Δευτέρα 2 Σεπτεμβρίου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 28. ΟΣΙΟΣ ΙΣΑΑΚ ΣΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ





ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΗ΄!!

ΙΣΑΑΚ ΟΣΙΟΣ ΣΥΡΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, τῆς ἀγάπης τοῦ Χριστοῦ, Πάτερ ἐν καρδίᾳ ἐδέξω, τὸ πῦρ τὸ ἄϋλον, τότε ἐκ νεότητος, κατηκολούθησας, Ἰσαὰκ παμμακάριστε, Χριστῷ τῷ Σωτῆρι, κόσμου τὴν προσπάθειαν, ἀπαρνησάμενος· ὅθεν, μοναστὴς θεοφόρος, ὤφθης ἐγκρατείᾳ συντόνῳ, τῶν παθῶν ἐκτέμνων τὰ βλαστήματα.

 

Ὅτε, κατετρώθης τὴν ψυχήν, τῷ τῆς ἡσυχίας θεόφρον, ἁγίῳ ἔρωτι, τότε προσεχώρησας, εἰς τόπον ἔρημον, καὶ ἐν σώματι ἄγγελος, ἀληθῶς ἐδείχθης, αἴγλῃ τῇ τοῦ Πνεύματος, καταλαμπόμενος· ὅθεν, μοναστῶν ὑποφήτης, καὶ καθηγητὴς θεοφόρος, ἔργῳ τε καὶ λόγῳ ἐχρημάτισας.

 

Ὅτε, Νινευΐ Ἀρχιερεύς, Πάτερ Ἰσαὰκ ἀνεδείχθης, Ἁγίῳ Πνεύματι, τότε τὸν σωτήριον νόμον τῆς χάριτος, ὡς ποιμὴν ἐνθεώτατος, τοῖς πιστοῖς παρέθου, ὑπὲρ οὗ καὶ τέθεικας, σαυτὸν μακάριε· ὅθεν, πολιτείας ἀρίστης, καὶ Εὐαγγελίου τοῦ θείου, πληρωτὴς καὶ τύπος πᾶσι πέφηνας.

 

Ὤφθης, μοναστῶν ὑφηγητής, καὶ μυσταγωγὸς θεοφόρε, πρὸς τελειότητα· βίου γὰρ λαμπρότητι, καλλωπιζόμενος, διδαχῆς θείας ἔβλυσας, καὶ λόγον σοφίας, δι’ οὗ ὁδηγούμεθα, πρὸς ἀρετῶν τὴν ὁδόν· σὺ γάρ, ἀπαθείας δοχεῖον, καὶ λειμὼν εὐώδης ἐδείχθης, Πάτερ Ἰσαὰκ τῇ πολιτείᾳ σου.

 

Δόξα. Ἦχος δ΄.

Τῆς τῶν ὑλικῶν μακρύνας σχέσεως, πρὸς ἀσκητικοὺς ἀγῶνας ἐχώρησας, Ἰσαὰκ πόθῳ ζέοντι· καὶ ἐν ὑλικῷ σώματι, τοῖς ἀΰλοις Ἀγγέλοις ἁμιλληθείς, ἀΰλων θεωριῶν ἠξίωσαι, καὶ πρὸς κτῆσιν τῶν κρειττόνων, πάντας προτρέπεις, λόγῳ πρακτικῷ· διὸ τοὺς τὴν σὴν μνήμην ἑορτάζοντας, τῶν ἐπινοιῶν τοῦ πονηροῦ φύλαττε ἀτρώτους, αἰτούμενος πᾶσι τὸ θεῖον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις ἡσυχαστῶν, ὁ φωτοφόρος λύχνος, ὢ Ἰσαὰκ θεόφρον, καὶ μοναστῶν ἁπάντων, φωστὴρ θεοειδέστατος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ὅλος ἀπὸ παιδός, ἀνατεθεὶς Κυρίῳ, ἡγιασμένον σκεῦος, τοῦ Παρακλήτου ὤφθης, δι’ ἡσυχίας Ὅσιε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Δίδου ταῖς σαῖς λιταῖς, σύνεσιν τῷ νοΐ μου, τοῦ συνιέναι Πάτερ, τῶν θείων διδαχῶν σου, τὴν γνῶσιν τὴν σωτήριον.

 

Δόξα. Τριαδικόν.

Ἔλλαμψιν μυστικήν, παρὰ τῆς ὑπερθέου, Τριάδος θησαυρίσας, ὢ Ἰσαὰκ πυρσεύεις, ἡμᾶς θείοις διδάγμασι.

 

Καὶ νῦν. Θεοτοκίον.

Ῥῦσαί μου τὴν ψυχήν, πνεύματος ἀκηδίας, καὶ ῥαθυμίας Κόρη, καὶ πάσης ἀγνωσίας, καὶ σῶσόν με πανάχραντε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀρετῶν ταῖς ἀκτῖσι καταλαμπόμενος, τῆς ἐν Χριστῷ πολιτείας φωστὴρ πολύφωτος, θεοφόρε Ἰσαὰκ ὤφθης ἐν Πνεύματι, καὶ κατευθύνεις ἀσφαλῶς, σωτηρίας πρὸς ὁδόν, διδάγμασι θεοπνεύστοις, τοὺς εὐφημοῦντάς σε Πάτερ, ὡς τοῦ Χριστοῦ θεῖον θεράποντα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.

Ὁ τῷ πυρὶ τῆς ἀγάπης τοῦ Σωτῆρος, φλεχθεὶς ἐκ νεότητος, πᾶσαν κατέλιπες, τὴν ἐν τῷ κόσμῳ προσπάθειαν, σπουδὴν συντόνῳ, καὶ τῷ Κυρίῳ κατηκολούθησας· ἐντεῦθεν ἐνέκρωσας σαρκὸς τὸ φρόνημα, ἀσκητικοῖς ἀγωνίσμασι, καὶ ἀπαθείας, δοχεῖον ὤφθης περιφανέστατον· διό σε πάντες μακαρίζομεν, Ἰσαὰκ θεοφόρε Πατὴρ ἡμῶν, ὡς ἡμᾶς ὁδηγοῦντα, ἀρετῶν πρὸς τελειότητα.

 

Τῆς ἡσυχίας τρωθεὶς τῷ θείῳ πόθῳ, εἰς ἔρημον ἄβατον, χαίρων ἐσκήνωσας, καὶ τῷ Θεῷ προσωμίλησας, καθαρωτάτῃ, καρδίᾳ τούτῳ Πάτερ ἑνούμενος· ἐντεῦθεν θεόληπτος ἐκ τούτου γέγονας, καὶ φωτισμοῦ θείου ἔμπλεως, τοῦ ὑπὲρ λόγον, καὶ μοναζόντων σοφὸς διδάσκαλος, μυσταγωγὸν πρὸς βίον κρείττονα, Ἰσαὰκ θεοφόρε Πατὴρ ἡμῶν, τοὺς πιστῶς δεχομένους, διδαχῶν σου τὴν λαμπρότητα.

 

Ἡσυχαζόντων φωστὴρ καὶ ὑποφήτης, καὶ γνώμων γενόμενος, καὶ τύπος ἄριστος, ἀναπτεροῖς πρὸς ἐπίδοσιν, βίου τελείου, τὰς διανοίας ἡμῶν μακάριε· ὡς δρόσος γὰρ Ἅγιε ἡ καταβαίνουσα, ἐξ Ἀερμὼν καθὰ γέγραπται, Σιὼν εἰς ὄρη, καὶ μάννα θεῖον καὶ νέκταρ ἄϋλον, ἀεὶ εὐφραίνει τὰς ψυχὰς ἡμῶν, ὁ σοφὸς καὶ θεόπνευστος λόγος σου, καὶ Κυρίῳ προσάγει, Ἰσαὰκ μακαριώτατε.

 

Ἕτερα. Ὁ αὐτός. Ἔδωκας σημείωσιν.

Ἔδωκας τῷ Κτίστῃ σου, τῆς σῆς καρδίας τὴν ἔφεσιν, καὶ νοὸς τὰ κινήματα, πρὸς Αὐτὸν κατεύθυνας, ἅπαντα θεόφρον, καὶ δι’ ἐγκρατείας, καὶ ἰσαγγέλου βιοτῆς, πρὸς ἀπαθείας ἤρθης ἀκρότητα, καὶ πλήρης τῆς ἐλλάμψεως τοῦ Παρακλήτου γενόμενος, Ἰσαὰκ παμμακάριστε, τῷ Θεῷ εὐηρέστησας.

 

Βίβλος ἡ τῶν λόγων σου, οἷα λειμὼν εὐωδέστατος, διδαχῶν σου τοῖς ἄνθεσιν, εὐφραίνει μακάριε, ἡμῶν τὰς αἰσθήσεις, τὰς τῆς διανοίας, καὶ δυσωδίαν τῶν παθῶν, καὶ ἀκηδίας ἐκ τῶν ψυχῶν ἡμῶν, διώκει θείῳ Πνεύματι· σὺ γὰρ βιώσας ὡς ἄγγελος, κατευθύνεις τὸν νοῦν ἡμῶν, Ἰσαὰκ πρὸς τὰ κρείττονα.

 

 

 

 

 

Ὅλος ἐνθεώτατος, ἐν τῇ ἀσκήσει γενόμενος, Ἱεράρχης θεόληπτος, καὶ Ποιμὴν καὶ Πρόεδρος, Νινευΐ ἐδείχθης, Ἰσαὰκ παμμάκαρ, ἀλλὰ τῶν θείων ἀγαθῶν, τῆς ἡσυχίας Πάτερ γευσάμενος, εἰς ἔρημον ἐσκήνωσας, καὶ θεωρίαις καὶ πράξεσι, καθαρθεὶς τὴν διάνοιαν, τῷ Θεῷ προσωμίλησας.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῷ πυρὶ τῆς ἀσκήσεως, τὴν τῶν παθῶν ἀναλώσας ἄκανθαν, τῆς ἀρετῆς τὸν καρπόν, ἐγεώργησας Ὅσιε· ἀνατεθεὶς γὰρ Θεῷ τῆς ὕλης τὸν νοῦν χωρίσας, τῆς θείας ἐνεργείας τὰς δωρεάς, ἐν τῇ ψυχῇ ἐδέξω, θεοειδὴς ὅλος γενόμενος, καὶ τῆς ἐν Χριστῷ ζωῆς, λόγῳ καὶ ἔργῳ ἐκφαίνων τὰς χάριτας, μοναστῶν διδάσκαλος ὤφθης, οἰκείῳ ὑποδείγματι. Καὶ νῦν Ἰσαὰκ Πατὴρ ἡμῶν, μὴ παύσῃ πρεσβεύων Χριστῷ, φωτισθῆναι τὸν νοῦν ἡμῶν, φωτὶ τῆς θείας γνώσεως.

 

Καὶ νῦν. Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, τῶν μοναστῶν ἡ πληθύς, τῶν αἱρουμένων ζυγὸν τὸν θεῖον φέρειν, καθηγητὴν πρακτικώτατον, πρὸς τὴν ὁδὸν τῆς ἀσκήσεως, Ἰσαὰκ τὸν θεοφόρον πλουτοῦσα· τῆς τελείας γὰρ ἀρετῆς, ἐργάτης γενόμενος, ἀσφαλῶς χειραγωγεῖ ἡμᾶς, πρὸς ἀναβάσεις νοητάς, ὡς ἂν τοῦ ξύλου τῆς ζωῆς, τὸν καρπὸν δρεψώμεθα, τοῦ πονηροῦ τὰς ἐπινοίας πατήσαντες· διὸ τὴν ἁγίαν αὐτοῦ μνήμην, πνευματικῶς ἑορτάσωμεν, δοξάζοντες Χριστόν, τὸν παρέχοντα ἡμῖν, δι’ αὐτοῦ τὸ θεῖον ἔλεος.

 

 

 

Ἦχος β΄.

Ἀσκητικὴν ὑπελθὼν πολιτείαν, τῆς ἡσυχίας τοῦ κάλλους ἠράσθης, ὁλοτρόπῳ ἐφέσει, Ἰσαὰκ μακάριε· ἐν αὐτῇ γὰρ σχολάσας, ἅπαν ἄχθος γεηρὸν ἀπέῤῥιψας, καὶ ἔξω κόσμου καὶ σαρκὸς γενόμενος, συντονωτάτῃ νηστείᾳ καὶ προσευχῇ, τῷ Θεῷ ἡνώθης, καὶ τῶν μελλόντων ἀγαθῶν, τὰς ἀπαρχὰς ἐδέξω· τῷ γὰρ θείῳ φωτί, ὁμιλῶν ἐσαεί, σκότος παθῶν ἐλαύνεις, καὶ τὰ ἄνω ποθεῖν καὶ ζητεῖν, τὸν νοῦν ἡμῶν ἐκκαίεις, ὡς Θεοῦ θεράπων γνήσιος.

 

Ἦχος γ΄.

Ἐξ ἀσκητικῆς πολιτείας, πρὸς ποιμαντικὴν ψυχῶν ἐπιμέλειαν, ἐκ Θεοῦ ὡδηγήθης, Ἰσαὰκ παμμακάριστε· καὶ τῆς ἐν Νινευΐ Ἐκκλησίας, ποιμὴν γενόμενος, ὁσίως καὶ δικαίως διέπρεψας, ὡς τοῦ Εὐαγγελίου ἐργάτης γνησιώτατος· τύπον γὰρ σαυτὸν παρέστησας, ἐν πάσῃ δικαιοσύνῃ, τῇ λαχούσῃ ποίμνῃ σου· καὶ ἐν ἀμφοτέροις δόκιμος φανείς, ὡς Ἱεράρχης ὅσιος, καὶ ἀσκητὴς θεοφόρος, τὸν μισθὸν τῶν καμάτων ἀπείληφας, καλῶς τελέσας τὸν δρόμον σου. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

 

Δόξα. Ἦχος δ΄.

Γεωργία τοῦ λόγου, παθῶν ἐκτέμνων ἅπαν βλάστημα, τῆς ἀρετῆς τὸν σπόρον καλλιεργεῖς, ἐν καρδιῶν ἀρούραις Πάτερ Ὅσιε· ὁ τῆς σοφίας γὰρ χορηγός, ἐν σοὶ σκηνώσας, αἰωνίου ζωῆς ῥήματά σοι δέδωκεν, ἐν σοφίᾳ θείων ἔργων διαλάμποντι· ἠθῶν γὰρ διδάσκεις σεμνότητα, καὶ πολιτείαν ἀκρίβειαν, Ἰσαὰκ θεόσοφε, ὡς ἂν μέτοχοι Χριστοῦ γενώμεθα.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α.  Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ ἱερὸς Ἰσαάκ, ὁ τῶν Ἀγγέλων μιμητὴς ἐν τῷ βίῳ σου· αὐτῶν γὰρ τὴν πολιτείαν, ἀναλαβὼν νουνεχῶς, τῷ Θεῷ ὁσίως εὐηρέστησας· ἐντεῦθεν ἐνέκρωσας, τῶν παθῶν τὰ σκιρτήματα, καὶ ἀπαθείας, ἐκομίσω τὴν ἔλλαμψιν, δι’ ἧς ἔλαμψας, ὡς φωστὴρ ὑπερκόσμιος· ὅθεν σε μακαρίζομεν, ὡς θεῖον διδάσκαλον, τῆς ἐν Χριστῷ πολιτείας, καὶ παιδοτρίβην πανάριστον, αἰτούμενον πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ ἱερὸς Ἰσαάκ, τῆς ἡσυχίας ὑποφήτης θεόσοφος· ἐν ταύτῃ γὰρ ἠγωνίσω, ἀποκαθάρας σαυτόν, τῶν προσύλων πάντων δι’ ἀσκήσεως· ἐντεῦθεν ἀνύψωσαι, τῶν γηΐνων προλήψεων, καὶ ὅλος ὤφθης, τῇ καρδίᾳ μετάρσιος, φῶς τὸ ἄϋλον, ἀποῤῥήτως δεχόμενος· γνόφον γὰρ τὸν ὑπέρφωτον, ὑπῆλθες ἐν σώματι, καὶ καθαρῶς προσωμίλεις, νοΐ τελείῳ τῷ Κτίσαντι. Αὐτὸν ἐκδυσώπει, καὶ ἡμῖν δοθῆναι Πάτερ, φῶς θείας χάριτος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ ἱερὸς Ἰσαάκ, τῶν μοναστῶν καθηγητὴς καὶ ὑπόδειγμα, καὶ τύπος ἐν ἐγκρατείᾳ, καὶ νοερᾷ προσευχῇ, καὶ ἐν πᾶσι τρόποις βίου κρείττονος· ὡς πράξας γὰρ Ὅσιε, ὡς φησὶν ὁ Σωτὴρ ἡμῶν, καλῶς διδάσκεις, καθαρῶς πολιτεύεσθαι, ἐν σεμνότητι, καὶ ζωῆς τελειότητι· ὅθεν δίδου ἑκάστοτε, ἰσχὺν ἡμῖν ἄνωθεν, κατὰ τοὺς λόγους σου Πάτερ, εὐαρεστεῖν τῷ Θεῷ ἡμῶν, ὡς ἂν μετὰ τέλος, τοῦ Χριστοῦ τὴν Βασιλείαν, κληρονομήσωμεν.

Δόξα. Ἦχος β΄.

Τὸν ἐν ἀσκήσει ἰσάγγελον, καὶ ἐν ἀρεταῖς θεοειδῆ, Ἰσαὰκ τὸν θεοφόρον, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· ὡς γὰρ φοίνιξ ὑψίκομος, δακρύων ὄμβροις ἀρδευθείς, καρπὸν ἡδύτατον προσάγει, δι’ ἐνεργείας τοῦ Πνεύματος, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ· καὶ πρεσβεύει ἀπαύστως, τῷ Φωτοδότῃ Χριστῷ, ἱλασμὸν ἡμῖν διδόναι, καὶ πταισμάτων ἄφεσιν.

 

Καὶ νῦν. Θεοτοκίον

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀρετῶν ταῖς ἀκτῖσι καταλαμπόμενος, τῆς ἐν Χριστῷ πολιτείας φωστὴρ πολύφωτος, θεοφόρε Ἰσαὰκ ὤφθης ἐν Πνεύματι, καὶ κατευθύνεις ἀσφαλῶς, σωτηρίας πρὸς ὁδόν, διδάγμασι θεοπνεύστοις, τοὺς εὐφημοῦντάς σε Πάτερ, ὡς τοῦ Χριστοῦ θεῖον θεράποντα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἄστρον φαεινόν, ἐκ Συρίας ἐκλάμψας, πυρσεύεις μοναστῶν, τοὺς χοροὺς τῷ σῷ λόγῳ, καὶ λύεις τῶν παθῶν ἡμῶν, Ἰσαὰκ τὴν σκοτόμαιναν· σὺ γὰρ πέφηνας, υἱὸς φωτὸς καὶ ἡμέρας· ὅθεν χαίροντες, τὴν φωτοφόρον σου μνήμην, τελοῦμεν ὑμνοῦντές σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεὸν ὑπερφυῶς, σωματώσασα Κόρη, ἐῤῥύσω τῆς ἀρᾶς, τῆς ἀρχαίας τὸν κόσμον, καὶ ἅπαντας ἀνύψωσας, πρὸς τὴν πρώτην λαμπρότητα, τοὺς δοξάζοντας, τὸν Σὸν ἀνέκφραστον τόκον, καὶ ὑμνοῦντές Σε, ὡς τοῦ Κυρίου Μητέρα, Παρθένε πανάχραντε.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Φῶς τὸ ἄϋλον, ἐν σοὶ σκηνῶσαν, λύχνον ἄσβεστον, τῆς ἡσυχίας, θεοφόρε Ἰσαὰκ σὲ ἀνέδειξεν· ὅθεν πυρσεύεις ἡμῶν τὴν διάνοιαν, τῶν διδαχῶν σου τοῖς θείοις πυρσεύμασι· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σάρκα ἔλαβεν, ἄτρεπτος μείνας, ἐξ αἱμάτων Σου, τῶν παναχράντων, ὁ τὰ ὄντα ἐκ μὴ ὄντων στησάμενος, καὶ τῆς ἀρχαίας κατάρας ἐῤῥύσατο, τοὺς ἀδιστάκτῳ καρδίᾳ βοῶντάς Σοι· χαῖρε πάναγνε, Παρθένε Θεογεννήτρια, ἀνθρώπων ἱλαστήριον σωτήριον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῷ Θεῷ ἐκ καρδίας ἀνατεθείς, καὶ Αὐτῷ θεοφόρε εὐαρεστῶν, δοχεῖον πολύτιμον, θεϊκῶν ἐπιλάμψεων, τὸν νοῦν ἀνακαθάρας, δι’ ἔργων ἀσκήσεως, ἐδείχθης καὶ βραβεύεις, ἑκάστῳ τὰ πρόσφορα· ὅθεν ὡς ἀλείπτην, καὶ διδάσκαλον θεῖον, τελοῦντες τὴν μνήμην σου, ἱερῶς εὐφημοῦμέν σε, Ἰσαὰκ Πάτερ Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν Σωτῆρα τῶν ὅλων καὶ Ποιητήν, ἀποῤῥήτως τεκοῦσα μετὰ σαρκός, διάσωσον πάναγνε, τοῦ ἐχθροῦ τῆς μανίας με, καὶ τῆς σαρκός μου νέκρωσον, τὸ γήϊνον φρόνημα, πρὸς οὐρανὸν ἀνάγουσα ψυχῆς μου τὴν ἔφεσιν· Σὺ γὰρ Θεοτόκε, προστασία καὶ σκέπη, ἡμῶν καὶ διάσωσμα, τῶν ἀεὶ ἐκβοώντων Σοι, μετὰ πίστεως ἄχραντε· χαῖρε τῶν βροτῶν ἡ χαρά, καὶ Ἀγγέλων δόξα καὶ βασίλισσα, ἡ πιστοῖς αἰτουμένη, πταισμάτων συγχώρησιν.

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐργάτης δόκιμος γενόμενος, σαρκὸς μὲν εὐπάθειαν ἠρνήσω, καὶ πρὸς ἀσκητικοὺς ἀγῶνας ἀπεδύσω· καὶ τὴν κατ’ εἰκόνα Θεοῦ λαμπρότητα, ἐν τῇ ψυχῇ ἀναμορφώσας, πλουσίων δωρεῶν ἠξίωσαι, Ἰσαὰκ Πάτερ Ὅσιε· διὸ καὶ ἡμᾶς ἐνίσχυσον, τῆς ἀρετῆς τὴν τρίβον βαδίζειν, ὡς ἂν τῆς αἰωνίου ζωῆς, κληρονόμοι γενώμεθα.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Ἰσαὰκ ὁ Σύρος ἀνυμνείσθω. Γερασίμου.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

σχύν μοι δίδου καὶ λόγον τοῖς χείλεσι, Λόγε Θεοῦ καὶ Θεέ, ὅπως ἀνυμνήσω, Ἰσαὰκ τὸν Ὅσιον, τὸν σὲ λαμπρῶς δοξάσαντα, διὰ βίου τελείου, καὶ μοναστῶν τὰ συστήματα, λόγῳ θεοπνεύστῳ παιδεύοντα.

Σαρκὸς μισήσας πᾶσαν ἡδυπάθειαν ἀπὸ νεότητος, σὺν τῷ αὐταδέλφῳ, Ἰσαὰκ μακάριε, τρωθέντες θείῳ ἔρωτι, τὸν Σταυρὸν τοῦ Κυρίου, ἐπ’ ὤμων χαίροντες ἤρατε, καὶ ἀσκητικὸν βίον εἵλεσθε.

νακραθεὶς τῇ ἀγαπήσει Ὅσιε τοῦ Ζωοδότου Χριστοῦ, ὅλος ἐπτερώθης, πρὸς ζωὴν οὐράνιον, καὶ ξένος τε καὶ πάροικος, τῶν ἐν κόσμῳ ἐγένου, ἀσκητικοῖς ἀγωνίσμασι, Πάτερ Ἰσαὰκ παμμακάριστε.

Θεοτοκίον.

πειρογάμως τὸν Θεὸν ἐκύησας τὸν δι’ ἡμᾶς καθ’ ἡμᾶς, σάρκα γεγονότα, ἐξ ἁγνῶν αἱμάτων Σου, ἀναλλοιώτως Πάναγνε, Θεοτόκε Μαρία· διὸ ἡμᾶς ἀλλοιώσεως, τῆς ἐπὶ τὸ χεῖρον ἀπάλλαξον.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος

Καθαρθεὶς τὴν καρδίαν τῆς τῶν παθῶν σχέσεως, ὤφθης ἀπαθείας δοχεῖον, καὶ σκεῦος εὔχρηστον, βίου λαμπρότητος, δι’ ἐγκρατείας συντόνου, Ἰσαὰκ μακάριε, Ἀγγέλων σύσκηνε.

Οὐρανίων χαρίτων ἐμφορηθεὶς Ὅσιε, οἷα μιμητὴς τῶν Ἀγγέλων, τῇ πολιτείᾳ σου, βλύζεις ἑκάστοτε, ὡς γλυκασμὸν ἀφθαρσίας, λόγον ἐκ χειλέων σου, Πάτερ σωτήριον.

Σαρκικῶν βαρημάτων ἀπαλλαγεὶς Ὅσιε, εἵλου ἐν ἐρήμῳ οἰκῆσαι, Θεῷ ἑνούμενος, δι’ ἡσυχίας πολλῆς, καὶ προσευχῆς καὶ νηστείας· ὅθεν οἶκος γέγονας, τοῦ θείου Πνεύματος.

Θεοτοκίον.

περύμνητε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ τὴν παλαιὰν ἁμαρτίαν ἐξαφανίσασα, τὸν νοῦν μου καίνισον, τῇ χάριτί Σου Παρθένε, ἐκ τῆς παλαιότητος, παθῶν θλιβόντων με.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς λύχνος θεόφωτος τῆς ἡσυχίας σοφέ, ἐκλάμπεις τοῖς πέρασι τῆς ἐναρέτου ζωῆς, τὸ φῶς τὸ ἀνέσπερον· ὅθεν σε μοναζόντων, ὡς φωστῆρά σε θεῖον, μέλπομεν αἱ χορεῖαι, Ἰσαὰκ θεοφόρε, καὶ πόθῳ τοῖς φωτοφόροις σου λόγοις ἐγκύπτομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀπαύστως ἱκέτευε Παρθενομῆτορ ἁγνή, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν σαρκωθέντα ἐκ Σοῦ, δι’ ἄφατον ἔλεος, δοῦναι ἡμῖν πταισμάτων, τὴν συγχώρησιν Κόρη, λύσιν τε τῶν ἐν βίῳ, χαλεπῶν συμπτωμάτων· πρὸς Σὲ γὰρ Θεομῆτορ, ἐν πίστει προστρέχομεν.

 

ᾨδὴ δ’. Σύ μου ἰσχύς.

είθροις σοφέ, τῶν ἱερῶν διδαγμάτων σου, μοναζόντων, δῆμοι ἀρδευόμενοι, τῆς ἐγκρατείας τὸ καθαρόν, προσευχῆς τὸ σύννουν, καὶ ἀπαθείας τὰς χάριτας, λαμπρῶς καρποφοροῦσιν, Ἰσαὰκ μελῳδοῦντες· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

λῳ νοΐ, προσομιλῶν καὶ ἑνούμενος, θεοφόρε, τῷ ὑπὲρ κατάληψιν, θεωρουμένῳ μόνῳ Θεῷ, φωτισμοῦ ἐπλήσθης, τοῦ ὑπὲρ ἔννοιαν Ὅσιε, καὶ ὤφθης φωτοφόρος, τῆς ἡσυχίας στῦλος, καὶ λαμπτὴρ μοναζόντων πολύφωτος.

Σὺ τῷ Θεῷ, ἐν ἡσυχίᾳ ἐλάτρευσας, θεοφόρε, Ἰσαὰκ ὡς ἄσαρκος, πολιτευόμενος ἐν σαρκί, καὶ πολλῶν χαρίτων, παρὰ Χριστοῦ κατηξίωσαι, ἐξ ὧν κἀμοὶ μετάδος, ἐκβοῶντι ῥανίδα· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Θεοτοκίον.

νευ σπορᾶς, δίχα φθορᾶς ὑπὲρ ἔννοιαν, Θεοτόκε, τὸν ὑπὲρ κατάληψιν, Θεὸν τεκοῦσα μετὰ σαρκός, ἔλυσας τῆς Εὔας, τὴν καταδίκην τῷ τόκῳ Σου· διὸ κἀμὲ Παρθένε, τῆς φρικτῆς καταδίκης, ἐν τῇ ὥρᾳ τῆς κρίσεως λύτρωσαι.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Νοῦν τὸν σὸν ἀνατείνων, πρὸς τὸ κάλλος Ὅσιε Χριστοῦ τὸ ἄχραντον, ξένος τῶν ἐν κόσμῳ, Ἰσαὰκ ἀνεδείχθης τῷ βίῳ σου, καὶ πάντας προτρέπεις, ὑπερορᾶν τῶν φθειρομένων, καὶ ποθεῖν τὰ μηδόλως λυόμενα.

ποφήτης καὶ τύπος, τοῦ ἀγγελικοῦ πολιτεύματος πέφηνας, Ἰσαὰκ θεόφρον· διὰ τοῦτο ἡ χάρις τοῦ Πνεύματος, θεῖόν σε ποιμένα, καὶ Ἱεράρχην θεοφόρον, τῆς Χριστοῦ Ἐκκλησίας ἀνέδειξε.

Μυηθεὶς θεοφόρε, τῇ καθαρωτάτῃ ζωῇ σου τὰ κρείττονα, θεῖος ποιμενάρχης, Νινευΐ Ἰσαὰκ ἐχρημάτισας, τοῦ Εὐαγγελίου, διατρανῶν πᾶσι τὸν λόγον, καὶ ψυχῶν ἐκκαθαίρων τοὺς μώλωπας.

Θεοτοκίον.

Νεκρωθεὶς τῇ ἀπάτῃ, καὶ ἐπιβουλῇ τοῦ ὄφεως ἄχραντε, πρὸς Σὲ καταφεύγω, τὴν τεκοῦσαν ζωὴν τὴν αἰώνιον, ζώωσον τὸν νοῦν μου, τῇ ζωτικῇ Σου ἀντιλήψει, καὶ ζωήν με πρὸς ἄμεμπτον ἴθυνον.

 

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.

λάμπρυνας τὴν στολήν, ἱεραρχίας μακάριε, τηρήσει τῇ ἀκριβεῖ, τῶν θείων προστάξεων, Ἰσαὰκ θεόπνευστε· ὅθεν ὁ Σωτήρ σε, ὡς οἰκεῖον προσελάβετο.

θύνων σου τὴν ζωήν, πρὸς ἐφετῶν τὸ ἀκρότατον, Ἀρχιερεὺς ἀληθής, καὶ ὅσιος πέφηνας, τοῦ νόμου τῆς χάριτος, πᾶσιν ἀναπτύσσων, Ἰσαὰκ τὰ παραγγέλματα.

Σοφίᾳ πνευματικῇ, τῇ ἐκ τῶν ἔργων κοσμούμενος, διδάσκαλος μοναστῶν, ὤφθης ἐνθεώτατος, διδαχαῖς καὶ πράξεσιν, ἡμᾶς κατευθύνων, Ἰσαὰκ πρὸς τελειότητα.

Θεοτοκίον.

Θεὸν τεκοῦσα σαρκί, τὸν Ὑπερούσιον ἄχραντε, οὐσίαν τὴν τῶν βροτῶν, ἐκ τῆς καταπτώσεως, πρὸς ὕψος ἀνήγαγες, τῆς πάλαι εὐκλείας· διὰ τοῦτό Σε δοξάζομεν.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῇ ἰσαγγέλῳ πολιτείᾳ σου μακάριε, τοῦ Παρακλήτου ἀνεδείχθης θεῖον ὄργανον, Ἰσαὰκ καὶ μοναζόντων τύπος ἐν πᾶσιν· ἀλλ’ ὡς χάριτος τῆς θείας ἐνδιαίτημα, χάριν αἴτησαι ἡμῖν καὶ φῶς οὐράνιον, τοῖς βοῶσί σοι· χαίροις Πάτερ θεόσοφε.

Ὁ Οἶκος.

Ἄγγελος ἐν ἀσκήσει, ἐν σαρκὶ ἀνεδείχθης, παμμάκαρ Ἰσαὰκ θεοφόρε, καὶ τῇ ἀγγελικῇ σου φωνῇ, λόγους ἡμῖν σωτηρίας παρέθηκας, δι’ ὧν ζωὴν πρὸς κρείττονα, ὁδηγούμενοί σοι βοῶμεν·

Χαῖρε, τὸ ἄστρον τὸ ἐκ Συρίας·

χαῖρε, ὁ λύχνος τῆς ἡσυχίας.

Χαῖρε, γεηρῶν φρονημάτων ὑπέρτερε·

χαῖρε, φωτισμοῦ οὐρανίου συμμέτοχε.

Χαῖρε, στήλη θεοτύπωτος, ἱερῶν ἡσυχαστῶν·

χαῖρε, στόμα τὸ μελίῤῥυτον, διδαχῶν πνευματικῶν.

Χαῖρε, ὅτι ἐπλήσθης θεοσδότου σοφίας·

χαῖρε, ὅτι λυτροῦσαι τῶν παθῶν τῆς κακίας.

Χαῖρε, Χριστοῦ θεράπων θερμότατος·

χαῖρε, ἡμῶν διδάσκαλος ἔνθεος.

Χαῖρε, σοφὲ Ἰσαὰκ θεοφόρε·

χαῖρε, ἡμῶν ὁδηγὲ θεηγόρε.

Χαίροις, Πάτερ θεόσοφε.

 

Συναξάριον.

Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἰσαὰκ τοῦ Σύρου

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ’. Θεοῦ συγκατάβασιν.

ς ἥλιος πάμφωτος, ἐν μοναζόντων χορείᾳ ἔλαμψας, ὡς ἀκτῖνας δὲ Πάτερ, τῶν διδαγμάτων σου τὴν λαμπρότητα, πᾶσιν ἀστράπτεις τοῖς πίστει κραυγάζουσιν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γνωρίζει σε Ὅσιε, ἡ μοναζόντων σεπτὴ ὁμήγυρις, ὁδηγὸν θεοφόρον, καὶ ὑποφήτην πρὸς βίον κρείττονα, καὶ κατὰ χρέος γεραίρει τὴν μνήμην σου, Πάτερ σοφὲ Ἰσαάκ, ἡσυχαστῶν ὁ κανών.

πήρθης τῷ Πνεύματι, πρὸς θεωρίας τῶν ὑπὲρ ἔννοιαν, μυστικῶν θεαμάτων, καὶ μυστηρίων δόξης τῆς κρείττονος, καὶ θεωθεὶς ἐν μεθέξει ἐκραύγαζες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

υπῶσαν τοῖς πάθεσιν, τοῖς τοῦ ἀλάστορος τὴν καρδίαν μου, ἀποκάθαρον Κόρη, τοῦ Σοῦ ἐλέους πλουσίοις νάμασι, καὶ τοῦ νοός μου τὴν σκότωσιν σκέδασον, ἵνα κατίδω τὸ φῶς, τὸ ἀναλάμψαν ἐκ Σοῦ.

 

ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.

γγελικῶς ἐβίωσας, Ἰσαὰκ παμμακάριστε, καὶ δι’ ἡσυχίας καὶ παθῶν νεκρώσεως, ζωῆς ἐγεώργησας, μελλούσης τὰ προοίμια· νῦν δὲ σὺν Ἀγγέλοις, ἐν ὑψίστοις κραυγάζεις· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Συντονωτάταις χρώμενος, προσευχαῖς καὶ δεήσεσι, τῷ Θεῷ ἡνώθης νοὸς καθαρότητι· καὶ ὤφθης μακάριος, καὶ πλήρης θείας χάριτος, ἔτι περιών, ἐν τῷ ῥοώδει σαρκίῳ· καὶ νῦν ἐν τοῖς ὑψίστοις, λελυμένος τῆς ὕλης, ἀνακεκαλυμμένως, τρυφᾷς τῶν ὑπὲρ λόγων.

εραρχίας ἔνδυμα, ἱερῶς ἐνδυσάμενος, τοῦτο θεοφόρε ἔδειξας λαμπρότερον, ὁσίοις καμάτοις σου, καὶ ἀρετῶν ἀσκήσεσι· νῦν δὲ Ἰσαάκ, σὺν Ἱεράρχαις Ἁγίοις, καὶ δήμοις τῶν Ὁσίων, τὴν μυστικὴν θυσίαν, Κυρίῳ ἀναφέρεις, αἰνέσεως ἀΰλου.

Θεοτοκίον.

Μητροπρεπῶς ἐθήλασας, παρθενίας τὰ σήμαντρα, καὶ μετὰ τὸν τόκον σώζουσα ἀλώβητα, Ὃν ἔτεκες Κύριον, καὶ φέρεις ὥσπερ νήπιον, Δέσποινα Παρθένε, Θεοτόκε Μαρία. Αὐτὸν οὖν ἐκδυσώπει, ἱλασμὸν τῶν πταισμάτων, διδόναι τοῖς ὑμνοῦσι, τὴν ἄῤῥητόν Σου δόξαν.

 

 

 

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.

μέγας ἐν Ὁσίοις καὶ ἀσκηταῖς, Ἰσαὰκ τῆς Συρίας τὸ βλάστημα, τοῦ ἐν Χριστῷ, βίου θεοφόρος μυσταγωγός, καὶ μυστογράφος ἄριστος, καὶ τῶν μοναζόντων φωταγωγός, ὑμνείσθω ἐπαξίως, ὡς τῷ Θεῷ πρεσβεύων, ἡμῖν διδόναι θεῖον ἔλεος.

πῆλθες τοὺς ἀγῶνας τοὺς εὐαγεῖς, τῆς ὁσίας ἀσκήσεως Ὅσιε, καὶ ἐξ αὐτῶν, ἅπασαν σοφίαν ἀσκητικήν, θεοπρεπῶς μεμύησαι, καὶ τὰς σοφιστείας τοῦ πονηροῦ, ἡμᾶς σοφῶς διδάσκεις, ἐκφεύγειν θεοφόρε, καὶ ἐναρέτως πολιτεύεσθαι.

Μετέστης πρὸς τὴν δόξαν τὴν ἀληθῆ, ἧσπερ πρὶν τὰ ἐμφάσεις ἐκέκτησο, καὶ καθορᾷς, πρόσωπον πρὸς πρόσωπον τοῦ Χριστοῦ, τὴν ὑπὲρ νοῦν λαμπρότητα, Ἰσαὰκ Ὁσίων ἡ καλλονή· ἀλλὰ μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν μετὰ πόθου εὐφημούντων σε.

Θεοτοκίον.

Μητράναδρε Παρθένε ἡ τὸν Θεόν, ἀποῤῥήτως τεκοῦσα ἐν σώματι, σωματικῶν, ὀδυνῶν με ῥῦσαι καὶ χαλεπῆς, ἀναισθησίας λύτρωσαι, τὴν πολυαμάρτητόν μου ψυχήν, καὶ φώτισον τὸν νοῦν μου, φωτὶ τῆς μετανοίας, ἵνα ὑμνῶ Σε πολυΰμνητε.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἀσκητικοῖς παλαίσμασι, τὸν νοῦν σου καθηράμενος, τῆς τῶν παθῶν συναφείας, φωτὸς ἐπλήσθης ἀΰλου, καὶ καταυγάζεις ἅπαντας, ἀκτῖσι ταῖς τῶν λόγων σου· σὺ γὰρ ὡς πράξας Ὅσιε, τὸ θέλημα τοῦ Κυρίου, ἡμᾶς διδάσκεις τὰ κρείττω.

Θεοτοκίον.

Ὑπερφυῶς κυήσασα, τὸν Ποιητὴν τῆς κτίσεως, ἐν ὕλῃ τῇ ἀνθρωπίνῃ, καὶ μετὰ τόκον Παρθένος, μείνασα ἀδιάφθορος, φθορᾶς παθῶν με λύτρωσαι, τῇ Σῇ πολλῇ χρηστότητι, Θεογεννῆτορ Παρθένε, καὶ σῶσόν με τὸν Σὸν δοῦλον.

 

Αἶνοι. Ἦχος πλ. α΄. Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ, Ἰσαὰκ μακάριε, τῆς μακαρίας ζωῆς, ἐραστὴς ἐκ νεότητος, ὤφθης ἐνθεώτατος, παριδὼν κόσμον ἅπαντα· καὶ ἐγκρατείᾳ σαρκὸς τὸ φρόνημα, ἀπονεκρώσας σκεῦος πολύτιμον, ὤφθης τοῦ Πνεύματος, ψυχικὴν σκοτόμαιναν, ἀποσοβῶν, λόγῳ τῷ τῆς χάριτος, ὃς σοὶ δεδώρηται.

 

Πάτερ, Ἰσαὰκ θεσπέσιε, δι’ ἡσυχίας πολλῆς, πρὸς οὐράνιον ἔρωτα, τὸν νοῦν σου ἐπτέρωσας, σεαυτὸν ἀρνησάμενος· καὶ θεωρίαις θείαις καὶ πράξεσιν, ἡμᾶς παιδεύεις πρὸς τελειότητα· ὅθεν τιμῶμέν σε, ὡς σοφὸν διδάσκαλον καὶ ὁδηγόν, τὴν ἁγίαν μνήμην σου, πανηγυρίζοντες.

 

Πάτερ, Ἰσαὰκ θεόσοφε, τῇ εὐδοκίᾳ Θεοῦ, Ἱεράρχης θεόληπτος, καὶ ποιμὴν καὶ πρόεδρος, Νινευΐ ἐχρημάτισας, καὶ ἐνταλμάτων νόμου τῆς χάριτος, πᾶσι τὴν τήρησιν καθυπέδειξας, παιδεύων ἅπαντας, τῷ σῷ ὑποδείγματι, εἵκειν πιστῶς, σωτηρίοις ῥήμασι, τοῦ παντοκράτορος.

 

Πάτερ, Ἰσαὰκ ἀοίδιμε, τὴν ἐν ἐρήμῳ ζωήν, δι’ ἧς ὤφθης ἰσάγγελος, καὶ Θεὸν ἐδόξασας, τῇ συντόνῳ ἀσκήσει σου, καλῶς τελέσας πρὸς ὑπερκόσμιον, λῆξιν ἀνῆλθες καὶ ἀδιάδοχον· ὅθεν ἱκέτευε, πάντοτε δεόμεθα, ὑπὲρ ἡμῶν, τῶν ἑορταζόντων σου, μνήμην τὴν πάμφωτον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῷ φόβῳ τοῦ κρείττονος, ῥυθμίζων τὴν ζωήν, τῶν φθειρομένων τὰς ἰδέας, ἐκ τῆς ψυχῆς ἐξήλειψας Ὅσιε· δι’ ἡσυχίας γὰρ πολλῆς, καὶ ἐγκρατείας καὶ νήψεως, ἐν τῷ νοΐ τὴν εἰκόνα, τῆς ἀσκητικῆς πολιτείας διέγραψας, καὶ ἐκ τοῦ πλούτου τῆς καρδίας σου, πᾶσι παρέχεις, σωτηριώδη διδάγματα. Καὶ νῦν Ἰσαὰκ Πατὴρ ἡμῶν, τῷ Τρισηλίῳ φωτὶ παριστάμενος, λύτρωσαι ἡμῶν παθῶν ζοφώσεως.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ἡσυχίας θεῖος κανών· χαίροις μοναζόντων, ὁ διδάσκαλος ὁ σοφός· χαίροις ὁ παρέχων, τὰ πρόσφορα ἑκάστῳ, τῆς χάριτος τῷ λόγῳ, Ἰσαὰκ Ὅσιε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου