Δευτέρα 2 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 1. ΠΑΝΑΓΙΑ ΓΟΡΓΟΫΠΗΚΟΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ





ΟΚΤΩΒΡΙΟΣ Α΄!!

ΠΑΝΑΓΙΑ ΓΟΡΓΟΫΠΗΚΟΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννίτου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν τὰ ἑπόμενα Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Κροτήσωμεν σήμερον φαιδρῶς, ἑορτὴν ὑπέρλαμπρον, τὴν Θεοτόκον δοξάζοντες, τὴν ἀναβλύζουσαν, δωρεῶν ἀΰλων, κρουνηδὸν τὰς χάριτας, τοῖς πίστει ἀῤῥαγεῖ ἀνακράζουσι· Γοργοϋπήκοε, Σὺ εἶ σκέπη καὶ ἀσφάλεια, τῶν τιμώντων τὴν θείαν Εἰκόνα Σου.

 

Πηγὴ ἰαμάτων δαψιλής, πέτρα θεολάξευτος, ὡς ἀληθῶς ἀναδέδεικται, ἡ ἡλιόμορφος, ἄχραντε Εἰκών Σου, ὡς νέκταρ ἀθάνατον, ὡς μάννα ψυχοτρόφον παρέχουσα, Γοργοϋπήκοε, τῆς ἀφάτου εὐσπλαγχνίας Σου, τοῖς αἰτοῦσι τὴν θείαν ἐνέργειαν.

 

Λυχνία φωτὸς τοῦ πατρικοῦ, ὡς νεφέλη πάμφωτον, ζωοδωρήτης ἐφήπλωσας, τὰς τῆς Εἰκόνος Σου, ἀΰλους ἀκτῖνας, δι’ ὧν κἀμοῦ φώτισον, τὰ ὄμματα θερμῶς ἀνεβόα Σοι, Γοργοϋπήκοε, ὁ παιδεύσει Σου γενόμενος, τῆς Σῆς δόξης, κήρυξ διαπρύσιος.

 

Ὡς πρύτανιν Κόρη καὶ φρουρόν, ὡς λιμένα ἄκλυστον, Δοχειαρίου Σὲ εὕρατο, Μονὴ ἡ ἔνδοξος· ὅθεν εὐχαρίστως, μέλπει τῶν θαυμάτων Σου, τὴν χάριν Θεοτόκε τὴν ἄφθονον, καὶ πόθῳ κράζει Σοι· εὐμενὲς οὖς τεῖνε πάντοτε, τοῖς Σοῖς δούλοις, ὡς Γοργοϋπήκοος.

 

Δόξα. Καὶ νῦν. Ἦχος α΄.

Τῆς ἀῤῥήτου οὐσίας τὸ τέμενος, τὴν θεοχώρητον παστάδα, ἐξ ἧς ὁ Λόγος ὡμοιώθη βροτοῖς, τὴν Θεοτόκον Μαρίαν, χαρμονικῶς ὑμνήσωμεν· αὕτη γὰρ κατ’ ἐξαίρετον τρόπον, ἀρωγὸς ἡμῶν καὶ κηδεμών, ὡς ἀψευδῶς ἐπηγγείλατο ἀναδέδεικται· ὅθεν καὶ τὸν ὁλοφαῆ αὐτῆς χαρακτῆρα, κεκαθαρμέναις ἐννοίαις προσκυνοῦντες, σὺν τῷ Δαβὶδ βοήσωμεν· δεδοξασμένα ἐλαλήθη πανταχοῦ, περὶ τῆς θείας Εἰκόνος Σου, Γοργοϋπήκοε Δέσποινα· ἰαμάτων γὰρ βλυστάνει ποταμούς, καὶ λυτροῦται πάσης θλίψεως, τοὺς ὀρθοδόξως προσιόντας Σοι.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χάρις ζωαρχική, ὡς δρόσος προϊοῦσα, ἐκ τῆς μορφῆς Σου Κόρη, ἀρδεύει καὶ εὐφραίνει, τὰς αὔλακας τῆς ποίμνης Σου.

 

Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Ὢ βάθους Σου ἁγνή, προνοίας ἀνεκφράστου! Σὺ γὰρ γοργῶς ἀκούειν, ἐνθέως ἀπεφήνω, τῶν ἐπιβοωμένων Σε.

 

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Στέφανον χρυσαυγές, Μονὴ Δοχειαρίου, τὴν Σὴν λαμπρὰν Εἰκόνα, Παρθένε κεκτημένη, ἀγάλλεται τῇ δόξῃ Σου.

 

Δόξα. Τριαδικόν.

Λόγος ὁ τοῦ Πατρός, ἐν Σοὶ κατασκηνώσας, Πνεύματος ἐπελεύσει, ἑστίαν Σε δεικνύει, ζωῆς Γοργοϋπήκοε.

 

Καὶ νῦν. Θεοτοκίον.

Πλήρου διαπαντός, Θεογεννῆτορ Κόρη, τὴν Σὴν ἐπαγγελίαν, καὶ φύλαξ ἡμῶν ἔσο, καὶ βοηθὸς ἐν θλίψεσι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ὡς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων Σου, τὴν θαυματουργόν Σου Εἰκόνα Θεοτόκε πλουτίσαντες, ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοάς, ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ· Σὺ γὰρ Γοργοϋπήκοος βοηθός, πέλεις τῶν ἐκβοώντων Σοι· Δόξα τοῖς Σοῖς χαρίσμασιν Ἁγνή· δόξα τῇ παρθενίᾳ Σου· δόξα τῇ πρὸς ἡμᾶς Σου ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε. (γ΄)

 

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ· Μακάριος ἀνήρ. Εἰς δὲ τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! ὡς λαμπὰς θεαυγής, ἡ Εἰκὼν ἡ ἄχραντος, ἐδείχθη περιφανῶς τῆς Θεομήτορος· ἀστράφθητι οὖν φαιδρῶς, ἡ κληρουχία αὐτῆς ἡ ἀπόλεκτος· φαιδρύνθητι εὐσεβῶς, Δοχειαρίου Μονὴ ἀνακράζουσα· κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.

 

Βαβαὶ τῶν Σῶν θαυμασίων ἁγνή! Δι’ ὧν καταρδεύεις, ἐμφανῶς τὸν κλῆρόν Σου, καὶ σώζεις διαπαντός, τοὺς προσιόντας Σοι· κρατῆρα γὰρ δαψιλῆ, τῆς οὐρανίου χρηστότητος ἔδειξας, Εἰκόνα Σου τὴν λαμπράν, ὕδωρ ζωῆς τοῖς βοῶσι προῤῥέουσαν· κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.

Τὴν Σὴν δοξάζομεν πρόνοιαν, Θεομῆτορ Κόρη, οἱ οἰκτροὶ οἰκέται Σου, τρυφῶντες τῶν παρὰ Σοῦ, θεουργικῶν ἀγαθῶν· ὑπέρμαχος γὰρ ἡμῶν, καὶ προμηθεὺς καὶ δοτὴρ ἀπειρόδωρος, ἐδείχθης ὡς συμπαθής, Γοργοϋπήκοε τῶν ἐκβοώντων Σοι· κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἡ σκηνὴ ἡ ὑπέρτιμος, ἡ ἀνήροτος ἄμπελος, ὥσπερ κλῆμα εὔφορον καὶ ἀείζωον, Δοχειαρίου ἐξέτεινεν, αὐτῆς τὴν ἐμφέρειαν, τῷ σεμνείῳ εὐκλεῶς, τῶν θαυμάτων τοὺς βότρυας, ἀναθάλλουσαν, τοῖς ἐκ πόθου βοῶσι τῇ Παρθένῳ· Σὺ εἶ ἡμῶν ἡ προστάτις, Γοργοϋπήκοε Δέσποινα.

 

Ὡς ἐλαία κατάκαρπος, ἡ Εἰκών Σου ἡ πάνσεπτος, Κόρη ἐγεώργηται ὡς ηὐδόκησας, τῆς θεϊκῆς ἱλαρότητος, τὸ πλούσιον ἔλεος, ἀποστάζουσα ἀεί, τοῖς προστρέχουσι πάντοτε, τῇ πρεσβείᾳ Σου, καὶ τὴν Σὴν ὀξυτάτην προστασίαν, ἐν κινδύνοις ἐκζητοῦσι, Γοργοϋπήκοε ἄχραντε.

 

Ἱλαστήριον ἔμψυχον, ἰατρεῖον ἀδάπανον, πλοῦτος ἀναφαίρετος πάσης δόσεως, Γοργοϋπήκοε πέφηνας, ταχέως προφθάνουσα, τοῖς καλοῦσί Σε θερμῶς, καὶ κινδύνων τοὺς δούλους Σου, διασώζουσα, καὶ κατ’ ὄναρ Παρθένε φαινομένη, καὶ καθ’ ὕπαρ παραδόξως, χαρᾶς πληροῖς τοὺς ὑμνοῦντάς Σε.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.

Σήμερον εὐσήμου ἑορτῆς ὑπόθεσις, ἡ τῶν θαυμάτων σου ἔλλαμψις, Θεοτόκε ἐπέστη· Σὺ γὰρ ὡς τοῦ Ἀδαμιαίου γένους σωτηρία, καὶ ἀγαθότητος πέλαγος, αὐτεπάγγελτως ὤφθης ἡμῖν, ὀξυτάτη ἀντίληψις, καὶ εὐεπήκοος βοηθός. Τί οὖν ἀξίως Σοι προσκομίσωμεν, ἀνθ’ ὧν τρυγῶμεν ἀπείρων δωρεῶν Σου; ἑτοίμην γὰρ ἀρωγόν, ἐν τῷ βίῳ Σε εὑράμεθα, καὶ ὡς ἐλπίδος ἄγκυραν, τὰς ἐπαγγελίας Σου κεκτημένοι, διασωζόμεθα· ὁμολογοῦμεν τοίνυν τὴν χάριν, κηρύττομεν τὴν εὐεργεσίαν, καὶ ἀναξίοις χείλεσι τὴν Σὴν ἁγίαν προσκυνοῦντες Εἰκόνα, φαιδρῶς βοῶμέν Σοι· ἔργον τοῦτο τῆς προνοίας Σου Δέσποινα, ὃ κατειργάσω πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. 28, 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. 

Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 27 & 44, 1-4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου. 

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11)

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· ὋὍς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς. 

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Δοχειαρίου Μονή, καὶ μυστικῶς ἑστιάθητι, ἐκ τῶν παρθενικῶν ἡδυσμάτων· ἰδοὺ γάρ, ἡ τοῦ ὑπερουσίου ὄμβρου νεφέλη, καὶ ἀῤῥαγὴς τῶν Χριστιανῶν ἐλπίς, τῆς προμηθείας ἑαυτῆς ἀῤῥήτῳ εὐδοκίᾳ, διαπετάσασα τὰς πτέρυγας, ὡς σκηνήν Σε κατεκάλυψεν· ὅθεν καὶ τὸ φωτοειδὲς αὐτῆς ἐκτύπωμα, ὡς πέτραν πνευματοφόρον, καὶ στάμνον χρυσήλατον, ἐν Σοὶ ἐθησαύρισεν· ἐξ ἧς τῶν οἰκτιρμῶν ἀρυομένη τὸ νᾶμα, πρὸς εὐφροσύνην τὰς κύκλῳ Μονὰς κάλεσον, τῇ τῆς σοφίας φωνῇ βοῶσα· ἔλθετε καὶ φάγετε ἐκ τῶν ἀδαπανήτων ἀγαθῶν, ὧν ἐν ἐμοὶ ἡ Παρθένος ἡτοίμασεν. Ἀλλ’ ὦ Γοργοϋπήκοε Θεοτόκε, μὴ ἀντανέλῃς ἀφ’ ἡμῶν, τὴν ἐναργῆ κηδεμονίαν Σου· σὲ γὰρ σωτηρίας κρηπῖδα οἱ δοῦλοί Σοι ἔχομεν.

 

Ἦχος β΄.

Ὡς βάτος πυρφόρος, ἀΰλῳ λαμπομένη φωτί, ἡ ὑλική Σου Μορφή, Γοργοϋπήκοε πρόκειται ἡμῖν· ἐν αὐτῇ γὰρ προσιόντες, τῆς Σῆς φωτοδοσίας τὴν ἔλλαμψιν, ὡς δι’ ἐσόπτρου μυούμεθα. Ὢ τοῦ θαύματος! ὑπερφερὲς ἱλαστήριον, τῇ Σῇ ἐπισκιάσει, ταύτην εἰργάσω· ἐν αὐτῇ γὰρ ψυχῶν αὐτουργεῖται καινισμός, καὶ σωμάτων ἴασις, τῶν πιστῶς λιτανευόντων Σε.

 

 

Ἦχος γ΄.

Τίς λαλήσει τὰ μεγαλεῖά Σου Δέσποινα; ἢ τίς ἀκουστὰς ποιήσει, τὰς αἰνέσεις τῆς δόξης Σου; Οὐ μόνον γὰρ τῷ τῇ τραπέζῃ διακονοῦντι, φιλανθρώπως ἔνευσας, καὶ τῷ ξένῳ Σου θαύματι, εὐπειθῆ τοῦτον κατέστησας, ἀλλὰ καὶ τῆς ἱερᾶς ταύτης Μάνδρας, οἰακοστρόφος ἀσφαλής, φιλοστόργως πέφηνας. Ὄντως πηγὴ ζωαρχική, καὶ βυθὸς ὑπερχειλής, φιλανθρωπίας πέφυκας. Τυφλοῖς γὰρ ἐχαρίσω τὸ ὁρᾷν, παρειμένους ἠνώρθωσας, καὶ ἀγόνους καλλιγόνους ἔδειξας· τὴν γὰρ ἀγαθώνυμόν Σου κλῆσιν, τοῖς ἔργοις βεβαιοῦσα, ἑτοίμη εὑρίσκῃ βοήθεια, τοῖς πᾶσιν ὡς Γοργοϋπήκοος.

 

Ἦχος δ΄.

Τῆς ἀῤῥήτου εὐδοκίας τοῦ Θεοῦ, φωτοφανὲς ὄχημα, ἀναδειχθεῖσα Μαριάμ, ὡς ξύλον ζωῆς ηὐδόκησας, φανῆναι ἡμῖν ἡ Εἰκών Σου· ἐξ ἧς τοὺς ψυχοτρόφους τρυγῶντες καρπούς, εὐχαρίστως βοῶμέν Σοι· χαῖρε, κιβωτὲ πάγχρυσε, τοῦ ὑπερουσίου ἁγιάσματος, τοῦ βλυστάνοντος ἡμῖν διὰ Σοῦ, ἁγιασμὸν καὶ λύτρωσιν· χαῖρε, λαβὶς πυρσοβόλος, ἡ καθαίρουσα ἡμᾶς, τῇ τῶν κρειττόνων μεταδώσει· χαῖρε, προστασία ἄμαχε, καὶ Γοργοϋπήκοε ἀρωγὴ τῶν δούλων Σου· ὧν τῇ δεήσει συμπαθὲς οὖς κλῖνον, καὶ σῶσον ἡμᾶς πανύμνητε, πάσης ὀργῆς καὶ θλίψεως.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.

Δεῦτε δὴ καὶ κυκλώσατε, καὶ Δαβιτικῶς περιλάβετε, τὴν Δοχειαρίου εὐαγῆ Μονήν· ἐν αὐτῇ γὰρ ὑπερφυῶς, ἡ τοῦ ἐλέους Μήτηρ, τὰς πλουτοποιοὺς αὐτῆς ἐνεργείας, ἐμφανεστέρας δείκνυσι πιστοῖς· τὸ γὰρ ἱερὸν αὐτῆς ἐκτύπωμα, θησαυρὸν εὐεργεσίας, εἰς περιποίησιν ἡμῶν ἀπειργάσατο· ὅθεν τῆς παρθενικῆς, γευσάμενοι χρηστότητος, ὁμοφώνως εἴπωμεν· Γοργοϋπήκοε Κόρη, μὴ ἐλλίπῃς φρουρεῖν ἡμᾶς, ἐν ταῖς τοῦ βίου περιστάσεσι, καὶ παρέχειν ἡμῖν, τὰ πρὸς σωτηρίαν αἰτήματα.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν ἀγαθῶν ἡ πηγή, τῆς εὐσπλαγχνίας τὸ ἀκένωτον πέλαγος, νεφέλη ἡ ζωηφόρος, ἡ γλυκασμὸν ἀληθῆ, τοῖς κεκαμωμένοις ἐπομβρίζουσα· τυφλῶν ἡ ἀνάβλεψις, παραλύτων ἀνόρθωσις, χειμαζομένων, ἀσφαλὴς χειραγώγησις, λιμὴν ἄκλυστος, τῶν ἐν ζάλῃ καὶ θλίψεσι. Κόρη Γοργοϋπήκοε, νοσούντων τὸ ἴαμα, τοῦ Σιλωὰμ Κολυμβήθρα, τῆς ἀτεκνίας ἡ λύτρωσις· Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Χαίρει, Δοχειαρίου Μονή, οἷάπερ στέφος τιμαλφὲς χρυσοκόλλητον, τὸν ἔνσωμον χαρακτῆρα, τῆς Σῆς ἀχράντου Μορφῆς, ἀναδησαμένη παντευλόγητε· ἐντεῦθεν τῆς δόξης Σου, καρπουμένη τὴν ἔλλαμψιν, τὰς πρωτοδότους, διαδόσεις Σου δέχεται, ὡς ἀθάνατον, μετουσίαν κραυγάζουσα· σκέπη μου καὶ ὑπέρμαχος, τροφεύς τε καὶ ἔφορος, ὡς συμπαθῶς ἐπηγγείλω, ἔσο Παρθένε πανάμωμε, ἀεὶ δωρουμένη, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.

 

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ὅλη, πανευμενὴς καὶ λαμπρά, θεουργικαῖς μαρμαρυγαῖς ἐξαστράπτουσα, ἐφίστασαι ἀοράτως, τοῖς ἐν κινδύνοις ἁγνή, ἐπιβοωμένοις τὸ Σὸν ὄνομα, καὶ πᾶσιν ἐπίσκεψις, καὶ ταχεῖα ἀνάῤῥωσις, ἀεὶ εὑρίσκῃ, τοῖς ἐκ πόθου βοῶσί Σοι, τὰ τοῦ ᾌσματος, ἁγιόφθογγα ῥήματα· δεῖξον ἡμῖν τὴν ὄψιν Σου, καιρῷ τῷ τῶν θλίψεων, ὡς θυμηδίας ἡμέραν, καὶ τὴν φωνήν σου ἀκούτισον, ὡς ἔνθεον λύτρον, καὶ παράκλησιν γλυκεῖαν, Γοργοϋπήκοε.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.

Δεῦτε ἅπαντες πιστοί, τὰ παμφαῆ μεγαλεῖα τῆς Θεοτόκου δοξάσωμεν· ὡς γὰρ πύλη τοῦ ἀΰλου φωτός, πρὸς ἀποῤῥήτων ἀναβάσεων μύησιν, ἀνάγει καὶ εἰσάγει, τοὺς ἐντρυφῶντας ἐν τοῖς θαύμασιν Αὐτῆς· ἐλλαμφθῶμεν οὖν ταῖς φρεσίν, οἱ τῷ φωτὶ αὐτῆς πορευόμενοι· ἰδοὺ γὰρ παραγίνεται, ἑνὶ ἑκάστῳ χορηγοῦσα, ἀγαθοποιοὺς δωρεάς· ὁ ἔμψυχος οὐρανός, ἡ χρυσοφαὴς λυχνία, ὁ ἐπηρμένος τοῦ Δεσπότου Θρόνος, ἡ περίβλεπτος καὶ περιώνυμος πόλις, ἐν ᾗ τὸ ἀκατάληπτον μυστήριον, τῆς τοῦ Λόγου κενώσεως τετέλεσται, εἰς ἀνάπλασιν ἡμῶν, καὶ ζωὴν αἰώνιον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ὡς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων Σου, τὴν θαυματουργόν Σου Εἰκόνα Θεοτόκε πλουτίσαντες, ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοάς, ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ· Σὺ γὰρ Γοργοϋπήκοος βοηθός, πέλεις τῶν ἐκβοώντων Σοι· Δόξα τοῖς Σοῖς χαρίσμασιν Ἁγνή· δόξα τῇ παρθενίᾳ Σου· δόξα τῇ πρὸς ἡμᾶς Σου ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε. (γ΄)

 

Ἀπόλυσις.

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς πύργον ἀσφαλῆ, ὡς ἐλπίδος κρηπῖδα, καὶ ἔφορον ζωῆς, καὶ κρουνὸν συμπαθείας, τὴν θείαν σου προμήθειαν, Θεομῆτορ κτησάμενοι, μεγαλύνομεν, τὴν Σὴν ἀνείκαστον χάριν, καὶ γεραίρομεν, Γοργοϋπήκοε Κόρη, τὰ θεῖά Σου θαύματα.

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Ὡς ὤφθης μυστικῶς, λειτουργῷ τῷ τραπέζης, καὶ τοῦτον εὐπειθῆ, ξενοτρόπως εἰργάσω, οὕτως ἡμῖν ἐμφάνηθι, ὡς ὑπέσχου πανάμωμε, καὶ καταύγασον, τὸν νοῦν ἡμῶν τοῦ εἰδέναι, καὶ πληροῦν ἀεί, τὰ τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, ἐντάλματα ἄχραντε.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη ἀληθῶς, τῶν μοναζόντων ὁ χορός, τὸν ἀόμματον ἰδών, ὀμματωθέντα ὑπὲρ νοῦν, τῇ προϊούσῃ ἐκ τῆς Εἰκόνος Σου ἐνεργείᾳ· ὅθεν τὴν λαμπράν, μεγαλουργίαν Σου, πόθῳ ἀκλινεῖ, ἁγνὴ ἐδόξασε, καὶ ὡς πυρσὸν τὰς σὰς ἐπαγγελίας, πεπλουτηκὼς ἀνακράζει Σοι· μεγάλη ὄντως, ἡ πρὸς ἡμᾶς Σου, Γοργοϋπήκοε προμήθεια. (Δίς)

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.

Τὸ προσταχθὲν ὑπὸ Σοῦ μὴ ἐκπεράνας, ὁ τῆς τραπέζης λειτουργὸς Θεογεννῆτορ, τῆς Σῆς δόξης πεπείραται καὶ ἔγνω Σου τὴν χάριν· ὢ πλήρους χρηστότητός Σου θείας φωνῆς! ἀπαύστως γὰρ προνοεῖσθαι ὡς ἀγαθή, ἐπηγγείλω πανύμνητε, τῶν Σοὶ βοώντων πιστῶς, ἁγνὴ Γοργοϋπήκοε· Χαῖρε Νύμφη ἀνύμφευτε. (Δίς)

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...

Ὁ Ν’ ψαλμός.

Δόξα. Ἦχος β΄: Σήμερον εὐσήμως κροτοῦντες, τῶν Σῶν θαυμάτων τὰς δυναστείας, βοῶμέν Σοι πανύμνητε· Γοργοϋπήκοος ὑπέρμαχος, τῇ λογικῇ Σου ἔσο Μάνδρᾳ, μέχρι τερμάτων βίου δεόμεθα.

Καὶ νῦν. Τὸ αὐτό.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σήμερον ὁ Ἁγιώνυμος Ἄθως, τὸ ἐμφανὲς τῆς Θεοτόκου Ὄρος, προφητικῶς σταλαξάτω γλυκασμόν, καὶ ῥηξάτω εὐφροσύνην· ἡ γὰρ ἔφορος αὐτοῦ καὶ πρύτανις καὶ σκέπη, ἡ μόνη ἀειπάρθενος, εἰς εὐφημίαν πρόκειται· ὅθεν καὶ τῶν εὐεργετικῶν Αὐτῆς δυνάμεων, τὰς ἀκτῖνας ἁπλώσασα, καταπυρσεύει τοὺς κράζοντας· φύλαξον ἡμᾶς, Γοργοϋπήκοε Ἄνασσα· ἰδοὺ γὰρ ὡς νοσσία τῇ Σῇ σκέπῃ προστρέχομεν, καὶ διὰ Σοῦ σωθῆναι ἐλπίζομεν.

 

Εἶτα, οἱ δύο Κανόνες τῆς Ἑορτῆς, ὁ α’ μετὰ τῶν εἱρμῶν εἰς η’, καὶ ὁ β’ εἰς στ’.

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Γοργοϋπηκόου τὴν χάριν αἰνέσω.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Γαλήνης τὸν πρύτανιν, Γοργοϋπήκοε τέξασα, εἰρήνην καὶ ἄφεσιν, βλῦσόν μοι ἄνωθεν, καὶ καταύγασον, τὸν νοῦν μου Θεοτόκε, ὡς ἄν Σοι ἐπάξιον, μέλψω ἐφύμνιον.

πλήρης τῆς δόξης Σου, ζωαρχικώτατος ἄχραντε, χειμάῤῥους ἀπέσταξε, τῇ Σῇ Εἰκόνι τερπνῶς· ὅθεν πάντοτε, πηγὰς ζωοδωρήτους, βλυστάνει τῇ ποίμνῃ Σου, Γοργοϋπήκοε.

ημάτων Σου Δέσποινα, μὴ συνιεὶς τὸ ἐπάγγελμα, ὁ ἤδη γευσάμενος, τῆς Σῆς παιδεύσεως, ἀναδέδεικται, αὐτόπτης καὶ θεράπων, τῆς αὐτεπαγγέλτου Σου, ἐπισκιάσεως.

Γνωστῶς τεθεάμεθα, ὡς ὁ Μωσῆς ὁ θεόληπτος, τὴν Σὴν φωτοφάνειαν, ὥσπερ ἐν βάτῳ πυρός, κατ’ ἐνώπιον, τῆς θείας Σου Εἰκόνος, ἑστῶτες καὶ ψάλλοντες, τὰς δυναστείας Σου.

 

Ἕτερος, οὗ ἡ ἀκροστιχίς: Σὺ εἶ, Γοργοϋπήκοε, ἡμῶν σκέπη. Γερασίμου.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Σωτηριώδους εὐδοκίας ἄχραντε, καὶ ἀποῤῥήτου βουλῆς, θησαυρὸς ἐδείχθης, ὡς καλὴ καὶ ἄμωμος· ὅθεν σκήνωμα πάγκαλον, τοῦ ἀΰλου φωτός Σου, τὸ Σὸν εἰργάσω ἐκτύπωμα, αἴγλην ἀπαυγάζον χρηστότητος.

περεκβλύζει ὡς πηγὴ ἀκένωτος, θαυματοβρύτους ῥοάς, κεχαριτωμένη, ἡ θεαυγὴς ἐμφέρεια, τῆς ἀχράντου Μορφῆς Σου, καὶ καταρδεύει ταῖς χάρισι, Κόρη τὸν ἀπόλεκτον κλῆρόν Σου.

παγγελίας ὀσημέραι Δέσποινα, τῆς πρὸς ἡμᾶς Σου ἁγνή, τὰς ἀγαθοδότους, δωρεὰς δρεπόμενοι, ἑόρτιόν Σοι αἴνεσιν, κατὰ χρέος κροτοῦμεν, καὶ χαρμοσύνως γεραίρομεν, τὰ ὑπερφυῆ Σου θαυμάσια.

εροτύπως ἡ φαιδρὰ ἐμφέρεια, τῆς Σῆς Εἰκόνος ἁγνή, ἀφανῶς γραφεῖσα, ἐμφανῶς ἐξέλαμψεν, ὥσπερ σελήνη πάμφωτος, καὶ ἠὼς γλυκυτάτη, ἐν τῇ Μονῇ ὡς ηὐδόκησας, τοῦ Δοχειαρίου πανάμωμε.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

λόγος Σου ἴαμα ἐδείχθη, ὡς δρόσος ἁγνὴ ἑωθινή, τῷ παιδευθέντι Δέσποινα, τῇ ῥάβδῳ τῶν κριμάτων Σου· τὸ γὰρ ὁρᾷν ἀπέλαβε, καὶ τὴν Σὴν χάριν ἐκήρυττεν.

φάψασα οἷάπερ λυχνίαν, ἑπτάφωτος ὄντως καὶ λαμπράν, τὴν ἱερὰν Εἰκόνα Σου, φωταγωγεῖς τοῖς θαύμασι, τὴν Ἐκκλησίαν ἅπασαν, Γοργοϋπήκοε Δέσποινα.

Πλήρης ἀγαθῶν πλήρης ἐλπίδος, πλήρης εὐσπλαγχνίας καὶ στοργῆς, ἡ θεία Σου ὑπόσχεσις, πέλει Γοργοϋπήκοε, τοῖς ἀφορῶσι πάντοτε, τῇ ἀρωγῇ τῆς προνοίας Σου.

χάρις τῆς θείας Σου Εἰκόνος, διέδραμεν ὥσπερ ἀστραπή, εἰς τὰ τοῦ κόσμου πέρατα, ἀῤῥώστους θεραπεύουσα, καὶ τὰς ἀτέκνους ἄχραντε, εὐτέκνους ἀποδεικνύουσα.

 

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.

Γνόφῳ ἀΰλῳ καλυφθείς, τῆς θείας ἐπισκοπῆς Σου, ὁ αὐτήκοος τῶν Σῶν προσρημάτων, πορθμευτὴς διαφανής, τῆς πρὸς ἡμᾶς Σου γέγονεν, ἀμάχου προστασίας, Παρθένε Γοργοϋπήκοε.

Οἱ ὀφθαλμοί Σου γραφικῶς, ὡς Ἐσεβῶν δύο λίμναι, οἰκτιρμῶν πεπληρωμένοι ὁρῶνται, καὶ τὰ χείλη Σου ἁγνή, ὥσπερ σπαρτίον κόκκινον, εἰρήνην αἰωνίαν, Γοργοϋπήκοε φθέγγονται.

αγεῖσα Κόρη μυστικῶς, τῇ ῥάβδῳ τῆς χάριτός Σου, ὡς τερπνὴ καὶ πνευματέμφορος πέτρα, ἡ ἁγία Σου Εἰκών, ὡς ὕδωρ ζῶν ἁλλόμενον, ἰάσεων τὰ ῥεῖθρα, ἀναβλυστάνει τοῖς πέρασι.

Γέρας καὶ στέφος χρυσαυγές, τὸ Σὸν ὁμοίωμα Κόρη, ἡ Μονὴ Δοχειαρίου πλουτοῦσα, εἰς ὀσμὴν μύρων τῶν Σῶν, ἀπαύστως προσανέχουσα, τῷ πόθῳ καρδιοῦται, τῆς Σῆς θερμῆς ἀγαπήσεως.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πιστῶν καταφύγιον ἁμαρτανόντων λιμήν, στειρῶν ἀπολύτρωσις καὶ ἀσθενῶν ἰατήρ, ἐδείχθης πανύμνητε· Σὺ γὰρ τοὺς τῶν πενήτων, στεναγμοὺς δεχομένη, φέρεις γοργῶς εἰς πέρας, τὰς ἡμῶν παρακλήσεις· διὸ Γοργοϋπήκοε ὑμνοῦμεν τὴν δόξαν Σου. (Δίς)

 

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.

Κῆπον κεκλεισμένον καὶ εὐθαλῆ, τῇ Σῇ ἐπομβρίᾳ ἀνέδειξας, Δοχειαρίου, τὸ σεμνεῖον ἀληθῶς, ἐν ᾧ ὡς ξύλον εὔκαρπον, Κόρη τὴν Εἰκόνα Σου ἤνεγκας.

λη ὡραιώθη ὑπὲρ χρυσόν, ἡ ἡλιοστάλακτος ὄψις Σου, ἀχράντῳ κάλλει, καὶ τὰ χείλη Σου ἁγνή, σμύρναν καὶ κρόκον στάζουσιν, ὡς βρέφος Θεὸν ἀσπασάμενα.

Οὖς Σου τὸ φιλάγαθον καὶ συμπαθές, κλῖνον εὐμενέστατον ἄχραντε, ὡς ἐλεήμων, ἱκετῶν Σου ταῖς φωναῖς, τῶν προσκυνούντων πάντοτε, τὸν φωτοειδῆ χαρακτῆρά Σου.

πὲρ τὰ ἀρώματα πάντα τῆς γῆς, ἡ τῶν ἱματίων Σου δέδεικται, ὀσμὴ Παρθένε, δυσωδίαν τῶν παθῶν, καὶ νοσημάτων βόρβορον, ἐκ τῶν προσιόντων ἐλαύνουσα.

 

Ἕτερος. Σύ μου ἰσχύς.

μμα τερπνόν, καὶ οἴκτου θείου ἀνάπλεων, Θεοτόκε, ὡς Γοργοϋπήκοος, τῷ προσεδρεύοντι ἀκλινῶς, τῇ σεπτῇ μορφῇ σου, κλίνασα τούτου κατηύγασας, τὰς κόρας τῶν ὀμμάτων, διατόρως βοῶντος, τῶν θαυμάτων Σου Κόρη τὸ μέγεθος.

περχειλής, καὶ διαυγὴς καὶ ἀδάπανος, Θεομῆτορ, ὁ κρατὴρ ὁ ἄϋλος, τῶν ψυχοτρόφων Σου δωρεῶν, ἐξ οὗ οἱ ἀντλοῦντες, κορέννυνται εὐφραινόμενοι· καλῶν γὰρ θημωνία, καὶ τρυφῆς χορηγία, ἀναδέδειξαι Γοργοϋπήκοε.

Πηγὴ ζωῆς, Παράδεισος θεοφύτευτος, ἀναθάλλων, κύπρον νάρδον κάλαμον, κιννάμωμόν τε ἀειθαλές, καὶ κρίνα καὶ ῥόδα, Γοργοϋπήκοε πέφηνας· αἱ γὰρ ἀποστολαί Σου, ὥσπερ αὔρα πραεῖα, ἀνακτῶνται ἁγνὴ τοὺς ἐκλείποντας.

ρθη ἁγνή, καὶ ὑπὲρ ἥλιον ἔλαμψε, Σῆς Εἰκόνος, ἡ μεγαλοπρέπεια, καὶ τῆς Σῆς δόξης πλήρης ἡ γῆ· τὸ γὰρ ὄνομά Σου, ἐντρύφημα καὶ μελέτημα, εὑροῦσα πᾶσα γλῶσσα, ἐκβοᾷ Σοι τὸ χαῖρε, καρπουμένη πταισμάτων συγχώρησιν.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Τὸ ὄρος τὸ ἅγιον, καὶ πῖον καὶ κατάσκιον, τὴν ἐσφραγισμένην θείαν πύλην, τοῦ ἐξ ἀνάρχου Πατρὸς ἐκλάμψαντος, τὴν θεοχαρίτωτον ἁγνήν, πάντες ἀνυμνήσωμεν, ὡς ἡμᾶς διασώζουσαν.

γίασται ἄχραντε, καὶ ἀληθῶς δεδόξασται, τῇ ἐπιφοιτήσει τῆς Σῆς δόξης, ὁ τῆς μορφῆς Σου χαρακτὴρ ἔνσωμος, καὶ καταφαιδρύνει εὐκλεῶς, ἀοράτοις λάμψεσι, τὴν ἀπόλεκτον ποίμνην Σου.

Νοσοῦσιν ἀνάῤῥωσιν, τυφλώττουσιν ἀνάβλεψιν, τοῖς χειμαζομένοις εὐπλοΐαν, καὶ αἰχμαλώτοις, ταχεῖαν λύτρωσιν, Κόρη πρυτανεύεις ἐσαεί, ὡς Γοργοϋπήκοος, τοῖς φωνοῦσι τὴν κλῆσίν Σου.

Χορεύει τῇ δόξῃ Σου, καὶ τέρπεται θεόνυμφε, τοῦ Δοχειαρίου τὸ σεμνεῖον· οἷα παστὰς γάρ, καὶ φωτοφόρος νυμφών, κέκτηται ὡς νύμφην νοητήν, τὴν σεπτὴν Εἰκόνα Σου, κοσμουμένην τοῖς θαύμασι.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Καρδιῶν τεθλιμμένων, ὡς στειρευουσῶν Σὺ παράκλησις γέγονας, κεχαριτωμένη, πρυτανεῖον ἀῤῥήτων δυνάμεων, αἱ γὰρ προσπεσοῦσαι, τῇ παναχράντῳ Σου Εἰκόνι, ἀπαιδείας τὸ ὄνειδος ἔφυγον.

Οὐρανόθεν φανεῖσα, Κόρη ἐν ὁράματι οἷάπερ Ἄνασσα, τῶν ὑποζυγίων, ἀπεκάλυψας τὴν ἀποσύλησιν, τοῖς μετὰ δακρύων, καὶ στεναγμῶν αἰτησαμένοις, τὴν θερμήν Σου Παρθένε ἀντίληψιν.

κ γαστρός Σου τεκοῦσα, δεξιὰν πανάμωμε Πατρὸς τὴν σύνθρονον, ὡς Υἱὸν καὶ Λόγον, ἑνωθέντα παχύτητι σώματος, παμφαὴς ὡράθης, γυναίῳ Κόρῃ τῷ ἀλγοῦντι, καὶ τὴν χεῖρα αὐτοῦ ἐθεράπευσας.

κουσας τῶν ῥημάτων, ὡς Γοργοϋπήκοος τοῦ δεομένου Σου, καὶ αὐτῷ ἐνδίκως, ἐφανέρωσας τὸν ὑπεξάραντα, ἀπανθρώπῳ γνώμῃ, Παρθενομῆτορ τὰ οἰκεῖα· ὅθεν θάμβους πλησθείς Σε ἐδόξαζεν.

 

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

γεωργήτως βλαστήσασα, τὸν τρέφοντα τὰ πάντα χρηστότητι, ὡς βότρυν πέπειρον, θεοπρεπῶς ἐγεώργησας, ἡμῖν τὴν Σὴν Εἰκόνα, Γοργοϋπήκοε.

ήσεις τῶν θείων χειλέων Σου, ἡμῖν ἃς ἀπεφήνω πανάμωμε, διακατέχοντες, ὥσπερ πυρσὸν ἀσφαλέστατον, τὰ κύματα τοῦ βίου, εὐπλόως τρέχομεν.

δοὺ ἁγνὴ κεχαρίτωται, τὸ εἶδος τῆς μορφῆς Σου ὡς Λίβανος, καὶ ὡς περίοπτον, τοῦ Ἀερμὼν ὄρος δείκνυται, σταλάζον τοῖς ἐν κόσμῳ, δρόσον οὐράνιον.

Νέκταρ ζωῆς ὑπερκόσμιον, ὡς πόμα εὐφροσύνης ἀείζωον, νέμεις ἑκάστοτε, τοῖς ὡς πηγῇ τῇ Εἰκόνι Σου, χαρίτων προσιοῦσι, Γοργοϋπήκοε.

ρτοποιοῦσα τὴν χάριν Σου, πυρὶ τῷ δροσοβόλῳ τοῦ Πνεύματος, Γοργοϋπήκοε, καθάπερ Μήτηρ φιλόστοργος, ἐκτρέφεις καὶ εὐφραίνεις, τὴν δε Μάνδραν Σου.

 

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.

Μύρον Παρθένε τὸ ζῶν, ὑπερφυῶς σωματώσασα, ἀλάβαστρον νοητόν, τὴν θείαν Εἰκόνα Σου, τῇ ποίμνῃ Σου ἔδειξας, δωρεῶν ποικίλων, τὴν ὀσμὴν ἀρωματίζουσαν.

ραία Σου ἡ μορφή, ἡ ὄψις Σου γαληνόμορφος, τὸ ὄμμα Σου ἱλαρόν, τὸ στόμα μελίῤῥυτον, ὅλη εὐπροσήγορος, ὅλη φωτοφόρος, ἡ Εἰκών Σου ὤφθη ἄχραντε.

Ναμάτων ζωοποιῶν, τὸν ποταμὸν ἀναβλύζουσα, ξηραίνεις διὰ παντός, νοσημάτων βόρβορον, καὶ ἀγόνων στείρωσιν, λύεις καὶ κινδύνων, διασώζεις τοὺς καλοῦντάς Σε.

Συμπάθειαν μητρικήν, Γοργοϋπήκοε ἔχουσα, ἐπέστης αὐτοφανῶς, καὶ τὸν παῖδα ἔσωσας, ὢ τῆς προμηθείας Σου! Τῆς αἰχμαλωσίας, προφανῶς τοῦτον φωνήσασα.

 

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ Στρατηγῷ.

Τῇ ἀρωγῇ Σου Θεοτόκε καταφεύγοντες, ὡς εἰς λιμένα γαληνότατον σῳζόμεθα, ἐκ κινδύνων πολυτρόπων καὶ νοσημάτων· σὺ γὰρ ὤφθης βοηθὸς Γοργοϋπήκοος, τοῖς πιστῶς προσπτυσσομένοις τὴν Εἰκόνα Σου, καὶ βοῶσί Σοι· Χαῖρε κόσμου ἀντίληψις.

Ὁ Οἶκος.

Ἄνωθεν ἀοράτως, ἐπιστᾶσα Παρθένε, ὥσπερ ἀγαθὴ εὐηγγελίσω, τῇ δὲ τῇ θεολέκτῳ Μονῇ, ἔφορον εἶναί Σε Γοργοϋπήκοον· διό Σου τὸ ἐξαίρετον τῆς προνοίας ὑμνοῦντες βοῶμεν·

Χαῖρε, δι’ ἧς ὁ Θεὸς σαρκοῦται·

χαῖρε, δι’ ἧς ὁ ἐχθρὸς νεκροῦται.

Χαῖρε, τοῦ φθαρέντος Ἀδὰμ ἡ ἀνάπλασις·

χαῖρε, τῶν ἱδρώτων τῆς Εὔας ἀνάπλασις.

Χαῖρε, ὕψος ἀθεώρητον, εὐσπλαγχνίας θεϊκῆς·

χαῖρε, βάθος ἀνεξάντλητον, χάριτος ζωαρχικῆς.

Χαῖρε, ὅτι ἐδείχθης ποταμὸς ἰαμάτων·

χαῖρε, ὅτι τυγχάνεις θησαυρὸς χαρισμάτων.

Χαῖρε, πολλῶν νοσούντων ὑγίανσις·

χαῖρε, στειρῶν ταχεῖα ἐκλύτρωσις.

Χαῖρε, Μονῆς Δοχειαρίου σκέπη·

χαῖρε, παντὸς Ἄθω Ὄρους προστάτις.

Χαῖρε, κόσμου ἀντίληψις.

 

Συναξάριον.

Τῇ α΄ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Γοργοϋπηκόου, τῆς εὑρισκομένης ἐν τῇ Μονῇ Δοχειαρίου τοῦ Ἁγίου Ὄρους.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

αμάτων Σε ταμεῖον ἀδαπάνητον Γοργοϋπήκοε, ἐπεγνωκότες πιστοί, ἐκ πόθου προστρέχομεν, τῇ ἀντιλήψει Σου, καὶ λυτρούμεθα, παθῶν ψυχῆς καὶ σώματος, κατὰ χρέος Σε ὑμνοῦντες.

Νόμου πλήρωμα καὶ Προφητῶν ἐκσφράγισμα ὤφθης πανύμνητε, ἀποτεκοῦσα Χριστόν, τὸν κόσμον ῥυσάμενον, τῆς κατακρίσεως, Ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥύσασθαι, τοὺς πιστῶς Σε προσκυνοῦντας.

ξεῤῥύη Σου ὡς ὑετὸς οὐράνιος ἡ χάρις ἄνωθεν, τῇ ὑλικῇ Σου μορφῇ, καὶ ταύτην εἰργάσατο, νεφέλην ἔνθεον, ἐπιῤῥαίνουσαν, διὰ παντὸς τοῖς πέρασι, τῶν θαυμάτων τὰς ψεκάδας.

Στόμα ἤνοιξας καὶ ἄφεσιν ἐβράβευσας Γοργοϋπήκοε, τῷ ἀπειθήσαντι πρίν, τῷ Σῷ ἐπιτάγματι· ὅθεν γενόμενος, ἔνθους πάναγνε, Δαβιτικῶς ἐξήγγειλε, τὰς ἐνθέους Σου αἰνέσεις.

ς ὑπέρλαμπρον λαβίδα καὶ πυρίμορφον Γοργοϋπήκοε, τὸν χαρακτῆρα τὸν Σόν, πλουτοῦντες τῷ ἄνθρακι, τῆς Σῆς ἐλλάμψεως, καθαιρόμεθα, τὸν νοῦν καὶ τὴν διάνοιαν, καὶ ἁπάσας τὰς αἰσθήσεις.

 

 

Ἕτερος. Θεοῦ συγκατάβασιν.

Κωφοῖς ὡς εὐήκοος, παραμυθία Γοργοϋπήκοε, τὸ ἀκούειν παρέχεις, καὶ τοῖς φωνοῦσί Σε θαλαττεύουσι, καθοδηγὸς ἀσφαλὴς ἀναδέδειξαι· ὅθεν ὑμνοῦμεν ἀεί, Σὲ τὴν τοῦ Λόγου σκηνήν.

λαία κατάκαρπος, τῇ γεωργίᾳ τῆς προμηθείας Σου, ἡ Εἰκών Σου ἐδείχθη, Δοχειαρίου ἐν τῇ Μονῇ ἀληθῶς· τοῦ γὰρ ἐλαίου τῆς Σῆς ἱλαρότητος, κατατρυφῶμεν ἀεί, οἱ προσκυνοῦντες αὐτήν.

Πληγὴν τὴν ἀρχέγονον, τοῦ πρωτοπλάστου Ἀδὰμ ἰάτρευσας, τῇ κυήσει Σου Κόρη, καὶ νῦν ἀρτίως Γοργοϋπήκοε, πληγῆς ἀκρίδος ἐῤῥύσω τοὺς ψάλλοντας· εὐλογημένη Σὺ εἶ, ὡς σωτηρίας ἀρχή.

νώρθωσας Δέσποινα, τοὺς συντριβέντας ἡμᾶς τοῖς πάθεσι, τὸν τοὺς κατεῤῥαγμένους, ζωοποιοῦντα κυοφορήσασα· διὸ καὶ νῦν παραδόξως συνέσφιγξας, τὸν συσχεθέντα ἁγνή, παραλυσίᾳ δεινῇ.

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

Γνώριμος τοῖς πᾶσι βουληθεῖσα, ποιῆσαι τῆς πρὸς ἡμᾶς Σου ἀγαθότητος, πλοῦτον τὸν ἀκένωτον, βρύσιν τὴν πολύῤῥυτον, τὴν ἱερὰν Εἰκόνα Σου, καθάπερ ἥλιον, ἀνέδειξας ἀστράπτουσαν κόσμῳ, αἴγλην χαρισμάτων, εἰς φαῦσιν Ὀρθοδόξων.

δραμες εἰς ἅπασαν τὴν κτίσιν, ὁ φθόγγος Θεογεννῆτορ τῆς Εἰκόνος Σου· νόσοι γὰρ ἐλαύνονται, πάθη θεραπεύονται, καὶ στεῖραί τε καὶ ἄτεκνοι, μητέρες δείκνυνται, τῇ Σῇ Γοργοϋπήκοε κλήσει, καὶ ἐπιφοιτήσει, τῆς θείας δωρεᾶς Σου.

έει εἰς χειμάῤῥους ἀμβροσίας, ἀφθόνως ἐκ τῆς Εἰκόνος Σου θεόνυμφε, ἡ τῆς εὐσπλαγχνίας Σου, χάρις πλουσιόδωρος, καὶ ὥσπερ πόλιν ἔνθεον, τὴν θείαν ποίμνην Σου, ἀρδεύει καὶ εὐφραίνει ὑμνοῦσα, καὶ ὑπερυψοῦσαν, Σὲ Κόρη εἰς αἰῶνας.

κλυστον λιμένα Θεοτόκε, καὶ πύργον Σε σωτηρίας καὶ ὑπέρμαχον, κυβερνῆτιν ἄριστον, οἰκονόμον ἔνθεον, καὶ κλίμακα ἀνάγουσαν, πρὸς τὰ οὐράνια, Μονὴ Δοχειαρίου εὑροῦσα, ᾄδει χαρμοσύνως, τὰς Σὰς θαυματουργίας.

Στάζουσιν αἱ χεῖρές Σου Παρθένε, ἀΰλως ὥσπερ ἀρώματα πολύτιμα, τῆς εὐεργεσίας Σου, μέλι τὸ θεόβρυτον, γλυκαῖνον τὰς ψυχὰς ἡμῶν, τῶν ἐκβοώντων Σοι· Σὺ εἶ Γοργοϋπήκοε σκέπη, καὶ φωταγωγία, τῶν Σὲ ὑμνολογούντων.

 

Ἕτερος. Ἑπταπλασίως κάμινον.

Γόνιμον γῆν καὶ πίονα, τὴν Εἰκόνα Σου ἔδειξας, θείας ἐνεργείας φέρουσαν ἀστάχυας, ἐξ ὧν οἱ μετέχοντες, καθαίρονται καὶ ἄγονται, πρὸς τελειωτάτην πολιτείαν βοῶντες· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, τὴν μόνην Θεοτόκον.

κ στειρευούσης βλάστημα, εὐθαλέστατον λάμψασα, κεχαριτωμένη παντουργῷ βουλήματι, στειρῶν διαλέλυκας, τὸ ὄνειδος πανάμωμε, καὶ τοῖς ἐκβοῶσι, τὴν Σὴν χάριν παρέχεις, φωτὸς χαῖρε δοχεῖον, φθορᾶς χαῖρε ἡ λύσις, χαῖρε τῶν Σῶν προσφύγων, ὀξεῖα προστασία.

ῦσιν φθορᾶς ἐξήρανας, τῇ ἀφθόρῳ κυήσει Σου, καὶ ἀθανασίας τὰς πηγὰς ἠνέῳξας· διὸ ῥύσιν ἔστησας, αἱμάτων ἐκ τοῦ στόματος, τοῦ Σοὶ προσελθόντος, καὶ θερμῶς ἐκβοῶντος· βυθὸς χαῖρε θαυμάτων, νοσούντων χαῖρε ἄκος· χαῖρε τῶν τεθλιμμένων, ἀναψυχὴ βεβαία.

γλαομόρφῳ βλέμματι, καθορῶσα τοὺς δούλους Σου, καὶ φωνῆς τῆς τούτων εὐμενῶς ἀκούσασα, τὸν παῖδα ἰάτρευσας, Παρθένε τῆς τυφλώσεως, καὶ τῆς ὀφθαλμίας ἐλυτρώσω ταχέως, τὸν πίστει προσπεσόντα, τῇ σεπτῇ Σου Εἰκόνι, τῇ ῥῶσιν χορηγούσῃ, τοῖς Σὲ ὑπερυψοῦσι.

Σεσαρκωμένον τέξασα, τὸν ἀσώματον ἄχραντε, ψυχῶν καὶ σωμάτων ἰᾶσαι τοὺς μώλωπας· ὀφθεῖσα κατ’ ὄναρ γάρ, τὸν ἱερέα ἔπλησας, χάριτος πολλῆς καὶ ἀληθοῦς θυμηδίας· τὴν τούτου γὰρ συμβίαν, θανατηφόρου νόσου, ἐξήγειρας ὑμνοῦσαν, τὴν σὴν μεγαλωσύνην

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

δε εὐμενῶς, ἱλέῳ Σου ὄμματι, Γοργοϋπήκοε, εἰς τὴν περιούσιον, ἣν ᾑρετίσω κληρονομίαν Σου, καὶ ἱερὸν ἁγίασμα, ταύτην τὴν Μάνδραν Σου, δεῖξον Κόρη, ἐν ᾗ κατεφύτευσας, ὥσπερ κρίνον τὴν θείαν Εἰκόνα Σου.

Μάστιξι τῆς Σῆς, ἀχράντου δυνάμεως, Γοργοϋπήκοε, ἰσχυρῶς ἐλαύνονται, τῶν ἀκαθάρτων πνευμάτων φάλαγγες, καὶ πειρασμῶν καὶ θλίψεων, ἔφοδος τρέπεται, καὶ ἀγάπης, τοῖς δεσμοῖς συνέχεται, τῆς Σῆς ποίμνης ἁγνὴ ἡ συγκρότησις.

λη παμφαής, ὡς ἄδυτος ἥλιος, ὅλη ὑπέρλαμπρος, ὡς ἶρις πολύχρωμος, καὶ ὡς ἐλπίδος πυρσὸς ἀκοίμητος, μορφή Σου ἡ ἐνσώματος, ὁρᾶται ἄχραντε, τοῖς ἐκ πόθου, ὡς Γοργοϋπήκοον, ἀνυμνοῦσι τὴν Σὴν ἀγαθότητα.

ψωσον ἡμᾶς, ἐκ πάσης φαυλότητος, Γοργοϋπήκοε, καὶ τοῦ στεναγμοῦ ἡμῶν, ἐν ἐπελθούσῃ ἀνάγκῃ ἄκουσον, καὶ προστασία ἕτοιμος, τῷ τῆς ἐξόδου καιρῷ, καὶ ἐν ὥρᾳ, κρίσεως ἐμφάνηθι, ὡς ὑπέσχου ἡμῖν τοῖς ἱκέταις Σου.

 

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.

σχὺν τοῖς ἀσθενέσι διαπαντός, καὶ τοῖς πάσχουσι Κόρη ἀνάκλησιν, καὶ χαρμονήν, τοῖς κεκαμωμένοις ἐν θλιβεροῖς, καὶ πᾶσιν ἀγαλλίασιν, ὡς τῆς αἰωνίου χαρᾶς πηγή, παρέχεις καθ’ ἑκάστην, τοῖς πόθῳ ἐκζητοῦσι, Γοργοϋπήκοε τὴν χάριν Σου.

Μωσῆς ἐθαυμαστώθη ἐν τῷ Σινᾷ, κατιδὼν τοῦ Θεοῦ τὰ ὀπίσθια, συμβολικῶς· νῦν ἡμεῖς ὁρῶντες πανευλαβῶς, τῆς Σῆς ἀχράντου ὄψεως, πρόσωπον Παρθένε τὸ γαληνόν, Εἰκόνι γεγραμμένον, πληρούμεθα ἐνθέως, τῆς προϊούσης ἐκ Σοῦ χάριτος.

πλούσιος κρατήρ Σου τῶν ἀγαθῶν, τῇ Μονῇ Σου ὁσῶραι πανάμωμε, ἐκπλημμυρεῖ· τρέφεις γὰρ καὶ θάλπεις διηνεκῶς, ἡμᾶς Γοργοϋπήκοε· τί οὖν Σοι προσφέρομεν ὡς εἰκός; ἀλλ’ ἡ γνησίαν πίστιν, διάπυρόν τε πόθον, καὶ βίον ἄδολον θεόνυμφε.

ψόθεν κἀμοὶ νεῦσον ὡς ἀγαθή, καὶ τὴν ἄμαχον τεῖνόν μοι χεῖρά Σου, ἐκ τοῦ βυθοῦ, ἕλκουσά με ἄχραντε τῶν παθῶν· Σὲ γὰρ θερμὴν ἀντίληψιν, καὶ γλυκεῖαν ἔχων ἀναψυχήν, καὶ διὰ Σοῦ σωθῆναι, ἐλπίζω Θεοτόκε, ὁ τὸν παρόντα πλέξας ὕμνον Σοι.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὡς θησαυρὸν ἐλέους, καὶ τῶν πιστῶν καταφυγή, Γοργοϋπήκοε Κόρη, πάσης ἀνάγκης καὶ ὀργῆς, ῥῦσαι τοὺς πίστει τιμῶντας, ὡς τοῦ Θεοῦ Σε Μητέρα.

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.

Μονὴ ἡ περιώνυμος, Δοχειαρίου σκίρτησον, κατέχουσα ἐν τοῖς κόλποις, ὡς πρυτανεῖον χαρίτων, Εἰκόνα τὴν πανσέβαστον, τῆς μόνης Θεομήτορος, ἧς τὰς δυνάμεις βλέπουσα, ἀνύμνησον εὐχαρίστως, τὴν Σὲ ἀπαύστως φρουροῦσαν.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

ᾈσματικῶς συνδραμόντες πανηγυρίσωμεν, οἱ τῆς Μητρὸς τοῦ Λόγου, ἀγαπῶντες τὴν δόξαν· ἰδοὺ γὰρ δόξης πλήρης φωτός, πλήρης χάριτος ἔλαμψεν, ἡ τῶν ἀῤῥήτων θαυμάτων μνήμη αὐτῆς, τοὺς πιστοὺς καθαγιάζουσα.

 

Ἀγαλλιάσθω εὐθύμως Δοχειαρίου Μονή, ὡς Ἀμαλθείας κέρας, καὶ θεόῤῥευτον φρέαρ, Εἰκόνα κεκτημένη τὴν εὐκλεῆ, τῆς Ἁγνῆς Θεομήτορος, ἐξ ἧς τρυφὴν καρπουμένη πνευματικήν, τὴν Θεοτόκον δοξαζέτω ἀεί.

 

Πεποικιλμένη Παρθένε ὑπερφυέσιν αὐγαῖς, γοργῶς ἀεὶ προφθάνεις, πανταχοῦ καλουμένη, καὶ ῥύῃ συμπτωμάτων ἐκ δυσχερῶν, πειρασμῶν τε καὶ θλίψεων, Γοργοϋπήκοε Κόρη τοὺς εὐσεβῶς, προσιόντας τῇ πρεσβείᾳ Σου.

 

Τὴν μεγαλόδωρον χάριν καὶ πολυχεύμονα, τῆς Σῆς προμηθεστάτης, πρὸς ἡμᾶς προστασίας, ᾠδαῖς Γοργοϋπήκοε μυστικαῖς, μεγαλύνομεν πάντοτε, ἀλλὰ μὴ παύσῃ Παρθένε ἀποπληροῦν, τὴν πρὸς ἡμᾶς ἐπαγγελίαν Σου.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.

Τῶν δωρεῶν Σου οἱ κρουνοί, Θεοτόκε πελαγίζοντες, τῆς Ἐκκλησίας τὰς αὔλακας μεθύσκουσι· Σὺ γὰρ ὡς ποταμὸς τοῦ Θεοῦ, οὐ μόνον τὴν τῶν πρωτοτόκων εὐφραίνεις πόλιν, ἀλλὰ καὶ τὴν περίγειον λῆξιν, πολλαχῶς εὐεργετεῖς. Ὢ τῆς θερμῆς ἐπισκοπῆς Σου! Πᾶσι γὰρ ὀξέως βοηθεῖς, ἐπικουφίζουσα τῶν καρδιῶν τὸν πόνον. Διὸ ὑπερύμνητε, τὴν φωνὴν ἡμῶν ἐνωτίσθητι, καὶ σῶσον τὴν ποίμνην Σου, πάσης περιστάσεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χάριν ποριζόμενοι ἀληθῆ, ἐκ τῆς Σῆς Εἰκόνος, Θεοτόκε διαπαντός, ταύτην προσκυνοῦμεν, καὶ Σὲ ὑμνολογοῦμεν, ἡμῶν ὡς προστασίαν, Γοργοϋπήκοε.

 

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

 (ποίημα Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τὸ:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψης τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς˙ Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα˙ σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων˙ μή ἀποστρέψῃς σούς δούλους κενούς˙ σέ γάρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα. Ὅμοιον.

Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν οἱ ἐν κινδύνοις καὶ αὐτῇ νῦν προσπέσωμεν ἀπὸ βαθέων κράζοντες καὶ πόνου ψυχῆς˙ τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως, Κόρη, ὡς Γοργοϋπήκοος φερωνύμως κληθεῖσα˙ σύ γάρ ὑπάρχεις πρόμαχος ἡμῶν καὶ ἐν ἀνάγκαις ἑτοίμη βοήθεια.

Καί νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὅμοιον.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙ σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τὸ μέγα ἔλεός σου, καὶ κατά τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καὶ ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγώ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιον μού ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καὶ τὸ πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἂδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου˙ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας

Θαυμάτων τῶν θείων σου τὴν πληθύν καὶ τῶν τεραστίων εὐφημῆσαι ἐπιχειρῶν, σοῦ δέομαι, Κόρη, ἐκ καρδίας, Γοργοϋπήκοε, χάριν παράσχου μοι.

Τίς οὐκ ἐκπλαγείη τῆς σῆς μορφῆς τὰ θαύματα, Κόρη; ἐκ γάρ ταύτης τῷ λειτουργῷ τραπέζης ἐφώνησας τρισσάκις, Γοργοϋπήκοος ὅθεν ὠνόμασαι.

Πῶς σου τὸ τεράστιον ἐξειπεῖν δυνήσομαι, Κόρη; σύ γάρ πρώην τὸν ἀπειθῆ, μοναχὸν ἀόμματον εἰργάσω, καὶ πάλιν τοῦτον κατέστησας βλέποντα.

Χαῖρε καὶ εὐφραίνου, θεία μονή τοῦ Δοχειαρίου, σύ γάρ ἔσχες τὴν τοῦ παντός Κυρίαν προστάτιδα καὶ σκέπην, καθάπερ αὕτη σαφῶς ἐπηγγείλατο.

 

Ὠδή γ’. Οὐρανίας ἁψῖδος.

Τούς ἀτέκνους εὐτέκνους σύ, Μαριάμ, ἔδειξας, καὶ τὰς στειρευούσας μητέρας, Κόρη, ἐποίησας, Γοργοϋπήκοε, εὐφραινομένας ἐν τέκνοις˙ τίς οὖν οὐκ ἐξίσταται τὰ μεγαλεῖά σου;

Βουλγαρία κηρύττει τῆς σῆς μορφῆς θαύματα, ὦ Γοργοϋπήκοε Κόρη, δύσις, ἑώα τε˙ κρήνη γάρ γέγονας βλύζουσα χάριτας πᾶσι τοῖς προσκαλουμένοις σου τὸ θεῖον ὄνομα.

Τοῦ καρκίνου τὸ πάθος ἐκ τῆς χειρός οἴχεται τοῦ σεμνοῦ γυναίου, Παρθένε, τῇ ἐπισκέψει σου˙ ὅθεν ἡ πάσχουσα, ἐκ τῆς ὀδύνης λυθεῖσα, χαίρουσα ἐκήρυττες τὰ χαριστήρια.

Θαυμαστῶς ὡραιώθη ἡ σή εἰκών, πάναγνε, καὶ ὑπέρ ἀκτῖνας ἡλίου φωτίζει ἅπαντας, Γοργοϋπήκοε˙ τίς οὖν αὐτήν ἐπαινέσει, ἥνπερ καὶ οἱ ἄγγελοι φόβῳ καλύπτουσιν;

Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη Θεογεννῆτορ, τὰς ἱκεσίας, Παρθένε, τῶν δούλων σου καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.

Ἀπέλασον τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου καὶ χαράν, Ἁγνή, τῷ σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τὸ δοχεῖον ὑπάρχουσα.

 

Κάθισμα. Ἦχος β’. Τὰ ἄνω ζητῶν.

Πολέμοις ἁγνή, πολλοῖς περικυκλούμενοι ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων, Δέσποινα, σοί θερμῶς κραυγάζομεν, θραῦσον τὰ τούτων ὅπλα τῷ κράτει σου, καὶ εἰρηναίαν δός ἡμῖν ζωήν τοῖς σοῖς οἰκέταις, Γοργοϋπήκοε.

 

Ὠδή δ’. Εἰσακήκοα, Κύριε.

Εἰς τὰ πέρατα ἅπαντα, ἡ θαυματουργός σου εἰκών τεθρύληται, καὶ νῦν πάντες ἐν τῷ στόματι, τὴν Γοργοϋπήκοον προφέρουσι.

Καί κατ’ ὄναρ Παντάνασσα, ἀλλά καὶ καθ’ ὕπαρ Γοργοϋπήκοε, φαινομένη τὰ θαυμάσια, ἐκτελεῖς ἐν κόσμῳ τὰ παράδοξα.

Τίς σου Κόρη τὸ ὄνομα, ἐν ἀνάγκῃ πάσῃ ἐπεκαλέσατο, και γοργῶς αὐτοῦ οὐκ ἤκουσας, ὡς Γοργοϋπήκοος ὑπάρχουσα;

Μακαρία γεγένησαι, ὦ Δοχειαρίου μονή ἐπίσημε, τὴν εἰκόνα γάρ ἐπλούτησας, Γοργοϋπηκόου τὴν πανσέβαστον.

 

Ὠδή ε’. Φώτισον ἡμᾶς.

Πῶς σου τὴν μορφήν, ὁ ἀνάξιος θεάσωμαι, Γοργοϋπήκοε παντάνασσα, μεμολυσμένοις, ὀφθαλμοῖς μου τὴν πανάσπιλον;

Θάλασσα καὶ γῆ, τῆς εἰκόνος σου τὰ θαύματα, Γοργοϋπήκοε κηρύττουσι, τῶν σῶν χαρίτων, γάρ ταῦτα ἄμφω ἀπήλαυσαν.

Κλέπτην φανεροῖς, τὸν τὰ χρήματα συλήσαντα, τὰ τοῦ πλησίον Μητροπάρθενε, καὶ ἀποδίδως, δικαίως ταῦτα τῷ ἔχοντι.

Εἶδος το σεπτόν, ἐμφερείας σου Πανύμνητε, ὡς φῶς λαμπρύνει πάντας βλέποντας, καὶ προσκυνεῖν, αὐτό πείθει καὶ κατασπάζεσθαι.

 

Ὠδή στ’. Τὴν δέησιν ἐκχεῶ.

Φιλόστοργος, ὥσπερ μήτηρ Δέσποινα, ὁραθεῖσα προσεκάλεις τὸν παῖδα, πρός ἑαυτήν, ἕως οὗ ἐλυτρώσω, ἐκ τῆς χειρός τῶν λῃστῶν, Μητροπάρθενε˙ ἀλλ’ εὕροιμέν σε καὶ ἡμεῖς, οἱ σοί δοῦλοι μητέρα φιλόστοργον.

Οὐκ ἔχομεν, οἱ οἰκτροί οἰκέται σου, ἄλλην πλήν σου προστασίαν καὶ σκέπην˙ διό Ἁγνή, ἐκ καρδίας βοῶμεν, ἀπὸ κινδύνου παντός ἐλευθέρωσον, τὴν μάνδραν σου τὴν ἱεράν, καὶ πιστούς τοὺς πρός σέ καταφεύγοντας.

Ὡς ἔσωσας, θαλαττίου κλύδωνος, τοὺς φωνήσαντας τὴν θείαν σου κλῆσιν, οὕτως ἡμᾶς, αἰσθητοῦ ναυαγίου, καὶ νοητοῦ Θεοτόκε διάσωσον, καὶ ὅρμισον εἰς γαληνούς, σωτηρίας λιμένας τοὺς δούλους σου.

Ὁ κόσμος σε, σωτηρίαν κέκτηται, καὶ θερμήν ἐν πειρασμοῖς προστασίαν˙ ὅθεν Ἁγνή, τῇ σεπτῇ σου εἰκόνα, ἁπανταχόθεν προστρέχουσιν ἄνθρωποι, καὶ πάντες σε καταφυγήν καὶ παράκλησιν, Κόρη εὑρίσκουσιν.

Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη Θεογεννῆτορ, τὰς ἱκεσίας, Παρθένε, τῶν δούλων σου καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου, καὶ χαράν Ἁγνή τῷ σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τὸ δοχεῖον ὑπάρχουσα.

 Κοντάκιον. Ἦχος β’.

Πελάγει δεινῷ τοῦ βίου χειμαζόμενοι καὶ παντοίων παθῶν τρικυμίαις ποντούμενοι καὶ σάλῳ περιπίπτοντες, Παρθένε πειρασμῶν, εἰς μορφήν σου τὴν σεπτήν καταφεύγομεν θερμῶς, ὡς εἰς λιμένα εὔδιον˙ ἔκτεινον ἡμῖν χεῖρα, ὡς Πέτρῳ ὁ Υἱός σου, καὶ κλυδωνίου ἐκ παντός, ἡμᾶς Κόρη λύτρωσαι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχος.κουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου.

Ἐκ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθῃ Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σύ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Και μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Και εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου˙ ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γάρ ἀπὸ τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα Πατρί: Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι…

Καί νῦν: Γοργοϋπηκόου ταῖς θείαις ἱκεσίαις…

Προσόμοια. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με…

Τὴν Γοργοϋπήκοον τῆς Θεοτόκου εἰκόνα, πάντες εὐφημήσωμεν, Σελήνην τὴν ἔνδοξον καὶ ὁλόφωτον, τὴν λαμπράν ἅλωνα, σφαῖραν τὴν οὐράνιον, και πολύαστρον ὑπάρχουσαν˙ Ἄρκτον ἑπτάστερον, δι’ ἧς πρός Θεόν ὁδηγούμεθα˙ Παρθένον ἀγλαόμορφον ἄστροις, τε πολλοῖς διαυγάζουσαν, Πλειάδα ὡραίαν, καὶ ἶριν ποικιλόχροον δι’ ἧς, κατακλυσμοῦ ἡμᾶς ῥύεται, πάντοτε ὁ Κύριος.

Πάντων τὰ αἰτήματα, Γοργοϋπήκοε Κόρη, πλήρωσον τῶν δούλων σου, τῶν εἰς σέ ἐκ πίστεως προσιόντων σοι, καὶ τὴν σήν ἄχραντε, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν˙ ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον, ἵνα σέ ὑμνῶμεν, δοξάζοντες Χριστόν τὸν σόν Υἱόν, Ὃν ἐκδυσώπει, πανύμνητε, σῶσαι τὰς ψυχάς ἡμῶν.

 

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τοῖς τυφλοῖς ἐχαρίσω, ὀφθαλμῶν τὴν τοῦ βλέπειν Κόρη ἐνέργειαν˙ ἀλλά καὶ ψυχῆς κόρας ἡμῶν καταφώτισον καὶ τοῦ σώματος, ἄχραντε, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεῖα.

Τοῖς κωφοῖς τὸ ἀκούειν, ἐδωρήσω Μαρία Γοργοϋπήκοε˙ ἀλλά καὶ ἡμῶν πάντων, διάνοιξον τὰ ὦτα, τῆς ψυχῆς καὶ τοῦ σώματος, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεῖα.

Τῆς πληγῆς τῆς ἀκρίδος, ὥσπερ πάλαι ἐῤῥύσω τοὺς προσφυγόντας σοι, οὕτως ἡμᾶς ἐκ ταύτης, καὶ πάσης ἄλλης βλάβης, ἀπολύτρωσαι Δέσποινα, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεῖα.

Ὡς ἠνώρθωσας πρώην, τὸν παράλυτον Κόρη Γοργοϋπήκοε, οὕτως ἡμᾶς κατ’ ἄμφω, θερμῇ σου προστασίᾳ, παρειμένους ἀνόρθωσον, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεῖα.

 

Ὠδή η’. Τόν Βασιλέα.

Ἀπὸ παντοίων, ἀῤῥωστημάτων Παρθένε, ἡμᾶς ῥῦσαι θερμῇ σου προστασίᾳ, ὥσπερ τούτων Κόρη, πολλούς ἐῤῥύσω πάλαι.

Πηγή θαυμάτων, Γοργοϋπήκοε Κόρη, ἡ εἰκών σου δέδεικται τῷ κόσμῳ, ἐξ’ ἧς οἱ διψῶντες, ἀρύονται εἰς κόρον.

Ἀπολωλότα, σύ φανεροῖς Θεοτόκε, καὶ παρέχεις χαράν τοῖς εὑροῦσιν˙ ὡς πολλή ὑπάρχει, εἰκόνος σου ἡ χάρις.

Τῇ προσταγῇ σου, Γοργοϋπήκοε Κόρη, πειθαρχοῦσι πάντα τὰ στοιχεῖα, ἐξ ὧν πάντας ῥύῃ, τοὺς σέ προσκαλουμένους.

 

Ὠδή θ’. Κυρίως Θεοτόκον.

Συνάχθητε προθύμως, πρὸ τῆς σεπτῆς εἰκόνος, Δοχειαριτίσσης νοσούντων συστήματα, ὁ ἰατρός γάρ ἐν ταύτῃ μένει ὁ ἄμισθος.

Εἰκών ἡ ἱερά σου, ἄλλη ἀνεδείχθη, τοῦ Σιλωάμ κολυμβήθρα πανύμνητε, ἀποκαθαίρουσα νόσους ψυχῆς καὶ σώματος.

Μονῆς Δοχειαρίου, ὡς λαμπάς ἐξῆλθε, τῆς Θεοτόκου εἰκών ἡ πανσέβαστος, καὶ καταλάμπει τοὺς ταύτην πιστῶς γεραίροντας.

Εἰκόνι τῇ ἁγίᾳ, Γοργοϋπηκόου, οἱ ἐν κινδύνοις προσπεύσατε ἅπαντες, καὶ τῶν θαυμάτων τὴν χάριν ἄφθονον λήψεσθε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Γοργοϋπηκόου τὴν θαυμαστήν, καὶ σεπτήν εἰκόνα προσκυνήσωμεν, ἀδελφοί, θαύματα τελοῦσαν, καὶ βρύουσαν ἰάσεις, καὶ ταύτην μετά πόθου κατασπασώμεθα.

Ἔχοντες εἰκόνα σου τὴν σεπτήν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ, καιρῷ τῷ τῶν κινδύνων, καὶ ἐπηρείας πάσης ἀπολυτρούμεθα.

Νῦν καιρός ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία, βοηθείας Κόρη τῆς σῆς˙ λύτρωσαι οὖν πάσης, ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας τάχιστα ὄρεξον.

Ἔχει μέν Παρθένε ὁ οὐρανός, σῶμα καὶ ψυχήν σου ἐξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν σου, μονή Δοχειαρίου, τὴν ἐπικαλουμένην Γοργοϋπήκοον.

Ἆρόν σου τὰ ὄμματα Μαριάμ, καὶ ἴδε εὐσπλάγχνως, τοὺς εἰκόνι σου τῇ σεπτῇ, παρεστῶτας Κόρη, καὶ σέ παρακαλοῦντας, καὶ πλήρωσον αἰτήσεις τούτων πανύμνητε.

Ἴδοιμι Παρθένε ψυχοῤῥαγῶν, ἐν καιρῷ θανάτου τὴν εἰκόνα σου, τὴν σεπτήν, παραμυθουμένην, καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.

Τέτρωμαι τῷ πόθῳ σου Μαριάμ, φλέγει με ὁ ἔρως, καθορᾶν σου τῆς ἱερᾶς, εἰκόνος Παρθένε, τὸ κάλλος καὶ τὴν δόξα, καὶ κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν σε.

Τί ἀνταποδώσομεν οἱ οἰκτροί, δοῦλοί σου Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἀνεδείξω, ἡμῖν χαρισαμένη εἰκόνα σου τὴν θείαν, πλοῦτον οὐράνιον;

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τὸ λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν σοῦ ἀσπαζομένους εἰκόνα, Γοργοϋπήκοε, σὺ νόσων ἐλευθέρωσον ψυχῆς καὶ σώματος, ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ, λοιμοῦ, Κόρη, ἀκρίδος, χαλάζης τε καὶ πάσης μάστιγος˙ ἵνα ἐκ παντοίων κινδύνων πάντοτε λυτρούμενοι πάντες σοῦ τὸ θεῖον ὄνομα δοξάζωμεν.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην σου.

Ὁ Ἱερεῦς: Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ Χορός: Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου