Δευτέρα 2 Σεπτεμβρίου 2019

ΑΥΓΟΥΣΤΟΣ 22. ΑΓΙΑ ΜΑΡΤΥΣ ΕΥΛΑΛΙΑ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ



 

ΑΥΓΟΥΣΤΟΣ ΚΒ΄.

ΕΥΛΑΛΙΑ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἀρχιμ. Νικόδημος Ἀεράκης)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὴν Εὐλαλίαν ἐνθέως πιστοὶ τιμήσωμεν, τῆς παρθενίας ἄνθος, Βαρκελώνης προστάτιν, κλέος Ἱσπανίας ἐν διωγμοῖς, πρωτομάρτυρα ἔνδοξον, τὴν ἐστεμμένην ἐν δόξῃ παρὰ Χριστοῦ, τὴν ἀνδρείως ἐναθλήσασαν.

 

Τὴν Εὐλαλίαν ἐν ὕμνοις ἐγκωμιάσωμεν, τὴν πρώτην τῶν Μαρτύρων, τῆς κλεινῆς Βαρκελώνης, δόξαν τῆς ἁγνείας καὶ ἀρετῆς, παρθενίας τὸ κλέϊσμα, καὶ τῆς νεότητος πρότυπον ἀληθές, τῆς ἀγάπης πρὸς τὸν Κύριον.

 

Τῆς Εὐλαλίας τὸν βίον ἐπευφημήσωμεν, ἐν ᾠδαῖς ἐγκωμίων, καὶ ἐν ὕμνοις ἐνθέοις· αὕτη γὰρ παιδίσκη οὖσα θερμῶς, τὸν Χριστὸν ὡμολόγησε, καὶ αἰκισμοὺς ὑποστᾶσα ὑπὲρ Αὐτοῦ, ἐν Σιὼν ἀεὶ ἀγάλλεται,

 

Δεῦτε φιλόθεοι ὕμνοις ἐγκωμιάσωμεν, τοῦ Χριστοῦ θεῖον θῦμα, παρθενίας τὸ κλέος, δόξαν τῶν Μαρτύρων καὶ ἀπαρχήν, Βαρκελώνης τὸ καύχημα, καὶ Ἐκκλησίας ἁπάσης τὴν ἀρωγόν, Ἱσπανίας ἐγκαλλώπισμα.

 

Δόξα. Ἦχος β΄.

Τὴν τὸν Χριστὸν μανικῶς ἀγαπήσασαν, καὶ δι’ Αὐτὸν τὰ πάντα προθύμως θύσασαν, ἐν ἐγκωμίων ᾠδαῖς, φιλομαρτύρων ὁ σύλλογος, τὴν ἁγνὴν νεάνιδα καὶ καλλίνικον Μάρτυρα Εὐλαλίαν ἀνευφημήσωμεν. Αὕτη γὰρ ὡς ἐθελόθυτον θῦμα, ἐν παῤῥησίᾳ τὸν Θεάνθρωπον ὁμολογήσασα, καὶ ὑπὲρ Αὐτοῦ μαρτυρήσασα, πολλοὺς εἰδωλολάτρας εἰς Χριστὸν ὡδήγησε, καὶ τοὺς πιστοὺς μεγάλως ἐστήριξεν. Αὐτῆς ταῖς ἱκεσίαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε πανευλαβῶς, ἐνθέως Εὐλαλίαν, τὴν ἔνδοξον παρθένον, καὶ Μάρτυρα Κυρίου, τιμήσωμεν ἐν ᾄσμασιν.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χάριτι τοῦ Χριστοῦ, ἡ Μάρτυς Εὐλαλία, προσῆλθε μαρτυρῆσαι, ὑπὲρ τοῦ Θεανθρώπου, ὡς θῦμα εὐωδέστατον.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Κύριον καὶ Θεόν, ἱκέτευε Παρθένε, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ ὕμνοις εὐφημούντων, τὸ θεῖόν σου μαρτύριον.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Τριὰς καὶ μοναρχία, περίσῳζε τοὺς πόθῳ, τιμῶντάς Σε ὡς Κύριον.

 

Καὶ νῦν. Θεοτοκίον.

Πάναγνε Μαριάμ, τοὺς Σὴν σεπτὴν ἐκ τάφου, Μετάστασιν τιμῶντας, ἐκ πλάνης καὶ κινδύνων, περίσκεπε καὶ φύλαττε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν Συνάναρχον Λόγον.

Τὴν εὐλαλῶς τὸν Λόγον Θεὸν κηρύξασα, πανευλαβῆ Εὐλαλίαν, τῆς Βαρκελώνης σεπτόν, ἐγκαλλώπισμα πιστοὶ ἀνευφημήσωμεν· ὅτι ἐνήθλησε στεῤῥῶς, καὶ ἐμαρτύρησε σεπτῶς, ὡς σφάγιον ὑπὲρ Λόγου, καὶ ἀπῆλθε κατεστεμμένη, εἰς τὴν παστάδα τοῦ Νυμφίου Χριστοῦ.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ' Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν

Ὅτε ὁ δι' ἡμᾶς καθ' ἡμᾶς, ἐκ τῶν πανάγνων σου αἱμάτων γενόμενος, ἐκ κόσμου σε μεταστῆσαι, καὶ πρὸς αὐτὸν ὡς ἁγνήν, προσλαβέσθαι ξένως ἐπευδόκησεν, αὐτοῦ ἀπεσύναξε, τοὺς ἰδίους κηδεῦσαί σε, διὰ νεφέλης, ὀπαδοὺς τούτου νεύματι, παραστήσας σοι, εἰς τιμὴν τῆς ἐξόδου σου, οἵτινες θεασάμενοι, τῆς χάριτος ἔμπλεοι, γεγενημένοι Παρθένε, σὲ ἱερῶς προσεκύνησαν, πιστῶς ἐκβοῶντες· Χαῖρε κόσμῳ ἡ τεκοῦσα τὸ μέγα ἔλεος.

Πόθεν τὸ ἐπιγνῶναι ὑμᾶς, τὴν ἐκ τοῦ σώματός μου ἔξοδον, ἔφησεν, ἡ πάναγνος Θεοτόκος, τοῖς ἱεροῖς Μαθηταῖς, τί τὸ ξένον τοῦτο, τέκνα θέαμα; οἱ δὲ ἄφνω ἔφησαν, ἐν νεφέλαις ἐπήρθημεν, καὶ καθὼς βλέπεις, τῇ σκηνή σου ἐπέστημεν, προσκυνῆσαί σε, ὥσπερ θρόνον πυρίμορφον, βλέψαι τε σοῦ τὴν ἔνδοξον, καὶ θείαν Μετάστασιν, καὶ ταῖς παλάμαις κηδεῦσαι, τὸ θεοδόχον σου σκήνωμα, σκηνὴ Παναγία, δι' ἧς εὔρατο ὁ κόσμος τὸ μέγα ἔλεος.

Κλίνην περιεστῶτες τὴν σήν, οἱ Μαθηταὶ τοῦ Λυτρωτοῦ, καὶ προπέμποντες, πρὸς τάφον φύσεως νόμῳ, σὲ Παναγία ἁγνή, ἐξοδίους ὕμνους προσεφώνουν σοι· Σεμνὴ χαῖρε, λέγοντες, τοῦ Θεοῦ τὸ παλάτιον, χαῖρε ἑτοίμη, τῶν ἀνθρώπων βοήθεια, χαῖρε ὄχημα, καθαρὸν τῆς Θεότητος. Ἄπιθι καὶ μετάβαινε, πρὸς ὄρη αἰώνια, σκήνωμα δόξης πρὸς θεῖα, νῦν κατασκήνου σκηνώματα, πιστοῖς αἰτουμένη, τὴν ἀνέκλειπτον εἰρήνην καὶ μέγα ἔλεος.

Προσόμοια τῆς Ἁγίας Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν.

Εὐλαλίαν τιμήσωμεν, παρθενίας ὀσφράδιον, καὶ Μαρτύρων πάνσεπτον ἀκροθίνιον, ὁμολογίας ὑπόδειγμα, θυσίας τὸ πρότυπον, Βαρκελώνης τὴν στεῤῥάν, πολιοῦχον καὶ φύλακα, καὶ προπύργιον, τῆς νεότητος κλέος καὶ ἁγνείας, καὶ ἁπάσης Ἐκκλησίας, πρὸς τὸν Χριστὸν θείαν πρέσβειραν.

 

Εὐλαλίαν τὴν Μάρτυρα, τὴν ἁγνὴν καὶ φιλόθεον, συνελθόντες σήμερον εὐφημήσωμεν, ὅτι Χριστὸν ἀγαπήσασα, τοῦ κόσμου ἀπέῤῥιψεν, ἀπολαύσεις καὶ τρυφάς, καὶ ζωὴν αὐτῆς ἔθυσεν, Τούτου χάριτι, Ὃν ὡς Μάρτυς νεᾶνις ἠξιώθη, κατιδεῖν ἐν Παραδείσῳ, καὶ σὺν Ἁγίοις δοξάζεσθαι.

 

 

Ἀσεβῶν ἐταπείνωσας, ἀθεΐας τὸ φρόνημα, καὶ εἰδώλων ἔδειξας τὴν ἀσθένειαν, τῶν αἰκισμῶν δὲ ἠλόγησας, ζωῆς καὶ νεότητος, καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης σου στέφανον, Ὃν ἱκέτευε, Εὐλαλία ἐκ πλάνης λυτρωθῆναι, τοὺς ἐν πόλει Βαρκελώνης, ἐπιτελοῦντας τὴν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, νεανίδων καὶ Μαρτύρων χοροί, ἐπὶ τῇ πανευκλεεῖ μνήμῃ, τῆς καλλινίκου Εὐλαλίας συνευφραίνονται καὶ συμπανηγυρίζουσι. Δεῦτε οὖν καὶ ἡμεῖς συνεορτασταί, ἐνθέοις ὕμνοις τὴν τῆς Βαρκελώνης προστάτιν ἐγκωμιάσωμεν χαρμονικῶς, βοῶντες πρὸς αὐτήν· χαίροις, τῆς ἁγνείας τὸ εὐῶδες ἄνθος, καὶ τῆς ὁμολογίας τὸ σεπτὸν ἐγκαλλώπισμα· χαίροις, τῆς θεϊκῆς ἀγάπης τὸ ἐγκώμιον, καὶ τὸ μέχρις αἰκισμῶν καὶ μαρτυρίου θυσίας, ὑπὲρ Χριστοῦ ὑπόδειγμα· χαίροις, τῆς Ἱσπανίας τὸ καύχημα, καὶ τῶν πιστῶν τὸ στήριγμα. Πρέσβευε πρὸς τὸν Κύριον ἐκτενῶς, ἐκ Θεοῦ ἐστεμμένη Εὐλαλία, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι τοῦ βοᾶν, ἀσιγήτῳ φωνῇ· Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους σκηνὰς μετοικήσασα. Χαῖρε ἡ τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἕν συναγαγοῦσα. Χαῖρε ἡ ἐλπὶς καὶ σωτηρία ἡμῶν, σὲ γὰρ χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ ́ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ ̓ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ ̓ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

 

 

Λιτή. Ἦχος α ́.

Ἑορτὴν χαρμόσυνον, ἡ τοῦ Χριστοῦ Πρωτομάρτυς τῆς Ἱσπανίας, Εὐλαλία ἡμῖν ἐδωρήσατο, τοῖς προσελθοῦσι φαιδρῶς, τὴν πανίερον αὐτῆς μνήμην ἐγκωμιάσαι. Δεῦτε οὖν ἐνθεαστικῶς, ἐμμελετῶντες τὴν ἐθελούσιον μαρτυρικὴν ὁμολογίαν, καὶ πανθαύμαστον μαρτυρικὴν αὐτῆς τελευτήν, ὕμνοις καὶ ᾠδαῖς ἐπευφημήσωμεν λέγοντες· Ὦ νεάνις Εὐλαλία, τῆς ἀειπαρθένου τοῦ Υἱοῦ ἐρασθεῖσα, καὶ ὑπὲρ Αὐτοῦ ἑκουσίως τυθεῖσα, χαῖρε, ἐν τοῖς οὐρανίοις δώμασι σαββατίζουσα, καὶ σκέπε λιταῖς σου, τοὺς Ὀρθοδόξους καὶ τὴν πόλιν σου, ἐκ πάσης πλάνης καὶ περιστάσεως.

 

Ἦχος β’.

Δεῦτε φιλομάρτυρες, ἐπὶ τῇ ἑορτῇ τῆς παιδομάρτυρος Εὐλαλίας, πνευματικῶς εὐωχηθῶμεν, καὶ ἐν ἐγκωμίων ᾠδαῖς αὐτὴν τιμήσωμεν λέγοντες· χαῖρε, νεανίδων τὸ κλέος, παρθένων ὁ τύπος, καὶ Μαρτύρων τὸ ἐγκαλλώπισμα· χαῖρε, τοῦ Πρωτομάρτυρος Στεφάνου σύσκηνε, καὶ τῶν δυσσεβῶν διωκτῶν τῆς πίστεως ἀντίπαλε· χαῖρε, ἡ τῆς ὁμολογίας ἀπλανὴς ὁδηγός, καὶ τῆς εὐσεβείας μέγας διδάσκαλος. Χριστῷ τῷ Θεῷ ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ἐν Ἱσπανίᾳ Ὀρθοδόξων, καὶ πάντων τῶν τιμώντων τὴν πανίερον μνήμην σου.

 

Ἦχος γ΄.

Τὴν καλλίνικον Μάρτυρα Εὐλαλίαν, χαρμονικοῖς πιστοὶ εὐφημήσωμεν. Αὕτη γάρ, τὸ παρθενικὸν καὶ εὐῶδες ἄνθος τῆς νεότητος, ὁλοψύχως τῷ Θεανθρώπῳ προσήνεγκε, καὶ παῤῥησίᾳ Αὐτὸν ὡς Λυτρωτὴν καὶ Δεσπότην, τοῖς ἀσεβέσιν ἐκήρυξεν· ὅθεν δεινῶς αἰκισθεῖσα, καὶ πολλὰς βασάνους ἀκλινῶς ὑπομείνασα, ἐν σταυρῷ τῷ ἐρασμίῳ αὐτῆς Νυμφίῳ, τὴν ὁλόφωτον αὐτῆς ψυχὴν παρέδωκεν. Νῦν δὲ ἐν οὐρανίοις θαλάμοις, αἰωνίως σαββατίζουσα, πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος δ΄.

Μέγα καὶ παράδοξον θαῦμα, σήμερον πιστοὶ καθορῶντες, τὸν ἀθλοθέτην Χριστὸν δοξάσωμεν. Ἡ ἁγνὴ νεᾶνις καὶ παρθένος, ἡ πολιοῦχος καὶ τὸ τῆς Βαρκελώνης καύχημα, πανένδοξος Εὐλαλία, λαθοῦσα τῶν γονέων αὐτῆς, ὡς ἡ τριετίζουσα Δάμαλις, πρὸς τὸν Νυμφίον Χριστὸν ἔδραμεν Αὐτῷ λέγουσα· Σὲ Νυμφίε μου ποθῷ, καὶ σὲ ζητοῦσα ἀθλῶ, ἵνα μετὰ Σοῦ αἰωνίως συναγάλλομαι καὶ συνδοξάζομαι. Αὐτῆς πρεσβείαις Κύριε, δώρησαι τῷ λαῷ Σου εἰρήνην, ἀγάπην, πίστιν ἀληθῆ καὶ τὸ μέγα ἔλεος.

 

 

 

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε χριστοφόροι λαοί, θαῦμα ἐν Ἱσπανίᾳ τελούμενον, ἐμμελετήσωμεν καὶ λαμπρῶς κηρύξωμεν. Νεᾶνις ἁγνὴ ἐν Βαρκελώνῃ βλαστήσασα, ὡς ὁ δωδεκαετὴς Ἰησοῦς, τοῖς ἐν σκότει καὶ ἀνοίᾳ τελοῦσιν, αὐτοκλήτως καὶ θεοφωτίστως, τὰ τῆς Παναγίας Τριάδος μεγαλεῖα ἐκήρυξεν. Οὕτω αὐτοὺς ταπεινώσασα, καὶ τὴν εἰδωλικὴν πλάνην εὐτελίσασα, ἐν πολλοῖς αἰκισμοῖς, καὶ τῇ μαρτυρικῇ τελευτῇ αὐτῆς τούτους κατενίκησε, καὶ τὸν ἀληθῆ Θεὸν ἐμεγάλυνε· διὸ αὐτῇ ἐκβοήσωμεν· σῶσον πρεσβείαις σου καὶ ἡμᾶς, τοὺς ὀρθοδόξως Χριστῷ λατρεύοντας, καὶ φύλαξον τὴν πόλιν σου ἄτρωτον ἐκ πλάνης, καὶ ἐπηρείας δαιμόνων.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς.

ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν

Χαίροις, ὁμολογίας κανών, τῆς παρθενίας τὸ εὐῶδες κειμήλιον, ἁγνότητος Εὐλαλία, καὶ μαρτυρίας ἀστήρ, Βαρκελώνη Μάρτυς πρώτη ἔνδοξε. Χριστὸν γὰρ ἠγάπησας, καὶ θερμῶς ὡμολόγησας, σεπτῶς τυθεῖσα, ὥσπερ σφάγιον ἔντιμον, ἐκνικήσασα, τὴν δειλίαν νεότητος· ὅθεν εἰς τὰ οὐράνια, εἰσέδυς σκηνώματα, νύμφη Χριστοῦ Θεοῦ Λόγου, καὶ σῷ Νυμφίῳ νενύμφευσαι· Ὃν καθικετεύοις, ὑπὲρ πάντων τῶν τελούντων τὴν σὴν πανήγυριν.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, τῆς Βαρκελώνης λιμήν, καὶ πολιοῦχος καὶ σεπτὸν ἐγκαλλώπισμα, καὶ πρότυπον Εὐλαλία, ὁμολογίας Χριστοῦ, ἀπαρχὴ Μαρτύρων καὶ ὑπόδειγμα, πιστῶν καταφύγιον, καὶ ἁγνείας τὸ ἄγαλμα, ὁμολογούντων, θεοδώρητον στήριγμα, τῆς θυσίας δε, φωτεινὸν ἀκροθίνιον· ὅθεν τὴν σὴν σεβάσμιον, τελοῦντες πανήγυριν, χάριν τὴν σὴν ἐκζητοῦμεν, καὶ σαῖς πρεσβείαις πρὸς Κύριον, τοῦ σῶσαι ἐκ πλάνων, Ὀρθοδόξους Ἱσπανίας, τοὺς ἀνυμνοῦντάς σε.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, ἁγνὴ νεᾶνις Χριστοῦ, τῆς Βαρκελώνης πολιοῦχος ἐξάκουστος, παρθένων καὶ νεανίδων, ἡ ἀσφαλὴς ὁδηγός, τῶν Μαρτύρων δόξα καὶ προπύργιον, πιστῶν ἀγαλλίαμα, θείου ἔρωτος πρότυπον, τῆς ἀρετῆς δε, ἀσφαλὲς ἐνδιαίτημα, καὶ τῆς πίστεως, πρὸς Χριστὸν μέγα ἕδρασμα· ὅθεν ἐνθέοις ᾄσμασι, καὶ λόγοις πανένδοξε, βίον τὸν σὸν ἐπαινοῦμεν, καὶ τὰς λιτάς σου πρὸς Κύριον, αἰτούμεθα Μάρτυς, ἵνα λάβωμεν πλουσίως, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. β΄.

Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, ἔφη ὁ προφητάναξ Δαυΐδ, καὶ τὸν αὐτοῦ λόγον, ἡ παιδομάρτυς Εὐλαλία ἐπεσφράγισε. Δωδεκαετὴς οὖσα, ἐν μέσῳ ἀσεβούντων, ἐν τῇ Βαρκελώνῃ Χριστοῦ ἐρασθεῖσα, ὡς ἰσάγγελος ἐπολιτεύθη, καὶ θαυμαστῶς καὶ ὑπὲρ λόγον ἐναθλήσασα, ὡς σφάγιον πανίερον ἑαυτὴν τῷ Κυρίῳ χαίρουσα ἔθυσεν· ὅθεν καὶ ἡμεῖς ἐν τῇ μνήμῃ αὐτῆς, τὸν ἀθλοθέτην Χριστὸν δοξάσωμεν, καθικετεύοντες Αὐτόν, ὅπως λιταῖς τῆς Μάρτυρος Εὐλαλίας, δι’ ἐναρέτου πολιτείας, Αὐτὸν τοῖς πέρασιν θαυμαστώσωμεν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν Συνάναρχον Λόγον.

Τὴν εὐλαλῶς τὸν Λόγον Θεὸν κηρύξασα, πανευλαβῆ Εὐλαλίαν, τῆς Βαρκελώνης σεπτόν, ἐγκαλλώπισμα πιστοὶ ἀνευφημήσωμεν· ὅτι ἐνήθλησε στεῤῥῶς, καὶ ἐμαρτύρησε σεπτῶς, ὡς σφάγιον ὑπὲρ Λόγου, καὶ ἀπῆλθε κατεστεμμένη, εἰς τὴν παστάδα τοῦ Νυμφίου Χριστοῦ.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα  Ἦχος δ'  Κατεπλάγη Ἰωσὴφ

Κατεπλάγησαν χοροί, τῶν πρωτοτόκων Ἀθλητῶν, καθορῶντες ἐπὶ γῆς, τὴν Εὐλαλίαν τὴν ἁγνήν, ἐν νεότητι στέργουσαν τὰ τοῦ Λόγου, πίστιν ἀληθῆ καὶ ἁγνότητα, πλῆθος αἰκισμῶν καὶ μαρτύριον, καὶ οὐρανίων ἔφεσιν καὶ πόθον, ζωῆς ἁγίων καὶ ἄνεσιν, ἐν Βασιλείᾳ, τοῦ Θεανθρώπου, ἣν δωρεῖται τοῖς Μάρτυσιν.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἀναβόησον Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτὴρ

Τὴν νύμφην τοῦ Χριστοῦ, Εὐλαλίαν τιμῶμεν, καὶ ὕμνοις καὶ ᾠδαῖς, ἐν χαρᾷ εὐφημοῦμεν, ὡς μάρτυρα τῆς πίστεως, καὶ νεάνιδα πάναγνον, τὴν νικήσασαν, τῶν ἀσεβούντων τὴν πλάνην, καὶ στηρίξασαν, τῆς ἀληθείας τὴν πίστει, δυνάμει τοῦ Πνεύματος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα Ἦχος γ' Τὴν ὡραιότητα

Τὴν ὑπερθαύμαστον, ὁμολογίαν σου, καὶ τὴν ὑπέρλογον, ἁγνὴ θυσίαν σου, καταπλαγέντες οἱ πιστοί, ἐβόων σοι Εὐλαλία· χαῖρε τῆς ἁγνότητος, θεοτίμητον ἄγαλμα· χαῖρε τῆς σεμνότητος, καὶ θυσίας ὑπόδειγμα, κλεινῆς δὲ Βαρκελώνης προστάτις· χαῖρε ἡ ταύτης Πρωτομάρτυς.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.



 

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Ἀθληφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία, εἰς πανήγυριν πνευματικήν, ἡμᾶς συνεκαλέσατο. Τὴν παιδομάρτυρα Εὐλαλίαν, τὸ τῆς ἁγνείας κλέος, καὶ τῆς ὁμολογίας τὸ πρότυπον, πρὸς ψυχικὴν οἰκοδομὴν τοῖς Ὀρθοδόξοις χαρμοσύνως προβάλλεται· ὅθεν ᾄσμασι αὐτὴν τιμήσωμεν, καὶ ἐγκωμίοις μεγαλύνωμεν λέγοντες· Χαῖρε, πρωτομάρτυς τῆς Ἱσπανίας, καὶ τῆς Βαρκελώνης προστάτις· χαῖρε, Μάρτυς ἐν γῇ, καὶ νύμφη Χριστοῦ ἐν οὐρανοῖς· χαῖρε, πάντων τῶν Ὀρθοδόξων, φύλαξ καὶ πρέσβειρα.

 

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Εὐλαλία εὖχος, Βαρκελώνης ἔφυ. Νικοδήμου.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

λθὲ θεῖον Πνεῦμα ἐν τῷ νοΐ, ἐμοῦ τοῦ ἀθλίου, ἐγειροῦντος ὑμνολογεῖν, ἁγνότητος ἄνθος Εὐλαλίαν, τῆς Βαρκελώνης τὴν πρώτην ἐν Μάρτυσιν.

ψῶ τὴν καρδίαν πρὸς σὲ ἁγνή, κλέος Βαρκελώνης, καὶ αἰτοῦμαι τὰς πρὸς Θεόν, θερμὰς ἱκεσίας Εὐλαλία, τοῦ ἀνυμνῆσαι ἀξίως τὴν ἄθλησιν.

Λαλεῖς Εὐλαλία πανευλαβῶς, κηρύττουσα Λόγον, ὡς Δεσπότην καὶ Ποιητήν, ἐν μέσῳ ἀθέων καὶ ἀπίστων, οὖσα νεᾶνις ἁβρὰ καὶ ἀδύναμις.

Θεοτοκίον.

Αἰτοῦμαι πρεσβείας Σου πρὸς Χριστόν, ἁγνὴ Θεοτόκε, ὡς κυήσασα ἐν γαστρί, Θεὸν τῶν ἁπάντων Ὃν δυσώπει, ὑπὲρ τῶν πίστει τιμώντων Σε ἄχραντε.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Λυτρωτὴν Εὐλαλία τὸν Ἰησοῦν ἔδεξας, τοῖς ἐν ἀσεβείᾳ τελοῦσι, λόγοις καὶ ἔργοις σου, καὶ μαρτυρίῳ ἁγνή, ὃ ἐκ καρδίας ἐπόθεις, καὶ σπουδῇ ἐζήτησας, χαίρουσα ἔνδοξε.

σχυρῶς ἀντετάξω εἰδωλικοῖς φθέγμασι, Μάρτυς Εὐλαλία σὴν πίστιν, πρὸς τὸν Θεάνθρωπον, καὶ ὡς Δαυΐδ Γολιάθ, σοὺς δικαστὰς ἐταπείνωσας, αἰκισμοὺς καὶ μάστιγας, καθυπομένουσα.

ρετὴν παρθενίας καὶ τὸν Χριστὸν ἔνδοξε, ζήλῳ Εὐλαλία ποθοῦσα, πάντα ἐπίκηρα, ἀπαρνηθεῖσα ἐν γῇ, τῶν οὐρανίων ἐγεύσω, καὶ ζωὴν αἰώνιον, ἐκληρονόμησας.

Θεοτοκίον.

Εὐλογίαν τῷ κόσμῳ Λόγον Θεοῦ τέξασα, πρέσβευε Αὐτῷ Θεοτόκε, ὑπὲρ τῶν δούλων Σου, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πιστοὶ εὐφημήσωμεν ἐν ἐγκωμίων ᾠδαῖς, καὶ ᾄσμασι μέλψωμεν τὴν ἐν ἁγνείᾳ ζωήν, καὶ θεῖον μαρτύριον, ἅπαντες Εὐλαλίας, κλέους τῆς Βαρκελώνης, πρώτης ἐν μαρτυρίῳ, φρυκτωροῦ πολιούχου, παρθένου τας Ἐκκλησίας, ὄντως θεόφρονος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἐν τῇ γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν συνέδραμες Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτόφος ἁγνεύουσα; Πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· χαῖρε ἡ Κεχαριτωμένη.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

ψιπέτις ἀνῆλθες, εἰς τὴν Βασιλείαν τὴν ἐπουράνιον, Εὐλαλία καὶ ἠξίωσαι, ἀθανάτου δόξης θεοτίμητε.

Χριστὸν Λόγον ἠγάπησας, καὶ τὴν σὴν νεότητα Αὐτῷ τέθυκας, ὑπομείνασα μαρτύριον, Εὐλαλία χαίρουσα ἐν Πνεύματι.

Οἰκητήριον γέγονας, Εὐλαλία ὄντως τῆς θείας χάριτος· διὸ στέρξασα μαρτύριον, σαββατίζεις κόρη θείοις δώμασιν.

Θεοτοκίον.

Σαῖς λιταῖς θεοδόξαστε, χάριν τοῦ Υἱοῦ Σου ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τοῦ δολίου δράκοντος τὰ ἔνεδρα.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

Βίον ἀρετῆς, Εὐλαλία καὶ ἁγνότητος, καὶ τῶν Μαρτύρων τέλος ἐπιποθεῖς, τῆς Βαρκελώνης, φρουρὸς γεγονυῖα ἄγρυπνος.

ναξ Ἰησοῦς, Εὐλαλία σε ἐνίσχυσε, καταξιῶν σε κόρη ὁμολογεῖν, Τριάδος κράτος, σωτήριον καὶ φιλάνθρωπον.

ῶσιν ψυχικήν, Εὐλαλία ταῖς πρεσβείαις σου, πρὸς Χριστὸν φιλάνθρωπον Λυτρωτήν, καὶ τὴν εἰρήνην, παράσχου ἐμοὶ τῷ τάλανι.

Θεοτοκίον.

Κόρη ὑπουργεῖς, ἐν ἀγκάλαις Σου βαστάζουσα, καὶ γαλουχοῦσα Χριστὸν ὑπερφυῶς, τῇ σωτηρίᾳ, τοῦ κόσμου θεοχαρίτωτε.

 

 

 

 

 

 

ᾨδὴ στ’. Τὴν δέησιν.

δόξασας, τὸν Χριστὸν πανεύφημε, Εὐλαλία ἐθελόθυτον θῦμα· διὸ ζωῆς, τῆς ἀγήρω καὶ θείας, ἐπαπολαύεις ἀεὶ σαββατίζουσα, πρεσβεύουσα πρὸς τὸν Θεόν, τοῦ ῥυσθῆναι ἡμᾶς τῆς κολάσεως.

Λατρεύουσα, εὐσεβῶς παντάνακτι, Εὐλαλία πρὸς μαρτύριον τρέχεις, καὶ εὐθαρσῶς, ἀσεβέσι κηρύττεις, τὴν ἐξ ἀγάπης Χριστοῦ ἐνανθρώπησιν, καὶ λύτρωσιν ἐκ τῶν δεσμῶν, ἁμαρτίας θανάτου καὶ δράκοντος.

ράϊσον, τὴν ψυχήν μου ἔνδοξε, ταῖς λιταῖς σου πρὸς Θεὸν Εὐλαλία, καὶ τὴν χαράν, τῆς εἰρήνης παράσχου, καὶ τὴν ἐλπίδα Θεοῦ τὴν σωτήριον, καὶ πόθον τοῦ σαββατισμοῦ, καὶ ζωὴν παραδείσου τὴν ἄληκτον.

Θεοτοκίον.

Νυμφίον Σου, ἐν γαστρὶ ἐκύησας, ὑπὲρ φύσιν τε καὶ λόγον παρθένε, καὶ ἐν χερσί, τὸν Θεὸν ἠγκαλίσω, καὶ ἐκ μαζῶν Σου σεπτῶς ἐγαλούχησας· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων Αὐτὸν καθικέτευε.

 

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ποθοῦσα ἁγνή, μαρτύριον προσέδραμες, ἐν ζήλῳ Θεοῦ, καὶ Λόγον ἀνεκήρυξας, ὡς Θεὸν καὶ Κύριον, Εὐλαλία πλάνους νικήσασα· ὅθεν σε ἁγνὴ ὁ Χριστός, ἐν παστάδι ἠξίωσεν, αἰωνίως οἰκεῖν.

Ὁ Οἶκος.

Οἱ ἐν Βαρκελώνῃ ὀρθοδόξως, τῷ Χριστῷ λατρεύοντες, τὴν ἁγιότροπον βιοτὴν τῆς παιδομάρτυρος Εὐλαλίας, σὺν πάσῃ τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ, πανευφροσύνως γεραίρουσι, καὶ ἑορτίως τιμῶσιν. Αὕτη γὰρ ἡ τὴν ἁγνείαν ὡς κόρη ὀφθαλμοῦ φυλάξασα, καὶ γνησίως καὶ μανικῶς τοῦ Χριστοῦ ἐρασθεῖσα, τὴν τῶν Μαρτύρων ὁμολογίαν, μαρτυρίαν καὶ τελευτὴν ἐζήλωσεν· ὅθεν ἐθελουσίως καὶ αὐτοκλήτως τὴν τῶν εἰδώλων πλάνην ἐλέγξασα, καὶ πολλοὺς τῶν ἀσεβῶν πιστοὺς καὶ Μάρτυρας ἀναδείξασα, τοῦ ποθουμένου ἔτυχε, μαρτυρικῶς τὸν βίον τελειώσασα· ὅθεν ὡς ἁγνὴν καὶ Μάρτυρα ὁ Χριστός, ἐν παστάδι ἠξίωσεν, αἰωνίως οἰκεῖν.

 

Συναξάριον.

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐλαλίας, τῆς ἐν Βαρκελώνῃ τῆς Ἱσπανίας.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας

Μάρτυς Εὐλαλία σαββατίζει ἐν δόξῃ ἐν Βασιλείᾳ Θεοῦ, στεφθεῖσα ἐπαξίως, ἐν μέσῳ τῶν Μαρτύρων· μεθ’ ὧν ψάλλει πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὺ σκέπεις Εὐλαλία τοὺς πόθῳ προσκυνοῦντας, ἐν Βαρκελώνῃ σεπτῶς, τὸ λείψανόν σου κόρη, καὶ πίστει ὀρθοδόξῳ, ἀνυμνοῦντας τὸν Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ν μέσῳ ἀσεβούντων Εὐλαλία ἡ Μάρτυς ὁμολογίᾳ τρανῇ, τὴν πίστιν τῆς Τριάδος, κηρύττει καὶ διδάσκει, εὐφροσύνως κραυγάζουσα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Φωτὶ ἡ Εὐλαλία τοῦ Παρακλήτου αὐγάζει τὰς διανοίας πιστῶν, καὶ πάντας προσκαλεῖται, τὸ ὄνομα τὸ θεῖον, ἀνυμνεῖν μετὰ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

πάρχεις Μήτηρ Λόγου ἔμψυχος ναός τε, καὶ φωτοφόρος σκηνή, ἱκέτευε Παρθένε, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων Σοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Τὸν Βασιλέα.

Νενυμφευμένη, ἡ Εὐλαλία τὸν Λόγον, παρθενίας τὸ ἄνθος φυλάττει, τὸν Χριστὸν ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

σχὺν λαβοῦσα, ἡ Εὐλαλία Κυρίου, μαρτυρεῖ ὑπὲρ Τούτου καὶ ψάλλει· τὸν Χριστὸν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κυριαρχίαν, ὁμολογοῦσα Τριάδος, Εὐλαλία ἀεὶ σαββατίζει, ἀνυμνολογοῦσα, Αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

μολογοῦμεν, ὡς οὐρανῶν πλατυτέραν, τὴν Παρθένον καὶ Λόγου Μητέρα, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Δεσπότην Θεοῦ Λόγον, Σὲ ὁμολογοῦσα, ἡ Ἀθληφόρος νεᾶνις Χριστὲ εὐθαρσῶς, καταξιοῦται εἰσδῦναι, εἰς ἐπουράνια.

δέως τὰ τοῦ κόσμου, Εὐλαλία ἠρνήθη, τῆς τε νεότητος ἄνθος καὶ πάντα τερπνά, ἵνα ἐν δώμασι θείοις, χαίρῃ σὺν Μάρτυσιν.

Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ παῤῥησίας ἐνθέου καὶ χάριν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Μάρτυς πανένδοξε.

μότροπον Μαρτύρων, σὲ ὁμολογοῦμεν, καὶ μιμητὴν Εὐλαλία παρθένων σεμνῶν, καὶ Ἀθλητῶν πρωτοτόκων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.

μνήσωμεν Μαρίαν, Λόγου τὴν Μητέρα, καὶ τῶν πιστῶν προστασίαν καὶ σκέπην σεπτήν, τῶν Ἀσωμάτων τὴν δόξαν, καὶ τὸ ἐντρύφημα.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Ἁγνὴν μεγαλομάρτυρα, ἐνθέως εὐφημήσωμεν, ζῆλον γὰρ ἔχουσα θεῖον, φθαρτῶν ἠλόγησε πάντων· Κύριον τὸν Θεάνθρωπον, θαυμαστῶς ὡμολόγησε· πίστιν δὲ τὴν ἀμώμητον, τυθεῖσα ἐθελουσίως, ἐστήριξεν Εὐλαλία.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πάντες εὐφημήσωμεν, τὴν Εὐλαλίαν ἐν ὕμνοις, Βαρκελώνης κόσμημα, Ἱσπανίας πάνσεπτον ἐγκαλλώπισμα· ἐν χαρᾷ ἔθυσεν, ἑαυτὴν ἐνθέως, καὶ ἠρνήθη τὰ ἐπίκηρα, χαρὰν νεότητος, καὶ τὴν ματαιότητα ἅπασαν, στηρίζουσα ἐν αἵματι, τοὺς ἐν ἀληθείᾳ πιστεύοντας· ὄντως ἀνεδείχθη, ἀντίτυπον Μαρτύρων τοῦ Χριστοῦ, καὶ τῆς ἁγνείας κειμήλιον, ἡ θεομακάριστος. (Δίς)

 

ᾌσμασι τιμήσωμεν, τῆς Εὐλαλίας τὴν μνήμην, καὶ πανηγυρίσωμεν, φιλεόρτων σύλλογος εὐφραινόμενοι· ἀρετῆς γέγονε, καὶ θυσίας τύπος, μαρτυρίας ἐγκαλλώπισμα, ἁγνείας πρότυπον, καὶ ὁμολογίας ἀγλάϊσμα, Μαρτύρων ὑποτύπωσις, καὶ τῶν ἀσεβούντων ταπείνωσις· ὅθεν ὁ Νυμφίος, κατέστεψε παστάδι οὐρανοῦ, σαββατισμὸν δωρησάμενος, καὶ ζωὴν αἰώνιον.

 

Πνεύματι ἐνίκησας, τοὺς αἰκισμοὺς Εὐλαλία, δυσσεβῶν ὠμότητα, ἀπειλὰς μαρτύριον καὶ τὸν θάνατον· τοῖς πιστῶς ἔδειξας, τοῦ Θεοῦ τὴν χάριν, καὶ Τριάδος τὴν ἐνέργειαν, ἐν βίῳ πάνσεμνε, καὶ ἐν φοβερῷ μαρτυρίῳ σου. Τοῖς πᾶσι δὲ ἐκήρυξας, τὴν εἰδωλικὴν ματαιότητα· ὅθεν ἐπαξίως, εἰσῆλθες εἰς μονὴν τοῦ οὐρανοῦ, εὐφραινομένη σὺν Μάρτυσιν, αἰωνίως ἔνδοξε.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸ τῆς ἁγνείας θεῖον ἄγαλμα, καὶ τῆς ὁμολογίας τὸ σεπτὸν ἐγκαλλώπισμα, Εὐλαλίαν τὴν παιδομάρτυρα, ἐν ᾠδαῖς ἐγκωμιάσωμεν. Αὕτη γὰρ τὴν αἰώνιον ζωὴν ποθοῦσα, καὶ τὸν τῆς ψυχῆς Νυμφίον Χριστὸν μανικῶς ἀγαπήσασα, τὸ τῆς νεότητος ἄνθος, καὶ τὰ τοῦ κόσμου τερπνὰ ὡς ἐπίκηρα, εἰς οὐδὲν ἐλογίσατο· ὅθεν δυνάμει τοῦ Παρακλήτου Πνεύματος, τὸ τοῦ θήλεος καὶ τὸ τῆς νεότητος ἀσθενὲς ὑπερκεράσασα, ἔσπευσεν ὡς ἐθελόθυτον θῦμα ὁμολογῆσαι Χριστὸν τὸν Θεόν, καὶ ὑπὲρ Αὐτοῦ τὴν ἑαυτῆς ψυχὴν προθύμως θεῖναι. Καὶ νῦν ὡς καλλίνικος Μάρτυς, χαίρει ἐν οὐρανοῖς, πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιϊπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 
ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν Εὐλαλίαν ὡς παρθένον ὑμνοῦμεν, καὶ μεγαλύνομεν αὐτῆς θεῖον ζῆλον, καὶ ἀρετῶν τὸν πλοῦτον καὶ θυσίαν ζωῆς· αὕτη γὰρ Θεὸν ἠγάπησε, μανικῶς ἐκ καρδίας, σπεύδουσα ὡς ἔλαφος πρὸς θυσίαν ἁγίαν· διὸ εἰσῆλθεν ἔνδοξος εἰς γῆν, τὴν τῶν πραέων, ὡς Μάρτυς πανεύφημος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Εὐλαλία εὖχος, Βαρκελώνης ἔφυ. Νικοδήμου.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

λθὲ θεῖον Πνεῦμα ἐν τῷ νοΐ, ἐμοῦ τοῦ ἀθλίου, ἐγειροῦντος ὑμνολογεῖν, ἁγνότητος ἄνθος Εὐλαλίαν, τῆς Βαρκελώνης τὴν πρώτην ἐν Μάρτυσιν.

ψῶ τὴν καρδίαν πρὸς σὲ ἁγνή, κλέος Βαρκελώνης, καὶ αἰτοῦμαι τὰς πρὸς Θεόν, θερμὰς ἱκεσίας Εὐλαλία, τοῦ ἀνυμνῆσαι ἀξίως τὴν ἄθλησιν.

Λαλεῖς Εὐλαλία πανευλαβῶς, κηρύττουσα Λόγον, ὡς Δεσπότην καὶ Ποιητήν, ἐν μέσῳ ἀθέων καὶ ἀπίστων, οὖσα νεᾶνις ἁβρὰ καὶ ἀδύναμις.

Θεοτοκίον.

Αἰτοῦμαι πρεσβείας Σου πρὸς Χριστόν, ἁγνὴ Θεοτόκε, ὡς κυήσασα ἐν γαστρί, Θεὸν τῶν ἁπάντων Ὃν δυσώπει, ὑπὲρ τῶν πίστει τιμώντων Σε ἄχραντε.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Λυτρωτὴν Εὐλαλία τὸν Ἰησοῦν ἔδεξας, τοῖς ἐν ἀσεβείᾳ τελοῦσι, λόγοις καὶ ἔργοις σου, καὶ μαρτυρίῳ ἁγνή, ὃ ἐκ καρδίας ἐπόθεις, καὶ σπουδῇ ἐζήτησας, χαίρουσα ἔνδοξε.

σχυρῶς ἀντετάξω εἰδωλικοῖς φθέγμασι, Μάρτυς Εὐλαλία σὴν πίστιν, πρὸς τὸν Θεάνθρωπον, καὶ ὡς Δαυΐδ Γολιάθ, σοὺς δικαστὰς ἐταπείνωσας, αἰκισμοὺς καὶ μάστιγας, καθυπομένουσα.

ρετὴν παρθενίας καὶ τὸν Χριστὸν ἔνδοξε, ζήλῳ Εὐλαλία ποθοῦσα, πάντα ἐπίκηρα, ἀπαρνηθεῖσα ἐν γῇ, τῶν οὐρανίων ἐγεύσω, καὶ ζωὴν αἰώνιον, ἐκληρονόμησας.

Θεοτοκίον.

Εὐλογίαν τῷ κόσμῳ Λόγον Θεοῦ τέξασα, πρέσβευε Αὐτῷ Θεοτόκε, ὑπὲρ τῶν δούλων Σου, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου

Διάσωσον, ἐκ πολεμίου τοὺς τιμῶντάς σε Εὐλαλία, ὅτι πέλεις πρὸς τὸν Χριστὸν πιστῶν ἡ μεσίτρια, ὡς Μάρτυς Αὐτοῦ ἁγνὴ καὶ ἁγία.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ποθοῦσα ἁγνὴ μαρτύριον προσέδραμες, ἐν ζήλῳ Θεοῦ καὶ Λόγον ἀνεκήρυξας, ὡς Θεὸν καὶ Κύριον, Εὐλαλία πλάνους νικήσασα· ὅθεν σε ἁγνὴ ὁ Χριστός, ἐν παστάδι ἠξίωσεν, οὐρανίῳ οἰκεῖν.

 

 

 

 

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

ψιπέτις ἀνῆλθες, εἰς τὴν Βασιλείαν τὴν ἐπουράνιον, Εὐλαλία καὶ ἠξίωσαι, ἀθανάτου δόξης θεοτίμητε.

Χριστὸν Λόγον ἠγάπησας, καὶ τὴν σὴν νεότητα Αὐτῷ τέθυκας, ὑπομείνασα μαρτύριον, Εὐλαλία χαίρουσα ἐν Πνεύματι.

Οἰκητήριον γέγονας, Εὐλαλία ὄντως τῆς θείας χάριτος· διὸ στέρξασα μαρτύριον, σαββατίζεις κόρη θείοις δώμασιν.

Θεοτοκίον.

Σαῖς λιταῖς θεοδόξαστε, χάριν τοῦ Υἱοῦ Σου ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τοῦ δολίου δράκοντος τὰ ἔνεδρα.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

Βίον ἀρετῆς, Εὐλαλία καὶ ἁγνότητος, καὶ τῶν Μαρτύρων τέλος ἐπιποθεῖς, τῆς Βαρκελώνης, φρουρὸς γεγονυῖα ἄγρυπνος.

ναξ Ἰησοῦς, Εὐλαλία σε ἐνίσχυσε, καταξιῶν σε κόρη ὁμολογεῖν, Τριάδος κράτος, σωτήριον καὶ φιλάνθρωπον.

ῶσιν ψυχικήν, Εὐλαλία ταῖς πρεσβείαις σου, πρὸς Χριστὸν φιλάνθρωπον Λυτρωτήν, καὶ τὴν εἰρήνην, παράσχου ἐμοὶ τῷ τάλανι.

Θεοτοκίον.

Κόρη ὑπουργεῖς, ἐν ἀγκάλαις Σου βαστάζουσα, καὶ γαλουχοῦσα Χριστὸν ὑπερφυῶς, τῇ σωτηρίᾳ, τοῦ κόσμου θεοχαρίτωτε.

 

ᾨδὴ στ’. Τὴν δέησιν.

δόξασας, τὸν Χριστὸν πανεύφημε, Εὐλαλία ἐθελόθυτον θῦμα· διὸ ζωῆς, τῆς ἀγήρω καὶ θείας, ἐπαπολαύεις ἀεὶ σαββατίζουσα, πρεσβεύουσα πρὸς τὸν Θεόν, τοῦ ῥυσθῆναι ἡμᾶς τῆς κολάσεως.

Λατρεύουσα, εὐσεβῶς παντάνακτι, Εὐλαλία πρὸς μαρτύριον τρέχεις, καὶ εὐθαρσῶς, ἀσεβέσι κηρύττεις, τὴν ἐξ ἀγάπης Χριστοῦ ἐνανθρώπησιν, καὶ λύτρωσιν ἐκ τῶν δεσμῶν, ἁμαρτίας θανάτου καὶ δράκοντος.

ράϊσον, τὴν ψυχήν μου ἔνδοξε, ταῖς λιταῖς σου πρὸς Θεὸν Εὐλαλία, καὶ τὴν χαράν, τῆς εἰρήνης παράσχου, καὶ τὴν ἐλπίδα Θεοῦ τὴν σωτήριον, καὶ πόθον τοῦ σαββατισμοῦ, καὶ ζωὴν παραδείσου τὴν ἄληκτον.

Θεοτοκίον.

Νυμφίον Σου, ἐν γαστρὶ ἐκύησας, ὑπὲρ φύσιν τε καὶ λόγον παρθένε, καὶ ἐν χερσί, τὸν Θεὸν ἠγκαλίσω, καὶ ἐκ μαζῶν Σου σεπτῶς ἐγαλούχησας· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων Αὐτὸν καθικέτευε.

Διάσωσον, ἐκ πολεμίου τοὺς τιμῶντάς σε Εὐλαλία, ὅτι πέλεις πρὸς τὸν Χριστὸν πιστῶν ἡ μεσίτρια, ὡς Μάρτυς Αὐτοῦ ἁγνὴ καὶ ἁγία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Εὐλαλία Μαρτύρων ὑπάρχεις τὸ καύχημα, ὁμολογίας Χριστοῦ δὲ σεπτὸν ἐγκαλλώπισμα, ἑκουσίως ὑπὲρ Αὐτοῦ τυθεῖσα ἐν χαρᾷ· διὸ ἔλαβες ἐν οὐρανοῖς, τῆς Ἀθληφόρου τὴν τιμήν, καὶ τῆς νίκης τὸν στέφανον· στήριξον σαῖς πρεσβείαις, πιστοὺς ἐν Ὀρθοδοξίᾳ, καὶ καθικέτευσον Χριστόν, ὅπως λάβωμεν ἄφεσιν.

 

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τῆς Ἀθληφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Πάντες εὐφημήσωμεν, τὴν Εὐλαλίαν ἐν ὕμνοις, Βαρκελώνης κόσμημα, Ἱσπανίας σεπτὸν ἐγκαλλώπισμα, ἐν χαρᾷ ἔθυσεν, ἑαυτὴν ἐνθέως, καὶ ἠρνήθη τὰ ἐπίκηρα, χαρὰν νεότητος, καὶ τὴν ματαιότητα ἅπασαν, στηρίζουσα ἐν αἵματι, τοὺς ἐν ἀληθείᾳ πιστεύοντας, ὄντως ἀνεδείχθη, ἀντίτυπον Μαρτύρων τοῦ Χριστοῦ, καὶ τῆς ἁγνείας κειμήλιον, ἡ θεομακάριστος.

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας

Μάρτυς Εὐλαλία σαββατίζει ἐν δόξῃ ἐν Βασιλείᾳ Θεοῦ, στεφθεῖσα ἐπαξίως, ἐν μέσῳ τῶν Μαρτύρων· μεθ’ ὧν ψάλλει πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὺ σκέπεις Εὐλαλία τοὺς πόθῳ προσκυνοῦντας, ἐν Βαρκελώνῃ σεπτῶς, τὸ λείψανόν σου κόρη, καὶ πίστει ὀρθοδόξῳ, ἀνυμνοῦντας τὸν Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ν μέσῳ ἀσεβούντων Εὐλαλία ἡ Μάρτυς ὁμολογίᾳ τρανῇ, τὴν πίστιν τῆς Τριάδος, κηρύττει καὶ διδάσκει, εὐφροσύνως κραυγάζουσα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Φωτὶ ἡ Εὐλαλία τοῦ Παρακλήτου αὐγάζει τὰς διανοίας πιστῶν, καὶ πάντας προσκαλεῖται, τὸ ὄνομα τὸ θεῖον, ἀνυμνεῖν μετὰ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

πάρχεις Μήτηρ Λόγου ἔμψυχος ναός τε, καὶ φωτοφόρος σκηνή, ἱκέτευε Παρθένε, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων Σοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Τὸν Βασιλέα.

Νενυμφευμένη, ἡ Εὐλαλία τὸν Λόγον, παρθενίας τὸ ἄνθος φυλάττει, τὸν Χριστὸν ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

σχὺν λαβοῦσα, ἡ Εὐλαλία Κυρίου, μαρτυρεῖ ὑπὲρ Τούτου καὶ ψάλλει· τὸν Χριστὸν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κυριαρχίαν, ὁμολογοῦσα Τριάδος, Εὐλαλία ἀεὶ σαββατίζει, ἀνυμνολογοῦσα, Αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

μολογοῦμεν, ὡς οὐρανῶν πλατυτέραν, τὴν Παρθένον καὶ Λόγου Μητέρα, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Δεσπότην Θεοῦ Λόγον, Σὲ ὁμολογοῦσα, ἡ Ἀθληφόρος νεᾶνις Χριστὲ εὐθαρσῶς, καταξιοῦται εἰσδῦναι, εἰς ἐπουράνια.

δέως τὰ τοῦ κόσμου, Εὐλαλία ἠρνήθη, τῆς τε νεότητος ἄνθος καὶ πάντα τερπνά, ἵνα ἐν δώμασι θείοις, χαίρῃ σὺν Μάρτυσιν.

Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ παῤῥησίας ἐνθέου καὶ χάριν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Μάρτυς πανένδοξε.

μότροπον Μαρτύρων, σὲ ὁμολογοῦμεν, καὶ μιμητὴν Εὐλαλία παρθένων σεμνῶν, καὶ Ἀθλητῶν πρωτοτόκων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.

μνήσωμεν Μαρίαν, Λόγου τὴν Μητέρα, καὶ τῶν πιστῶν προστασίαν καὶ σκέπην σεπτήν, τῶν Ἀσωμάτων τὴν δόξαν, καὶ τὸ ἐντρύφημα.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Βαρκελώνης θεῖος βλαστός, Εὐλαλία Μάρτυς, καὶ ἁγνείας ὑπογραμμός· χαίροις Ὀρθοδόξων, διδάσκαλος καὶ μύστις, καὶ πρὸς ζωὴν τὴν ἄνω, ἀλείπτης ἔνθεος.

Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς, Εὐλαλίας βίον, καὶ βοήσωμεν ἐν χαρᾷ· χαίροις τῶν παρθένων, καὶ τῶν Μαρτύρων κλέος, πιστῶν δὲ Ὀρθοδόξων, τὸ περιτείχισμα.

Ἁγνείας τιμήσωμεν εὐλαβῶς, θεῖον ἐκμαγεῖον, Εὐλαλίαν τὴν θαυμαστήν, τὴν ἐθελουσίως, τυθεῖσαν ὑπὲρ Λόγου, καὶ πίστιν ὀρθοδόξων, ἐπιστηρίξασαν.

Ὕμνοις εὐφημήσωμεν ἐν ᾠδαῖς, ἄνθος τῆς ἁγνείας, παρθενίας δὲ στολισμόν, τὴν ἀναδειχθεῖσαν, ὑπόδειγμα Μαρτύρων, τὴν θείαν Εὐλαλίαν, παιδίσκην ἄμωμον.

Μάρτυς Εὐλαλία ἐν οὐρανοῖς, ἀεὶ σαββατίζεις, μεθ’ Ἁγίων περιχαρῶς, ὡς πρότυπον ἁγνείας, καὶ παρθενίας κλέος· ἱκέτευε τὸν Κτίστην, σῶσαι νεότητα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

 

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, Εὐλαλίας τῆς ἁγνῆς, ἄθλησιν ἁγίαν τιμῶντες, ἐν κατανύξει ψυχῆς, λόγοις ἀνυμνήσωμεν αὐτῆς μαρτύριον. Τῆς Τριάδος ἐκήρυξεν, ἐν μέσῳ ἀθέων, πίστιν τὴν σωτήριον, ζωὴν τὴν ἄληκτον· ὅθεν, ὡς ἀρνίον τυθεῖσα, χαίρει σαββατίζουσα ὄντως, σὺν τοῖς πρωτοτόκοις καὶ συμμάρτυσιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 








Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου