ΟΚΤΩΒΡΙΟΣ ΠΡΩΤΗ ΚΥΡΙΑΚΗ
ΠΑΝΑΓΙΑ ΚΟΥΚΟΥΖΕΛΙΣΣΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
ᾈσμάτων
τὴν σάλπιγγα λαμπρῶς, δεῦτε ἀναλάβωμεν, Δαβιτικῶς ἀνακράζοντες, νοΐ ἁγνεύοντι,
τῇ ἀειπαρθένῳ· Σὺ εἶ Θρόνος ἔμψυχος, ἐν ᾧ ὁ ζωοδότης καθήμενος, εἰς ἔθνη
ἅπαντα, ἐβασίλευσεν· ᾯ πρέσβευε, Θεομῆτορ σώζεσθαι, τὸν κλῆρόν Σου.
Ἡ
πύλη τοῦ Λόγου τῆς ζωῆς, τὰς εἰσόδους ἤνοιξε, τῷ Ἰωάννῃ ἐν πνεύματι, τῆς ὑπὲρ
ἔννοιαν, θείας φωταυγείας, ᾗ καταλαμπόμενος, ἐκραύγαζε τῆς Σῆς ὡραιότητος, Κόρη
μὲ ἔπλησας· ὅθεν πίστει περιπτύσσομαι, τὸν σεπτόν Σου χαρακτῆρα Δέσποινα.
Σιὼν
τοῦ Θεοῦ ἡ νοητή, ᾗ τεθεμελίωται, θείοις τοῦ Πνεύματος ὄρεσιν, ὡς ἱλαστήριον,
τῇ τοῦ Ἄθω Λαύρᾳ, ἱερῶς ἐνίδρυσεν, αὐτῆς τὸ χαριτόπνουν ἐκτύπωμα, ᾯ
ἐκμυούμενος, ὁ Γρηγόριος ἐκραύγαζε· χαῖρε κλίνη Χριστοῦ πορφυρόστρωτε.
Λαμπρύνεται
σήμερον πιστῶς, Λαύρα ἡ περίδοξος, Ἀθανασίου τοῦ μάκαρος, τοῖς θαυμασίοις Σου,
καὶ προσπτυσσομένη, τὴν λαμπρὰν Εἰκόνα Σου, εὐσήμως ἐκβοᾶ Σοι Θεόνυμφε· τὸ
θεῖον πρόσωπον, λιτανεύουσα οὐ παύσομαι, εἰς αἰῶνας, Σοῦ θεοχαρίτωτε.
Δόξα.
Ἦχος α΄.
Δεῦτε
ἅπασαι τῶν μοναστῶν αἱ χορεῖαι, πνευματικῶς εὐφρανθῶμεν, τῇ παρθενικῇ
πανηγύρει· ἰδοὺ γὰρ ἡ παντάνασσα Θεόπαις, ὡς μυστικὴν πανδαισίαν ἡμῖν
παρατίθεται, τὴν ἱερὰν αὐτῆς Εἰκόνα, ἐξ ἧς ἀΰλως εὐωχούμενοι, μεθέξωμεν ὡς
ἐφικτὸν τῶν θεοποιῶν δωρημάτων, καὶ εὐσεβῶς βοήσωμεν· Θεόνυμφε Δέσποινα, μὴ
παύσῃ προνοουμένη τῆς ποίμνης Σου, ἣν ἐξελέξω κληρονομίαν Σου, παρὰ Χριστοῦ τοῦ
Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τὸ Δογματικὸν τοῦ ἤχου.
Εἰς τὸν Στίχον. Πρῶτον τὸ Ἀναστάσιμον τοῦ ἤχου· καὶ εἶτα τῆς
Θεοτόκου. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Στ.: Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Κλίμαξ
θεοτερπής, ἐστήρικται Παρθένε, ἐν Λαύρᾳ ἡ Εἰκών Σου, ἀνάγουσα πρὸς ὕψος, τοὺς
πίστει εὐφημοῦντάς Σε.
Στ.: Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Βρύει
παντοδαπάς, χαρίτων ἐπομβρίας, Παρθένε ἡ Εἰκών Σου, πηγῆς ἐξ ἀκενώτου, ἡμᾶς
καταπιαίνουσα.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ἐξάρξατε
λαμπρῶς, Γρηγόριε θεόφρον, καὶ θεῖε Ἰωάννη, ἡμῶν τῆς μελῳδίας, τὴν Θεοτόκον
μέλποντες.
Δόξα.
Καὶ νῦν.
Ἄχραντε
Μαριάμ, ἱκέτευε ἀπαύστως, σὺν τῷ Ἀθανασίῳ, πάσης ὀργῆς ῥυσθῆναι, τήνδε τὴν
θείαν ποίμνην Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον,
τὸ Ἀναστάσιμον.
Δόξα.
Καὶ νῦν. Τῆς Κουκουζελίσσης. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν λαμπράν Σου Εἰκόνα ὡς πηγὴν ἁγιάσματος, οἱ ἐν Λαύρᾳ Παρθένε
κεκτημένοι ὑμνοῦμέν Σε· ἐκ ταύτης γὰρ δυὰς ἡ μουσουργός, κεχρύσωται ταῖς Σαῖς
μαρμαρυγαῖς, δι’ ὧν Κόρη καταφαίδρυνον καὶ ἡμᾶς, τοὺς πίστει ἐκβοῶντάς Σοι·
δόξα τῇ Παρθενίᾳ Σου Ἁγνή· δόξα τῇ φωταυγίᾳ Σου· δόξα τῇ πρὸς ἡμᾶς Σου
προμηθείᾳ Θεόνυμφε.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ α’ Κάθισμα τοῦ
Ψαλτηρίου. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους ι’, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ’ τοῦ τυχόντος ἤχου, καὶ στ’ τῆς
Θεοτόκου. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ἡ σκηνὴ τοῦ Λόγου, τῆς ζωῆς ἡ ἄμπελος, ὡς βότρυν ἐν τῇ
Μονῇ, ἡμῶν ἐξήνεγκε, τὴν θείαν ὡς ἀληθῶς, αὐτῆς Εἰκόνα ἐξ ἧς ἀρυόμεθα, τὸ
νέκταρ τὸ μυστικόν, τὸ τὰς καρδίας βοᾷν προτρεπόμενον· κεχαριτωμένη χαῖρε, μετὰ
Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ
τῶν Σῶν χαρίτων ἁγνή! Ποταμὸν γὰρ πλήρη, ὑδάτων τοῦ Πνεύματος, Εἰκόνα Σου τὴν
λαμπράν, ἡμῖν δεδώρησαι, εὐφραίνοντα ἱερῶς, καθάπερ πόλιν τοῖς θείοις ὁρμήμασι,
καὶ ῥείθροις τοῖς ζωτικοῖς, Ἀθανασίου τὴν ποίμνην προσάδουσαν· κεχαριτωμένη
χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Ὄρος
τοῦ Θεοῦ περίοπτον, περιηνθισμένον, θεουργοῖς χαρίσμασιν, ὡς δρόσον ἑωθινήν,
ἡμῖν ἐπόμβρισας, μορφήν Σου τὴν ὑλικήν, τὸν γλυκασμὸν τῆς σοφίας σταλάζουσαν,
καὶ νέμουσαν πολλαπλῶς, τῆς ἀφθαρσίας τὴν χάριν τοῖς μέλπουσι· κεχαριτωμένη
χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸ
τοῦ Λόγου παλάτιον, ἡ πηγὴ ἡ ζωήῤῥυτος, ὁ λαμπρὸς Παράδεισος, τοῦ Θεοῦ ἡμῶν,
ζωῆς ὡς ξύλον ἐβλάστησεν, αὐτῆς τὸ ἐκτύπωμα, ἐν τῇ Λαύρᾳ τῇ σεπτῇ, ἐξ οὗ γνῶσιν
δρεπόμενος τὴν ἀΐδιον, ὁ ἡδύφωνος πάλαι Ἰωάννης· χαῖρε χώρα τοῦ ἀστέκτου, χαῖρε
Παρθένε ἐκραύγαζε.
Ὡραιώθη
ἡ ὄψις Σου, ὑπὲρ ἥλιον λάμπουσα, ὡς τὸν πάντων αἴτιον τιθηνήσασα, καὶ ἡ λαμπρά
Σου ἐμφέρεια, ὀσμὴν θείας γνώσεως, ἀναβλύζει ἐσαεί, ἐν ᾗ Κόρη μυούμενος, ὁ
Γρηγόριος, τὴν ὑπέρλαμπρον δόξαν Σου ἐβόα· ἐν Σοὶ πᾶσα κτίσις χαίρει,
εὐλογημένη παντάνασσα.
Οὐρανὸς
ὡς πολύφωτος, ἡ Θεὸν ἀνατείλασα, τὸν τοῦ σκότους ἄρχοντα καταῤῤάσσοντο, καθάπερ
σέλας ἐφήπλωσε, τῇ Λαύρᾳ τοῦ Ἄθωνος, τὴν σεπτὴν αὐτῆς μορφήν, τὰς ἀΰλους
λαμπρότητας, ἀπαστράπτουσαν, καὶ μιγάδων φωτίζουσαν τὰς φρένας, τοῦ κραυγάζειν
γηθοσύνως· χαῖρε Θεόνυμφε Δέσποινα.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
τῶν μονοτρόπων οἱ χοροί, ἐν τῷ ἀειθαλεῖ εἰσελθόντες λειμῶνι, τῶν τῆς πανάγνου
θαυμάτων, ὀσμὴν ζωῆς κομισώμεθα· ἐν αὐτῷ γὰρ προεισελθόντες Ἰωάννης καὶ
Γρηγόριος, αἱ καλλικέλαδοι ἀηδόνες, τῇ μυστικῇ εὐωδίᾳ ἐνεπλήσθησαν καὶ ταῖς
περιηργυρωμέναις πτέρυξιν, ἐν χλωρότητι χρυσίου, γῆθεν ἀνιπτάμενοι ἐβόων τῇ
Θεοτόκῳ· χαίροις ὁ κεκλεισμένος κῆπος, ἐξ οὗ ἀγεωργήτως ἐγεώργηται ὁ Γεωργὸς
του παντός· χαίροις, ἡ σκηνὴ ἡ θεότευκτος, ἐξ ἧς ὑπὸ χρόνον προῆλθεν, ὁ τῶν
αἰώνων Ποιητής· χαίροις, τῆσδε ἱερᾶς Μονῆς προσφυγή, καὶ σκέπη καὶ ὀχύρωμα, ἣν
ἀσάλευτον τήρει, ἐκ πάσης περιστάσεως, θεοχαρίτωτε Δέσποινα.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Γενέσεως
τὸ Ἀνάγνωσμα. (Κεφ. 28, 10-17)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν.
Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων
τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ
ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν
οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· Ὁ δὲ
Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν·Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου,
καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω
αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ
πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ
ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ
ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ
ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με
πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν. Ὅτι
ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν. Ὡς
φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ
οὐρανοῦ.
Προφητείας,
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 27 & 44, 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς
ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ
προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης
τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη.
Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ
οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿
αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ
φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται,
καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης
τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης
ὁ οἶκος Κυρίου.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11)
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε
τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν
ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ
κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ
τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν
κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα
βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ
ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ,
μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει
σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ
δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι
Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Λιτή.
Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ, ἡ τοῦ Ἄθωνος Λαύρα, τὸ εὐαγέστατον σεμνεῖον τοῦ ἐν Ὁσίοις Ἀθανασίου·
ἰδοὺ γὰρ ἡ πόλις τοῦ Βασιλέως τοῦ μεγάλου, ἡ φυτεία ἡ θεουβλαστούργητος, ἐν Σοὶ
Δαβιτικῶς, τὰς ἀναδενδράδας αὐτῆς ἐξέτεινεν, ὧν ἡ σκιά, κατακαλύπτει καὶ
διασώζει καὶ τέρπει, τὰς λογικὰς κέρδους Σου, ἃς συναγαγοῦσα εἰς ἕν, τὴν
ἡλιοστάλακτον αὐτῆς Εἰκόνα, προσκυνοῦσα βόησον· δεδοξασμένα λαλεῖται περὶ Σοῦ
ἀειπάρθενε Δέσποινα, διὰ Ἰωάννου καὶ Γρηγορίου τῶν δούλων Σου, τῶν ἡδυφθόγγως
ὑμνησάντων Σε καὶ συνεκβοώντων Σοι· ταῖς τοῦ θείου Ἀθανασίου πρεσβείαις,
παράσχου τῇ δε τῇ ποίμνῃ Σου, εὐφροσύνην καὶ χαρά, καὶ τὸ μέγα ἔλεος.
Ἦχος
β΄.
Ἡ
χρυσαυγίζουσα νεφέλη, τοῦ Πατρικοῦ ἀπαυγάσματος, ἡ προεκλελεγμένη παστᾶς, ἐν ᾗ
ἐνυμφεύσατο ὁ Λόγος, τὴν φύσιν ἡμῶν, ὁ λογικὸς οὐρανὸς τῆς ἀχωρήτου Οὐσίας,
οὐράνιον ἐν γῇ δεικνύει ἀστέρα, καὶ χωρητικὸν τῶν Πνευματικῶν διαδόσεων·
ἀστροφεγγέσι γὰρ χάρισι, τῆς μυστικῆς αὐτῆς ἐπιφανείας, ὁ Ἰωάννης τελούμενος,
καὶ χρυσέῳ νομίσματι ἀμειβόμενος, δαβιτικῶς ἐβόα· κεκόρεσμαι Δέσποινα, ἰδὼν τὴν
δόξαν Σου, καὶ ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἀνυμνῶν τὴν
μεγαλοπρέπειάν Σου, καὶ προσκυνῶν τὴν Εἰκόνα Σου, ἀφ’ ἧς πηγάζεις ἡμῖν,
εὐφροσύνην καὶ μέγα ἔλεος.
Ἦχος
γ΄.
Ὡσεὶ
ἐλαίαν κατάκαρπον, ἐν τῷ νοερῷ λειμῶνι τοῦ Ὁσίου Ἀθανασίου, τὴν Σὴν ἐμφέρειαν
κατεφύτευσας Δέσποινα, δι’ ἧς τῷ τῆς ἐμφανείας Σου ἐλαίῳ, ὁ Γρηγόριος
λιπαινόμενος, οἷα κιθάρα Δαβιτική, ἐγρηγόρως ἐκελάδει Σοι· χαίροις, ἡ μυροθήκη
τῆς παρθενίας, ἐξ ἧς προῆλθεν ἡμῖν τὸ μῦρον τῆς ζωῆς· χαίροις, τῆς ἱερᾶς ταύτης
Μονῆς περιτείχισμα, καὶ περισώζουσα ἔλλαμψις. Ἣν μὴ ἐλλείπῃς φρουρεῖν καὶ
περισώζειν ἀεί, ὡς προσανέχουσαν ἀνενδοιάστως, τῇ σκέπῃ Σου.
Ἦχος
δ΄.
Ἡ
βάτος ἡ ἄφλεκτος τοῦ ἀστέκτου πυρός, ὡς ἑπτάφωτον λυχνίαν ἀνέδειξε, τὸν λαμπρὸν
αὐτῆς χαρακτῆρα, τῇ ἱερᾷ ἡμῶν Μονῇ, ἐξ ἧς ἄνθρακες ζωῆς ἀνήφθησαν, καὶ κατέφλεξαν
τὰς φρυγανώδεις ὁρμάς, καὶ ἡμᾶς προτρέπονται βοᾶν τῇ Θεοτόκῳ· χαίροις, τὸ
χρυσοῦν θυμιατήριον, ἀφ’ Οὗ διέπνευσεν ἡ εὐωδία τῆς Θεότητος· χαίροις, ἡ
κεκλεισμένη πύλη τοῦ Λόγου, ἡ ἀναπετάσασα ἡμῖν, τῆς ἀθανασίας τὰς εἰσόδους·
χαίροις, ὁ ὄρθρος τῆς ἐξ ὕψους Ἀνατολῆς, ἡ ὑπανάπτουσα τὸν ἐσβεσμένον λύχνον
ἡμῶν, τῷ πυρὶ ὃ ἦλθε βαλλεῖν, ὁ Υἱός Σου ἐπὶ γῆς, καὶ φωτίζουσα τὴν λογικήν Σου
ποίμνην, τοῖς ἐκ τῆς Εἰκόνος Σου πυρσεύμασι.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. α΄.
Δεῦτε
τῶν ἀζύγων τὸ σύστημα, δεῦτε ἐν τῇ Λαύρᾳ συνδράμωμεν, δεῦτε καὶ χεῖρας
κροτήσωμεν, Δαβιτικὸν μέλον ἐξάδοντες, τῇ ἀειπαρθένῳ παντανάσσῃ. Ἐξεχύθη χάρις
λέγοντες, ἐν τῇ φεραυγεῖ Εἰκόνι Σου καὶ ἐπλήρωσε τὰς αὔλακας τῆς λογικῆς
ποίμνης Σου, ἐξ ὧν ἐγεωργήθη σῖτος ἐκλεκτός, τῷ πάντων Κτίστῃ· διὸ πανακήρατε,
ἡμῶν μὴ ἐπιλάθη τῶν κεκτημένων τὸ Σὸν ὁμοίωμα ῥάβδον δυνάμεως, ἀλλὰ γενοῦ τοῖς
δούλοις Σου πύργος ἰσχύος, καὶ νεφέλη ἀναψυχῆς· ἱκετεύει γάρ Σε Δέσποινα,
Ἀθανάσιος ὁ τῆς ἀθανασίας μέτοχος, καὶ μετὰ Σοῦ ἡμῶν ὑπέρμαχος.
Εἰς τὸν Στίχον. Πρῶτον τὸ Ἀναστάσιμον τοῦ ἤχου· καὶ εἶτα τῆς
Θεοτόκου. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Στ.: Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Χαίρει
Ἄθω ἡ Λαύρα ἐν Σοί, ὡς κιβωτὸς τῆς Διαθήκης κατέχουσα, οὐ πλᾶκας τοῦ πάλαι
Νόμου, ἁγιασμοῦ δὲ πηγήν, καὶ ταμεῖον θεῖον διαδόσεων, τὴν θείαν Εἰκόνα Σου,
καρπουμένη ἑκάστοτε, τὰς δωρεάς Σου, ψυχικὸν ἀγαλλίαμα, δι’ ὧν τέρπεται,
βορβορώδης ἀνάβλυσις· ἥνπερ σκέπε καὶ φύλαττε, καὶ θάλλειν ἀνάδειξον, ὡς
εὐθηνοῦσαν ἐλαίαν, ταῖς ἀρεταῖς θεοχώρητε, παρέχουσα ταύτῃ εὐφροσύνην καὶ εἰρήνην,
καὶ μέγα ἔλεος.
Στ.: Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Χαίροις,
ἡ ἀγεώργητος γῆ, ἡ πέτραν δείξασα ψυχῶν μέλι βρύουσαν, τὸ θεῖόν Σου χαρακτῆρα,
τοῖς ἀσκουμένοις πιστῶς, ἐν τῇ ὧδε Μάνδρᾳ προμηθείᾳ Σου, ἐξ ἧς ἀρυόμενοι, τὰ
γλυκύῤῥοα νάματα, τῆς ἀφθαρσίας, ὥσπερ δένδρα ὑψίκομα, ἀναθάλλουσι, διεξόδοις
τοῦ Πνεύματος, Δέσποινα καὶ βοῶντές Σοι· χαρίτων ἡ θάλασσα, βλῦσον ῥανίδα
ἐλέους, τοῖς ἐν τῇ ἄλμῃ τῶν θλίψεων, πικρῶς νηχομένους, καὶ τὴν Σὴν
προσδοκωμένους, θείαν ἀντίληψιν.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Δεῦο,
ἡ ἱερὰ ξυνωρίς, σὺν Ἰωάννῃ ὁ θεόφρων Γρηγόριος, καὶ ᾄσατε προσκιρτῶντες, τῆς
κιβωτοῦ τοῦ Θεοῦ, τοῦ Δαβὶδ τὸ ἔργον μιμησάμενος, εὐρύθμοις ἐν χείλεσιν, ὡς
κυμβάλοις κραυγάζοντες· χαῖρε ἡ στάμνος, ἐξ ἧς μάννα οὐράνιον, κόσμῳ πρόεισι,
διατρέφον τὰ σύμπαντα· χαῖρε ἡ ἐμφυτεύσασα, τὴν θείαν Εἰκόνα Σου, κληρονομίαν
Σου τῇδε, ῥοδωνιὰν ὡς ἡδύπνοον, ἀφ’ ἧς ἀναβλύζεις, τῆς εἰρήνης τὸν Χειμάῤῥουν,
καὶ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. δ΄.
Σήμερον,
ἡ ἱερὰ τοῦ Ἄθω Λαύρα, προφητικῶς ἀμφιέννυται τὴν εὐφροσύνην ὡς ἱμάτιον, καὶ ὡς
νύμφη κατακοσμεῖται τῶν θαυμάτων Σου τῷ κόσμῳ Θεοτόκε· ἐν αὐτῇ γὰρ Εἰκών Σου,
ὡς γῆ αὔξουσα τὰ ἄνθη αὐτῆς, ταῖς τῶν χαρίτων ἀποστολαῖς, ἐν τοῖς πέρασι τῶν
καρδιῶν ἡμῶν διαπνέει, τὰς ποιότητας τῶν ἐπανθουσῶν Σοι ἀρετῶν, δι’ ὧν Θρόνος
ἐγνωρίσθης, τοῦ τῆς Χερουβὶμ ἐπιβαίνοντος· τῆς παρθενίας κειμήλιον, πανήγυρις
τοῦ σωτηρίου συναλλάγματος· φρικτὸς τῆς οἰκονομίας ἱστός, ἐν ᾧ ἀῤῥήτως ὑφάνθη ὁ
τῆς ἑνώσεως χιτών, χρυσέα στάμνος, ἐξ ἧς μαννατοδοτεῖται πᾶς ὁ κόσμος, τὸν
ἄρτον τῆς ζωῆς, τὸν παρέχοντα διὰ Σοῦ ἡμῖν τὸ μέγα ἔλεος.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον,
τὸ Ἀναστάσιμον.
Δόξα.
Τῆς Κουκουζελίσσης. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν λαμπράν Σου Εἰκόνα ὡς πηγὴν ἁγιάσματος, οἱ ἐν Λαύρᾳ Παρθένε κεκτημένοι
ὑμνοῦμέν Σε· ἐκ ταύτης γὰρ δυὰς ἡ μουσουργός, κεχρύσωται ταῖς Σαῖς μαρμαρυγαῖς,
δι’ ὧν Κόρη καταφαίδρυνον καὶ ἡμᾶς, τοὺς πίστει ἐκβοῶντάς Σοι· δόξα τῇ Παρθενίᾳ
Σου Ἁγνή· δόξα τῇ φωταυγίᾳ Σου· δόξα τῇ πρὸς ἡμᾶς Σου προμηθείᾳ Θεόνυμφε.
Καὶ
νῦν. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν
θείαν Εἰκόνα Σου ἐξ ἧς οἰκείᾳ χειρί, τὸ χρύσεον νόμισμα τῷ ψάλλοντί Σοι πιστῶς,
θεράποντι δέδωκας, ἅπαντες προσκυνοῦμεν, Κουκουζέλισσαν ταύτην, καλοῦντες
Θεογεννῆτορ, φερωνύμως βοῶντες· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα τοῦ τυχόντος ἤχου.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα τῆς Θεοτόκου. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἔαρ ἀνθηρόν, καὶ Παράδεισος θεῖος, Οὗ αἱ ἀποστολαί, νάρδος μύρον καὶ κρόκος,
ὀσμὴ θείας γνώσεως, καὶ εὐῶδες κιννάμωμον, πέλει ἄχραντε, ὁ ὑλικὸς χαρακτήρ
Σου, ἐν ᾯ ἵστανται, ὥσπερ νεόφυτα δένδρων, οἱ δοῦλοί Σου Δέσποινα. (Δίς)
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα τῆς Θεοτόκου. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν
ὑπερούσιον, ἄνθρακα τέξασα, λαβὶς πυρίμορφος, καὶ Βάτος ἄφλεκτος, ἡ πρὸ τῶν
αἰώνων τῷ Θεῷ, ἐκλελεγμένη γέγονας· ὅθεν πυρσευόμενος, ταῖς ἀΰλοις Σου λάμψεσι,
στύλος ὁ Γρηγόριος, φωτοφόρος τεθέατει· βοῶν ἐν τῷ ὁρᾶν Σε ἀΰλως· Χαῖρε ἡ
Κεχαριτωμένη. (Δίς)
Εἶτα, οἱ Ἀναβαθμοί· τὰ Ἀντίφωνα καὶ τὰ Προκείμενα τοῦ ἤχου.
Τὸ ἐνδιάτακτον Ἐωθινόν.
Εἶτα, οἱ Κανόνες· ὁ Ἀναστάσιμος καὶ τῆς Εἰκόνος δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς:
Σὺ εἶ, Θεοτόκε, τῆς Λαύρας ἡ σκέπη.
Γερασίμου.
ᾨδὴ
α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Σοφίας τὴν ἄβυσσον,
ἀποτεκοῦσα πανάμωμε, τὸν νοῦν μου συνέτισον, καὶ λόγον δώρησαι, τὰ θαυμάσια, τὰ
Σὰ ὑμνολογοῦσα· δι’ ὧν ἐκλαμπρύνεται, ἡ κτίσις ἅπασα.
Ὑδάτων κατάῤῥυτος, ὡς
ποταμὸς τῶν τοῦ Πνεύματος, τῇ Λαύρᾳ ἠνέωξας, πηγὴν θεόδροσον, τὴν Εἰκόνα Σου,
χαρίτων ἐπομβρίαις, ἡμᾶς καταρδεύουσαν, καὶ ἐπευφραίνουσαν.
Ἐκκέχυται πάναγνε, τῷ ὑλικῷ
χαρακτῆρί Σου, ἡ ἄϋλος ἔλλαμψις, τῶν ὑπὲρ νοῦν δωρεῶν, καταυγάζουσα, ἡμᾶς καὶ
ὑψουμένη, πρὸς δόξαν οὐράνιον, τῇ καθαρότητι.
Ἰσχύς μου καὶ ὕμνησις, καὶ
ἀσφαλὲς καταφύγιον, γεγένησαι Δέσποινα, ἡ Λαύρα κράζει Σοι, τῆς προνοίας Σου,
τὸ βάθος ἀνυμνοῦσα, δι’ οὗ ἀποβάλλεται, παθῶν τὸν τάραχον.
Ὁ β’ Κανών, μετὰ διαλόγου, οὗ ἡ μέθοδος τοιαύτῃ: Ἐν μὲν τῷ πρώτῳ
τροπαρίῳ ἑκάστης ᾠδῆς δέεται ὁ Ἅγιος Ἰωάννης ὁ Κουκουζέλης πρὸς τὴν Θεοτόκον,
ἐν δὲ τῷ δευτέρῳ ἀπαντᾷ ἡ Θεοτόκος πρὸς τὸν Ἰωάννην, ἐπίσης καὶ ἐν τῷ τρίτῳ
ὑμνεῖ παρακλητικῶς Γρηγόριος ὁ Δομέστιχος τὴν πανύμνητον, ἐν δὲ τῷ τετάρτῳ
ἀποκρίνεται Αὕτη πρὸς αὐτόν. Ἡ δὲ ἀκροστιχίς: Δυὰς λιγυρά, βοᾷ Σοι, Θεοτόκε. Γερασίμου.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Δοχεῖον θεῖον τῆς ἀνάρχου
φύσεως, ἡ τῷ Θεῷ ἐκλεκτῇ, τὸ τῆς θεαρχίας, καὶ βροτῶν μεθόριον, ἑστία ἡ
ἀπόῤῥητος, ὑψηλῶν μυστηρίων, φωτὸς ταμεῖόν με ἔργασαι, ὅπως ἐπαξίως ὑμνήσω Σε.
Ὕπερθεν πάσης γεηρᾶς
φρονήσεως, καὶ κοσμικῆς ταραχῆς, ἐν τῇ ἀναβάσει, γενοῦ τῆς καρδίας Σου, καὶ
τότε ὥσπερ γέγραπται, θεῖον Πνεῦμα ἑλκύση, ἀνακρουόμενος μέλος μοι, ὡς Δαβὶδ
κινύρα δεκάχορδος.
Ἀγεωργήτως τοῦ παντὸς τὸν
αἴτιον, κυοφορήσασα, γῆ ἐσφραγισμένη, παρθενίας κάλλεσι, κειμήλιον ὑπέρφωτον,
θεϊκῆς εὐδοκίας, σοφῶς τὰ χείλη μου τράνωσον, τοῦ ἀνευφημῆσαι τὴν δόξαν Σου.
Σοφίας χάριν ὡς αἰτεῖς
δοθῆναί Σοι, τῷ θείῳ φόβῳ σαὐτόν, ἐν παντὶ τῷ βίῳ, στοιχειοῦ καὶ ὥδευε,
εἰσόδους τὰς τοῦ Πνεύματος, καὶ μεθέξης θεόθεν, πνευματικῆς ἐπιλάμψεως, μῦστα
τοῦ Υἱοῦ μου Γρηγόριε.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Θεόβρυτος κρήνη ἀνεδείχθης,
ἐξ ἧς τῶν θαυμάτων αἱ ῥοαί, ὡς χάριτες ἡδύπνοοι, ἐν τῇ σεπτῇ Εἰκόνι Σου,
Παρθένε πελαγίζουσι, καὶ τὴν Μονήν Σου εὐφραίνουσιν.
Ἐλαία κατάκαρπος ὁρᾶται, ἐν
οἴκῳ τῷ Σῷ Δαβιτικῶς, ὁ χαρακτήρ Σου Δέσποινα, ἐλαίῳ τῆς προνοίας Σου, λιπαίνων
ἐν χρηστότητι, καὶ ἱλαρύνων τὸν κλῆρόν Σου.
Ὁ Θρόνος τοῦ πάντων
Βασιλέως, ἡ Βάτος ἡ ἄφλεκτος Θεοῦ, ἡ ἀρωματοφόρος γῆ, ὡς ἄρωμα μυρίπνοον,
ἀγαθουργῶς προβάλλεται, ἡμῖν αὐτῆς τὸ ἐκτύπωμα.
Τὴν πύλην διάρασα Σῆς
δόξης, ὑπέδειξας Κόρη ἀμυδρῶς, τὴν θείαν Σου λαμπρότητα, τῷ Ἰωάννῃ Δέσποινα,
σὺν Γρηγορίῳ οἵτινες, τὰ μεγαλεῖά Σου ὕμνησαν.
Ἕτερος.
Ὁ στερεώσας κατ’ ἀρχάς.
Λίαν ξενήκουστα τὰ Σά, καὶ
ἀκατάληπτα πέλει, ἡλιόμορφε τοῦ κτίσαντος θρόνε, οἷς μυούμενος βοῷ· χαῖρε καλὴ
καὶ ἄμωμος· διό μου τὴν καρδίαν, ταῖς καλλοναῖς Σου ὡράϊσον.
Ἱερουργήσας Σου τὸν νοῦν,
ταῖς ὑψηλαῖς θεωρίαις, ἐμπλησθήση θησαυρῶν ἀκηράτων, καὶ βοήσεις μοι φαιδρῶς,
ἐν τῷ Σε κατατέρπεσθαι, ηὐφράνθη μου τὸ πνεῦμα, τῇ Σῇ Παρθένε λαμπρότητι.
Γέρας καὶ σκέπην καὶ χαράν,
τὴν Σὴν Εἰκόνα ἡ Λαύρα, κεκτημένη ἐπαγάλλεται Κόρη, ᾟ συμμέλπω Σοι κἀγώ, Χαῖρε
ἡ οὐρανώσασα, τὴν τοῦ Ἀδὰμ οὐσίαν, ναὲ Θεοῦ πανυπέρτατε.
Ὑφηγουμένην με σαφῶς, τῶν
ἀποῤῥήτων κριμάτων, τὸν βυθὸν τὸν ἀνερμήνευτον βλέψεις, εἰ λαμπρύνης σεαυτόν,
φιλοσοφίας κλίμακι, ἡ Θεοτόκος ἔφη, τῷ Γρηγορίῳ ὁράματι.
Τὸ
Κοντάκιον καὶ ὁ Οἶκος τῆς Κυριακῆς.
Εἶτα,
τὸ Κάθισμα τῆς Θεοτόκου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παράδεισος
ἔμψυχος καὶ φωτοφόρος παστάς, καὶ πύλη χρυσήλατος γεγενημένη ἁγνή, τοῦ πάντων
Θεοῦ ἡμῶν, λύτρωσαι τοὺς Σοὺς δούλους, πειρασμῶν πολυπλόκων, φύλαττε τήνδε
Μάνδραν, ἀπὸ πάσης ἀνάγκης, Παρθένε Θεοτόκε, τοῦ Ἄθω ἀντίληψις. (Δίς)
ᾨδὴ
δ’. Τὴν ἀνεξιχνίαστον.
Ὅλη ἐξαστράπτουσα ὑπερφυῶς,
ὤφθης ὡς ἡμέρα πολύφωτος, τῷ θείῳ ἄστρῳ, Ἰωάννῃ τῷ κλεινῷ, καὶ τοῦτον κατελάμπρυνας,
Κόρη τῷ χρυσέῳ νομίσματι.
Κλίμαξ θεοστήρικτε ὡς
ἀληθῶς, καὶ θεοπαρόδευτε τράπεζα, βάσις ἐγένου, πρὸς ἀνάβασιν λαμπράν, τῷ
Γρηγορίῳ κράζοντι· δόξα Σοι Ἁγνὴ θεοδόξαστε.
Ἔφριξαν ἰδόντες θαῦμα
φρικτόν, οἱ περὶ τὸν Κοσμᾶν θεοκόσμητε, τῆς γὰρ Τριάδος, ὡς λαμπρὰς φωτολαμπῆς
τριττῇ χειρὶ ἐλάμπρυνας τὸ θεοειδές Σου ὁμοίωμα.
Τόμε θεοχάρακτε ἐν ᾧ
Πατρός, Λόγος ἐνεγράφη σαρκούμενος, πυξίον θεῖον, δωρεῶν θεουργικῶν, τὸ Σὸν
λαμπρὸν ὁμοίωμα, Κόρη ἐν τῇ Λαύρᾳ ἀνέδειξας.
Ἕτερος.
Σύ μου ἰσχύς.
Ῥάβδος ἐξ ἧς, ἄνθος τὸ
ἄφθαρτον ἤνθησε, καὶ τὸν κόσμον, πάντα εὐωδίασε, χαῖρε σεμνή, χαῖρε ἡ παστάς,
ἐν ᾗ ἐτελέσθη, ἡ ἀκατάληπτος ἕνωσις, θαυμάτων χαῖρε θαῦμα, Ἀγγέλων χαῖρε ᾆσμα,
τὴν Σὴν ὄψιν τὴν ἄχραντον δεῖξόν μοι.
Ἀγγελικῆς, ἐπειλημμένος
λαμπρότητος, καὶ ἀΰλοις, κεχρημένος στάσεσιν, αἷα κιθάρα Δαβιτική, ψάλλε μοι
εὐῤῥύθμως, ὦ Ἰωάννη καὶ βλέψεις με, προσνέμουσάν Σοι θείως, ἀντιδόσεις
πλουσίας, καὶ φωτὸς θεϊκοῦ ἀμαρύγματος.
Βίβλος Θεοῦ, ἡ ἁγιόγραφος
ἄχραντε, χαῖρε Κόρη, Προφητῶν τὸ κήρυγμα, χαῖρε ὁ ὄρθρος ὁ χρυσαυγής, χαῖρε ἡ
λυχνία, ἡ φωτοφόρος τῆς χάριτος, ἐν Λαύρᾳ τὴν φωνήν Σου, ὠσί μου τῆς καρδίας,
τὴν μελίῤῥυτον φώνησον Δέσποινα.
Ὅλος χαρά, ἐπιθυμία καὶ
ἔφεσις, ὁ Υἱός μου, πέλει ᾯ κολλώμενος, ὡραιωθήση θεουργικῶς, καὶ ἐναυλισθήση
ἀνὴρ καθάπερ μακάριος, λειμῶσιν ἀθανάτοις, καὶ ἴδῃς με προσκαίρως, καὶ ἀφθάρτως
ἐν ὕψει Γρηγόριε.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἡ ἄφθαρτος ἄρουρα, ἡ χώρα ἡ
ἀείζωος, ἡ ἀναπηγάζουσα ἀφθόνως, ἀθανασίας τὰ πελαγίσματα, διέθετο ἐν τῷ ὑλικῷ,
ταύτης ὁμοιώματι, τὰς ἀΰλους λαμπρότητας.
Σοφίας λυχνίαν Σε,
ἑπτάφωτον βαστάζουσαν, Κόρη τὸ λαμπάδιον τῆς δόξης, ὁ Ἰωάννης ἐπεγνωκὼς
μυστικῶς, τῇ ἐπιφανείᾳ Σου βοᾷ· χαῖρε ἀειπάρθενε, τοῦ Θεοῦ ἅρμα πύρινον.
Λαμπόμενος χάριτι, ἐκ τῆς
λαμπρᾶς Εἰκόνος Σου, πάλαι ὁ Γρηγόριος ἐβόα· χαῖρε νεφέλη ἡλιοστάλακτε, ἐν ᾗ
ἐπιβὰς ὁ φωτουργός, τὴν ἀπάτην ὤλεσε, καὶ τὸν κόσμον ἐφώτισεν.
Ἀείζωον τέξασα, ἄρτον ἡμας
ἐκτρέφοντα, νεοθαλῆ δεικνύεις γεωργίαν, τὸ ἱερόν Σου Κόρη ἐκτύπωμα, ἅπαντας
ψωμίζον ἀρεταῖς, καὶ καρποδοτούμενον, εὐθυνίᾳ τῆς Χάριτος.
Ἕτερος.
Ἵνα τί με ἀπώσω.
Ἀλουργόχροε Θρόνε, ἡ τοῦ
παντοτεύκτου καθέδρα θεότευκτος, χαῖρε Θεοτόκε, πορφυρὶς τοῦ τὸ πᾶν
οὐσιώσαντος, τῆς ἀχειροτεύκτου, καὶ θαυμαστῆς σκηνῆς τῆς δόξης, τὸν πιστὸν
ὑμνῳδόν Σου ἀξίωσον.
Συμμετρίᾳ τῶν πόνων, οἶκον
πανακήρατον ἐν τῇ καρδίᾳ Σου, δόμησον τῇ πράξει, τῇ μιᾷ Ἰωάννῃ Θεότητι, ᾧ
προσεπιβήση, ἡ Θεαρχία καὶ μεθέξεις, ἔτι ζῶν τῆς ζωῆς ὡς ἐπόθησας.
Οὐρανὸν τὴν Μονήν Σου,
ἄλλον δεδειχυῖα ἐν ᾧ ἐξανέτειλας, ὥσπερ θεῖον σέλας, τὸ λαμπρόν Σου Παρθένε
ὀμοίωμα, ᾧ πεπυρσευμένος, μὴ στερηθείην τῆς χαρᾶς Σου, ἧς ἐξ ὅλης καρδίας
ἐφίεμαι.
Ἱεραῖς φωταυγίαις, ταῖς ἐκ
τῆς Εἰκόνος μου καταλαμπόμενος, ἀκλόνητος στῆθι, ὥσπερ κέδρος Λιβάνου ἐν
Πνεύματι, ἐν ταῖς θεωρίαις, τῆς ἀρχικῆς φωτοβολίας, καὶ προστάτιν με ἕξεις
Γρηγόριε.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Ὑψοποιὸς κόσμου γέφυρα, τῇ
Σῇ λαμπαδουχίᾳ ἀνύψωσας, τὸν χαρακτῆρά Σου, δι’ Οὗ τῶν κάτω ὑψούμεθα, καὶ πρὸς
ἐπαγγελίας, γῆν περαιούμεθα.
Ῥάβδον δυνάμεως κέκτηται,
Παρθένε καὶ ἰσχύος προπύργιον, καὶ πλοῦτον ἄσυλον, καὶ ἱερὸν παραμύθιον, τοῦ
Ἄθωνος ἡ Λαύρα, τὸ Σὸν ἐκτύπωμα.
Ἀνθηφοροῦσα τὴν χάριν Σου,
ἡ πάντιμος Εἰκών Σου Θεόνυμφε, ἑως ἔαρ εὔοσμον, σκιαγραφεῖ παρεμφαίνουσα, τὰς
ἀρετὰς δι’ ὧν Σε, Θεὸς ἐξέλεξε.
Στέφανον δόξης ἀμάραντον,
διάδημά τε κάλλους βασίλειον, τὸν χαρακτῆρά Σου, Ἄθω ἡ Λαύρα κατέχουσα,
νυμφοστολεῖται Κόρη, τὴν Σὴν εὐπρέπειαν.
Ἕτερος.
Ἱλάσθητί μοι Σωτήρ.
Θημὼν δραγμάτων ζωῆς, ἡ Σὴ
ἐμφέρεια δείκνυται, γνώσεως θείᾳ τροφῇ, ἐμπιπλῶσα Δέσποινα, ἀεὶ τὴν καρδίαν
μου, δι’ ἧς εὔφρανόν με, ἀγαθοῖς τῆς παγκαρπίας Σου.
Ἐκ τῶν αἱμάτων ἐμῶν,
σεσαρκωμένος γεγένηται, ὁ τοῦ παντὸς συνοχεύς, ᾯ θεοποιούμενος, κινύρα ὡς
εὔσημος, ὕμνει Ἰωάννη, τὸν λαμπρῶς με ἀνυψώσαντα.
Ὄρος Θεοῦ ἐμφανές,
χρυσοειδὲς ἱλαστήριον, Παράδεισε μυστικέ, ποταμὲ τοῦ Πνεύματος, Παρθένε με
πότισον, τῆς ἀειζωΐας, τὰ γλυκύῤῥοα ὀμβρήματα.
Ταῖς τῶν καμάτων ῥοαῖς,
παθῶν τὸν χείμαῤῥον ξήρανον, καὶ σωτηρίου πηγῆς, ἀντλήσεις Γρηγόριε, σοφίας τὰ
νάματα, καὶ ἐμοὶ βοήσεις· χαῖρε φρέαρ ζῶντος ὕδατος.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ φωτοφόρος τοῦ Δεσπότου νεφέλη, ἡ κιβωτὸς τῆς πατρικῆς εὐδοκίας,
ἐν Ἧ τὰ ἀκατάληπτα τετέλεσται φρικτῶς, ὡς δρόσον Ἀερμώνειον, καὶ οὐράνιον
αὔραν, τῆς Αὐτῆς ἐμφέρειαν, ἀναδείκνυσι πᾶσαν, Ἣν προσκυνοῦντες εἴπωμεν πιστῶς·
χαῖρε Παρθένε, τοῦ Ἄθω ἡ πρύτανις.
Ὁ
Οἶκος.
Τίς
Σου τὰς θεαυγεῖς ἀρετὰς ὑμνήσει Θεομῆτορ; ἢ ποία γλῶσσα φθέγξεται τὴν
ὑπερκόσμιον δόξαν Σου; Σὺ γὰρ φυσικῶν καὶ ὑπερφυῶν χαρίτων, συνδρομὴ καὶ
περιοχὴ οὖσα, μέσον Θεοῦ καὶ ἀνθρώπων ἔστηκας· τὸν μέν, βροτὸν τέλειον
προαγαγοῦσα μὴ τραπέντα ὃ ἦν· τοὺς δέ, πρὸς τὴν πρώην ἐπαναγαγοῦσα εὔκλειαν,
καὶ θεοὺς κατὰ χάριν ἀναδειξαμένη. Νῦν δὲ συμπαθεῖ προμηθείᾳ Σου, ἐδωρήσω ἡμῖν
τὴν ἱερὰν καὶ σελασφόρον Εἰκόνα Σου, ὡς λειμῶνα ἀειθαλῆ καὶ κῆπον ἀθανασίας, ἐν
ᾟ ἑστῶτες ψαλμικῶς, τῆς ζωηφόρου ὀσμῆς τῶν χαρίτων Σου πληρούμεθα. Ἧς τῇ πείρᾳ
πάλαι Ἰωάννης καὶ Γρηγόριος, τῷ Υἱῷ Σου προσαγόμενοι, τὰ συνδραμόντα ἐν Σοὶ
θαυμάσια ὕμνησαν, ἀναφωνοῦντες τοῖς μεγαλείοις Σου· χαῖρε Παρθένε, τοῦ Ἄθω ἡ
πρύτανις.
Συναξάριον.
Πρῶτον
λέγομεν τὸ τοῦ Μηναίου, καὶ εἶτὰ τὸ ἑξῆς:
Τῇ πρώτῃ Κυριακῇ τοῦ αὐτοῦ Μηνός, ἡ
Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Φωβηνῆς, Κουκουζελίσσης καὶ Τριχερούσης.
Στέφος τηλαυγὲς χαρίτων πολυπλόκων,
Τῇ Λαύρᾳ ὤφθη Παρθένε ἡ Εἰκών Σου.
Παρθενικῆς Μαρίης Θεοῖο Μητρός, τέρατ’ ἀείδω
Ἡ Εἰκὼν αὕτη, ἵσταται ἐν τῷ Παρεκκλησίῳ τῷ πλησίον τῆς
Πύλης τῆς Μονῆς τῆς Λαύρας, ἀνεργεθέντι, ἐπὶ τοῦ καταπετάσματος, ἐν τῇ θέσει,
καθ’ ἥν ὡς ἔθος ἡ Εἰκὼν τῆς Θεοτόκου ἵσταται, ἐνώπιον τῆς ὁποίας καίουσι τρεῖς
ἀκοιμήτους κανδήλας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἑλεύσεως ἐκ τῆς Βασιλίδος τῶν
πόλεων εἰς τὴν Ἱερὰν Μονὴν τοῦ Ἁγίου Παύλου, ἐκ τοῦ ἱδρυτοῦ αὐτῆς Ὁσίου Παύλου,
τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Μυροβλυτίσσης.
Μύρῳ νοητῷ
Μυροβλύτισσα Κόρη,
εὔφρανον ἡμῶν
τὰς τῆς ψυχῆς αἰσθήσεις.
Αὕτη
ἡ θαυματουργὸς καὶ ἁγία Εἰκὼν τῆς Θεοτόκου, ἣν διασωζομένη ἐν τῇ κατὰ τὴν
περιφανῆ Κωνσταντινούπολιν ἱερᾷ Μονῇ τῇ καλουμένῃ τοῦ Μυρελαίου καὶ μετήνεγκε
ταύτης ἐκεῖθεν ὁ Ὅσιος δομήτωρ καὶ πατὴρ ἡμῶν Ἅγιος Παῦλος, ἣν καὶ ἐθησαύρισεν
ἐν τῇ ἐν Ἄθῳ εὐαγεῖ Μονῇ, τῇ ὑπ’ αὐτοῦ δομηθείσῃ, ἥτις τῇ κλήσει αὐτοῦ πᾶσι
γνωρίζεται.
Ἡ
ἁγία αὕτη Εἰκών, τῇ ἐξαιρέτῳ τῆς Θεοτόκου ἐπισκιάσει, μύρον πάλαι ἔβλυσεν· διὸ
καὶ Μυροβλύτισσα κέκληται· πλεῖστα δὲ θαύματα ἐνεργεῖ τοῖς εὐλαβῶς προσιοῦσι,
καὶ τὴν θερμὴν τῆς Ἀειπαρθένου ἐπικαλουμένως ἀντίληψιν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς
θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Ὁδηγητρίας, τῆς παραδόξως ἐκ τῆς τοῦ
Βατοπεδίου Ἱερᾶς Μονῆς, πρὸς τὴν Ἱερὰν Μονὴν τοῦ Ξενοφώντος ἀφιχθείσης, τῇ
βουλήσει τῆς Ἀχράντου Θεομήτορος.
Θηΐη ἱρή, ὅπα
Θεοκύμονος,
ἵκεν ἐκτόπως,
θαρσευσ’ ἡμέων ψυχῶν.
Ἡ Θεομητορικὴ αὕτη Εἰκὼν εὑρίσκετο ἐξ ἀμνημονεύτων
χρόνων, εἰς τὴν Ἱερὰν καὶ Βασιλικὴν Μονὴν τοῦ Βατοπεδίου, ἐντὸς τοῦ Καθολικοῦ,
ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, καὶ κατὰ τὸ 1730 ἔτος, παραδόξως ἐγένετο
ἄφαντος τῶν θυρῶν κεκλεισμένων, καὶ ἐκρύβη οὐ μόνον ἐκ τῆς Ἐκκλησίας, ἀλλὰ καὶ
ἐξ αὐτῆς τῆς Μονῆς. Οἱ δὲ Πατέρες τῆς τοῦ Βατοπεδίου, τὴν θαυματουργίαν ταύτην
τῆς Θεομήτορος, ὡς ἱεροσυλίαν τινὰ νομίσαντες, ἤρξαντο τὴν περὶ αὐτῆς ἐντὸς τῆς
Μονῆς ἀναζήτησιν, ὅτε αἴφνης διεδόθη ἡ φήμη, ὅτι ἡ Ἁγία Εἰκὼν εὑρέθη ἐν τῇ Ἱερᾷ
Μονῇ τοῦ Ξενοφώντος, τῇ κειμένι ἐν διαστήματι τριῶν ὡρῶν ἐκ τῆς του Βατοπεδίου
Μονῆς. Ὅθεν, ἄνευ βραδύτητος ἀπέστειλον ἀνθρώπους τινὰς ἵνα μετακομίσωσιν αὐτὴν
ἐκεῖθεν, εἰς τὰ ἴδια, ὅπερ καὶ ἐγέντο. Οὕτως οὖν μετεκομίσθη ἡ Ἁγία Είκὼν εἰς
τὴν τοῦ Βατοπεδίου, καὶ ἐτέθη ἐκ νέου εἰς τὴν ἰδίαν αὐτῆς θέσιν, καὶ ἐπομένως
ἐλήφθησαν μέτρα αὐστηρότατα εἰς προφύλαξιν καὶ ἀσφάλειαν, ὁποίαι οὐδέποτε
πρότερον ἐλήφθησαν. Ἀλλὰ καὶ μ’ ὅλα ταῦτα, ἡ σεβάσμιος αὕτη Εἰκών, μετὰ τῆς
ἰδίας ἀσφαλείας, ἤγουν τῶν θυρῶν καὶ σφραγίδων ἀσφαλῶς ἐχόντων, καὶ μετέβη
θαυμασίως πρὸς ὅν ἐξελέξατο ἱερὸν τόπον εἰς τὴν τοῦ Ξενοφώντος.
Μετ’ ὀλίγης οὖν ὥρας παρέλευσιν, ἐλθόντες οἱ ἀδελφοὶ
τοῦ Βατοπεδίου ἐν τῷ Ναῷ, καὶ πάλιν τὸν τόπον ὅπου ἡ ἱερὰ ἵστατο Εἰκὼν κενὸν
θεασάμενοι, ἐπιστώθησαν τὴν ἑκούσιον τῆς Θεοτόκου καὶ θαυμαστὴν ἀπ’ αὐτῶν ἀναχώρησιν,
ἅμα δὲ καὶ τὴν πρὸς τὸ ἴδιον μέρος αὐτῆς μετάβασιν, πληροφορηθέντες, δὲν
ἔκριναν εὔλογον τὸ νὰ ἐναντιωθῶσιν ἔτι εἰς τὴν τὰς Θεοτόκου ἀπόφασιν, ἀλλ’
ἅπαντες ὁμοθυμαδὸν συνέδραμον εἰς τὴν αὐτῆς προσκύνησιν. Καὶ εἰς ἀνάμνησιν τῆς
θαυματουργίας ταύτης, ἀπεφάσισαν ἅπαντες ἵνα κομίζωσιν αὐτῇ εἰς τὴν τοῦ
Ξενοφώντος κηροὺς καὶ ἔλαιον, ὅπερ καὶ ἐποίουν ἐπὶ διαστήματι πολλῶν ἐτῶν. Μετὰ
δὲ ταῦτα οἱ τῆς τοῦ Ξενοφώντος ἀδελφοί, ἐμπόδισαν αὐτοὺς τοῦ νὰ ποιῶσι τοῦτο.
Ἡ Ἁγία αὕτη Εἰκών, εὐρίσκεται ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ
τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, ὡς πρὶν καὶ ἐν τῷ τοῦ Βατοπεδίου Καθολικῶ.
Ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως τῶν Ἑλλήνων, εἷς Ὀθωμανὸς
ἠθέλησε νὰ ἐμπαίξῃ τὴν Ἁγίαν ταύτην Εἰκόνα, ἀλλ’ ἀμέσως ἐτιμωρήθη διὰ τὴν ἰδίαν
του ἀνοησίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Βουρλιωτίσσης τῆς
Μικρᾶς Ἀσίας, ἧς ἡ Εἰκὼν τεθησαύρισται ἐν τῷ Ναῷ τῆς Κοιμήσεως τῆς Θεοτόκου
Νέας Φιλαδέλφειας Ἀθηνῶν.
Ταῖς τῆς Παναχράντου
Μητρός, καὶ πάντων τῶν Ἁγίων, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Στάμνος ἔμψυχος ζωῆς τὸ
μάννα φέρουσα θυμιατήριον, τῆς εὐωδίας Θεοῦ, Ἀγγέλων εὐπρέπεια, βροτῶν
διάσωσμα, κόσμος πάγκαλος, τοῦ κοσμοπλάστου γέγονας, Παναγία Θεοτόκε.
Κοσμοστήρικτε στύλε
φωτοειδέστατε γλυκεῖα θάλασσα, ἀνατολὴ χρυσαυγής, χλαμὺς τῆς Θεότητος, ἡ
οὐσιώσασα, Λόγον ἄναρχον, ἐκ πάσης περιστάσεως, τὴν Μονὴν ταύτην συντήρει.
Ἐγεώργηται ἀγεωργήτως
πάναγνε ἐκ τῶν αἱμάτων Σου, ὁ γεωργὸς τοῦ παντός, πολύχουν γεώργιον,
καινοποιούμενος, ἐν τῇ ποίμνῃ Σου, τὴν ἱερὰν Εἰκόνα Σου, γεωργίαις ἀθανάτοις.
Πύλη πάγχρυσε δι’ ἧς
βροτοῖς ὡμίλησεν ὁ ὑπερούσιος, τὰς τῆς ἀφθάρτου ζωῆς, εἰσόδους χρηστότητι,
καινοποιούμενος, ἀποστάλλαξον, ἡμῖν τῆς εὐσπλαγχνίας Σου, τὰς σταγόνας
οὐρανόθεν.
Ἡ ὑπέρφωτος παστὰς τὸ
ἐργαστήριον ἐν ᾧ νενύμφευται, καὶ ἐμορφώθη Χριστός, ὅλος τὸ ἡμέτερον,
προευτρεπίζεται, ὅρμον ἄκλυστον, καὶ λῆξιν ἀδιάδοχον, τοῖς πιστῶς Αὐτὴν τιμῶσι.
Ἕτερος.
Θεοῦ συγκατάβασιν.
Ὁλόφωτε ἥλιε, λελαμπρυσμένη
σελήνη Δέσποινα, ἀκατάφλεκτε βάτε· ἴδε τὸν πόθον τὸν τῆς καρδίας μου, καὶ
λάμπρυνόν με τοῖς Σοῖς ἀμαρύγμασιν, ὡς ἂν βοῶ Σοι ἀεί· χαῖρε φαιδρὰ λαμπηδών.
Καμάτων τὸν πόθον Σου,
προσδεδεγμένη ὡς ὁλοκάρπωμα, Ἰωάννη προσδέχου, ὅσοι προσφέρω χρύσεον νόμισμα,
καὶ διὰ βίου συντόνως μοι κραύγαζε· χαῖρε λειμὼν εὐθαλής, τῶν δωρεῶν τοῦ Θεοῦ.
Ἐν Σοὶ κτίσις ἅπασα, χαίρει
Παρθένε καὶ ἐπιγάννυται, καὶ τοῖς Σοῖς θαυμασίοις, ἡ θεία Λαύρα τοῦ Ἄθω
τέρπεται, καὶ σὺν ἐμοὶ γηθοσύνως κραυγάζει Σοι· χαῖρε ζωῆς θησαυρέ, καὶ
θυμηδίας ἡμῶν.
Γρηγόρησιν δέδεγμαι, ἥν μοι
προσάγεις τῇ λειτουργίᾳ Σου, παρ’ ἐμοῦ· ὅθεν δέχου, εἰς ἀμοιβὴν τῆς Σῆς
ἀναβάσεως, χρύσεον νόμισμα ψάλλων Γρηγόριε· χαῖρε τοῦ Ἄθω χαρά, καὶ μοναζόντων
τρυφή.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Γνώσεως λαμπρᾶς ἠξιωμένος, Παρθένε ὁ Ἰωάννης ὁ
μελίῤῥυτος, τῆς ζωῆς μετείληφε, τοῦ καρποῦ δρεπόμενος, θεοσοφίας χάριτας, καὶ
ἀνακράζων Σοι· χαρίτων, χαῖρε εὔκαρπος χώρα, ἐξ ἧς ᾠκοδομήθη, ναὸς τῷ
παντουργέτῃ.
Ἕστηκας τοῦ Κτίστου
δεξιόθεν, ἀΰλως πεποικιλμένη ὡς Βασίλισσα, νέμουσα λαμπρότητας, νοεροῖς
στρατεύμασι, καὶ τὸν σοφὸν Γρηγόριον, χρυσῷ νομίσμασι, λαμπρῶς, ἀνυψουμένη
ὑμνοῦντα, καὶ ὑπερυψοῦντα, Σὲ Κόρη εἰς αἰῶνας.
Ῥέουσι χαρίτων αἱ λιβάδες,
προῤῥέουσι χείμαῤῥοι τῆς δόξης Σου, νάουσιν ἡδύπνοα, παρθενίας νάματα,
πηγάζουσι μυρίπνοα, ψυχῶν ἰάματα, ἀεί, ἐκ τῆς σεπτῆς Σου Εἰκόνος, δι’ ἧς
ἀναπολοῦμεν, τὴν Σὴν φωτοβολίαν.
Ἅρμα φωτοφόρον πεφυκυῖα,
Παρθένε τοῦ ἐπιβαίνοντος ἐν ἅρμασι, τῶν ἀΰλων τάξεων, ἅρμα τῆς Σῆς χάριτος, τὴν
θείαν Σου ἐμφέρειαν, ἡμῖν ἀνέδειξας, δι’ ἧς, ἁρματηλάται ἐν δόξῃ, σὺν τῷ
Γρηγορίῳ, ὁ Ἰωάννης ὤφθη.
Ἕτερος.
Ἑπταπλασίως κάμινον.
Ἐρηρεισμένος Δέσποινα, τῇ
λαμπρᾷ ἐμφανείᾳ Σου, θαυματοποιΐαις θεϊκαῖς ἠγλάϊσμαι, πρὸ τῆς σεπτῆς Εἰκόνος
Σου, ἱστάμενος καὶ κράζων Σοι· ἄχθους χαλεποῦ, τῆς σηπεδόνος με ῥῦσαι, ὑγείαν
μοι διδοῦσα, τοῦ ψάλλειν εὐχαρίστως· χαῖρε εὐλογημένη, εἰς πάντας τοὺς αἰῶνας.
Ῥεραντισμένος αἵματι, τοῦ
Υἱοῦ μου ἐν πνεύματι, καὶ λελαμπρυσμένος, θείαις ἀναβάσεσι, τῆς νόσου
λελύτρωσαι, τῆς ἐν ποσὶ φανείσης Σου, ὥδευε λοιπὸν φιλοσοφίας τὴν τρίβον, καὶ
βλέψεις μετὰ πότμον, λαμπρῶς με ἐν τῷ πόλῳ, ἐν ᾧ Ἰωάννη, σκηνώσεις εἰς αἰῶνας.
Ἀκαταφλέκτως τέξασα,
ἀειπάρθενος μείνασα, ὦ Παρθενομῆτορ, τὸ πῦρ τῆς Θεότητος, ἀνθηφοροῦσαν ἔδειξας,
τοῖς θεϊκοῖς χαρίσμασι, τὴν θεοειδῆ καὶ ὑλικήν Σου Εἰκόνα, ἐν ᾟ ἑστὼς βοῶ Σοι,
ψυχῇ ἀγαλλομένῃ, ὅλη καλὴ ὑπάρχει, ἡ Σὴ μορφὴ Παρθένε.
Σκήνωμα ἐργασάμενος, ἐν
ἐμοὶ ὁ φιλάνθρωπος, τῆς συναϊδίου, ἑαυτοῦ Δυνάμεως, τὰς τούτου λαμπρότητας, καὶ
θείας ὡραιότητας, καὶ μαρμαρυγάς, διέθετό μοι πάσας, ὧνπερ ἐπαπολαύσῃ, Γρηγόριε
ἐφθόνως, καὶ τηλαυγῶς με ὄψει, σκηναῖς ἐν οὐρανίοις.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Στέφος εὐπρεπές, καὶ θεῖον
διάδημα, τὴν Σὴν ἐμφέρειαν, ἡ τοῦ Σοῦ θεράποντος, Ἀθανασίου Μονὴ κατέχουσα,
τοῖς θαύμασί Σου Δέσποινα, καταστολίζεται, ὥσπερ νύμφη, πίστει ἐκβοῶσά Σοι·
Χαῖρε σκέπη ἡμῶν καὶ κραταίωμα.
Ἴαμα ψυχῶν, καὶ θεῖον
καθάρσιον, βλυστάνει ἄχραντε, ὡς κρουνὸς σωτήριος, ἐκ τῶν ἀσύλων πηγῶν τοῦ
Πνεύματος, Εἰκών Σου ἠ ὑπέρλαμπρος, ᾟ παριστάμενοι, ἐκβοῶμεν· χαίροις
ἀειπάρθενε, ἡ τοῦ Ἄθω φρουρὸς καὶ ὑπέρμαχος.
Μύρον τῆς ζωῆς, σκηνῶσαν
πανάμωμε, ἐν τῇ κοιλίᾳ Σου, μυροθήκην ἔδειξε, τοῦ τῆς Τριάδος πλούτου Σε
ἄσυλον, δι’ οὗ καινοποιούμεθα, τῇ προμηθείᾳ Σου, ἐκβοῶμεν· χαίροις ἀπειρόγαμε,
τοῦ τῆς Λαύρας σεμνείου ἀντίληψις.
Ὅλην μου πρὸς Σέ, πανύμνητε
τίθημι, τὴν προσδοκίαν μου, καὶ τὰ τῆς ἐλπίδος μου, ἐκλυτρωθείην οὖν πάσης
θλίψεως, ταῖς μητρικαῖς πρεσβείαις Σου, πρὸς τὸν φιλάνθρωπον, ἐκβοᾷ Σοι, τοῦ
Ἀθανασίου νῦν, ἡ περίδοξος Λαύρα θεόνυμφε.
Ὕψωσον ἡμῶν, τὸν βίον
πανύμνητε, πρὸς τὰ θελήματα, τοῦ ἐξανατείλαντος, ἀπειρογάμως ἐκ τῆς νηδύος Σου,
ἡ πάλαι καταυγάσασα τοὺς Σὲ ὑμνήσαντας, Ἰωάννην, ἅμα καὶ Γρηγόριον, Ὧν εὐχαῖς
τήνδε Μάνδραν περίσωζε.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Ἰδεῖν Σου ἠξιώθην
ἀπολυθείς, τῆς σαρκὸς τὴν ὑπέρφωτον ἔλλαμψιν, ἣν θεουργῶς, ὅλη ἐξαστράπτουσα,
ὅλη φῶς, περιεβάλου ἄχραντε, οἱάπερ Βασίλισσα τοῦ παντός, τὰς θείας διαδόσεις,
Τριάδος τῆς Ἁγίας, πάσῃ τῇ κτίσει διανέμουσα.
Μετὰ τῶν στρατευμάτων τῶν
νοερῶν, ὡς τυχὼν Ἰωάννη τοῦ πόθου Σου, θείαις φωναῖς, ὕμνει τὴν Τριάδα τὴν
παντουργόν, ὁρῶν κάλλος τὸ ἄχραντον, καὶ θεοκινήτως ἀναβοῶν· λαβὶς χαῖρε
πυρφόρε, κτιστῆς καὶ τῆς ἀκτίστου, φύσεως χαῖρε τὸ μεθόριον.
Ὅλος φωτὶ τῷ θείῳ
καταυγασθείς, ἐν τῇ πόλει τῇ ἄνω παρέστηκα, βλέπων τρανῶς, τὰς περικυκλούσας Σε
καλλονάς, καὶ προϊούσας πάντοτε, ἐκ τῆς ἀκηράτου Σου ἀστραπῆς, καὶ ἔφην
χαρμοσύνως, ὄντως δεδοξασμένα, ἃ περὶ Σοῦ Κόρη λελάληνται.
Ὑμνεῖν οὖν ἐποφείλεις
ἀπολαβών, τῆς ἐφέσεως Σοῦ τὸ ἀκρότατον, τὸν φωτουργόν, καὶ ἀνακραυγάζειν
διαπαντός· ἀπαύστως διαφύλαττε, Κόρη ἐκ κινδύνων παντοδαπῶν, τῆς Λαύρας τὸ
σεμνεῖον, πρεσβείαις εὐπροσδέκτοις, Ἀθανασίου τοῦ παμμάκαρος.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ
οὐρανὸν τοῖς ἄστροις, κατακοσμεῖται φυσικῶς, ἡ δὲ τοῦ Ἄθωνος Λαύρα, λαμπρύνεται
ὑπερφυῶς, τῇ ἱερᾷ Σου Εἰκόνι, ὡς ἡ ἡμέρα ἡλίῳ.
Ἕτερον.
Γυναῖκες ἀκουτίσθητε.
Κεχρυσωμένη
Δέσποινα, τοῖς κροσσωτοῖς τοῦ Πνεύματος, ὅλη ἀστράπτουσα ὤφθης, τῷ ἱερῷ Ἰωάννη,
καὶ τούτῳ ἐναπέδωκας, ὢ θαῦμα, χρυσοῦν νόμισμα, ᾧ λαμπρυνόμενος ἔφη· χαῖρε ἁγνὴ
Θεοτόκε, τῶν Προφητῶν ἡ διόπτρα.
Εἰς τοὺς Αἶνους. Ἱστῶμεν στίχους η’ καὶ ψάλλομεν Στιχηρὰ
Ἀναστάσιμα τοῦ τυχόντος ἤχου δ’, καὶ τῆς Θεοτόκου Προσόμοια δ’. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Τῶν
οὐρανίων Ταγμάτων ὑπερανέχουσα, παλάτιον ἐδείχθης, καὶ πυρίμορφος Θρόνος, σαφῶς
τοῦ χαρακτῆρος τῆς Πατρικῆς, ὑποστάσεως ἄχραντε, προαγαγοῦσα ἐν χρόνῳ τὸν
Ποιητήν, τῶν αἰώνων κόσμον σώζοντα.
Τὸ
θεοχάλκευτον σκεῦος τῆς εὐδοκίας Θεοῦ, ὁ ἐπηρμένος Θρόνος, τοῦ τῶν ὅλων
Δεσπότου, τὸ φῶς πεποικιλμένη τῆς θείας αὐγῆς, τῷ χρυσέῳ νομίσματι, τὸν Ἰωάννην
λαμπρύνασα φωταυγεῖ, τοὺς πιστῶς Αὐτὴν δοξάζοντας.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου
καὶ τοῦ οἴκου τοῦ Πατρός σου.
Ὅλος
πυρίπνους ἐδείχθη τῇ φωταυγείᾳ Σου, Γρηγόριος ὑμνῶν Σε, καὶ κραυγάζων Παρθένε,
Σὺ εἶ τὸ φωτοφόρον τοῦ φωτουργοῦ, Θεομῆτορ ἁγίασμα, καὶ διὰ Σοῦ πᾶσα κτίσις τῶν
θεϊκῶν, ἀξιοῦται ἐπιλάμψεων.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαριτοβρύτων
ναμάτων φρέαρ ἀκένωτον, τῆς ἀφθαρσίας ῥεῖθρον, ταῖς ψυχαῖς πελαγίζον, ἀνέδειξας
ἐν Λαύρᾳ τὸ ὑλικόν, καὶ ὡραῖόν Σου μόρφωμα, ὃ σχετικῶς προσκυνοῦντες ἐπὶ τὴν
Σήν, ἀναγόμεθα ἐμφάνειαν.
Δόξα.
Ἦχος πλ. α΄.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἐν πνεύματι, καὶ σκιρτήσωμεν φωταυγούμενοι, τῇ
παρθενικῇ πανηγύρει, τῆς Θεοτόκου Μητρός, Οὐρανῶν τὰ στρατεύματα συντρεχέτωσαν,
καὶ τὴν τῶν ἀνθρώπων γεώδη πρὶν οὐσίαν, Βασιλέα τέξασα, ὑπὲρ λόγον οὐρανώσασαν,
καὶ λαμπρύνασαν τὴν κτίσιν, ἀνυμνείτωσαν. Ἰωάννη καὶ Γρηγόριε, τὴν κάλλει
ἀσυγκρίτῳ Θεῷ ἐκλελεγμένην, ἐπιστάντες εὐφημήσωμεν· τὴν καλλονὴν τοῦ Ἰακώβ, τὸν
χρυσαυγίζοντα ὄρθρον, ἀθανασίας τὸ Ἁγίασμα, τὸ ἔαρ τὸ πολύανθον, τὸν
κεκλεισμένον τοῦ Λόγου κῆπον, τὴν τοῦ παντουργοῦ ἔμψυχον κλίνην, τῆς παρθενίας
τὴν θείαν ῥάβδον, τὴν σκέπην τοῦ Ἄθω καὶ καταφύγιον, ᾄσμασι θεηγόροις,
ἐγκωμιάζοντες οὕτως εἴπωμεν· ὑπέραγνε Μαρία, περίσωζε τήνδε τὴν Μονήν, ἀπὸ
πάσης ἀνάγκης, σὺν Ἀθανασίῳ τῷ Σῷ θεράποντι.
Καὶ
νῦν.
Ὑπερευλογημένη
ὑπάρχεις Θεοτόκε...
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Πλοῦτος
ἀδαπάνητος δωρεῶν, θείων χαρισμάτων, ἀνεξάντλητος θησαυρός, πέλει ἡ Εἰκών Σου,
Παρθένε Θεοτόκε, ἣν πίστει προσκυνοῦντες, Σὲ μεγαλύνομεν.
Ταῖς
τῆς παρθενίας μαρμαρυγαῖς, καὶ τῆς εὐσπλαγχνίας, ταῖς ἀΰλοις Σου ἀστραπαῖς,
περιλαμπομένη, ἐν Λαύρᾳ ἡ Εἰκών Σου, φωτίζει Θεοτόκε, τοὺς Σὲ δοξάζοντας.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα
τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
Θεοτόκου τῇ σεπτῇ προστασίᾳ, προσπεφευγότες ἀνακράξωμεν πάντες, Θεογεννῆτορ
Κόρη ἀειπάρθενε, πάσης περιστάσεως, ἐξελοῦ τὴν Σὴν ποίμνην, πίστει προσκυνοῦσάν
Σου, τὴν ἁγίαν Εἰκόνα, Ἣν ἐν τοῖς κόλποις κατέχουσα βοᾷ· τῇ Σῇ δυνάμει,
πανύμνητε ῥώννυμι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οἱ ἐν τῇ Λαύρᾳ θησαυρὸν
χαρισμάτων, παραμυθίαν καὶ παράκλησιν θείαν, καὶ πλοῦτον ἀδαπάνητον ἐνθέων
δωρεῶν, πίστει προσκτησάμενοι, τὴν σεπτήν Σου Εἰκόνα, ὕπερθεν ὑψούμενοι, τῶν
γηΐνων τῆς τύρβης, καὶ ἐν εἰρήνῃ βοῶμέν Σοι ψυχῆς· μὴ διαλείπῃς, φρουρεῖν ἡμᾶς
Δέσποινα.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Ταῖς λιταῖς ἐπίνευσον, Κόρη τῆς Λαύρας. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Τεκοῦσα τὸν αἴτιον τοῦ παντός, ὑπὲρ νοῦν καὶ λόγον,
ἐχαρίτωσας θεϊκῶς, τὸν Σὸν χαρακτῆρα Θεοτόκε, ἐξ Οὗ χαρίτων τὰ ἄνθη δρεπόμεθα.
Ἀνώδυνον βίον διαπερᾷν, καὶ λελαμπρυσμένον, ἀπαθείας
ταῖς καλλοναῖς, ἀξίωσον Κόρη τοὺς ἐν Λαύρᾳ, προσπτυσσομένους τὴν θείαν Εἰκόνα
Σου.
Ἰσχύος τῆς ἄνωθεν μετασχεῖν, καὶ ἐμφορηθῆναι τῶν τοῦ
Πνεύματος δωρεῶν, ἐνίσχυσον Κόρη τοὺς ἐν Λαύρᾳ, ἀνευφημοῦντας τὰ θεῖά Σου
θαύματα.
Στρυφνῆς πολιτείας τὰς ἀτραπούς, ἐκκλίνειν Παρθένε, καὶ
ὁδεύειν θεοπρεπῶς, τῆς δικαιοσύνης τὰς εἰσόδους, τοὺς προσιόντας Σοι πίστει
ἐπίῤῥωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λυτρουμένη κινδύνων καὶ
συμφορῶν Δέσποινα, καὶ πολυειδῶν συμπτωμάτων, τήνδε τὴν Μάνδραν Σου, ὑψόθεν
φάνηθι, ὡς κεκτημένην ἐνθέως, εὐκλεὲς θησαύρισμα, τὴν Σὴν ἐμφέρειαν.
Ἰσχυρὰ προστασία καὶ ἱερὸν
στήριγμα, καὶ παραμυθία Παρθένε, γενοῦ ἐν θλίψεσι, τοῖς λιτανεύουσι, τὸ
πρόσωπόν Σου τὸ θεῖον, ἐξ Οὗ ζωῆς νάματα, ἡμῖν προῤῥέουσι.
Τῆς ἀνάρχου Οὐσίας
θεοτερπὲς οἴκημα, τῆς ἀϋλωτάτης ἀκτῖνος, τερπνὸν ἀνάκτορον, τὸν χαρακτῆρά Σου,
τὸν ὑλικὸν ἀπειργάσω, ἐξ Οὗ ἐλλαμπόμεθα, θείοις νοήμασιν.
Ἀναβάσει ἀρίστει διαπαντὸς
τείνεσθαι, καὶ τῷ τῆς καθάρσεως φόβῳ, πίστει ἑδράζεσθαι, Κόρη δυνάμωσον, τοὺς
ἐν τῇ Λαύρᾳ οἰκοῦντας, καὶ τὴν Σὴν προμήθειαν, ἀεὶ δοξάζοντας.
Διάσωσον,
Θεογεννῆτορ πανύμνητε τὴν Σὴν ποίμνην, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, ἐν Σοὶ
γὰρ αὕτη κρατύνεται καὶ ὑψοῦται.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ φωτισμοῦ, χαρᾶς ἔαρ
τερψίθυμον, ταμεῖον ζωῆς, θαυμάτων ξένη θάλασσα, ἐφ’ ἡμῖν θαυμάστωσον, τῆς
θερμῆς Σου προνοίας τὸ μέγεθος, καὶ ῥᾶνον ἐν καρδίαις ταῖς ἡμῶν, τῆς ἀγάπης τὸ
νέκταρ παναμώμητε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαστήριον ἔμψυχον, τοῦ τὰς ἁμαρτίας ἡμῶν καθάραντος,
ἱλασμὸν πταισμάτων αἴτησαι, καὶ δοχεῖα θεῖα ἡμᾶς ἀνάδειξον.
Συνδεσμεῖσθαι ἐν Πνεύματι, ἐν τῷ τῆς εἰρήνης συνδέσμῳ
Δέσποινα, θεοφρόνως καταξίωσον, τοὺς περικυκλοῦντας τὸν χαρακτῆρά Σου.
Ἐξουδένωται Δέσποινα, φάλαγξ τῶν δαιμόνων καὶ
καταβέβληται, τῇ δυνάμει τῆς Εἰκόνος Σου, καὶ οἱ ἀσθενοῦντες ἐπιῤῥώννύονται.
Πᾶσαν αἴτησιν πλήρωσον, καὶ τοῖς ἀγαθοῖς Σου ἡμᾶς
ἀνύψωσον, καὶ κατάβαλε Θεόνυμφε, τοὺς φρυαττομένους κατὰ τῆς ποίμνης Σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῆς καρδίας τὰ συντρίμματα, καὶ νοὸς τὰς
ἐκτροπὰς ἀγαθή, τὴν Σὴν εἰρήνην βραβεύουσα τῇ ποίμνῃ Σου.
Νέκρωσον ἁγνή, τῶν παθῶν ἡμῶν τὸν τάραχον, καὶ
κατάλασσε ἀεὶ τῷ Θεῷ, τοὺς προσκυνοῦντας τὸν θεῖον χαρακτῆρά Σου.
Ἔστεπται λαμπρῶς, οἷα θείῳ διαδήματι, τῇ σεπτῇ Σου
ἐμφερείᾳ ἀγαθή, Ἀθανασίου ἡ Λαύρα εὐφημοῦσά Σε.
Ὕφαλον ἐχθρόν, ὀσημέραι ὠρυόμενον, καθ’ ἡμῶν τῶν
ταπεινῶν Σου οἰκετῶν, διολέσασα ἀφάνισον τῷ κράτει Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτήριον, ἀληθῶς καὶ ἄκλυστον, καὶ ἀχείμαστον λιμένα
Παρθένε, ἐφευρηκότες τὸν Σὸν χαρακτῆρα, Ὃν ἐδωρήσω ἡμῖν τῇ προνοίᾳ Σου,
λυτρούμεθα τῶν δυσχερῶν, καὶ κυμάτων τοῦ βίου ἑκάστοτε.
Ὁλόφωτε, τοῦ Δεσπότου θάλαμε, χρυσαυγέστατε τοῦ
κτίσαντος θρόνε, πνευματικῇ, γεωργίᾳ λιταῖς Σου, εὐθυνουμένην ἐλαίαν ἀνάδειξον,
ἀθανασίας τοῖς καρποῖς, τὴν Μονήν Σου τῆς Λαύρας ὑμνοῦσάν Σε.
Νευρούμενοι, τῇ ἀμάχῳ σκέπῃ Σου, ὑπεκφεύγομεν τοῦ
πλάνου τὰ κέντρα, καὶ ἀρετῶν, πρὸς ὁδὸν τὴν εὐθεῖαν, κατευθυνόμενοι πίστει
δοξάζομεν, τῆς Σῆς προνοίας τὴν ῥοπήν, δι’ ἧς σώζεις ἡμᾶς πάσης θλίψεως.
Κυκλοῦντές Σου, τὴν Εἰκόνα Δέσποινα, ὁμοφώνως καὶ
πιστῶς Σοι βοῶμεν, ἐν τῇ δυνάμει τῇ Σῇ ἠλπικότες, Δαβιτικῶς τῷ πλουσίῳ ἐλέει
Σου, ἀγαλλιώμενοι ἀεί, ἐν ἀδύτῳ φωτὶ τερφθησόμεθα.
Διάσωσον,
Θεογεννῆτορ πανύμνητε τὴν Σὴν ποίμνην, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, ἐν Σοὶ
γὰρ αὕτη κρατύνεται καὶ ὑψοῦται.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν μὴ ἐλλείπης
Θεόνυμφε, καὶ φρουρεῖν διαπαντὸς ἀστασίαστον, Ἀθανασίου τοῦ κλεινοῦ τὴν λογικὴν
ποίμνην ἁγνή, τὴν προσκυνοῦσα εὐλαβῶς, τὴν Σὴν εἰκόνα τὴν λαμπράν, καὶ βοῶσαν
ἑκάστοτε· λύτρωσιν τῶν πταισμάτων, μέθεξιν τῶν χαρίτων, ἡμῖν ἐξαίτει μητρικῶς,
τοῖς προστρέχουσι τῇ σκέπῃ Σου.
Προκείμενον: Μνησθήσομαι
τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου
λόγον ἀγαθόν.
Εὐαγγέλιον.
Δόξα... Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν... Ταῖς τῆς Παναχράντου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με...
Ὅλη ἐξαστράπτουσα,
ἀθανασίας τῇ αἴγλῃ, ἱερῶς ἐλάμπρυνας, τοὺς τὰ Σὰ θαυμάσια μεγαλύνοντος, ὧν καὶ
νῦν Δέσποινα, ταῖς ἱκετηρίαις, τὰ λυποῦντα ἡμᾶς σκέδασον, καὶ ῥῶσιν δώρησαι,
ψυχικὴν ὁμοῦ καὶ τοῦ σώματος, καὶ ἐν γαλήνῃ φύλαττε, καὶ ὁμοφωνίᾳ εὐόδωσον, τὴν
Σὴν θείαν ποίμνην, ὑμνοῦσαν τὴν κυρίαν Σου ἁγνή, καὶ προσκυνοῦσαν ἐκ πίστεως,
τὴν σεπτὴν Εἰκόνα Σου.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὁλοτρόπως ὑψοῦσθαι τῶν γηΐνων τῆς σχέσεως Θεονύμφευτε,
καὶ νεύειν ἐκ καρδίας, τῇ θείᾳ ἐπιστήμῃ, εὐσεβῶς καταξίωσον, τοὺς προσκυνοῦντας
πιστῶς, τὴν θείαν Σου Εἰκόνα.
Ῥάβδος ἔφυς τὸ ἄνθος τῆς ζωῆς ἐν τῷ κόσμῳ κυοφορήσασα,
ταῖς θείαις εὐωδίαις, πληροῦν τὴν Σὴν Εἰκόνα, ᾟ πιστῶς προσπελάζοντες, τῶν
μυστικῶν δωρεῶν, δρεπόμεθα τὴν Χάριν.
Ἣν τερπνῶς ἡρετίσω μοναζόντων εἰς οἴκησιν θείαν ποίμνην
Σου, παράδεισον ὡραῖον, καὶ εὐθαλῆ λειμῶνα, λογικὰ δένδρα φέρουσαν, ταῖς
μητρικαῖς Σου λιταῖς, ἀνάδειξον Παρθένε.
Τὴν Σὴν ἄϋλον δόξαν ὑπεμφαίνουσα πᾶσιν ἠ Σὴ ἐμφέρεια,
χαρίτων λαμπηδόνας, αὐγὰς ἀθανασίας, ἀπαστράπτει ἑκάστοτε, τοῖς προσκυνοῦσι
πιστῶς, Σὲ Κόρη εἰς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡλιοβόλοις, μαρμαρυγαῖς τῆς μορφῆς Σου, ἡ τῶν θλίψεων
σκεδάζεται ὁμίχλη, καὶ τῶν νοσημάτων, ἐξαίρεται ὁ ζόφος.
Σωματικῶν Σε, καὶ ψυχικῶν ἀλγηδόνων, ἰατήριον
πλουτοῦντες Θεοτόκε, σχετικῶς τιμῶμεν, τὴν θείαν Σου Εἰκόνα.
Λελυτρωμένη, ἀπροσδοκήτων κινδύνων, καὶ στενώσεως
πικρᾶς καὶ ψυχοφθόρου, τῇ Σῇ πρρομηθείᾳ, ἡ Λαύρα καθορᾶται.
Ἀθανασίας, διαυγεστάτην πηγήν Σε, ἐπιστάμεθα ἀντλοῦμεν
Θεοτόκε, τῆς Σῆς εὐσπλαγχνίας, τὸ ζωηφόρον νᾶμα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑφάπτουσα τὴν φλόγα, τῆς θεϊκῆς ἀγάπης, ἐν ταῖς
καρδίαις ἡμῶν ἐπιφάνηθι, τῶν προσιόντων Παρθένε τῇ ἐμφερείᾳ Σου.
Ῥοώδους ἀμελείας, γηΐνου προσπαθείας, καὶ σαρκικῆς
ἐμπαθείας πανάμωμε, πόῤῥω ἀνάδειξον πάντας τοὺς Σὲ δοξάζοντας.
Ἀφθάρτου πολιτείας, ἀΰλου θεωρίας, καὶ μυστικῆς
θεαυγείας ἀξίωσον, ἐπιλαβέσθαι Παρθένε τοὺς Σὲ δοξάζοντας.
Σεισμοῦ λιμοῦ καὶ νόσων, δογμάτων ἀλλοτρίων, καὶ ἐξ
ἀνδρῶν τῶν αἱμάτων ὡς γέγραπται, τὴν Λαύραν Κόρη διάσωζε ἀστασίαστον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίρει ἡ Μεγίστη Λαύρα
ἁγνή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ᾗ πιστῶς ἑστῶσα, καὶ πόθῳ
προσκυνοῦσα, ὑμνεῖ τὰ μεγαλεῖά Σου, Κουκουζέλισσα.
Τὴν ἐκλελεγμένην τῷ
παντουργῷ, πρὸ πάντων αἰώνων, καὶ τὰς Τάξεις τῶν οὐρανῶν, ὑπερβᾶσαν πάσας, ἐν
δόξῃ ἀσυγκρίτῳ, τὴν μόνην Θεοτόκον, ὕμνοις τιμήσωμεν.
Χάρις ἐξεχύθη φωτοειδής, ἐκ
τῶν ἀκενώτων, τῆς πηγαίας τῶν δωρεῶν, Πνεύματος Παρθένε, τῇ θείᾳ Σου Εἰκόνι,
φωτίζουσα τοὺς πίστει Σὲ μεγαλύνοντας.
Χαίροις τῶν χαρίτων ὁ
θησαυρός, τοῦ Ἄθω ἡ σκέπη καὶ προστάτις καὶ προσφυγή, χαίροις ἡ τῆς Λαύρας,
ἀντίληψις γλυκεῖα, Ἣν φύλαττε καὶ φρούρει, ἐκ πάσης θλίψεως.
Δεῦτε προσκυνήσωμεν
ἀδελφοί, τὴν σεπτὴν Εἰκόνα, τῆς τεκούσης ἄνευ σπορᾶς, τὸν παραγαγόντα, ἐκ
μηδενὸς τὰ πάντα, Παρθένου Παντανάσσης, καὶ Θεομήτορος.
Σὺ εἶ τῶν Ἀγγέλων ἡ
χαρμονή, καὶ βροτείου γένους ἡ ἀνάπλασις ἀγαθή, Σὺ εἶ ἡ φωσφόρος παστὰς τοῦ
θείου Λόγου, Ὃν πρέσβευε σωθῆναι τοὺς Σὲ δοξάζοντας.
Κῆπον εὐθυνούμενον
μυστικῶς, ἄνθεσι ποικίλοις, τὴν Εἰκόνα Σου τὴν λαμπράν, ἔδειξας ἐν Λαύρᾳ, ἐν ᾟ
περιεστῶτες, παθῶν τῆς δυσωδίας ἀπολυτρούμεθα.
Ἥν Σοι ἐδομήσω ἱερῶς, τήνδε
Κόρη ποίμνην, Ἀθανάσιος ὁ κλεινός, φύλαττε ἀπαύστως, κινδύνων πολυτρόπων,
βραβεύουσα εἰρήνην καὶ ἀγαλλίασιν.
Δέχου ὦ παντάναξ θείας
λιτάς, τῆς ἁγνῆς Μητρός Σου, καὶ τῶν δούλων Σου τῶν πιστῶν, νῦν Ἀθανασίου, καὶ
θείου Ἰωάννου, ὁμοῦ καὶ Γρηγορίου, καὶ σῶσον ἅπαντας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, συνειδότι καθαρῷ,
καὶ λελαμπρυσμένῃ ἐννοίᾳ, κατασπασώμεθα, τὸ λαμπρὸν ἐκτύπωμα τῆς Θεοτόκου
Μητρός, ἐκβοῶντες καὶ λέγοντες ἐκ πάσης ἀνάγκης, πάσης περιστάσεως, πάσης
στενώσεως, ῥύου τὴν Σὴν ποίμνην Παρθένε, τὴν εἰλικρινῶς ἀφορῶσαν, πρὸς τὴν
ὀξυτάτην Σου ἀντίληψιν.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου