ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΖ΄!!
ΑΚΥΛΙΝΑ ΝΕΟΜΑΡΤΥΣ ΖΑΓΚΛΙΒΕΡΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γεράσιμος μοναχὸς Μικραγιαννανίτης)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς νομίμως ἀθλήσασα, ἐν ὑστέροις τοῖς ἔτεσι, τῷ Χριστῷ νενύμφευσαι καλλιπάρθενε, καὶ φοινιχθεῖσα τοῖς αἵμασιν, Αὐτῷ προσενήνεξαι, ὥσπερ θῦμα λογικόν, καὶ θυσία εὐπρόσδεκτος, καὶ συμμέτοχος, τῶν Μαρτύρων τῆς δόξης Ἀκυλίνα, ὡς σεμνὴ Παρθενομάρτυς, περιφανῶς ἀναδέδειξαι.
Τῆς μητρὸς τὴν εὐσέβειαν, θησαυρὸν ὡς οὐράνιον, τῇ ψυχῇ σου φέρουσα θείᾳ χάριτι, τῆς πατρικῆς οὐ κατέπτηξας, ἀνδρείῳ φρονήματι, ἀσεβείας τὴν φοράν, τοῦ Χριστοῦ δούλη πέφυκα, ἀνακράζουσα, καὶ Αὐτοῦ τετρωμένη τῇ ἀγάπῃ, Ἀκυλίνα Νεομάρτυς, ἀθλητικῶς ἠνδραγάθησας.
Οὐ νεότης τοῦ σώματος, οὐ τὸ χαῦνον τοῦ θήλεος, τῆς Χριστοῦ ἀγάπης σε διεχώρισαν, ἀλλ’ ἀπτοήτως ὑπέμεινας, μαστίγων τὴν ἔφοδον, καὶ τυράννων ἀπειλάς, τῆς καρδίας τοῖς ὄμμασιν, ἀτενίζουσα, πρὸς Χριστὸν τὸν Σωτῆρα Ἀκυλίνα, Οὗ εἰς χεῖρας ἐναπέθου, τὸ καθαρώτατον πνεῦμά σου.
Τί πεποίηκας θύγατερ; ἡ θεόληπτος μήτηρ σου, μετὰ πολυώδυνον Μάρτυς βάσανον, ἀπολαβοῦσά σε ἔκραζεν· ὦ μῆτερ ἐβόησας, πειθαρχήσασα πιστῶς, τοῖς ἁγίοις σου ῥήμασιν, ὡμολόγησα, τὸν Χριστὸν ἐναντίον τῶν ἀπίστων, Οὗ πορεύομαι τῇ δόξῃ, καλῶς τὸν δρόμον τελέσασα.
Εἰς ὀσμὴν μύρων ἔδραμες, γραφικῶς τοῦ νυμφίου σου, μαρτυρίου στάδιον διανύσασα, τὸ δὲ πολύαθλον σῶμά σου, ὡς θεῖον ἀλάβαστρον, εὐωδίαν θαυμαστήν, ἐνεργείᾳ τοῦ Πνεύματος, πᾶσιν ἔπνευσεν, ἀπαγόμενον Μάρτυς εἰς κηδείαν, καὶ φῶς θεῖον τῷ σῷ τάφῳ, τὴν σὴν ἐδήλου λαμπρότητα.
Ζαγκλιβέριον γάνυται, ἡ βλαστήσασα κώμη σε, ὥσπερ ἄνθος εὔοσμον καὶ ἀμάραντον, καὶ τὴν ἁγίαν σου ἄθλησιν, γεραίρει κραυγάζον σοι· σύ μου δόξα καὶ χαρά, καὶ μεσῖτις πρὸς Κύριον, καὶ ἀντίληψις, Ἀκυλίνα σεμνὴ Παρθενομάρτυς, καὶ τῇ σῇ προστρέχον σκέπῃ, ἐκ πάσης ῥύομαι θλίψεως.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἔαρ νοητόν, ἐν μεταπώρῳ ἐξέλαμψεν, ἡ τῆς Νεομάρτυρος Ἀκυλίνης μνήμη, τοὺς εὐσεβεῖς εὐφραίνουσα, ὡς γὰρ ἄνθος πεδίου, ἐν μέσῳ γενεᾶς σκολιᾶς ἀνθήσασα, ἀθλητικῇ χάριτι ἡμᾶς προτρέπεται βοῆσα· χαίροις ἡ ἐν ἁπαλῷ σώματι, τὸν ἀρχαῖον πτερνιστὴν καταβαλοῦσα, ἐν τῇ δυνάμει τῆς πίστεως· χαίροις Παρθενομάρτυς ἔνδοξε, λαμπὰς ἡ νεόφωτος, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας· χαίροις τῆς ἐνεγκομένης σὲ κώμης, εὖχος ἱερόν, καὶ προστάτις καὶ ἔφορος καὶ θεῖον καταφύγιον. Χριστῷ τῷ σῷ Νυμφίῳ πρέσβευε, σώζεσθαι ἐκ πάσης ἀνάγκης, τοὺς τελοῦντας τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ ἀνάγνωσμα (31,10-20)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′. 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α'.
Εὐφραίνεται ἐνθέως ἡ σὴ πατρὶς Ἀκυλίνα, καυχωμένη τοῖς σπαργάνοις σου, καὶ τῇ λαμπρᾷ σου ἀθλήσει. Θεοπρεπῶς γὰρ ἀναχθεῖσα, μητρικαῖς ὑποθήκαις, ἄτρωτος διέμεινας, τῇ τοῦ πατρὸς δυσσεβείᾳ. Καὶ τῶν μαστίγων τὰς ὀδύνας, ὡς ἀδάμας ὑποστᾶσα, τῶν Μαρτύρων τὸ σκάμμα ὑπῆλθες, καὶ λαμπαδηφόρος ἀνῆλθες, ὡς παρθένος φρονίμη, καὶ Μάρτυς ἀήττητος, εἰς νυμφῶνα οὐράνιον, ἀπαύστως πρεσβεύουσα, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος β΄.
Ἀθλητικὴν ἐπιδειξαμένη ἔνστασιν, τυραννικὴν καθεῖλες ὠμότητα, Ἀκυλίνα καλλιπάρθενε. Σὺ γὰρ ἀνδρωθεῖσα τὴν φρένα, πατρικὴν ἐξεμυκτήρισας ἀθεότητα, τὰς τῶν ἐχθρῶν μὴ πτοηθεῖσα ἀπειλάς, καὶ ἐπαγγελιῶν μὴ χαυνωθεῖσα παροχαῖς, καὶ τὸ ἁγνὸν σαρκίον σου δαπανηθὲν μαστίγων πληγαῖς, τοῦ ἐχθροῦ κατέτρωσε, καιρίως τὴν καρδίαν. Καὶ νῦν μαρτυρικῷ διαδήματι, κοσμηθεῖσα παρὰ Χριστοῦ, ἱκέτευε δεόμεθα, καλλιμάρτυς ἔνδοξε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Μακαρίας μητρός, θεοειδὴς θυγάτηρ ὤφθης, πίστεως δόγμασιν, ἢ γάλακτι τραφεῖσα, Ἀκυλίνα σεμνοπάρθενε. Καὶ ἐν ἁγίοις ἄθλοις ἀριστεύσασα, τῆς ἐν σοὶ θείας ἀγάπης τὸ πῦρ, πᾶσιν ἐξέφηνας. Διὸ ἡ τεκοῦσά σε, ἠγλαϊσμένην σε ἰδούσα θείοις στίγμασι, καὶ τῆς φωνῆς σου ἀκούσασα, βεβαιούσης τὰ κρείττονα, ἐν κρυφίᾳ ἐβόα χαρᾷ· πορεύου ὦ τέκνον φίλτατον, τὴν πρὸς Χριστὸν πορείαν, Ὃν ὑπὲρ πάντα ἠγάπησας, καὶ πρέσβευε ἀπαύστως, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Δόξα. Ἦχος δ΄.
Τὴν ἐν Μάρτυσι παρθένον, Ἀκυλίνα τὴν Νεομάρτυρα, μαρτυρικοῖς ἐγκωμίοις καταστέψωμεν. Τὸ γὰρ χαῦνον τῆς φύσεως ἀποῤῥίψασα, πρὸς μαρτυρικοὺς ἀγῶνας ἀπεδύσατο. Καὶ πρὸς τὴν ἁμαρτίαν μέχρι αἵματος ἀντικαταστᾶσα, ἀθλητικαῖς ἐνστάσεσι, τῶν μὲν πάλαι Μαρτύρων, ἰσότιμος ὤφθη, τοῦ δὲ πόθου τῆς Προμήτορος Εὔας ἠξίωται, τὸν καρπὸν τῆς ζωῆς τρυγήσασα, ὡς Χριστοῦ νύμφη ἄφθορος. Ἀλλ’ ὦ Παρθενομάρτυς ἔνδοξε, τῆς αἰωνίου ζωῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ὁ σὸς δείλαιος πατήρ, εἷλκέ σε βιαίως θεόφρον, πρὸς ἀσεβείας κρημνόν, τότε ἀκατάπληκτος, ἔστης καὶ ἄσειστος, τοῖς ἐχθρῶν μηχανήμασιν, εὐτόλμως βοῶσα· τὸν Χριστόν μου σέβομαι, ὡς Ποιητὴν καὶ Θεόν, ὅθεν, καθελοῦσα τὸν ὄφιν, νίκης τὸ βραβεῖον ἐδέξω, Μάρτυς Ἀκυλινα καλλιπάρθενε.
Στ.: Ὑπομενων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὅτε, τῶν μαστίγων ταῖς πληγαῖς, ἅπαν σου τὸ σῶμα ἐτρώθη, ἐχθρῶν ὡμότητα, τότε Μάρτυς ἔλεγες, τῇ σῇ ἁγίᾳ μητρί· μὴ πτοοῦ μηδὲ στύγναζε, ὦ μῆτέρ μου ὅλως, ἐγὼ γὰρ ἐδόξασα, Χριστοῦ τὸ ὄνομα, ὅθεν, νικηφόρος ἀνῆλθες, πρὸς τὰς οὐρανίους παστάδας, καὶ Χριστοῦ ὁρᾷς τὴν ὡραίοτητα.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, Νεομάρτυς τοῦ Χριστοῦ, Παρθενομαρτύρων τῶν πάλαι, ἡ ἰσοστάσιος, Ἀκυλίνα πάνσεμνε, Ζαγκλιβερίου χαρά, καὶ τερπνότατον βλάστημα, καὶ Μακεδονίας, θεῖον ἀγαλλίαμα, καὶ σεμνολόγημα, χαῖρε, συμπολῖτις Ἀγγέλων, καὶ τῶν σὲ ὑμνούντων προστάτις, καὶ θερμὴ πρὸς Κύριον μεσίτρια.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν μητρικὴν ἐνστερνισαμένη πίστιν, τὴν πατρώαν ἀπώσω ἀπάτην, ἐν θεολήπτῳ ψυχῇ, Ἀκυλίνα Μάρτυς ἀήττητε. Καὶ τῇ ἄνωθεν ῥοπῇ, ἐν ἀσθενείᾳ φύσεως, τὸν ἰσχυρὸν ἐν κακίᾳ, ἐθριάμβευσας δράκοντα, ἀθλητικοῖς πόνοις ἀνδραγαθήσασα. Καὶ νῦν Μαρτύρων δήμοις, θεουμένη κατὰ μέθεξιν, ἀδιαλείπτως ἱκέτευε, τὸν σον νυμφίον Χριστόν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μητρὸς σου τοῖς ῥήμασι στοιχειωθεῖσα πιστῶς, πατρὸς τὴν ἀσέβειαν ἀπεβδελύξω στεῤῥῶς, ἐνθέῳ φρονήματι· ὅθεν καὶ τῶν μαστίγων, ἐνεγκοῦσα τὸ ἄλγος, ἤθλησας Ἀκυλίνα, ὡς παρθένος φρονίμη· διὸ Παρθενομάρτυς, τιμῶμεν τοὺς ἄθλους σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς Μάρτυς τοῦ Χριστοῦ, καὶ σεμνὴ Ἀθληφόρος, καθεῖλες τοῦ ἐχθροῦ, τὴν ὀφρὺν καὶ τὸ θράσος, ῥωσθεῖσα θείου Πνεύματος, Ἀκυλίνα τῇ χάριτι, ὅθεν στέφανον, τῆς ἀφθαρσίας ἐδέξω, ἱκετεύουσα, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς μόνη ἐκλεκτή, ἐξ αἰῶνος φανεῖσα, ἐδόξα ἐν γαστρί, τὸν τῶν ὅλων Δεσπότην, καὶ τοῦτον Κόρη τέτοκας, Θεὸν ἅμα καὶ ἄνθρωπον, οὗ νεάνιδες, κατατρωθεῖσαι τῷ πόθῳ, παναμώμητε, ἤθλησαν γνώμῃ ἀνδρείᾳ, ὑμνοῦσαι τὴν δόξαν Σου.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Χορὸς Ἀγγελικός.
Νεᾶνις ἁπαλή, τὸ μετέωρον ὄμμα, τοῦ πάλαι πτερνιστοῦ, καταβέβληκεν ἄρτι, γενναίως ἀθλήσασα, Ἀκυλίνα ἠ πάνσεμνος, ὦ τοῦ θαύματος! πῶς καλλιπάρθενος κόρη, ἀκατάβλητος, τῆς εὐσεβείας τῇ πέτρᾳ, καὶ ἄσειστος ἔμεινας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Νυμφὼν φωτοειδής, καὶ ὑπέρλαμπρος ὤφθης, κυήσασα ἡμῖν, ἐξ ἁγνῶν Σου αἱμάτων, Χριστὸν τὸν φορέσαντα, τῶν ἀνθρώπων τὸ φύραμα, καὶ δοξάσαντα, τῆς Ἀκυλίνης τὴν μνήμην, θείαις χάρισι, Παρθενομῆτορ Μαρία, βροτῶν ἡ ἀνάκλησις.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνδρείως ὑπήνεγκας τὰς τῶν μαστίγων πληγάς, καὶ πάσας συνέτριψας τὰς τοῦ ἐχθροῦ μηχανάς, ἀθλήσεως σκάμμασιν, ὅθεν ὀσμὴν ἁγίαν, τὸ σὸν πάνσεπτον σῶμα, ἔμπνευσεν Ἀκυλίνα, θεϊκῇ χορηγίᾳ, καὶ πᾶσαν δυσωδίαν, τῆς πλάνης διέλυσε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀφράστως κυήσασα τὸν Βασιλέα Χριστόν, ἡμᾶς ἐκλυτρούμενον τῶν αἰωνίων δεσμῶν, δι’ ἔλεος ἄφατον, νέκρωσον Θεοτόκε, ζωτικῇ Σου πρεσβείᾳ, πᾶσαν τὴν ἐνοικοῦσαν, ἐν ἐμοὶ ἁμαρτίαν, καὶ ἴθυνόν με δέομαι, πρὸς ζωὴν ἐνάρετον.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ πρόσεσχέ μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῶν 10 Παρθένων. Ζήτει αὐτὸ τῷ ΙΖ΄ Σαββάτῳ Ματθαίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον τῶν εὐσεβῶν αἱ χορείαι, ἐν ἕν συνδραμοῦσαι, τὴν σὴν μνήμην ἑορτάζομεν, Ἀκυλίνα Μάρτυς σεμνή. Σὺ γὰρ ἐν ὑστέροις ἔτεσι, τῆς ἀληθείας ὑπεραθλήσασα, τὴν τοῦ ψεύδους ἀπάτην ἤσχυνας, καὶ τὸν Χριστὸν ἐδόξασας, οἰκείοις μέλεσι. Καὶ νῦν τῆς δόξης Αὐτοῦ, ἀνακεκαλυμμένως τρυφῶσα, πρέσβευε δεόμεθα, ῥύεσθαι ἡμᾶς, πάσης θλίψεως.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Ἄκος ὑπάρχεις εὐσεβῶν Ἀκυλίνα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀκτῖσι τοῦ Πνεύματος, αὐγαζομένη θεόνυμφε, συνέσεως αἴγλην μοι, δοθῆναι πρέσβευε, ἵνα μέλψω σου, τοὺς ἄθλους Ἀκυλίνα· δι’ ὧν ἐμεγάλυνας, Χριστὸν τὸν Κύριον.
Κοσμίως τὸν βίον σου, τῆς εὐσεβείας τοῖς ἤθεσιν, ἀνύουσα πάνσεμνε, χοροὶ μητρὸς εὐσεβοῦς, ἠνδραγάθησας, μαρτυρικοῖς ἀγῶσι· διὸ Ἀκυλίνα σε, Χριστὸς ἐδόξασε.
Ὁρῶν τῆς καρδίας σου, τὸν θησαυρὸν τὸν ἀκήρατον, συλῆσαι ἐπῆλθέ σοι, ὁ τῶν δικαίων ἐχθρός, τῇ τοῦ ἄφρονος, πατρός σου συνεργίᾳ, ἀλλ’ ἥττηται πάνσεμνε, τῇ σῇ στεῤῥότητι.
Σκιρτᾷ τῇ σῇ χάριτι, καὶ ἑορτάζει τὴν μνήμην σου, ἡ σὲ τιθηνήσασα, πατρίς σου πάνσεμνε, ἣν περίεπε, θεόφρον Ἀκυλίνα, ταῖς σαῖς πρὸς τὸν Κύριον, θερμαῖς δεήσεσι.
Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον, περικαλλὲς Κόρη πέφηνας, ἀτρέπτως χωρήσασα, Χριστὸν τὸν Κύριον, Ὃν νεάνιδες, θεόφρονες ποθοῦσαι, Αὐτοῦ ἠκολούθησαν, πιστῶς τοῖς ἴχνεσι.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Πατρώαν μισήσασαν μανίαν, Πατρὸς οὐρανίου εὐκλεής, θυγάτηρ ἐχρημάτισας, τῇ σταθηρᾷ ἀθλήσει σου, ᾧ Ἀκυλίνα πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Ἀντέστης ἀνδρείως τοῖς ἀνόμοις, Χριστὸν κεκτημένη ἀρωγόν, Παρθενομάρτυς ἔνδοξε, καὶ τῶν μαστίγων ἔφερες, τοὺς σπαραγμοὺς ὡς ἄσαρκος, ἐχθροῦ τὴν πλάνην σπαράττουσα.
Ῥήμασιν ἐνθέοις τῆς μητρός σου, ῥωσθεῖσα τὸν νοῦν καὶ τὴν ψυχήν, ἀνδρείως ὡμολόγησας, την κλῆσιν τὴν Χριστώνυμον, καὶ τῶν ἀπίστων ἤσχυνας, Παρθενομάρτυς τὴν δύναμιν.
Θεοτοκίον.
Χριστὸν τὸν τῶν ὅλων Βασιλέα, τεκοῦσα ἐν σώματι ἁγνή, τοῦ σώματός μου ἴασαι, Παρθένε τὰ συντρίμματα, καὶ κληρονόμον δεῖξόν με, τῆς τῶν δικαίων λαμπρότητος.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεβλήθη ἀληθῶς, τῆς ἀσεβείας ἡ ὀφρύς, καὶ ἠσχύνθη ἐμφανῶς, ὁ ἀνθρωπόλεθρος ἐχθρός, τῇ σῇ ἐνστάσει Ἀκυλίνα θεόληπτε, σὺ γὰρ τὸν Χριστόν, ὁμολογήσασα, ἤνεγκας στεῤῥῶς, πληγὰς καὶ μάστιγας, καὶ νικηφόρος φανεῖσα ἐν ἅπασιν, εἰς οὐρανοὺς ἀνελήλυθας, καὶ νῦν δυσώπει, ὑπὲρ τῶν πίστει, ἀνευφημούντων τοὺς ἄθλους σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν προάναρχον Θεόν, καὶ συνοχέα τοῦ παντός, περιέχεις ἐν χερσί, καθάπερ νήπιον ἁγνή, σωματωθέντα ἐξ ἀχράντων αἱμάτων Σου, τίς Σου ἀληθῶς, ὑμνήσει ἄχραντε, δόξης τῆς πολλῆς, πλοῦτον τὸν ἄπειρον; Σὺ γὰρ θρόνος ὤφθης περίβλεπτος, καὶ φωταυγὲς ἐνδιαίτημα, ἀλλ’ ὦ Παρθένε, σκέπε καὶ σῶζε, τοὺς προσιόντας τῇ σκέπῃ Σου.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἔστης ἀκατάπληκτος Μάρτυς σεμνή, μέσον τῶν τυράννων κραυγάζουσα· πίστιν τὴν θείαν, οὐκ ἀρνοῦμαι τοῦ Χριστοῦ, δι’ ἣν καὶ θνήσκω χαίρουσα, ἵνα ζωὴν ζήσω τὴν ἄληκτον.
Ἴδε τὴν μητέρα σου τέκνον ἐμόν, καὶ λόγον μοι δὸς εἰς παράκλησιν, ἡ σὲ τεκοῦσα, ἀνεβόα μητρικῶς, ὡς εἶδεν ἔτι ζῶσάν σε, καὶ ζωοποιὸν σχοῦσαν νέκρωσιν.
Σύμμαχον τὴν δύναμιν τοῦ Ἰησοῦ, μῆτερ ἐν τοῖς ἄθλοις πλουτήσασα, τῆς εὐσεβείας, ἀσινῆ τὸν θησαυρόν, ὡς ἔφης μοι τετήρηκα, Μάρτυς τῇ μητρί σου ἐβόησας.
Εἵλκυσάν σε θύγατερ τῶν τοῦ Χριστοῦ, θείων ἀρωμάτων ἀπόῤῥοιαι· ὅθεν πορεύου, πρὸς αἰώνιον ζωήν, ἐβόα Ἀκυλίνα σοι, ἡ σὲ μητρικῶς τιθηνήσασα.
Θεοτοκίον.
Ὕψωσας τὸν ἔκπτωτον Κόρη Ἀδάμ, τὸν Θεὸν τὸν Ὕψιστον τέξασα, τὸν ἀνυψοῦντα, ταπεινοῦς ἀπὸ παθῶν, καὶ κράτος καταράσσοντα, τῶν ὑπερηφάνων ὡς γέγραπται.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Στολῆς τῆς τοῦ σώματος, της αἰσθητῆς γεγύμνωσαι, τῇ τῶν ῥαβδισμάτων παρατάσει, καὶ ἀφθαρσίας περιβολὴν θαυμαστήν, τὴν ἐξυφανθεῖσάν σοι σεμνή, Πνεύματος τῇ χάριτι, Ἀκυλίνα ἠμφίεσαι.
Ἐμφρόνως ἀπέπτυσας, ὡς οὐρανόφρων πάνσεμνε, τὰς προτεινομένας δωρεάς σοι, καὶ ἐπιγείων πᾶσαν ἀπόλαυσιν, μόνον τὸν ἐράσμιον Χριστοῦ, κάλλος ἀγαπήσασα, καὶ τὸν πλοῦτον τὸν ἄφθαρτον.
Βαδίσασα ἔνδοξε, τῇ καρτερᾷ ἀθλήσει σου, τῶν πάλαι κατ’ ἴχνος Ἀθλοφόρων, οὐ κατεπλάγης, τῶν δυσσεβῶν τὸν θυμόν, ἀλλ’ ἀπεριτρέπτῳ λογισμῷ, Ἀκυλίνα ἤνεγκας, τῶν μαστίγων τὴν ἔφοδον.
Θεοτοκίον.
Ὡς μήτηρ πανάφθορος, Παρθένε παναμώμητε, τοῦ ἐκ Σοῦ τεχθέντος ὑπὲρ λόγον, φθορᾶς με ῥῦσαι, ἐπινοιῶν χαλεπῶν, καὶ πρὸς ἀφθαρσίας μετοχήν, τὴν ζωήν μου ἴθυνον, διὰ βίου σεμνότητος.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νυμφίον Μάρτυς ἀθάνατον, Χριστὸν ἀπὸ ψυχῆς ἀγαπήσασα, τούτῳ μεμνήστευσαι, ὥσπερ παρθένος ἀκήρατος, θεόφρον Ἀκυλίνα, πόνοις ἀθλήσεως.
Ἀγαλλιᾶται τῇ δόξῃ σου, πατρίς σου ἡ τιμία πανθαύμαστε, τῆς σῆς ἀθλήσεως, λαμπρῶς τὴν μνήμην γεραίρουσα, ἣν φρούρει Ἀκυλίνα, ἐκ πάσης θλίψεως.
Καλῶς τὸν δρόμον τελέσασα, τοῖς ῥείθροις τῶν αἱμάτων ἡγίασας, χθόνα τὴν πάτριον, ἣν διασώζεις ἑκάστοτε, ἐκ πάσης Ἀκυλίνα βλάβης τοῦ ὄφεως.
Θεοτοκίον.
Ὕδωρ τὸ ζῶν κόσμῳ ἔβλυσας, ὡς κρήνη Θεοτόκε θεόβρυτος, Χριστὸν κυήσασα· ὅθεν διψῶντά με πότισον, τοῖς νάμασιν Παρθένε, τῆς θείας χάριτος.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἁπαλῷ ἐν σώματι, τὸν πολυμήχανον ὄφιν, τῇ λαμπρᾷ ἀθλήσει σου, καταβαλοῦσα παρθένε, ἔδραμες, λαμπαδηφόρος τῷ σῷ νυμφίῳ, ἔστεψαι, τῆς ἀφθαρσίας τῇ εὐπρεπείᾳ, καὶ πρεσβεύεις Ἀκυλίνα, ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.
Ὁ Οἶκος.
Ἀθληφόρου ἡ μνήμη ἡ πάνσεπτος, ὡς ἀστὴρ σελασφόρος ἐκλάμψασα, τοὺς πιστοὺς συγκαλεῖται, πρὸς ἑόρτιον αἴνεσιν. Συνέλθωμεν πάντες ἐπὶ τὸ αὐτό, καὶ κατοπτεύσωμεν τῷ νοΐ, παράδοξα πράγματα, ἴδωμεν οὖν Ἀκυλίνης τῆς Μάρτυρος, τὴν ὑπὲρ πίστεως γενναίαν πάλην, καὶ ἀήττητον ἔνστασιν, δι’ ἧς τὴν μὲν τοῦ Χριστοῦ δύναμιν, ἐν ἀσθενείᾳ ἁπαλοῦ καὶ ἀνάλκιδος σώματος, ἐξαστράπτουσαν ἔδειξε. Τὸ δὲ ὑπερόφρυον θράσος τοῦ δυσμενοῦς, ὡς νηπίων ἄθυρμα κατεπάτησε. Ταῦτα γὰρ τῆς τοῦ Χριστοῦ πίστεως, τὰ ἐξαίσια ἔργα, καὶ θαυμαστὰ ἔπαθλα, ὧν μετασχοῦσα ἡ Μάρτυς, τυραννικῆς ἀλαζονείας τὸ κράτος ἤσχυνε. Καὶ τῶν μαστίγων τὸ ἐπίπονον ἐνεγκοῦσα, νομίμως ἠγώνισαι, καὶ τῷ Σωτῆρι Χριστῷ ὡς θῦμα ἄμωμον προσενήνεκται. Ὃν ἀεὶ δυσώπει Ἀκυλίνα, ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.
Συναξάριον.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, ἡ Ἁγία Νεομάρτυς Ἀκυλῖνα, ῥάβδοις συνθλασθεῖσα τελειοῦται.
Ταῖς
αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν
Λῆξιν ἄληκτον, καὶ κληρουχίαν ἄφθαρτον, ἐκληρονόμησας Παρθενομάρτυς Χριστοῦ, λιποῦσα τὰ πρόσκαιρα, ἐνθέῳ ἔρωτι, καὶ ἀθλήσασα, ὑπὲρ Χριστοῦ στεῤῥότατα, Ἀκυλίνα μακαρία.
Ἰσχὺν ἔνθεον, λαβοῦσα καλλιπάρθενε, ἐκ τοῦ Κυρίου σου, περιεγένου στεῤῥῶς, πικρῶν μαστιγώσεων, ἐν τῷ σῷ σώματι, καὶ ἀνίσχυρον τὴν δύναμιν ἀπέδειξας, τῆς κακίας Ἀκυλίνα.
Νοῦν ἀλάστορα, κατηγωνίσω πάνσεμνε, ἐσχάτοις ἔτεσιν, ἐν ἀσθενείᾳ σαρκός, ἀγῶσιν ἀθλήσεως, καὶ πάντας εὔφρανας, ἐν τῇ νίκῃ σου, τῇ θαυμαστῇ πανεύφημε, κατὰ τῆς παρανομίας.
Θεοτοκίον.
Ἀκατάφλεκτον, Σὲ βάτον προεώρακε, Μωσῆς ὁ ἔνθεος, ἐν τῷ Σιναίῳ ποτέ, τὸ πῦρ γὰρ τὸ ἄστεκτον, ἀφλέκτως ἔφερε, τῆς Θεότητος, καὶ ἀποῤῥήτως τέτοκας, τὸν Δεσπότην τῶν ἁπάντων.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γῆ καθάπερ εὔκαρπος καὶ πίων, μητρός σου τὰς συμβουλὰς δεχθεῖσα πάνσεμνε, τῆς σεπτῆς ἀθλήσεως, τὸν πολύχουν ἄσταχυν, πλουσίως ἐγεώργησας Μάρτυς κραυγάζουσα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔπνευσεν ὡς ἄλλη μυροθήκη, ὀσμὴν τῆς ἀθανασίας τὴν οὐράνιον, τὸ παρθενικώτατον, σῶμά σου πανεύφημε, χαριτωθὲν τοῖς σκάμμασι τῆς σῆς ἀθλήσεως, καὶ ἥλασε, παθῶν τὸ δυσῶδες, Μάρτυς Ἀκυλίνα, ἀῤῥήτῳ ἐνεργείᾳ.
Ῥήμασιν ἐνθέοις ἡ φιλόπαις, καὶ πάνσεπτος Ἀκυλίνα ὄντως μήτηρ σου, πρὸς τοὺς τῆς ἀθλήσεως, πόνους σε ἀλείψασα, πεποικιλμένην Μάρτυρα σὲ ὑπεδέξατο, βοῶσα, ἐν φαιδρῷ τῷ προσώπῳ, Σὲ ὑπερυψοῦμεν, ὦ ἀθλοθέτα Σῶτερ.
Θεοτοκίον.
Ἀγγέλων εὐπρέπεια καὶ δόξα, παρθένων καὶ Ἀθλοφόρων ἀγαλλίαμα, νεανίδων στήριγμα, θεολήπτων πέφηνας, καὶ τῶν Μαρτύρων στέφανος ὁ ἀμαράντινος, ἁπάντων δὲ Παρθένε προστάτις, τῶν ὑπερυψούντων, τὴν Σὴν μεγαλωσύνην.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Σοῦ τὴν καθαράν, ψυχὴν καὶ ἀκήρατον, Μαρτύρων ὅμιλος, καὶ παρθένων τάγματα, ὥσπερ προσθήκην Μάρτυς ἐδέξαντο, τὸ ἅγιον δὲ σῶμά σου, ὡς ναὸς ζῶντος Θεοῦ, εὐωδίαν, Ἀκυλίνα ἔπνευσεν, εἰς ἡμῶν ἀληθῆ ἀγαλλίασιν.
Ἵνα ὁ Χριστός, δηλώσῃ ἣν ἔσχηκας, Μάρτυς λαμπρότητα, φῶς ἐπὶ τοῦ τάφου σου, καθάπερ ἄστρον πέμπει πολύφωτον, δι’ οὗ χαρᾶς ἐπλήσθησαν πιστῶν οἱ σύλλογοι, Ἀκυλίνα, καὶ ἐχθρῶν τὸ σύστημα, κατησχύνθη εἰς τέλος καὶ πέπτωκε.
Μάρτυς εὐκλεής, καὶ νύμφη περίδοξος, ὤφθης τοῦ Κτίσαντος, ἐν ὑστέροις ἔτεσι, καλῶς ἀθλήσασα καλλιπάρθενε, ἀλλὰ ταῖς προστασίαις σου σκέπε καὶ φύλαττε, Ἀκυλίνα, ταύτην τὴν πατρίδα σου, τὴν τιμῶσαν λαμπρῶς τὴν σὴν ἄθλησιν.
Ὅρμῳ γαληνῷ, ἐκ ζάλης προσώρμησας, τῆς ματαιότητος, καὶ τοῦ ζῶντος ὕδατος, ἐπαπολαύεις Μάρτυς Ἀκυλίνα, καὶ ὡς δῶρον πρόσδεξαι, τὸν παρόντα μου ὕμνον εὐπρόσδεκτον.
Θεοτοκίον.
Ὕψιστον Θεόν, ἀφράστως κυήσασα, τὸν ἀνυψώσαντα, τοῦ Ἀδὰμ τὴν ἔκπτωσιν, δι’ εὐσπλαγχνίας ἀνεκδιήγητον, τὸν νοῦν μου Κόρη ὕψωσον πρὸς τὴν ἀκρώρειαν, τῆς ἀγάπης, τοῦ Υἱοῦ Σου δέομαι, καὶ παθῶν τῆς κακίας με λύτρωσαι.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Δυναμωθεῖσα χάριτι, τοῦ Χριστοῦ καὶ ἀγάπη, ἀθλητικῶς ἠγώνισαι, Ἀκυλίνα θεόφρον, καὶ τὰς βουλὰς τῶν ανόμων, ψυχικῇ εὐσθενείᾳ, εἰς τέλος καταβέβληκας, τῶν μαστίγων τὴν πεῖραν καρτερικῶς, τῷ σεπτῷ σου σώματι ἐνεγκοῦσα· ὅθεν τῶν ὑπὲρ ἔννοιαν, ἠξιώθης βραβείων.
Θεοτοκίον.
Τὸ τοῦ Πατρὸς ἀπαύγασμα, καὶ συνάναρχος Λόγος, ὁ τῷ Πατρὶ καὶ Πνεύματι, συναΐδιος πέλων, ἐν τῇ γαστρί Σου σκηνώσας, μὴ ἐκστὰς τῆς οἰκείας, οὐσίας σὰρξ ἐγένετο, ἀποῤῥήτως Παρθένε καὶ ἑαυτοῦ, Σὲ μητέρα ἔδειξε πανουργίαν, καὶ ἀνωτέραν πάναγνε, πάντων τῶν ποιημάτων.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν Νεομάρτυρα πάντες καὶ καλλιπάρθενον, τὸ τῆς Μακεδονίας, εὐωδέστατον ἄνθος, τὴν θείαν Ἀκυλίναν τῶν εὐσεβῶν, αἱ χορεῖαι τιμήσωμεν, ὑπὲρ Χριστοῦ γὰρ ἀθλήσασα ἀνδρικῶς, τὴν ἀπάτην ἐθριάμβευσε.
Τῆς μητρικῆς εὐσεβείας ἀντεχομένη στεῤῥῶς, τὴν πατρικὴν μανίαν, ἀπεκρούσω Ἁγία, καὶ ἤνεγκας μαστίγων ἐπιφοράν, καὶ τὸν βίαιον θάνατον, ὅθεν Μαρτύρων τῆς δόξης περιφανῶς, Ἀκυλίνα κατηξίωσαι.
Ὡς μυστικὴ μυροθήκη τὸ θεῖον σῶμά σου, τὴν θείαν εὐωδίαν, Ἀκυλίνα θεόφρον, διέπνευσε τοῖς πᾶσιν ὑπερφυῶς, καὶ φῶς θεῖον ἐπέλαμψεν, ἐπὶ τοῦ τάφου σου ἅπασι μαρτυροῦν, τῶν ἀγώνων σου τὰ ἔπαθλα.
Τὸ Ζαγκλιβέριον χαίρει ἐπὶ τῇ μνήμῃ σου, ἡ σὴ πατρὶς Ἁγία, καὶ λαμπρῶς ἑορτάζει, προστάτιν γάρ σε ἔσχε καὶ ἀρωγόν, Ἀκυλίνα θεόνυμφε, ὃ ἀπὸ πάσης ἀνάγκης καὶ συμφορᾶς, τῇ πρεσβείᾳ σου ἀπάλλαττε.
Δόξα. Ἦχος πλ. α΄.
Παρθενομάρτυς ἔνδοξε, Ἀκυλίνα θεόφρον, τίς ἐπαξίως ὑμνήσει σου τὴν ἄθλησιν; Οὐδὲν γὰρ προέκρινας, τῆς τοῦ Χριστοῦ ἀγάπης, οὐ νεότητος ἄνθος, οὐχ ἡλικίας ἀκμήν, ἀλλ’ ἁπλότητι ψυχῆς, καὶ θεολήπτῳ γνώμῃ, τὸν ὑπὲρ Αὐτοῦ ἀναδέξω θάνατον. Καὶ ταῖς ποιναῖς ἐγκαρτερήσασα, πρὸς τὴν ἄπονον ζωὴν μεταβέβηκας, μαρτυρικῶν ἀξιωθεῖσα βραβείων, ἀλλ’ ὡς ἔχουσα παῤῥησίαν, τῷ σῷ Νυμφίῳ πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις καλλιπάρθενε τοῦ Χριστοῦ, Μάρτυς Ἀκυλίνα, ἡ ἀθλήσασα ἀνδρικῶς, τοῦ Ζαγκλιβερίου, ἡ δόξα καὶ τὸ κλέος, ᾧ αἶτει εὐπραγίαν καὶ θεῖον ἔλεος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀθληφόρος εὐκλεὴς τοῦ Σωτῆρος, Παρθενομάρτυς Ἀκυλίνα θεόφρον, τοὺς προσιόντας πίστει τῇ πρεσβείᾳ σου, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, ἴασιν καὶ λύτρωσιν, αἰτουμένη θεόθεν, καὶ τῶν πταισμάτων λύσιν παρασχεῖν, τοῖς τὴν ἁγίαν σου, μέλπουσιν ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Δίδου ἡμῖν βοήθειαν Μάρτυς. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει ἀθλήσασα θεϊκῇ, σεμνὴ Ἀκυλίνα, τῆς ψυχῆς μου τὸ ἀσθενές, δυνάμωσον θείαις σου πρεσβείαις, ἵνα ῥυσθῶ τῆς ἀπάτης τοῦ ὄφεως.
Ἱλέωσαι Μάρτυς ταῖς σαῖς λιταῖς, Χριστὸν τὸν Σωτῆρα, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σῇ Ἀκυλίνα προστασίᾳ, καὶ χαλεπῶν πειρασμῶν ἡμᾶς λύτρωσαι.
Διάρασα Μάρτυς ὑπὲρ ἡμῶν, τὰς θείας σου χείρας, καθικέτευε ἐκτενῶς, σεμνὴ Ἀκυλίνα τὸν Σωτῆρα, ὡς ἂν δεινῶν λυτρωθείημεν θλίψεων.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, φωτὶ τῆς θερμῆς ἐπισκοπῆς Σου, τὴν τῶν παθῶν ἡμῶν νύκτα διάλυσον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ὑποστᾶσα ἀνδρείως, τοὺς ῥαβδισμοὺς πάνσεμνε, πᾶσαν ἀποῤῥάπισον βλάβην, καὶ πᾶσαν ἔφοδον, τοῦ πολεμήτορος, τὴν καθ’ ἡμῶν κινουμένην, Ἀκυλίνα ἔνδοξε, ταῖς ἱκεσίαις σου.
Ἡ θερμή σου πρεσβεία, πρὸς τὸν Χριστὸν γένοιτο, τεῖχος ἀσφαλείας παρθένε, καὶ ἱλαστήριον, καὶ σκέπη ἄμαχος, τῇ σὲ τιμώσῃ πατρίδι, Ἀκυλίνα πάνσεμνε, νύμφη τοῦ Κτίσαντος.
Μαρτυρίου τοὺς ἄθλους, περιφανῶς ἤνυσας, ὅθεν πρὸς ὁδὸν μαρτυρίων, τοὺς σὲ δοξάσαντος, ἡμᾶς ὁδήγησον, ἵνα ζωὴν εἰρηναίαν, Ἀκυλίνα ζήσωμεν, φόβῳ τῷ κρείττονι.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ Ποιητὴν τέτοκας, Ὃν ἡ εὐκλεὴς Ἀκυλίνα, ὁμολογήσασα, Παρθένε Δέσποινα, θεοπρεπῶς ἐδοξάσθη, αἶνον θεῖον ᾄδουσα, τοῖς μεγαλείοις Σου.
Διάσωσον, Παρθενομάρτυς πανεύφημε Ἀκυλίνα, τῶν ἐν βίῳ ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, προστρέχοντες ῥυσθείημεν, ἐκ πάσης ἀργῆς, καὶ βλάβης τοῦ ἀλάστορος, καὶ νόσων τε καὶ θλίψεων, Ἀκυλίνα Μαρτύρων ὡράϊσμα, σὲ γὰρ μεσῖτιν θερμὴν πρὸς Χριστόν, ἀεὶ οἱ τιμῶντές σε κεκτήμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων καὶ θλίψεων, καὶ πολυειδῶν σκανδάλων τοῦ ὄφεως, ἀνωτέρους διαφύλαττε, τοὺς σὲ Ἀκυλίνα μακαρίζοντας.
Βοηθὸς ἔσο πάντοτε, Μάρτυς ἐν κινδύνοις καὶ περιστάσεσιν, Ἀκυλίνα τῇ πατρίδι σου, τῇ ἐγκαυχωμένῃ τῇ ἀθλήσει σου.
Ὁδυνώμενοι πάθεσι, τῇ σῇ Ἀκυλίνα σκέπῃ προστρέχομεν, ἵνα λάβωμεν τὴν ἴασιν, καὶ τῶν ὀδυνῶν τὴν ἀπολύτρωσιν.
Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, τῶν ἐσκοτισμένον με πλημμελήμασι, καὶ ἐννοίαις τοῦ ἀλάστορος, τῷ φωτὶ τῆς δόξης Σου καταύγασον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχύν, τοῦ δολίου πολεμήτορος, τοῦ δεινῶς ὡρυομένου καθ’ ἡμῶν, Ἀκυλίνα Νεομάρτυς καλλιπάρθενε.
Ἔχουσα πολλήν, παῤῥησίαν τῷ Νυμφίῳ σου, καθικέτευε ἀεὶ ὑπὲρ ἡμῶν, Ἀκυλίνα τῶν ζητούντων τὴν πρεσβείαν σου.
Ἴδε συμπαθῶς, Ἀκυλίνα τὴν πατρίδα σου, τὴν τιμῶσάν σου τοὺς ἄθλως εὐλαβῶς, καὶ παράσχου ταύτῃ ἄνωθεν τὴν χάριν σου.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, τὴν χρανθεῖσάν μου διάνοιαν, πονηραῖς τοῦ δυσμενοῦς ἐπιβουλαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεκρώσασα, τῇ στεῤῥᾷ σου ἐνστάσει, τὸν πολύμορφον ἐχθρὸν Ἀκυλίνα, τὴν καθ’ ἡμῶν ὀλεθρίαν μανίαν, τούτου εἰς τέλος σεμνὴ ἀπενέκρωσον, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένας τοῦ θείου θελήματος.
Μεγίστην, τὸ Ζαγκλιβέριον Μάρτυς, ἐκδεχόμενον ἀεὶ προστασίαν, ἐκ τῆς θερμῆς σου προστασίας προστρέχει, ὑπὸ τὴν σκέπην σου κράζων ἑκάστοτε· σύ μου εἶ δόξα καὶ χαρά, Ἀκυλίνα καὶ θεία ἀντίληψις.
Ἁπάσης, ἐπιφορᾶς καὶ ἀνάγκης, καὶ στενώσεων καὶ πόνων καὶ νόσων, τῇ σῇ θερμῇ πρὸς Χριστὸν ἱκεσίᾳ, ῥύου ἡμᾶς Ἀκυλίνα δεόμεθα, καὶ δίδου πάντοτε ἡμῖν, εἰρηναίαν ἐν πᾶσι κατάστασιν.
Θεοτοκίον.
Ῥοαῖς Σου, τῶν οἰκτιρμῶν Θεοτόκε, καταδρόσισον δεινῶς ξηρανθεῖσαν, τὴν ταπεινήν μου ψυχὴν ἐπηρείᾳ, τοῦ τὴν ἀπάτην τῷ κόσμῳ τεκτήναντος, καὶ δίδου μου καθαρτικόν, μετανοίας ἀείῤῥυτον δάκρυον.
Διάσωσον, Παρθενομάρτυς πανεύφημε Ἀκυλίνα, τῶν ἐν βίῳ ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Μαρτυρικῶς ἀριστεύσα πάνσεμνε, τῆς τῶν Μαρτύρων εὐκλείας ἠξίωσαι, μεθ’ ὧν Ἀκυλίνα ἱκέτευε, τὸν σὸν Νυμφίον Χριστὸν καλλιπάρθενε, διδόναι ἡμῖν θεῖον ἔλεος.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί· αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον, μεθ’ ἑαυτῶν ἔλαιον. Αἱ δὲ φρόνιμοι, ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πάσαι, καὶ ἐκάθευδον. Μέσης δὲ τῆς νυκτός, κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραί, ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσα· Μήποτε οὐκ ἀρκέση ἡμῖν καὶ ὑμῖν, πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἰ ἕτοιμοι, εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγων υμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἄνθος εὐωδέστατον, νεοθαλὲς καὶ ὡραῖον, ἐν ὑστέροις ἔτεσιν, ὤφθης ἐναθλήσασα θείῳ ἔρωτι, ὅθεν νῦν σκέδασον, θείᾳ εὐωδίᾳ, καὶ ὀσμῇ Ἁγίου Πνεύματος, πάθη ἀκάθαρτα, καὶ δυσώδεις νόσους δεόμεθα, ὑγείαν τε καὶ ἴασιν, ταῖς ψυχαῖς ὁμοῦ καὶ τοῖς σώμασιν, ἡμῶν χορηγοῦσα, καὶ βίον εὐπραγῆ καὶ εὐσταθῆ, Παρθενομάρτυς θεόληπτε, ταῖς σαῖς ἀντιλήψεσι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν Νυμφίον σου Μάρτυς, δυσωποῦσα μὴ παύσῃ διδόναι ἅπασι, δεινῶν παντοίων λύσιν, χαρὰν καὶ εὐφροσύνην, καὶ πταισμάτων συγχώρησιν, τοῖς προσιοῦσι θερμῶς, τῇ θείᾳ σου πρεσβείᾳ.
Ὑπὲρ ἔννοιαν πέλει, ἡ δοθείσα σοι χάρις, θεόθεν πάνσεμνε, προφθάνεις γὰρ ταχέως, καὶ χείρα βοηθείας, ἐπορέγεις τοῖς κράζουσι· ῥῦσαι ἡμᾶς πειρασμῶν, θεόφρον Ἀκυλίνα.
Σωτηρίας σε τεῖχος, Ζαγκλιβέριον κέκτηται καλλιπάρθενε, ἐντεῦθεν ὁλοψύχως, τὴν σὴν ἐπιβοᾶται, προστασίαν θεόληπτε, ἣν δίδου τούτῳ ἀεί, ὡς Μάρτυς στεφηφόρος.
Θεοτοκίον.
Γεωργεῖν με Παρθένε, ἐν τῷ φόβῳ Κυρίου, ζωὴν τὴν κρείττονα, ἐν ἤθεσιν ἀμέμπτοις, τῇ σῇ ἐπικουρίᾳ, ἐνδυνάμωσον δέομαι, ἵνα ῥυσθῶ τῶν δεινῶν, παγίδων τοῦ Βελίαρ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔλαμψε Μάρτυς, φῶς τῷ ἁγίῳ σου τάφῳ, οὗ τῇ χάριτι διάλυσον τὴν νύκτα, τῶν ἐπικειμένων, ἡμῖν πειρατηρίων.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, ταῖς πρεσβείαις σου θεόφρον Ἀκυλίνα, καὶ εἰρήνην θείαν, ἡμῖν τοῖς σὲ τιμῶσι.
Ἁρωματίζον, τὸ σὸν σεπτὸν ὤφθη σῶμα, ὅθεν χάριτι τῆς ἐν σοὶ εὐωδίας, εὔφρανον Ἁγία, ἡμῶν τὰς διανοίας.
Θεοτοκίον.
Σύντριψον Κόρη, τῇ κραταιᾷ Σου πρεσβείᾳ, τοῦ ἀλάστορος τὴν καθ’ ἡμῶν μανίαν, μόνη Θεοτόκε, ἡμῶν ἡ προστασία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον Ἁγία, τῇ σῇ μεσιτείᾳ, τοὺς τρυχωμένους πικροῖς ἀῤῥωστήμασι, καὶ εὐφροσύνην παράσχου ἡμῖν τὴν κρείττονα.
Μαρτύρων ταῖς χορείαις, νῦν συνηδομένη, σὺν τούτοις πρέσβευε, ῥύεσθαι πάντοτε, ἐκ χαλεπῶν Ἀκυλίνα ἡμᾶς συμπτώσεων.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, τῷ φωτισμῷ τῆς σῆς χάριτος φώτισον, ὦ Ἀκυλίνα ψυχῆς μου τὰς κόρας δέομαι.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, εὐλογημένη Παρθένε πανάχραντε, τὴν σκοτισθεῖσαν ψυχήν μου λάμπρυνον δέομαι.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἀκυλίνα νύμφη Χριστοῦ, ἡ χρόνοις ὑστέροις, ἐναθλήσασα ἀνδρικῶς, καὶ στεφάνῳ δόξης, ἀξίως κοσμηθεῖσα, ὡς Μάρτυς καὶ παρθένος ἀξιοθαύμαστος.
Λόγοις τῆς μητρός σου ὡς πίων γῆ, σεμνὴ ἀρδευθεῖσα, ἐγεώργησας μυστικῶς, ἄθλοις μαρτυρίου, καρποὺς ἀθανασίας, θεόφρον Ἀκυλίνα, στεῤῥῶς ἀθλήσασα.
Ἤσχυνας πατρός σου τὸ ἀσεβές, καὶ τῶν παρανόμων, κατεπάτησαν τὴν ἰσχύν, τῇ σῇ ἀνενδότῳ, ἐνστάσει Ἀκυλίνα, καὶ ἤθλησας νομίμως ἐνθέῳ ἔρωτι.
Ἤνεγκας μαστίγων πεῖραν πολλῶν, καὶ ἀνδρισαμένη, ἠγωνίσω ἀθλητικῶς, ὅθεν σου τὸ σῶμα, ἔπνευσεν Ἀκυλίνα, τὴν εὐωδίαν πᾶσι τὴν ὑπερκόσμιον.
Φῶς ἐν τῷ σῷ τάφῳ ἀπ’ οὐρανοῦ, κατελθὼν Ἁγία, πᾶσιν ἔδειξεν ἐμφανῶς, τὴν σὴν Ἀκυλίνα, λαμπρότητα καὶ δόξαν, δι’ ἧς παθῶν διώκεις, δεινὴν σκοτόμαιναν.
Σκέπε τῆς πατρίδος σου ὦ σεμνή, Μάρτυς Ἀκυλίνα, πάσης βλάβης τε καὶ ὀργῆς, καὶ τοῖς προσιοῦσι, τῇ θείᾳ σου πρεσβείᾳ, αἴτει πταισμάτων λύσιν, καὶ θεῖον ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τιμῶντας εὐλαβῶς, τὴν σὴν Ἀκυλίνα θεόφρον, ἁγίαν ἄθλησιν, καὶ τὴν χάριν βρύουσαν, εἰκόνα πάνσεμνε, προσκυνοῦντας ἐκ πίστεως, ἀβλαβεῖς συντήρει, πάσης περιστάσεως, καὶ πάσης θλίψεως, λύσιν αἰτουμένην πταισμάτων, καὶ ἀπαλλαγὴν παντὸς πόνου, τοὺς εἰλικρινῶς σὲ μακαρίζουσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου