ΟΚΤΩΒΡΙΟΣ Α΄!!
ΡΩΜΑΝΟΣ ΜΕΛΩΔΟΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ὁ μουσουργέτης ἡ λύρα τοῦ θείου Πνεύματος, ἡ ἀηδὼν ὁ τέττιξ, ὁ τῶν θείων ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας πᾶσιν ἡμῖν, τὰς αὐτοῦ παρατίθεται, μελῳδικὰς εὐωχίας καὶ δι᾿ αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας.
Ὁ φαεινότατος λύχνος καὶ διειδέστατος, ἡ μελουργὸς κιθάρα, ἡ νευρὰ τῶν εὐσήμων, τοῦ Πνεύματος λογίων ᾄδει τρανῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν ἀσιγήτοις ὕμνοις δοξολογεῖν, τῆς θεότητος τὴν μίαν αὐγήν.
Σὺ τῷ Δεσπότῃ τῶν ὅλων ὡς παριστάμενος, καὶ παῤῥησίαν Πάτερ, πρὸς Αὐτὸν κεκτημένος, ἡμῶν τῶν ἐκτελούντων μνήμην ποιοῦ, τὴν φαιδράν σου πανήγυριν, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, Ῥωμανὲ θεομακάριστε.
Ἕτερα Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἐπέστη κατ᾿ ὄναρ σοι, Θεοτόκος ἡ ἄχραντος, Ῥωμανὲ μακάριε ὡς ηὐδόκησε, τόμον σοι θεῖον δεδώρηται, ὃν δεχθεὶς τῷ στόματι, ἐγλυκάνθης νοερῶς, καὶ ψυχὴν καὶ διάνοιαν καὶ μελίῤῥυτα, καὶ θεόπνευστα ᾄσματα καὶ ὕμνους ἐξεφώνησας τῷ κόσμῳ, Χριστοῦ εἰς αἴνεσιν ἅγιε.
Ἡ θεόληπτος γλῶσσά σου, θεοκίνητον ὄργανον, Ῥωμανὲ γεγένηται θείῳ Πνεύματι, ὅθεν ᾀσμάτων ἐν κάλλεσι, καὶ λόγων γλυκύτητι, ὑψηγόρως ἀνυμνεῖς, τοῦ Κυρίου τὴν σάρκωσιν τὴν ἀπόῤῥητον, δι᾿ ἧς σέσωσται κόσμος τῆς ἀπάτης, καὶ πρὸς δόξαν ἀφθαρσίας, περιφανῶς ἀνυψώθημεν.
Τὴν ἡδύφωνον σάλπιγγα, τῶν ᾀσμάτων τοῦ Πνεύματος, Ῥωμανὸν τὸν Ὅσιον εὐφημήσωμεν, αὐλὸν τὸν θεῖον τῆς χάριτος, τὴν γλῶσσαν τὴν ἔμμουσον, τὴν κιθάραν τὴν τερπνήν, ἀηδόνα τὴν εὔλαλον καὶ πολύφωνον, ἁρμονίας τῆς θείας τῶν Ἀγγέλων, δι᾿ ἧς ᾔνεσε πανσόφως, τὰ μεγαλεῖα τῆς πίστεως.
Δόξα. Ἦχος πλ. β´.
Ἐπέφανε σήμερον, ὡς ἀστὴρ πολύφωτος, ἡ τοῦ ὁσίου Ῥωμανοῦ μνήμη, τὴν Ἐκκλησίαν φαιδρύνουσα· θείων γὰρ ᾀσμάτων συνθήκη, ἡμᾶς συναγείρει, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ, καὶ βοᾶν πρὸς αὐτόν· χαίροις τῆς ἄνωθεν ἐπιπνοίας, ταμεῖον ἱερόν, καὶ τῆς Ἀγγελικῆς μελῳδίας, μυσταγωγὲ θεσπέσιε· χαίροις, ὁ ἐκ τῆς Θεοτόκου τὸ χάρισμα λαβών, καὶ τὴν Ἐκκλησίαν πλουτήσας ὕμνοις μελιχροῖς· χαίροις μελῳδὲ οὐράνιε, ὁ τῆς Δαβιτικῆς κινύρας πλέον ᾄσας τὰ μεγαλεῖα τοῦ Θεοῦ· Ἀλλ᾿ ὦ πάτερ ὅσιε, Ἀγγέλοις συνὼν καὶ ἀγαλλόμενος, πρέσβευε σὺν αὐτοῖς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Θεοῦ, ὡς ἄλλον Δαβὶδ πλουτοῦσα, Ῥωμανὸν τὸν θεόληπτον, προχορεύοντα ἐν Πνεύματι, καὶ τὸν καινὸν ὕμνον ᾄδοντα, τῷ σῷ νυμφίῳ Χριστῷ, θειοτέρα γὰρ ὄψει, τῆς Θεοτόκου ταῖς χερσίν, εἰς δεκάχορδον μετεσκεύασται ὄργανον, παρ᾿ αὐτῆς λαβὼν τὴν χάριν καὶ ἀξίως διαγαγὼν τὸν βίον, καὶ μολπαῖς οὐρανίοις, οὐρανώσας πιστῶν τὰς ψυχὰς πάντας διεγείρει βοᾶν Κύριε δόξα σοι.
Ἦχος β´.
Τῶν ἀρετῶν τῷ φωτὶ λαμπρυνόμενος μετάρσιος ὤφθης τῷ πνεύματι, Ῥωμανὲ πατὴρ ἡμῶν μυηθεὶς γὰρ τὰ θεῖα, ἑνώσει τῇ κρείττονι, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, Ἀγγέλοις ἁμιλλώμενος καὶ Ἀγγελικῆς τάξεως, θεολήπτῳ γλώσσῃ, τοὺς ὕμνους ἐκθέμενος, ἔνθους ὑμνηπόλος, τῇ Ἐκκλησίᾳ ἐγνωρίσθης τῷ σῷ λόγῳ γὰρ παιδεύεται, μελῳδικῶς Χριστῷ κραυγάζειν: Κύριε δόξα σοι.
Ἦχος γ´.
Θείῳ πόθῳ πτερωθείς, Δαβιτικῶς παραῤῥιπτεῖσθαι, ἐν τῷ τῆς Θεοτόκου ἠρετίσω οἴκῳ, ἤ πρόσκαιρον ἔχειν, τῶν ἐν κόσμῳ ἀπόλαυσιν καὶ ταῖς θείαις ἀναβάσεσιν, ἀνακαθάρας τὸν νοῦν, ἀποκαλύψεως θείας ἠξίωσαι, καὶ τῆς Ἁγνῆς Παρθένου θεράπων ὤφθης ἔνθεος, λαμπρυνθεὶς παρ᾿ αὐτῆς, τὴν ψυχὴν μακάριε· ἔνθεν λόγοις ὑψηγόροις, καὶ γράμμασι πανσόφοις, τὴν ἐν αὐτῇ οἰκονομίαν τοῦ Λόγου, θεολόγων ἀνύμνησας κράζων πάτερ Ῥωμανέ: Κύριε, δόξα σοι.
Δόξα. Ἦχος δ´.
Ῥώμῃ θείᾳ κρατυνθείς, φερωνύμως Ῥωμανέ, τὸ ἀσθενὲς τῆς φύσεως ὑπερεῖδες, καὶ πρὸς ἀσκητικοὺς ἀγῶνας, ῥωμαλέῳ ἀπεδύσω φρονήματι· καὶ ἐν αὐτοῖς τὸν τοῦ σκότους θριαμβεύσας ἄρχοντα, ὁσίως καὶ ἀμέμπτως Χριστῷ εὐηρέστησας, πρὸς τὸ βραβεῖον ἀφορῶν, τῆς ἄνω κλήσεως καὶ νῦν ἀνακεκαλυμμένως, βλέπων ἃ βλέπουσιν Ἄγγελοι, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἱερὸς μελῳδός, τοῦ Παρακλήτου παναρμόνιον ὄργανον, ἡ λύρα ᾀσμάτων θείων, γλῶσσα Θεοῦ λιγυρά, ἁρμονίας θείας ἐξαγγέλουσα· ὁ νοῦς ὁ θεόληπτος, μυροθήκη τοῦ Πνεύματος, κάλαμος θεῖος, ὁ κινούμενος ἄνωθεν, καὶ συνθέμενος, μελῳδήματα ἔνθεα, νάβλα ἡ καλλικέλαδος, εὐάρμοστον τύμπανον, τὸ μυστικῶς ἀλαλάζον, τὰς συμφωνίας τῆς χάριτος· Χριστὸν ἐκδυσώπει, Ῥωμανὲ ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίρων, ἐν θεολήπτῳ ψυχῇ, καὶ οὐρανίῳ θεοφόρε φρονήματι, ἐν οἴκῳ τῆς Θεοτόκου, προσκαρτερῶν καὶ αὐτήν, παννυχίῳ στάσει ἱλεούμενος, χερσὶ ταύτης δέδεξαι, ἐμφανείᾳ τῇ κρείττονι, τὸ θεῖον δῶρον, καὶ αὐτίκα θεόσοφος, ἀναδέδειξαι, μελῳδὸς καὶ ἡδύφωνος· ὅθεν ἐνθέως ᾔνεσας, μολπὰς τὰς τῆς χάριτος, ἐν Ἐκκλησίᾳ Ὁσίων, κατὰ Δαβὶδ τὸν θεόφρονα, μεθ᾿ οὗ ἐκδυσώπει, Ῥωμανὲ ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ὅλος, πεπληρωμένος φωτός, ἔνθεος ὅλος τῆς Παρθένου τῇ χάριτι, ἐκίνησας τὴν σὴν γλῶσσαν, πρὸς ὑμνῳδίαν Θεοῦ, τοῦ σαρκὶ τεχθέντος ὑπὲρ ἔννοιαν, καὶ πάντας ἐξέστησας, τῇ συνθήκῃ τῶν λόγων σου, καὶ τῇ τῶν ὑμνῶν, οὐρανίᾳ γλυκύτητι, ὡς γὰρ Ἄγγελος, ἐν τῷ ᾄδειν τεθέασαι· ὅθεν σὲ μακαρίζομεν, ὡς θεῖον θεράποντα, καὶ ἱερὸν ὑμνηπόλον τῶν μεγαλείων τῆς χάριτος, καὶ πᾶσιν αἰτοῦντα, Ῥωμανὲ ἡμῖν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β´.
Πρώτη καλῶν ἀπαρχή, ὤφθης σωτηρίας ἀφορμή, Ῥωμανὲ πατὴρ ἡμῶν, Ἀγγελικὴν γὰρ ὑμνῳδίαν συστησάμενος, θεοπρεπῶς ἐπεδείξω τὴν πολιτείαν σου. Χριστὸν τὸν Θεὸν ἱκέτευε, πειρασμῶν καὶ κινδύνων λυτρωθῆναι τοὺς ἀνυμνοῦντάς σε.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Σοῦ Ὁσίου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς σάλπιγξ θεόληπτος τῶν οὐρανίων ᾠδῶν, ἐνθέως ἐφαίδρυνας τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς θείοις σου ᾄσμασι, σὺ γὰρ τῆς Θεοτόκου, ἐμπνευσθεὶς τῇ ἐλλάμψει, ἔνθεος ὑμνηπόλος, ἐγνωρίσθης ἐν κόσμῳ· διό σε πόθῳ τιμῶμεν, Ῥωμανὲ Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἔνθεον ζωήν, Ῥωμανὲ διανύων, κατεῖδες μυστικῶς, τὴν Ἁγνὴν Θεοτόκον, παρ᾿ ἧς καὶ τὸ οὐράνιον, πάτερ δέδεξαι δώρημα, καὶ ἀνύμνησας, ὥσπερ ἐπόθεις θεόφρον, τοῦ Θεοῦ ἡμῶν, τὰς ἑορτὰς καὶ ἁγίων, τὰ σκάμματα ἅγιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Παρέσχες θαυμαστῶς, Ῥωμανῷ τῷ Ὁσίῳ, ἐν τόμῳ μυστικῷ, τὴν πλουσίαν σου χάριν, διὸ καὶ ἀνεβόα σοι, ἡδυφώνως πανύμνητε, χαῖρε Δέσποινα, φωτὸς ἀΰλου δοχεῖον, χαῖρε Ἄχραντε, ἡ κραταιὰ προστασία, ἡμῶν καὶ ἀντίληψις.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Ῥώμην ἄνωθεν, ἐνδεδυμένος, κατεπάλαισας, ἐχθρῶν τὸ στῖφος, ἀσκητικοῖς Ῥωμανὲ ἀριστεύμασι, καὶ ἀρετῶν διαλάμψας δυνάμεσι, πρὸς τὸ ἀνέσπερον φῶς μεταβέβηκας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Φῶς παρέσχετο, Θεογεννῆτορ, καὶ οὐράνιον, δέδωκε μέλος, Ῥωμανῷ τῷ ἱερῷ σου θεράποντι, ὃν ταῖς χερσί σου αὐτῷ τόμον δέδωκας, τῆς οὐρανίου σοφίας τεκμήριον. Ὅθεν ἅπαντες ὑμνοῦμεν τὰ μεγαλεῖά σου, θαυμάτων σου δοξάζοντες τὸ μέγεθος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῇ σοφίᾳ τῇ θείᾳ μυσταγωγούμενος, Ῥωμανὲ θεοφόρε ἐν μελιῤῥύτοις φθογγαῖς, τὰς καρδίας τῶν πιστῶν εὐφραίνεις Ὅσιε, καὶ πρὸς ἀγάπην θεϊκήν, διεγείρεις τὰς ψυχάς, τῶν πόθων σὲ ἀνυμνούντων, ὡς ἀληθῆ μυστογράφον, καὶ ὑποφήτην θείου Πνεύματος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν ἀποῤῥήτως κυοφορήσασα, τὴν τῶν ἀνθρώπων οὐσίαν ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἐπανήγαγες Ἁγνὴ πρὸς δόξαν ἄῤῥητον, διὸ ὑμνοῦμέν σε πιστῶς, ὡς σωτηρίας ἀπαρχήν, βοῶντές σοι Θεοτόκε· χαῖρε ἡ σώσουσα πάντας, ἐκ τῶν βελῶν τοῦ πολεμήτορος.
Ἀναβαθμοί. Τὸ α´ ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ...
Ὁ Ν᾿ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στ.: Ἐλέησόν με, ὁ Θεός...
Ἀγγελικῇ κοσμούμενος ζωή, πνευματικὴ κιθάρα ὤφθης, Ῥωμανὲ πατὴρ ἡμῶν· καὶ ἐν τῇ δοθείσῃ σοι χάριτι, καλῶς δοξάσας τὸν Κύριον, τοὺς υἱοὺς τῆς Ἐκκλησίας ἐξεπαίδευσας, ἀσματικῶς ὑμνεῖν, αὐτοῦ τὴν χρηστότητα. Αὐτῆς ἀξίωσον ἅγιε, ταῖς σαῖς παρακλήσεσι, τοὺς τελοῦντας τὴν μνήμην σου.
Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου φέρων τὴν ἑξῆς ἀκροστιχίδα: Μέλπω Ῥωμανόν, τὴν θεηγόρον μοῦσαν. Γερασίμου.
ᾨδὴ α´. Ἦχος α´. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Μνήμην σου τὴν θείαν καὶ λαμπράν, τῶν ἐγκωμίων κοσμῆσαι ταῖς ἄνθεσι, χάριν μοι πρυτάνευσον, ἐκ τῆς πανσόφου σου γλώσσης θεόπνευστε, Ῥωμανὲ τρισμάκαρ, τῶν Ἀσωμάτων ἐφάμιλλε.
Ἔρωτος τοῦ θείου τῷ πυρί, ἀναφλεχθεὶς Ῥωμανὲ τὴν διάνοιαν, ἐν τῷ κόσμῳ ἔλαμψας, ὥσπερ λυχνία πολύφωτος Ὅσιε, τῆς δικαιοσύνης, τὰς φωταυγείας ἀστράπτουσα.
Λύρα θεοκίνητος ὀφθείς, καὶ παναρμόνιον ὄργανον Πνεύματος, ταῖς μολπαῖς τῶν λόγων σου, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα, ᾄδων τὰς ὑψώσεις, Δαυϊτικῶς τοῦ Θεοῦ ἡμῶν.
Πᾶσαν τὴν ἀπάτην ἐκφυγών, ἀσκητικῶς τῷ Χριστῷ ἠκολούθησας, ᾧ καὶ πίστει ἔκραζες· ὄπισθεν Λόγε τῆς σῆς ὡραιότητος, βαίνων ἀνενδότως, ἀξιωθείην τῆς θέας σου.
Θεοτοκίον.
Ὤφθης ἐν ὁράματι ἁγνή, ὥσπερ λαμπὰς ζωηφόρος καὶ πάμφωτος, καὶ τῇ θείᾳ αἴγλῃ σου, τὸν Ῥωμανὸν εὐκλεῆ θεοῤῥήμονα, Κόρη ἀπειργάσω, καὶ ὑμνολόγον θεόληπτον.
ᾨδὴ γ´. Ὁ μόνος εἰδώς.
Ῥημάτων σου πάτερ ἡ μολπή, τὴν τῶν Ἀγγέλων αἴνεσιν, ἐκμιμουμένη πάντας ἐπτέρωσε, πρὸς ἀναβάσεις ἀΰλου ἔρωτος· οὗ ὀφθεὶς ἀνάπλεως, ἐνθεαστικώτατα, τῆς Τριάδος τὴν δόξαν ἀνύμνησας.
Ὡς ἄλλος θεόπνευστος Δαυΐδ, τερπνῶς προεμελῴδησας, πρὸ τῆς ἐμψύχου κιβωτοῦ Ὅσιε, τῆς Ἐκκλησίας τοῦ σὲ δοξάσαντος, ᾧ καὶ ἀνεκραύγαζες· Ἅγιος εἶ Κύριε, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.
Μαρτύρων τοὺς ἄθλους ἐπαίνων, ἐν θεοφθόγγοις ᾄσμασι, τὰ τῶν Ὁσίων ὕμνησας τάγματα, ὧν ἀνιχνεύων τὰ κατορθώματα, τῷ σφοδρῷ σου ἔρωτι, ἐπὶ γῆς ὡς ἄγγελος, Ῥωμανὲ ἀληθῶς πεπολίτευσαι.
Ἀφθόνως ἐκ θείων θησαυρῶν, τοῖς χείλεσί σου ἔνδοξε, τοῦ Παρακλήτου χάρις ἐκκέχυται καὶ εὐσεβείας σὲ λύραν ἔμμουσον, ἀληθῶς εἰργάσατο, κόσμον καταθέλγουσαν, τῇ γλυκύτητι Πάτερ τῶν λόγων σου.
Θεοτοκίον.
Ναῷ προσεδρεύων ἀκλινῶς, τῆς πεφηνυῖας ἔνδοξε, λαμπρὸν τοῦ Κτίσαντος ἐνδιαίτημα, τῇ φωταυγείᾳ αὐτῆς κατηύγασαι, ᾗ καὶ ἀνεκραύγαζες· χαῖρε Ἀειπάρθενε, οὐρανοῦ τε καὶ γῆς τὸ μεθόριον.
Κάθισμα. Ἦχος πλ. α΄. Τόν Συνάναρχον Λόγον.
Τῇ σοφίᾳ τῇ θείᾳ μυσταγωγούμενος, Ῥωμανὲ θεοφόρε, ἐν μελιῤῥύτοις φθογγαῖς, τὰς καρδίας τῶν πιστῶν εὐφραίνεις Ὅσιε, καὶ πρὸς ἀγάπην θεϊκήν, διεγείρεις τὰς ψυχάς, τῶν πόθων σὲ ἀνυμνούντων, ὡς ἀληθῆ μυστογράφον, καὶ ὑποφήτην θείου Πνεύματος.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Τὸν Θεὸν ἀποῤῥήτως κυοφορήσασα, τὴν τῶν ἀνθρώπων οὐσίαν ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἐπανήγαγες Ἁγνὴ πρὸς δόξαν ἄῤῥητον· διὸ ὑμνοῦμέν Σε πιστῶς, ὡς σωτηρίας ἀπαρχήν, βοῶντές Σοι Θεοτόκε· χαῖρε ἡ σώζουσα πάντας, ἐκ τῶν βελῶν τοῦ πολεμήτορος.
ᾨδὴ δ´. Ὄρος σε τῇ χάριτι.
Ὅλος ἐνθεώτατος, ἐδείχθης ἐν Πνεύματι, ἀνακαθάρας σεαυτόν, τῶν ἐπιγείων μολυσμῶν, σὺ γὰρ ἀνεπτέρωσας, τὸν τῆς καρδίας σου ἔρωτα πάνσοφε, πρὸς ἐποπτείαν τῶν θείων ἐλλάμψεων.
Νόμοις βιωσάμενος, ὁσίως τοῦ Πνεύματος, ἔμπρακτος γνώμων καὶ κανών, καὶ ἀπαρχὴ θεοπρεπής, ᾀσμάτων γεγένησαι, ἐν Ἐκκλησία ὁσίων ὡς γέγραπται, ὡς ὑπηρέτης τοῦ θείου θελήματος.
Τήξας δι᾿ ἀσκήσεως, σαρκὸς τὴν εὐπάθειαν, τὴν σὴν ψυχὴν καθάπερ γῆν, πίονα ἔδειξας σοφέ, λαμπρῶς ἀναθάλλουσαν, τῶν θεϊκῶν δωρεῶν τοὺς ἀστάχυας, τῆς Ἐκκλησίας τὰ τέκνα ἐκτρέφοντας.
Ἦρθης πρὸς τὴν ἄδυτον, αὐγὴν καὶ Τρισήλιον, ἐκ πολιτείας πρακτικής, ὡς ἐραστὴς τῶν ὑπὲρ νοῦν ἐντεῦθεν τὸ σύντονον, τῶν Ἀσωμάτων, πρὸς ἄϋλον αἴνεσιν, κατανοήσας ἡμῖν διεπόρθμευσας.
Θεοτοκίον.
Νάμασι πανύμνητε, τῆς σῆς ἐπισκέψεως, καταρδευθεὶς θεοπρεπῶς, ὁ θεηγόρος Ῥωμανός, τῷ κόσμῳ ἀνέβλυσεν, Ἀγγελικῆς μελῳδίας τὰ ῥεύματα, τὰς νοουμένας ἀρούρας εὐφραίνοντα.
ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Θερμοτάτῃ διανοίᾳ τῷ Χριστῷ προσκολλώμενος, τῆς τοῦ κόσμου συναφείας σεαυτὸν ἀπεμάκρυνας, καὶ ναὸς Θεοῦ φωτοειδής, ἐγένου θεοφόρε, τῇ καθαρᾷ πολιτείᾳ σου.
Ἐπτερώθης τῇ ἀγάπῃ τοῦ Σωτῆρος μακάριε, ἐκδημήσας ἐκ τῆς ὕλης, καὶ αὐτὸν θεασάμενος, ὄμμασι καρδίας νοεροῖς· ὅθεν πανσόφοις ὕμνοις, τὴν τούτου δόξαν ἀνύμνησας.
Ἡ θεόπνευστός σου γλῶσσα ὥσπερ πλῆκτρον οὐράνιον, τῇ τοῦ Πνεύματος ἐμπνεύσει, κρουομένη θεόληπτε, τῆς οἰκονομίας τοῦ Χριστοῦ, μυστήριον τὸ μέγα, ᾠδαῖς ἐνθέοις ἐδόξασε.
Θεοτοκίον.
Γεωργήσασα ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, ὡς Παράδεισος, εὐώδης Θεοτόκε πανύμνητε, ἄρουραν εἰργάσω λογικήν, ᾀσμάτων μελιῤῥύτων, τὸν Ῥωμανὸν τὸν θεόληπτον.
ᾨδὴ στ´. Ἐκύκλωσεν ἡμᾶς.
Ὁ βίος σου ταῖς ἀρεταῖς κοσμούμενος, ἐξέλαμψεν ὡς ἥλιος, καὶ τοῖς τῶν πανσόφων σου ᾠδῶν, Πάτερ ἀπαυγάσμασι κατηύγασε, τοὺς ἐν νυκτί, τῆς ἀμελείας καθεύδοντας.
Ῥιφθεὶς ὡς Ἡσαΐας θείῳ ἄνθρακι, ἐπισκοπῆς τῆς κρείττονος, τῆς σωματωσάσης τὸν Θεόν, Τρισαγίων ὑμνῶν ἀνεκήρυξας, ἐπὶ τῆς γῆς, τὴν ἁρμονίαν Πατὴρ ἡμῶν.
Ὀσμῆς ζωαρχικῆς πλήρεις ὡράθησαν σοφὲ αἱ σιαγόνες σου, καὶ τὰς διανοίας τῶν πιστῶν, τῇ διανομῇ τῶν δωρημάτων σου, διαπαντός, εὐφραίνουσι καὶ ἐκτρέφουσι.
Προσκαρτερῶν τῆς Θεομήτορος, Θεόν τε ἱλεούμενος, νηστείαις Ῥωμανὲ καὶ προσευχαῖς, ὤφθης τῆς Τριάδος ἐνδιαίτημα, προσοικειῶν, ταύτῃ τοὺς σοὶ προσανέχοντας.
Θεοτοκίον.
Μητέρα σε Θεοῦ καὶ Κόρην ἄφθορον, καὶ θεῖον συναπτήριον, Ἀγγέλων καὶ ἀνθρώπων ἐμφανῶς, ὁ κλεινὸς θεράπων σου πανάχραντε, ἐπεγνωκώς, τὰ μεγαλεῖά σου ὕμνησε.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὥσπερ κιθάραν τῆς σοφίας παναρμόνιον, καὶ ὑποφήτην θεοπνεύστων ἀνακρούσεων, εὐφημοῦμεν Ῥωμανέ σε ᾀσμάτων ὕμνοις. Ἀλλ᾿ ὡς φόρμιγξ δωρεῶν τῶν ὑπὲρ ἔννοιαν, πρὸς ἐγρήγορσιν ἡμᾶς θείαν διέγειρον, τοὺς βοῶντάς σοι· χαίροις Πάτερ θεόληπτε.
Ὁ Οἶκος.
Ἄνωθεν ἐκομίσω, ἐκ χειρῶν τῆς Παρθένου, Ῥωμανὲ τὴν θεόπνευστον χάριν ἐντεῦθεν ᾔνεσας μελιχρῶς, τὴν τοῦ Σωτῆρος ἀπόῤῥητον κένωσιν διό σου τὴν λαμπρότητα, θαυμάζοντες πόθῳ βοῶμεν·
Χαῖρε δι᾿ οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε δι᾿ οὗ ὁ Σατὰν πατεῖται.
Χαῖρε ἁρμονίας τῆς ἄνω θησαύρισμα·
χαῖρε συμφωνίας ἀΰλου ἐναύλισμα.
Χαῖρε ὄργανον θεόπνευστον ὑμνῶν τῶν πνευματικῶν·
χαῖρε στόμα τὸ μελίῤῥυτον λόγων τῶν ᾀσματικῶν.
Χαῖρε ὅτι ἐδείχθης πνευματέμφορος λύρα·
χαῖρε ὅτι ἡδύνεις εὐσεβῶν τὴν χορείαν.
Χαῖρε αὐλὸς τῆς χάριτος εὔσημος·
χαῖρε μολπὴ τοῦ κρείττονος εὔηχος.
Χαῖρε λαμπὰς θεαυγὴς Ἐκκλησίας·
χαῖρε ἀστὴρ παμφαὴς εὐσεβείας.
Χαίροις Πάτερ θεόληπτε.
Συναξάριον.
Τῇ α΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν Κοντακίων.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Σὲ νοητήν.
Ὀμβροβλυτεῖς, Ῥωμανὲ τοῖς πέρασιν, ἀπὸ χειλέων εὐαγῶν, ὕδωρ τὸ ἁλλόμενον ἀεί, καὶ τὸν τῆς χρηστότητος, γλυκασμὸν ἐξαίροντα, τῆς ἀγνωσίας τὸν καύσωνα, τὸν αἰνετὸν μεγαλύνων, Θεὸν καὶ ὑπερένδοξον.
Ὑπεριδών, κοσμικὴν τερπνότητα, ἀγγελικὴν διαγωγήν, σώματι ἐζήλωσας θνητῷ· ὅθεν πρὸς ἀθάνατον λῆξιν μεταβέβηκας, σὺν Ἀσωμάτοις τερπόμενος, καὶ μεγαλύνων ἀπαύστως, Θεὸν τὸν ὑπερένδοξον.
Στόμα Θεοῦ, γεγονὼς ἐτράνωσας, τὴν θείαν δόξαν ἐπὶ γῆς, καὶ ἐκ τῶν ῥεόντων καὶ φθαρτῶν, πρὸς τρυφὴν τὴν ἄῤῥευστον, καὶ ζωὴν τὴν ἄληκτον, τοὺς ἐκβοῶντας ἐπτέρωσας· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ἄρτος ψυχῶν, καὶ μάννα οὐράνιον, καὶ πῦρ σοφὲ φωτιστικόν, πέλουσιν οἱ λόγοι σου σαφῶς, ἡμᾶς ἐκκαθαίροντες, καὶ τρέφοντες ἄγουσι, πρὸς φωτισμὸν τὸν σωτήριον· ὅθεν πιστῶς ἐκτελοῦμεν, τὴν ἱεράν σου πανήγυριν.
Θεοτοκίον.
Νόμῳ φθορᾶς, δουλωθεὶς πανάμωμε, ἀπεμακρύνθην τοῦ Θεοῦ, σὺ οὖν ἡ τεκοῦσα ἐν σαρκί, τὸν τοῦ νόμου πάροχον, νόμους ἐγκαινίζοντα, καινοπρεποῦς πολιτεύματος, πρὸς μεταγνώσεως φέγγος, ὁδήγησόν με καὶ σῶσόν με.
ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες.
Γράμμασι χαράξας ἱεροῖς, ᾀσμάτων οὐρανίων τὴν μέθοδον καὶ τὸν τύπον, δι᾿ αὐτῶν τοὺς εὐσεβεῖς, βοᾶν ἐξεπαίδευσας· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἔπηξας ὡς κλίμακα ζωῆς, τῶν λόγων σου τὰς ὑψώσεις, προθέμενος ὡς βαθμίδας τῶν πανσόφων σου στροφῶν, τὴν συνθήκην τοῖς κράζουσιν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥήσεσι Χριστοῦ ἀκολουθῶν, ἐσκόρπισας τοῖς αἰτοῦσι χαρίτων τῶν ἀθανάτων, θησαυρὸν τὸν ἀληθῆ, κραυγάζων θεσπέσιε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀνωτέρα πάσης ὁρατῆς, καὶ ἀοράτου Κόρη, κτίσεως ἀνεδείχθης, σωματώσασα Χριστόν, τὸν πάντα ποιήσαντα· ὅθεν ἀνωτέραν δεῖξον τὴν ψυχήν μου, τῆς τῶν γηΐνων δόξης, ἕνα σὲ δοξάζω, μόνη δεδοξασμένη.
ᾨδὴ θ΄. Τόπον τῆς ἁγνῆς,
Στήλην γεγραμμένην Πνεύματι, τῶν ἱερῶν σου ὕμνων τὴν καλλιέπειαν, τῇ τοῦ Χριστοῦ, Ἐκκλησία κατέλιπες, καὶ ὡς νύμφην αὐτὴν κατεκόσμησας, ὡς λίθοις πολυτίμοις, τοῖς μελιχροῖς σου μελῳδήμασιν.
Ἴδες τὴν πηγὴν τῆς χάριτος, τὴν Θεοτόκον Κόρην μυσταγωγοῦσάν σε, καὶ ποταμόν, νοητὸν σὲ δεικνύουσαν, ὡς ἐν ὕδασι θείοις μεθύσκοντα, ᾀσμάτων μελῳδίαις, τῆς οἰκουμένης τὰ πληρώματα.
Μίαν ἀληθῶς Θεότητα, ἐν χαρακτῆρσι πάτερ τρισὶν ἀνύμνησας, τὴν πανσθενῶς, συγκρατούσαν τὰ σύμπαντα, Τρισυπόστατον φύσιν καὶ ἄκτιστον, ᾗ νῦν μετ᾿ εὐφροσύνης, καὶ θυμηδίας προσεχώρησας.
Ὅλος φωταυγὴς γενόμενος, τῇ ἀπροσίτῳ δόξῃ τοῦ Παντοκράτορος, καὶ νοερῶς, ᾄδων Πάτερ τῷ Κτίσαντι, σὺν Ἀγγέλοις ἀσίγητον αἴνεσιν, τὸν ὕμνον μου προσδέχου, ὥσπερ θυμίαμα εὐπρόσδεκτον.
Θεοτοκίον.
Ὕψος τοῦ ἀχράντου τόκου σου, τίς ἐπαξίως ὑμνήσει θεομακάριστε; σὺ γὰρ Θεόν, ὑπὲρ νοῦν σωματώσασα, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ἀνυψώσας· διὸ κἀμὲ ἐκ λάκκου, τῆς ἀπωλείας Κόρη ὕψωσον.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ῥωμανὸς ὁ θεῖος, καὶ μελῳδὸς ὁ θαυμαστός, ὑμνολογείσθω ἀξίως, οἷα θεράπων τοῦ Θεοῦ· ὅτι ἡμᾶς ἐκδιδάσκει, ὑμνεῖν Τριάδα ἁγίαν.
Αἶνοι. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Ὢ, τοῦ παραδόξου θαύματος! ἡ Θεοτόκος Ἁγνή, ἐπιστᾶσα κατ᾿ ὄναρ σοι, τῇ τοῦ τόμου Ἅγιε, ἐπιδόσει σε δείκνυσιν, ὄργανον θεῖον καὶ θεοκίνητον, καὶ ὑμνηπόλον πάτερ θεόληπτον, ὅθεν ἐξήγγειλας, ᾄσματα οὐράνια, γλώσσῃ λαμπρῷ, Ῥωμανὲ μακάριε, Χριστοῦ εἰς αἴνεσιν.
Πάτερ, Ῥωμανὲ θεόπνευστε, τῇ καθαρᾷ σου ζωή, καθαρθεὶς τὴν διάνοιαν, ὑλικῶν ἐμφάσεων, θείας χάριτος ἔτυχες, καὶ τῷ Σωτῆρι ὁσίως ἔθυσας, θυσίαν θείας ὄντως αἰνέσεως, ὅθεν συμμέτοχος, τῶν Ἀγγέλων γέγονας, μεθ᾿ ὧν ἀεί, ὕμνον τὸν τρισάγιον ᾄδεις τῷ Κτίσαντι.
Πάτερ, Ῥωμανὲ μακάριε, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ὥσπερ κλῆρον οὐράνιον, καὶ πλοῦτον πολύτιμον, καταλέλοιπας Ὅσιε, τῶν ἡδυφθόγγων ὕμνων καὶ λόγων σου, τὰς θεογράφους συνθήκας ἔνδοξε· οἷς πλουτιζόμενοι, τῷ νοῒ καρπούμεθα, τὴν ἐξ αὐτῶν, γνῶσιν θεοδίδακτον, Χριστὸν δοξάζοντες.
Πάτερ, Ῥωμανὲ θεόσοφε, δι᾿ ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, καὶ ἀγρύπνων στάσεων, τῷ Θεῷ εὐηρέστησας· ὅθεν ἐπλήσθης θείων ἐλλάμψεων, καὶ μετετέθης πρὸς φῶς τὸ ἄδυτον, θέσει θεουμένος, καὶ ἀΰλῳ στόματι ὑμνολογῶν, σὺν Ἀγγέλων τάξεσι, τὸν πάντων Κύριον.
Δόξα. Ἦχος πλ. δ´.
Τῇ θεοφθόγγῳ γλώσσῃ σου, τὴν Ἐκκλησίαν παιδεύεις, θύειν θυσίαν κατὰ Δαβίδ, θείας αἰνέσεως, τῷ Θεῷ ὅσιε· φωτισθεὶς γὰρ τῷ Πνεύματι, ἃ ἐδέξω ἄνωθεν, πᾶσι παρέθου σαφῶς πρὸς μετοχὴν ζωῆς τῆς κρείττονος. Καὶ νῦν τὸ γέρας κληρωσάμενος, τῶν ἀοιδίμων πόνων, Ῥωμανὲ πατὴρ ἡμῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Μεγαλυνάριον.
Ἄνωθεν τὸ δῶρον ἀπειληφώς, ἐκ τῆς Θεοτόκου, παμμακάριστε Ῥωμανέ, ὑμνήσας πανσόφως, τὰ θεῖα μεγαλεῖα, κενώσεως τοῦ Λόγου, ὡς ἔμπνουν ὄργανον.
ΠΑΡΑΚΛΗΣΙΣ
Ποίημα Ἰσιδώρας Μοναχῆς Ἀγιεροθεϊτίσσης
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ὑμνολόγων τὴν τιμίαν κρηπῖδα, τῆς Ἐκκλησίας παναρμόνιον λύραν, σοφίας ἐνδιαίτημα, χαρίτων πηγὴν στέψωμεν ἐν μελῳδήμασι, Ῥωμανὸν μελογράφον· χαίροις ἀνακράζοντες ἱερώτατε πάτερ· τῶν Διακόνων κλέος θαυμαστόν, τοῦ Παρακλήτου, τὸ στόμα τὸ πάνσεπτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ῥωμανὸν τὸν μελογράφον μέλπω, Ἰσιδώρας.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ῥητόρων τὸν ἔξαρχον οἱ πιστοί, ἐν ῥήμασι θείοις εὐφημήσωμεν Ῥωμανόν, τὴν χάριν αἰτούμενοι τὴν θείαν, τοῦ μελῳδῆσαι αὐτοῦ τὰ ἐξαίσια.
Ὡς λύρα θεόφθογγος ἀληθῶς, καινὰ μεγαλεῖα ἐμελώδησας Ῥωμανέ, Ἁγίων τε ὕμνησας χορείας· μεθ᾿ ὧν ἀπαύστως Θεὸν καθικέτευε.
Μελίῤῥυτος ὄντως ὡς ποταμός, ψυχὰς καταρδεύεις θεοτίμητε Ῥωμανέ, καὶ Πνεύματος χάριν δροσοβόλον, τοῖς σὲ τιμῶσι προσνέμεις ἑκάστοτε.
Θεοτοκίον.
Ἀγγέλων ἡ δόξα καὶ χαρμονή, καὶ ᾆσμα ὑπάρχεις, τὸ θεόπλοκον Μαριάμ, διὸ τὰς πλοκὰς ἐμῶν ᾀσμάτων, τῷ Βασιλεῖ καὶ Θεῷ νῦν προσάγαγε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νουνεχῶς ἐκαρτέρεις ὦ Ῥωμανὲ ἔνδοξε, οἴκῳ τῷ πανσέπτῳ Κυρίου Τούτῳ δεόμενος, καὶ τὴν Παρθένον Ἁγνήν, καθικετεύων ἀπαύστως, ἧς μορφὴν τὴν Ἄχραντον, ἄμετρα ἔστεργες.
Ὀξυγράφου τῷ ὄντι ὦ Ῥωμανὲ κάλαμος, γλῶσσά σου ὑπῆρξε ἡ θεία, καὶ ἐῤῥητόρευσε, νόμον καινὸν τῆς Θεοῦ, οἰκονομίας ἀῤῥήτου, καὶ πιστῶν κατηύφρανε, πᾶσαν διάνοιαν.
Νηπιάσαντα Λόγον τὸν τοῦ παντὸς αἴτιον, θεῖε Ῥωμανὲ ἐμελώδεις τελείοις ᾄσμασι, καὶ τὴν μητέρα Αὐτοῦ, καὶ ὑπεράμωμον Κόρην, ἐν ἀμέμπτοις ἤθεσι, κατεμεγάλυνες.
Θεοτοκίον.
Νόμον πάλαι προφήτης, σὲ Μαριὰμ ἔφησε, Λόγος τοῦ Πατρὸς ἀποῤῥήτως, ἐν ᾧ ἐγγέγραπται, ὃν ἐκδυσώπει ἀεί, τόμῳ ζωῆς καταγράψαι, τοὺς πιστῶς σὲ μέλποντας, μόνη Μητρόθεε.
Ἀνάκρουε, ὡς ὁ Δαυῒδ τὴν κινύραν πάτερ πατέρων, καὶ ἀνάγαγε πρὸς Θεὸν ἡμᾶς μελῳδίαις σου, τοὺς σέβοντας μνήμην σου τὴν ἁγίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Ὡς μύστης Θεοῦ τοῦ Λόγου καὶ Διάκονος, σεπτὲ Ῥωμανέ, ἐδέξω θεῖον τάλαντον, μελῳδεῖν ἐν ᾄσμασι μυστηρίων θείων φανέρωσιν, καὶ μεγαλύνειν χείλεσι καινοῖς, μητέρα Θεοῦ τὴν ἀειπάρθενον.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Οὐρανὸς ὥσπερ ἔμψυχος, διηγεῖσαι δόξαν Θεοῦ τὴν ἄῤῥητον καὶ χειρῶν αὐτοῦ τὴν ποίησιν, Ῥωμανὲ ἐν ὕμνοις σου ἀνήγγειλας.
Νέκταρ θεῖον καὶ πάντερπνον, Ῥωμανὲ ἀφθόνως πιστοῖς μετέδωκας· ἐκ μελῶν τῶν πανιέρων σου, καὶ ψυχὰς ἡδύνεις τῶν ὑμνούντων σε.
Μυστολέκτης πανάριστος, τοῦ Θεοῦ τῶν ὅλων διατετέλεκας· Ῥωμανὲ καὶ ἐνδιέπρεψας, ἐν ἀγιωσύνῃ καὶ σεμνότητι.
Θεοτοκίον.
Ἐλευθέραν ἐποίησας τὴν βροτείαν φύσιν Θεοχαρίτωτε· παραβάσει τοῦ προπάτορος, εἰς δεσμὰ τοῦ ᾍδου περιπέσασαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λάμπεις Ῥωμανέ, ὡς ἀστὴρ θεολαμπέστατος, καὶ σκεδάζεις τὴν πικρίαν τῶν παθῶν, σοῖς ἡδυτάτοις καὶ καλλίστοις μελῳδήμασιν.
Ὄρει ἀναβάς, θεωρίας μάκαρ κρείττονος, τοῦ Θεοῦ ἑώρας ὄψιν Ῥωμανέ, ὡς ὁ θεόπτης Μωϋσῆς οὗ νόμον ἔμελψας.
Γάνυται ἐν σοί, Κωνσταντίνου πόλις ἄνασσα, ἣν ἠγλάϊσας σοῖς τρόποις Ῥωμανέ, καὶ ἡ Συρία ἧς ὑπάρχεις γόνος ἔκλαμπρος.
Θεοτοκίον.
Ῥήσεις προφητῶν, τῷ σῷ τόκῳ ἐπληρώθησαν, Θεονύμφευτε παρθένε Μαριάμ, σπορᾶς γὰρ δίχα τὸν Δεσπότην πάντων τέτοκας.
ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἀνέθαλες, ὥσπερ ἄνθος τίμιον, ἐξ Ἐμέσης Ῥωμανὲ ὑψηγόρε, καὶ Βηρυτόν, εὐωδίασας πάτερ, ἐν ᾖ τοῦ Λόγου ἐτέλεις Διάκονος· καὶ πόλιν ἔνδοξον κλεινέ, Κωνσταντίνου πλουσίως ηὐλόγησας.
Φερώνυμος, τῆς Θεοῦ δυνάμεως, ὡς ὑπάρχων Ῥωμανὲ θεοφόρε, τὰς τοῦ ἐχθροῦ, κατενίκησας πάγας, ταῖς ἀριστείαις ὁσίων ἀγώνων σου· δι’ ὧν ἐδόξασας τρανῶς· τοῦ Θεοῦ τὸ πανάγιον ὄνομα.
Ὀνείρατι, σοὶ παρέστη Ὅσιε, ἡ Ἁγνὴ καὶ παναμώμητος Κόρη, χάρτον κοντοῦ, ἐπιδοῦσα φαγεῖν σοι, δι᾿ οὗ ἐπλήσθης τοῦ θείου χαρίσματος· καὶ ὕμνησας ξενοπρεπῶς, τὴν λοχείαν Αὐτῆς τὴν ἀπόῤῥητον.
Θεοτοκίον.
Νηδύϊ σου, ὁ Θεὸς ἐκάθισε, ὥσπερ Θρόνῳ ὑψηλῷ Παναγία, καὶ Χερουβίμ, ἀσυγκρίτως τιμίαν, καὶ Σεραφὶμ ὑπερένδοξον ἔδειξεν, μεθ᾿ ὧν δυσώπει ἐκτενῶς· τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Ἀνάκρουε, ὡς ὁ Δαυῒδ τὴν κινύραν πάτερ πατέρων, καὶ ἀνάγαγε πρὸς Θεὸν ἡμᾶς μελῳδίαις σου, τοὺς σέβοντας μνήμην σου τὴν ἁγίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Φωταυγείᾳ τῇ τρισσοφεγγεῖ ἐλλαμπόμενος, καὶ εὐκλείᾳ τῇ Δεσποτικῇ σεμνυνόμενος, ἑξαστράπτεις πλέον χρυσοῦ θεόφρον Ῥωμανέ, διὸ πλούτισον ἡμῶν, τὸν νοῦν καὶ τὴν καρδίαν ἱερῶς, τοῦ βοᾶν ἐκ βαθέων σοι· χάριτος· χαίροις σκεῦος καὶ λύρα καλλιφωνοῦσα, τὰ μεγαλεῖα Θεοῦ, καὶ τὸ κάλλος τὸ ἀμήχανον.
Εἶτα τὸ α´ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ´ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοι σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πλοῦτον ἐναπέθηκας, τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ, Ῥωμανὲ θεσπέσιε, τὰ σεπτά σου λόγια καὶ γλυκύφθογγα· δι᾿ αὐτῶν ὕμνησας, ὡς Δαυῒδ τὸ πάλαι, μεγαλεῖα ὑπερκόσμια Ναῷ ἱστάμενος, καὶ διηνεκῶς προσευχόμενος, Παρθένου ἐκ Θεόπαιδος, τάλαντον οὐράνιον ἔλαβες, ταύτης μελῳδῆσαι, τὸν τόκον τὸν ἀπόῤῥητον σοφέ, ὃν καὶ ἡμᾶς καταξίωσον, ὑμνεῖν κατ᾿ ἀλήθειαν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μυριώνυμον πλῆθος τῶν Ἁγίων ἁπάντων κατεστεφάνωσας, τοῖς ἄνθεσιν ᾀσμάτων, καὶ θείων Κοντακίων, Ῥωμανὲ μελῳδέστατε· μεθ᾿ ὧν προσάγεις Θεῷ, ᾠδὰς εἰς τοὺς αἰῶνας.
Ἐπιλάμψεων θείων, τὰς ἐμφάσεις ἐδέξω ἐν τῇ καρδίᾳ σου, καὶ γέγονας ἀξίως, Τριάδος Ἀρχιφώτου, Ῥωμανὲ θεῖον ἔσοπτρον· ἐναπαστράπτον ἡμῖν, τὴν δόξαν τὴν ἀγήρω.
Λίθος θεῖος ὑπάρχεις, Ῥωμανὲ τοῦ χρυσίου πολυτιμότερος, κοσμήσας θαυμασίως, Σιὼν τὴν ἄνω Πόλιν, ταῖς ἀκτῖσι χαρίτων σου ἣν κατοικῆσαι ἡμᾶς, ἀξίωσον εὐχαῖς σου.
Θεοτοκίον.
Παραδείσου τὰς πύλας, παραβάσει ἡ Εὔα ἂς ἐναπέκλεισε, διήνοιξας Παρθένε, ἀκούσασα προθύμως, Ἀρχαγγέλου τοῖς ῥήμασιν καὶ ἐδωρήσω βροτοῖς, ζωὴν τὴν αἰωνίαν.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὡς ἔαρ θεῖον, ὦ Ῥωμανὲ ἐπεφάνης, τῶν παθῶν τὸν χειμῶνα διώκων, καὶ πιστοῖς μηνύεις, τὴν θάλψιν εἰς αἰῶνας.
Ἱερουργήσας, Ἀρχιερεῖ αἰωνίῳ, Ῥωμανὲ ὡς Διάκονος Τούτου, ἄμεμπτον λατρείαν, προσνέμεις εἰς αἰῶνας.
Στολὴν ψυχῆς σου, ἐξωραΐσας ἐνθέως, ὑπὲρ ἥλιον πάτερ ἐκλάμπεις, Ῥωμανὲ καὶ πάντας, ἡμᾶς καταγλαΐζεις.
Θεοτοκίον.
Ἱερωτέρα, τῆς Κιβωτοῦ τῆς τοῦ νόμου, Παναγία παρθένε ὑπάρχεις, Νόμου γὰρ Δοτῆρα, ἐν σῇ γαστρὶ ἐδέξω.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δακτύλῳ Παρακλήτου, ἔγραψας θεόφρον, τὰς τῶν μελῶν σου ἁγίας, καὶ θείας ᾠδάς, ὦ Ῥωμανὲ καὶ εὐφραίνεις, πιστῶν συστήματα.
Ὡς τέττιξ χρυσοπτέρυξ, ᾄδεις ξενοτρόπως τῶν οὐρανίων τὰ κάλλη, σεπτὲ Ῥωμανέ, καὶ μελογράφων σεμνύνεις, χορὸν τὸν πάντιμον.
Ῥημάτων σου ἱστίῳ, ἔφθασας παμμάκαρ, ἐν τῷ ἀκλύστῳ λιμένι, τῆς Ὄντως ζωῆς, ὦ Ῥωμανὲ καὶ βραβεύεις, γαλήνην ἄσειστον.
Ἀνύστακτον τὸ ὄμμα, ἔχων τῆς ψυχῆς σου, τὸν Παντεπόπτην ἀπαύστως, ὁρᾷς Ῥωμανέ, ὃν ἐκδυσώπει φωτίσαι, ψυχῆς μου ὄμματα.
Θεοτοκίον.
Σειρὰς ἐμῶν πταισμάτων, λῦσον Θεοτόκε, ὡς σωματώσασα Λόγον, Χριστὸν τὸν Θεόν, τὸν τοῦ θανάτου τὸ κράτος θανάτῳ λύσαντα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν ὁσίων ἡ καλλονή· χαίροις Διακόνων ἡ ἀτίμητος κορωνίς· χαίροις μελογράφων ὦ Ῥωμανὲ ἀκρότης, Χριστοῦ τῆς ἐκκλησίας, δόξα καὶ καύχημα.
Ἄστρον ἑξανέτειλας φαεινόν, ἐκ Συρίας πάτερ θεοδώρητε Ῥωμανέ, ηὔγασας δὲ θείως, τὴν πόλιν Κωνσταντίνου· ἀκτῖσι πολυφώτοις, σεπτῶν ᾀσμάτων σου.
Ἱλαρῷ σου ὄμματι ἐκτενῶς, ὡς ὁρῶν τὰ κάλλη τὰ ἀθέατα Ῥωμανέ, ἔπιδε εὐσπλάγχνως, ψυχῆς μου τῇ πενίᾳ· καὶ ταύτην σαῖς πρεσβείαις, ἐνθέως κάλλυνον.
Ῥόδον ὡς ἡδύπνοον Ῥωμανέ, θείου Παραδείσου ἀποπνέεις τὴν χαρμονήν, καὶ πληροῖς ἀφάτου, χαρᾶς καὶ εὐφροσύνης· καρδίας τῶν τιμώντων, μνήμην σου πάνσεπτον.
Ὅλην σου τὴν ἔφεσιν πρὸς Θεόν, κεκτημένος πάτερ θεοδίδακτε Ῥωμανέ, χείλεσι καρδίας Αὐτὸν ἐδοξολόγεις· καὶ πρόσωπον ἑώρας, Αὐτοῦ ἐράσμιον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χείλη θεοκίνητα πλουτῶν, ᾔνεσας Θεοῦ μεγαλεῖα, καὶ θαυμασίων πληθύν, θείοις Κοντακίοις σου, σεπτοίς τε ᾄσμασι, ὅθεν χαίροις κραυγάζομεν, Χριστοῦ ἡ κιθάρα· χαίροις ἱερώτατος Πνεύματος κάλαμος· σκεῦος ὑπερτίμων χαρίτων· χαίροις Ῥωμανὲ μελοῤῥῆμον, οὐρανοῦ τὴν δόξαν διηγούμενος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου