῶν μοναχῶν ἀγγελικὴν πολιτείαν ἠσπάσατο. Εἰς μέτρα δὲ ἀρετῆς ἐλθοῦσα, τῶν παρθένων ἡγήθη θεαρέστως, ἐν διακρίσει, ἀγάπῃ καὶ ταπεινώσει, εὐαρεστήσασα τῷ ἄκρῳ ἐφετῷ Νυμφίῳ Χριστῷ, ὅθεν ἔλαβε, στέμμα θεῖον ἡ πάνσεμνος.

Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Εὐστοχίας.
Ἔρωτι θείῳ τρωθεῖσα Εὐστοχία,
Χριστοῦ παστάδι ᾤκησεν ἐπαξίως.
Εἰκάδι ὀγδόῃ Εὐστοχία βιότοιο ἀπέπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Χαρίτωνος τοῦ Ὁμολογητοῦ
Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων,
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Οὗτος ὑπῆρχεν ἐπὶ Αὐρηλιανοῦ τοῦ βασιλέως, καὶ ἐκ πόλεως Ἰκονίου τῆς Λυκαόνων ἐπαρχίας. Ὃς προσαχθεὶς τῷ Ὑπαττικῷ καὶ παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ὁμολογήσας, τύπτεται ἐκ τεσσάρων, καὶ πυρὶ καταφλέγεται. Μετὰ δὲ τὴν καταστροφὴν Αὐρηλιανοῦ, ἀπολυθείς, καὶ ἐν τῇ ἐρήμῳ λησταῖς περιπεσών, καὶ δεσμευθείς, λυτροῦται τούτων τρόπῳ τοιῷδε: Εἰς τὸ κεράμιον, ἐν ᾧ εἶχον τὸν οἶνον οἱ λησταί, ἔχις προσερπύσασα, τὸν ἰὸν ἐξέχεεν, οὗ ἐμφορηθέντες ἐξέψυξαν. Αὐτὸς δὲ τὸ σπήλαιον ἐκκλησίαν ποιήσας, καὶ πλῆθος μοναχῶν συναγαγών, εἰς Μονὴν ἀποκατέστησεν, ἐξ ἀκροτόμου πέτρας ὕδωρ ἐξενεγκών, καὶ ἰατὴρ παντοίων νοσημάτων φανείς, ἐν γήρᾳ βαθεῖ τὸν βίον κατέλυσε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Βαρούχ
Bαροὺχ Προφήτης Ἱερεμίου φίλος,
Xριστοῦ Προφήταις συγχορεύει ἐν πόλῳ.
Ἡ τῶν Προφητῶν ἀκριβὴς διόπτρα, ἡ τοῦ Ἱερεμίου πνοὴ καὶ ἀνάπαυλα, ὁ θεῖος Βαρούχ, ἐφεπόμενος ἧν τῷ διδασκάλῳ Ἱερεμίᾳ, ὅτε ὡς αἰχμάλωτος οὗτος εἰς Αἴγυπτον κατήγετο, θρηνῶν τὴν ἅλωσιν τῆς Ἱερουσαλήμ. Καὶ ὡς ἐν δυσὶ σώμασι, μία ψυχὴ ἐν ἀμφοτέροις ἐγνωρίζετο τοῖς Προφήταις. Ἐπεὶ ἕνα ταξίαρχον εἶχον, τὸ Θεῖον Πνεῦμα ἀμφότεροι. Τρανοτέρως μέντοι ὁ Βαροὺχ τὰ περὶ τῆς Χριστοῦ οἰκονομίας ἀνεκελάδησεν λέγων: Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ τὰ ἑξῆς. εὕροι δ’ ἄντις καὶ πλείονα, φιλοπόνως τὰς προφητικὰς βίβλους ἐπανακρίνων, τὸν Προφήτην Βαροὺχ τὰ περὶ τοῦ Χριστοῦ καὶ τῆς Ἱερουσαλὴμ προαγγέλοντα. Οὗτος οὖν θεοφιλῶς πολιτευσάμενος, πρὸς Κύριον ἐξεδήμησεν.










Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος,
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον.
Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια,
Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου.
Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ βασιλέως, ἐν πόλει Πισσιδείας, Μάγνου ἡγεμονεύοντος.
Ὁ δὲ μακάριος Μάρκος ἦν ποιμαίνων πρόβατα, λευκὴν ἔχων τὴν κόμην τῆς κεφαλῆς καὶ βαθείαν, μέχρι καὶ πτέρνης αὐτῆς. Ἐπεὶ δὲ διεγνώσθη ὡς εἴη Χριστιανός, παραχρῆμα κρεμασθείς, ξέεται. Εἶτα, παρεπέμφθη ἐν Κλαυδιουπόλει. Προσκληθέντων δὲ χαλκοτύπων, κατασκευῆς ἕνεκα τῶν τοῦ Μάρτυρος δεσμῶν, προσήχθησαν τρεις ἀδελφοί· Ἀλέξανδρος, Ἀλφειὸς καὶ Ζώσιμος, τὴν Κατάλυτον οἰκοῦντες κώμην, βάναυσοι τὴν τέχνην, καὶ τῆς τοῦ σιδήρου ἐργασίας ἐπιστήμονες. Ἀρξαμένων δὲ τύπτειν, καταῤῥέει ὁ σίδηρος ὡς ὕδωρ, καὶ αἱ χεῖρες αὐτῶν ἐνάρκουν. Οἱ δέ, τὸ συμβὰν θαυμάσαντες, καὶ φωνῆς θείας ἐπακούσαντες, προτρεπούσης συναθλῆσαι αὐτοὺς τῷ Μάρκῳ, οὐκ ἠμέλησαν, ἀλλὰ Χριστιανοὺς ἑαυτοὺς ὡμολόγησαν. Εὐθὺς δὲ στρέβλαις ὑπεβλήθησαν, καὶ μόλυβδον ζέοντα διὰ τοῦ στόματος ἐδέξαντο, καὶ ἐν πέτρᾳ προσηλώθησαν, καὶ τοῦ βίου ἐξῆλθον. Ὁ δὲ Μάρκος ὑποδυθεὶς κρηπῖδας, καὶ μαστιχθεὶς ἱκανῶς, καὶ ὀβελίσκοις καταπαρείς, καὶ τὴν γλῶτταν τμηθείς, καὶ ἐν πέτρᾳ καθηλωθείς, τὴν κεφαλὴν ἀπετμήθη.
Ὁμοίως δὲ καὶ Νίκων καὶ Ἡλιόδωρος καὶ Νέων, κρατηθέντες μετὰ νηπίων καὶ παρθένων πολλῶν, ἐν τῷ λεγομένῳ Μωρομιλίῳ, ὑπὸ ξίφους ἀνηρέθησαν.

Ῥωμαῖός ἐστιν, ἀλλὰ καὶ ῥωμαλέος.
Ὁ Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος.

Ἔξαρχον Ἀλέξανδρον εἶχον τοῦ τέλους,
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρισδέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Αὐξεντίου τοῦ ἐν Κύπρ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰσαὰκ τοῦ Σύρου


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἠρωδίωνος τῆς Λίμνης Ἴλης, τοῦ Ῥώσσου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μεγάλυνον ψυχή μου Εὐστοχία παρθένων τὴν ἀπλανῆ ὁδηγόν, καὶ ψάλλε τῷ Κυρίῳ, ᾠδὴν μετὰ Ὁσίων, τῷ αὐτὴν ἀναδείξαντι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
πόθησας Ὁσία Χριστοῦ τὴν Βασιλείαν καὶ μοναστῶν τὴν ζωήν, ἐν ζήλῳ ἀπεδέχθης, μεθ’ ὧν εὐφραινομένη, τῷ Σωτῆρι ἐβόησας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοΐ τε καὶ καρδίᾳ τιμᾷ ἡ Εὐστοχία τὸν ἐν Τριάδι Θεόν, λατρεύουσα ἐμφρόνως, μετὰ τῶν ἀθλουμένων, καὶ βοώντων ἐν ᾄσμασιν·  Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νοεραὶ θεῖαι τάξεις ἀνυμνοῦσι Παρθένε τὸν Σὸν Υἱὸν καὶ Θεόν, Ὃν ἔτεκες ἀφράστως, ἐκ Πνεύματος Ἁγίου, καὶ Αὐτῷ ἀεὶ λέγουσιν· Ὁ τῶν βροτῶν καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
ερωνύμου, τὴν βιοτὴν μιμουμένη, μοναστῶν τοῖς χοροῖς κατετάγης, τὸν Χριστὸν ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Κατρυφῶντες, τῶν ἀρετῶν Εὐστοχίας, μοναστῶν οἱ χοροὶ ἀνυμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οὐρανοδρόμων, τὴν βιοτὴν Εὐστοχία, μιμηθεῖσα Ἀγγέλοις συμψάλλεις, τὸν Χριστὸν ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Διασκεδάζει, τοὺς λογισμοὺς τῶν ἐν ζάλαις, ἡ Παρθένος λιταῖς πρὸς τὸν Κτίστην, καὶ ὡς Θεοτόκος, ὑμνεῖται εἰς αἰῶνας.






ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
λίου Θεανθρώπου, φωτὶ αὐγασθεῖσα, ἡ Εὐστοχία ἐν μέσῳ παρθένων οἰκεῖ, καὶ τῇ ἀσκήσει ὑψοῦται, εἰς δόξαν ἄῤῥητον.
Μετέδωκας Ὁσία, τοῖς χοροῖς παρθένων, τῆς πρὸς Χριστὸν Νυμφίον ἀγάπης τῆς σῆς, καὶ τῆς ζωῆς τῶν Ἀγγέλων, ἣν πᾶσιν δώρησαι.
ρῶμεν Εὐστοχίαν, εἰς παστάδα θείαν, εὐφραινομένην Κυρίῳ ἐν δόξῃ πολλῇ, καὶ μακαρίζομεν ταύτην, καὶ μεγαλύνομεν.
Θεοτοκίον.
μνοῦμέν Σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ Ἐκκλησίας ἁπάσης φρουρὸν ἀσφαλῆ, παρθενευόντων δὲ τεῖχος, καὶ μέγα πρότυπον.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Λαμπρῶς ἀνευφημήσωμεν, παρθένον ἀξιάγαστον, Κύριον μόνον ποθοῦσα, φθαρτὰ τοῦ κόσμου ἔφυγεν, ἄσκησιν νῆψιν δάκρυα, καὶ εὐχὴν ἀδιάλειπτον, πόθῳ θερμῷ ἠγάπησεν, εὐστόχως ἡ Εὐστοχία, διὸ ἐστέφθη ἀξίως.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν, ζωῆς γὰρ γέγονε Μήτηρ, τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πᾶσαν ἡδυπάθειαν, καὶ κοσμικὴν ματαιότητα, καὶ ζωὴν τὴν ἐπίκηρον, λιποῦσα ἡ πάνσεμνος, Εὐστοχία πόθῳ, τοῦ θείου Νυμφίου, τοῦ Θεανθρώπου Ἰησοῦ, ζωὴν Ἀγγέλων θερμῶς ἠγάπησε, παρθένων τὴν σεμνότητα, καὶ βιαστῶν τὴν τραχύτητα, ἐν χαρᾷ ἐμιμήσατο, καὶ ζωὴν τῆς ἀσκήσεως. (Δίς)

Πάντα τὰ διδάγματα, Ἱερωνύμου ἐτήρησας, καὶ τῆς Παύλης τὰ νάματα, ἐν πόθῳ ἐβίωσας, Εὐστοχία μῆτερ, καὶ ἐν Παρθενῶνι, ζήλῳ ἐνώκησας σεμνή, καὶ τῶν παρθένων ἡγήθης ἄριστα, ὡς ἔχουσα διάκρισιν, καὶ ἀπαθείας τὸ χάρισμα, κατανύξεως δάκρυα, καὶ ἁγίαν ταπείνωσιν

Βίον τῆς ἀσκήσεως, καὶ πολιτείαν ἰσάγγελον, ἐπεπόθησας ἔνδοξε, διὸ ἠκολούθησας, Εὐστοχία Λόγῳ, τῷ ἐκ τῆς Παρθένου, σάρκα λαβόντι καὶ ζωήν, τῆς παρθενίας καθαγιάσαντι, παρθένων στίφη ἄπειρα, καὶ μοναστῶν τὰ συστήματα, εὐλογοῦντι ἐν Πνεύματι, καὶ ποικίλοις χαρίσμασιν.


Δόξα. Ἦχος πλ. δ΄.
Ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ταῖς τῆς Ὁσίας Εὐστοχίας ἀρεταῖς ὡραϊζομένη, τοὺς τὴν μνήμην αὐτῆς τιμῶντας, εἰς εὐωχίαν πνευματικὴν συνεκάλεσεν. Δεῦτε οὖν φιλέορτοι, συνδαιτυμόνες τῆς θεοσεβοῦς Εὐστοχίας ἀναδειχθῶμεν, καὶ τὴν αὐτῆς ἀγγελικὴν βιοτήν, καὶ παρθενικὴν πολιτείαν θαυμάζοντες σωτηρίως μιμησώμεθα, ἵνα λάβωμεν καὶ ἡμεῖς, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε μεγαλύνωμεν οἱ πιστοί, παρθένον Ὁσίαν, Εὐστοχίαν τὴν τοῦ Χριστοῦ, νύμφην θεοφόρον, Ἱερωνύμου τέκνον, καὶ Παύλης θυγατέρα, τὴν θεοτίμητον.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου