ΟΚΤΩΒΡΙΟΥ 1!!
ΙΩΑΝΝΟΥ ΚΟΥΚΟΥΖΕΛΗ ΟΣΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸ
ἡδύφωτον ὄργανον, τὴν κιθάραν τὴν εὔρυθμον, λιγυρὰν κινύραν τε τὴν ἡδύπνοον,
τῶν μουσικῶν τὸ ἀγλάϊσμα, καὶ μέγαν διδάσκαλον, ἐπαινέσωμεν πιστοί,
μελιφθόγγοις ἐν ᾄσμασι, χαίροις λέγοντες, μουσικῆς θείας τέμενος καὶ οἶκος,
ἁρμονίου μελωδίας, ὦ Ἰωάννη Πατήρ ἡμῶν.
Ἐν
τῇ γῇ τὸ πολίτευμα, ἐσχηκὼς κατεκόσμησας, ἐκκλησίας ἅπαντα τὰ συστήματα, τοῖς
μελιῤῥύτοις σου ἄσμασι, θεόφρον Πατήρ ἡμῶν, οἷς ἀνέμελπες Θεόν, διανοίας
εὐθύτητι, καὶ νῦν ᾤκησας, ἔνθα ἦχος ἐστὶν ἑορταζόντων, καὶ τὸν Κύριον
ὑμνοῦντων, ἐν νοεροῖς μελῳδήμασι.
Μουσικῆς
τὴν ἀκρότητα, φιλοπόνως κατέλαβες, καὶ τὸ ταύτης χρήσιμον ἐθησαύρισας,
ἐπιστημόνως ὡς μέλισσα, εἰς δόξαν Θεοῦ ἡμῶν, τοῦ δι’οὗ πᾶν ἀγαθόν, τοῖς
ἀνθρώποις δεδώρηται, τὸ δὲ ἄχρηστον, καταλέλοιπας ὄντως ὡς ἐχέφρων,
ἐγκοσμούμενος τοῖς τρόποις, δικαιοσύνης μακάριε.
Μελωδῶν
τὰ συστήματα, κατὰ χρέος ἀθροίσθητε, καὶ κοινὴν πανήγυριν συγκροτήσατε,
ἀνευφημοῦντες ἐν ᾄσμασι, τοὺς ὑμῶν ἐξάρχοντας, καὶ ἡγήτορας σεπτούς, Ἰωάννην
τὸν ἔνδοξον, καὶ Γρηγόριον, ὧν τὰ μέλη ὡς μέλι καὶ κηρίον, ἐν τῷ λάρυγγι
ἁπάντων, τῶν μελωδῶν προσγίνεται.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος α΄.
Δεῦτε
ἄπασαι τῶν Μοναστῶν αἰ χορεῖαι, πνευματικῶς εὐφρανθῶμεν, τῇ Παρθενικῇ
πανηγύρει. Ἰδοῦ γάρ, ἠ Παντάνασσα Θεόπαις, ὡς μυστικὴν πανδαισίαν ἡμῖν
παρατίθεται, τὴν ιερὰν Ἀυτῆς Εἰκόνα, ἐξ ἧς ἀΰλως εὐωχούμενοι, μεθέξωμεν ὡς
ἐφικτὸν τῶν θεοποιῶν δωρημάτων καὶ εὐσεβῶς βοήσωμεν· Θεόνυμφε Δέσποινα, μὴ
παύσῃ προνοουμένη τῆς Ποίμνης Σου, ἥν ἐξελέξω κληρονομίαν Σου, παρὰ Χριστοῦ τοῦ
Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὰ Ἀπόστιχα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ
θείου Πνεύματος χάρις, ἡ ἀνεξάντλητος, σαφῶς τοῖς χείλεσί σου, ἐξεχύθη
παμμάκαρ· διὸ ασμάτων ῥεῖθρα θεοτερπῶν, ὡς μουσουργέτης πανάριστος, ποταμηδὸν
ἐπαφῆκας, τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν καταρδεύοντα.
Στ.: Τίμιος ἐναντίον Κυρίου...
Τῆς
μουσικῆς ἁρμονίας, τὴν καλλιέπειαν, τῇ τῆς ψυχῆς ἑνώσας, εὐλαβεῖ διαθέσει, ᾄσματα
καὶ ὕμνους προσῆξας Θεῷ, ὡς θυμίαμα εὔοσμον, καὶ ὡς εὐπρόσδεκτον δῶρον, καὶ ὡς
σεπτόν, τῶν σῶν πόνων ἀκροθίνιον.
Στ.: Τοῖς Ἁγίος τοῖς ἐν τῇ γῇ...
Τῶν
σῶν ᾀσμάτων ἡ λύρα, ἡ παναρμόνιος, τοῖς μελωδοῦσιν πᾶσιν, ἀφορμὴ θείων ὕμνων,
πρόκειται παμμάκαρ ἐν ᾗ τὰ αὐτῶν, προσεφαρμόζοντες ἄριστα, μέλη δοξάζουσι
πάντοτε, ἐμμελῶς, τὸν δοξάσαντά σε Κύριον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Εὐφραίνου
ἐν Κυρίῳ ἡ τοῦ Ἄθωνος Λαύρα, τὸ εὐαγέστατον σεμνεῖον τοῦ ἐν Ὀσίοις Ἀθανασίου.
Ἰδοὺ γὰρ ἡ πόλις τοῦ Βασιλέως τοῦ μεγάλου, ἡ φυτεία ἡ θεοβλαστούργητος, ἐν Σοὶ
Δαβιτικῶς, τὰς ἀναδενδράδας αὐτῆν ἐξέτεινεν, ὧν ἡ σκιά, κατακαλύπτει καὶ
διασώζει καὶ τέρπει, τὰς λογικὰς κέδρους Σου, ἅς συναγαγοῦσα εἰς ἕν, τὴν
ἡλιοστάλακτον αὐτῆς Εἰκόνα, προσκυνοῦσα βόησονη. Δεδοξασμένα λαλεῖται περὶ Σοῦ Ἀειπάρθενε
Δέσποινα, διὰ Ἰωάννου καὶ Γρηγορίου τῶν δούλων Σου, τῶν ἡδυφθόγγως ὑμνησάντων
Σε καὶ συνεκβοώντων Σοι. Ταῖς τοῦ θείου Ἀθανασίου πρεσβείαις, παράσχου τῇδε τῇ
Ποίμνηῃ Σου, εὐφροσύνην καὶ χαράν, καὶ τὸ μέγα ἔλεος.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ζηλῶν
ὁσιότητα, ἐν ἡλικίας ἀκμῇ, τὸ Ὄρος κατέλαβες, τὸ ἁγιώνυμον, καὶ ἤσκησας ἄριστα.
Ὅθεν ἐν τη Μονῇ σου, ὑμνῳδῶν καθ’ἑκάστην, ηὔξησας τὸ δοθέν σοι, πολυτάλαντον
δῶρον. Διό σε, ὦ Ἰωάννη Κύριος ἤμειψε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
θείαν Εἰκόνα Σου, ἐξ ἧς ἡ οἰκεία χειρί, τὸ χρύσεον νόμισμα, τῷ ψάλλοντί Σοι
πιστῶς, θεράποντι δέδωκας, ἅπαντες προσκυνοῦμεν, Κουκουζέλισσαν ταύτην,
καλοῦντες Θεογεννῆτορ, φερωνύμως βοῶντες· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ
Σοῦ.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό·
Κύριε ἐκέκραξα· ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐπὶ
τὸ Ἅγιον Ὄρος, νῦν πορευσώμεθα, καὶ πρὸς Μονὴν τῆς Λαύρας, ἐν χαρα ἀναχθῶμεν,
τιμῆσαι τοῦ Κυρίου τὸν ἐκλεκτόν, Ἰωάννην τὸν Ὅσιον, ὅτι ἐκεῖσε ἐβίωσε
θαυμαστῶς, καὶ ἡδέως ἐμελῴδησε.
Τὸν
Ἰωάννην τὸν πάνυ, νῦν εὐφημήσωμεν, τὸν ἐν Θεοῦ σοφίᾳ, καὶ φωνῇ θεσπεσίᾳ, ᾄσαντα
Κυρίου τὰ θαυμαστά, καὶ Παρθένου τὰ ἔνδοξα, καὶ τῶν Ἁγίων ἁπάντων τὰς καλλονάς,
διὰ βίου ὑπὲρ ἅπαντας.
Βιοτικάς
τε μερίμνας, ἀπανῃνάμενος, καὶ Παλατίου δόξαν, καὶ τιμὰς τὰς ἐν κόσμῳ, σκύμβαλα
ἡγούμενος εὐτελῆ, πρὸς τὸ Ὄρος ἀνέδραμες, καὶ ἀντηλλάξω ἐσθῆτα τὴν κοσμικήν,
τριβωνίου τῷ ἐνδύματι.
Ἕτερα.
Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Γλυκύτης
ἐδόθη σοι φωνῆς, μελωδίας χάρισμα, καὶ μουσικῆς θεῖον δώρημα, Θεοῦ θελήματι,
Ἰωάννη θεῖε, μοναστῶν ἀγλάϊσμα, καὶ τούτου τὰ θεσπέσια ἔμελψας, πολλη ἐν
χάριτι, καὶ τὸ τάλαντον ἐπηύξησας, καὶ τὴν δόξαν, Κυρίου ἐξύμνησας.
Πτωχείαν
καὶ στέρησιν πολλήν, ἐκ παιδὸς ἐγνώρισας, καὶ γὰρ πατρὸς ἀπεστέρησαι, ἐκ
βρέφους Ὅσιε· μητρικὴ δὲ μόνη, στοργὴ σοὶ ἀπένειμε, πλὴν ταύτης ἀπηρνήσω
μακάριε, ὅτι ἀνέθηκας, σεαυτὸν τῇ Θεομήτορι, ἧς οἰκέτης, καὶ μύστης ἐγένεσο.
Κυρίου
τὰς θείας ἐντολάς, ἐκπληρῶν γηθόμενος, Ἁγίου Πνεύματος πέφηνας, κατοικητήριον,
καὶ λαμπρὰ κινύρα, γεγονὼς μακάριε, Ἀγγέλων τὰ συστήματα ἔφθασας, καὶ τούτων
χάριτος, ἠξιώθης παμμακάριστε, ἥν ἀνθρώποις, τοῖς πᾶσι μετέδωκας.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, ἐπιγείου πατρὸς ἐκ παιδὸς στερηθείς, οὐρανίῳ Πατρὶ ἐνωρὶς ἐκολλήθης.
Πτωχείαν ἐκ σπαργάνων ἐν γῇ γνωρίσας, τὸν πλοῦτον τοῦ οὐρανοῦ ἐπεπόθησας.
Εὐνοίας ἐπιγείου βασιλέως τυχών, σκύμβαλα ταύτην ἡγήσω, καὶ πρὸς οὐράνιον
Βασιλέα ἀνέδραμες. Ἀντήλλαξας ἀπαστράπτον ἱμάτιον, πρὸς τρίβωνα μοναχικόν, καὶ
ἡδονὰς τὰς τοῦ βίου, πρὸς ἄσκησιν μοναστικήν· ὅθεν ἀξίως οὐρανός σοὶ ἠνοίγη,
καὶ συμπολίτης ἐγένου τῶν Μελῳδῶν ἁπάντων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δεῦτε
τῶν ἀζύγων τὸ σύστημα, δεῦτε ἐν τῇ Λαύρᾳ συνδράμωμεν. Δεῦτε καὶ χεῖρας
κροτήσωμεν, Δαβιτικὸν μέλος ἐξάδοντες, τῇ Ἀειπαρθένῳ Παντανάσσῃ. Ἐξεχύθη χάρις
λέγοντες, ἐν τῇ φεραυγεῖ Εἰκόνι σου, καὶ ἐπλήρωσε τὰς αὔλακας τῆς λογικῆς
Ποίμνης σου, ἐξ ὧν ἐγεωργήθη σῖτος ἐκλεκτός, τῶ πάντων Κτίστῃ. Διὸ Πανακήρατε, ἡμῶν
μὴ ἐπιλάθῃ τῶν κεκτημένων τὸ σὸν ὁμοίωμα ῥάβδον δυνάμεως, ἀλλὰ γενοῦ τοῖς
δούλοις σου πύργος ἰσχύος, καὶ νεφέλη ἀναψυχῆς· ἱκετεύει γάρ σε Δέσποινα,
Ἀθανάσιος ὁ τῆς ἀθανασίας μέτοχος, καὶ μετὰ Σοῦ ἡμῶν ὑπέρμαχος.
Εἴσοδος,
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 61, 1-10)
Πνεῦμα
Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με,
ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ
τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ
Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν
ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος
ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ
οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ
ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν
ἀλλογενεῖς ποιμαίνoντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ
ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν·
ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης
ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο
τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς
αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας·
καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ
γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν
λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον
εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.
Λευϊτικοῦ
τὸ Ἀνάγνωσμα. (Κεφ. 26, 3-10 καὶ ἐκλογὴ)
Ἐλάλησε
Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς
ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ
γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν,
καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν
σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ
ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ
τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ
ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν
διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς,
καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ
παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή
μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι
λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ
ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ
ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν
ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν
οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε
ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος
ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς
σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ
ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν
αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη
ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν
ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ
πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος
Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν
αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν. Ἦχος α΄.
Ἐν
ἀγρυπνίαις πολλάκις ἐγρηγορῶν, καὶ ἐν παννυχίσιν ὀρθοστάδην ὑμνολογῶν, τὴν
Θεομήτορα ἐμεγάλυνες, ἐν τῷ Ἄξιον ἐστιν. Αὕτη δὲ σὲ ἠμείψατο, Ἰωάννη καθ’
ὕπνους, χρυσῷ νομίσματι. Καὶ ἀσθενήσαντά ποτε ἐκ τῆς ὀρθοστασίας, ὑγιῆ σὲ
κατέστησε, ᾗ εὐγνωμονῶν ἐπηύξησας τὴν ὑμνῳδίαν, ἐκδιδάσκων καὶ ἡμᾶς, εὐγνωμόνως
ὅτι δεῖ, πρὸς αὐτὴν φέρεσθαι.
Ἦχος
β΄.
Ἐν
τῷ σκηνώματι τοῦ Κυρίου σου, καὶ ἐν ὄρει ἀγίῳ αὐτοῦ κατεσκήνωσας, Ἰωάννη
παμμακάριστε· ἀμέμπτως γὰρ ἐν βίῳ περιεπάτησας, καὶ δικαιοσύνην ἐξασκήσας, τῷ
κρείττονι τὸ χεῖρον καθυπέταξας. Διὸ παῤῥησίαν πρὸς Θεὸν κεκτημένος, μὴ
ἀποκάμης ὑπὲρ ἡμῶν αὐτῷ πρεσβεύειν, τοῦ οἰκτηρήσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
δ΄.
Τὸ
ἐμπιστευθέν σοι τάλαντον, τῆς μουσικῆς καλλιεπείας πλεονάσας θεόληπτε, πάντα
σου τὸν βίον μελέτην θεοπρεπῶν ασμάτων πεποίηκας. Διὸ τοῖς ἀμιμήτοις σου
ἀριστουργήμασιν, οἱ τὸν Θεὸν αἰνοῦντες καλλωπιζόμενοι, τὴν σεπτὴν ἐκκλησίαν
μελῳδικῶς καθηδύνοντες, μετ’ εὐφημίας γεραίρουσι, τὴν σὴν σεβάσμιον μνήμην, ἐν
ᾗ δυσώπησον Χριστὸν τὸν Θεόν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
πλ. α΄.
Ἔθηκας
τὴν ἀλκήν σου, ἐν τῷ σκάμματι τῆς ἀσκήσεως, ἔθυσας τὴν ζωήν σου, ὡς λαμπάδα
πυρίδαπτον Κυρίῳ τῷ Θεῷ σου. Τὸ πιστευθέν σοι τάλαντον, εἰς ὑμνῳδίαν Κυρίου
ἀπέθεσας, καὶ τῷ κάλλει τῆς Μητρὸς τοῦ Λόγου ἀφιέρωσας. Ἥν ὡς ἄνωθεν οἱ
Προφῆται πολλαχῶς προκατήγγειλαν, σὺ πολυειδῶς ἐμελῴδησας. Σὺν αὐτῇ οὖν
πρέσβευε, Ἰωάννη Ὅσιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
πλ. β΄.
Τῶν
μουσικῶν τὴν καλλονήν, τῶν μελῳδῶν τὸ κλέος, τὴν βρύσιν τῶν ᾀσμάτων, καὶ
μουσικῆς τὴν πηγὴν τὴν μελίῤῥυτον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς
ἐγκωμίοις καταστέψωμεν λέγοντες· Χαίροις τῶν θεσπεσίων ωδῶν κιθάρα λιγυρά,
Ἰωάννη Πατὴρ ἡμῶν· χαίροις τὸ τερπνότατον ἄκουσμα, τῆς θείας ἐκκλησίας, καὶ
ἐντρύφημα ἥδιστον· χαίροις ἐναρμόνιος λύρα, καὶ εὔρυθμος θεοτερπῶν ᾀσμάτων.
Ἀλλ’ ὦ Πάτερ τρισόλβιε, μὴ ἐλλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον, τῶν ἐκ
πόθου τελούντων, τὸ ἱερόν σου μνημόσυνον.
Ἦχος
βαρύς.
Τὸν
τοῦ Κυρίου ἐλαφρότατον ζυγόν, ἀναλαβὼν χαριτώνυμε Ἰωάννη, εἰς οὐδὲν ἐλογίσω τὰ
τοῦ κόσμου τερπνά, ὑποκύψας δὲ μάλα προθύμως, τῷ τῆς ὑπακοῆς ζυγῷ, ἐν τη τοῦ
Ἄθωνος σεβασμίᾳ Λαύρᾳ, καὶ τῷ Θεῷ μόνος γινωσκόμενος, τῆς τῶν ἀλόγων θρεμμάτων
νομῆς ἐπιστήμονα, σαυτὸν οἰκονομικῶς προτέθηκας. Ἀλλ’ ὁ ἐπαγγειλάμενος ἐν τῷ
φανερῶ, ἀντιβραβεύειν τοὺς ἐν κρυπτῷ αὐτῷ δουλεύοντας, κήρυκας τῶν κατὰ σὲ τὰ
ἄλογα ζῷα ἐναπέφηνε, θάμβει συσχεθέντα, καὶ πρὸς σὲ ἀκλινῶς ἀτενίζοντα, ἐν τῷ
ψάλλειν σε μέλος ἐναρμόνιον. Διὸ ἐν τάξει τῶν αἰνούντων, τὸν Κύριον
προχειρισθείς, καὶ θεαρέστως βιώσας, πρὸς οὐρανὸν μεταβέβηκας, πρεσβεύων
ἀπαύστως ὑπέρ πάντων ἠμῶν.
Δόξα.
Ἦχος πλ. δ΄.
Δαυϊτικῶς
τὴν τῶν ᾀσμάτων σου πνευματικὴν κινύραν, ἀνακρουόμενος Ὄσιε Πάτερ,
παραῤῤιπτεῖσθαι μᾶλλον, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ᾐρετίσω, ἤ κατοικεῖν ἐν σκηνώμασι
τῆς ματαιότητος, καὶ μωσαϊκῶς τὴν οὐράνιον Ἱερουσαλήμ ἐκδεχόμενος, προείλου
συγκακουχεῖσθαι, τοῖς τῷ Θεῷ δουλεύουσιν, ἤ πρόσκαιρον ἔχειν τῶν τοῦ βίου
ἡδονῶν τὴν ἀπόλαυσιν. Διὸ γνήσιως δουλεύσας τῷ Θεω, καὶ τὰ τῶν πόνων ἔπαθλα ἐν
οὐρανοῖς ἀπολαβών, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον. Ὅμοιον.
Σήμερον
ἡ ἱερὰ τοῦ Ἄθω Λαύρα, προφητικῶς ἀμφιέννυται τὴν εὐφροσύνην ὡς ἱμάτιον, καὶ ὡς
νύμφη κατακοσμεῖται τῶν θαυμάτων Σου τῷ κόσμῳ Θεοτόκε. Ἐν Αὐτῆ γὰρ Εἰκών σου,
ὡς γῆ αὔξουσα τὰ ἄνθη αὐτῆς, ταῖς τῶν χαρίτων ἀποστολαῖς ἐν τοῖς πέρασι τῶν
καρδιῶν ἡμῶν διαπνέει, τὰς ποιότητας τῶν ἐπανθουσών σοι ἀρετῶν, δι’ ὧν θρόνος
ἐγνωρίσθης, τοῦ τῆς Χερουβίμ ἐπιβαίνοντος. Τῆς Παρθενίας τὸ κειμήλιον,
πανήγυρις τοῦ σωτηρίου συναλλάγματος. Φρικτὸς τῆς οἰκονομίας ἰστός, ἐν ὧ
ἀῤῥήτως ὑφάνθη ὁ τῆς ἑνώσεως χιτών. Χρυσέα στάμνος, ἐξ ἧς μανναδοτεῖται πᾶς ὁ
κόσμος, τὸν ἄρτον τῆς ζωῆς, τὸν παρέχοντα διὰ Σοῦ ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς
τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ Δυῤῤαχίου βλαστός, οὗ ἡ πτωχεία συνοδίτης ἐγένετο, κουκίοις γὰρ καὶ ζελίοις,
ἀπὸ παιδὸς ἐκτραφείς, Κουκουζέλης τοὔνομα προσέλαβες. Φωνῆς ὅμως δώρημα, ἐκ
Θεοῦ σοὶ δεδώρηται, νοὸς ὀξύτης, καὶ τοῦ σώματος εὔκλεια, καὶ παλάτιον ,
στοργικῶς ἀνεῴχθη σοι, ἔνθα ἐνδιαιτώμενος, καὶ τέχνῃ μυούμενος, διακριθεὶς
δ’ὑπὲρ πάντας, πρωτομαΐστωρ ἐγένεσαι, κοσμῶν ἐπαξίως, Κομνηνῶν τὴν δυναστείαν,
καὶ τὸ Βασίλειον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ
Χαίροις,
ἡ λιγυρὰ ἀήδών, ὁ θεῖος τέττιξ, ἡ κινύρα τοῦ Πνεύματος, τὸ ᾄσμα τὸ τῶν ασμάτων,
ἡ θαλπωρὴ ἀκοῆς, Μοναστῶν τὸ στόμα τὸ ἀσίγητον, ἡ λύρα ἡ εὔηχος, θεία σάλπιγξ
ἀσίγητος, κατακηλοῦσα, μοναχῶν τὰ συστήματα, καθηδύνουσα, ἀκοάς τε καὶ
πνεύματα, ὄργανον παναρμόνιον, ψαλτήριον εὔηχον, οὗ τῶν χορδῶν κρουομένων,
φύσις ἡ ἄλογος τέρπεται, φαιδρύνεται κτίσις, καὶ ἀνθρώπων αἱ καρδίαι, πρὸς ὔψος
αἴρονται.
Στ.: Τοῖς Ἁγίος τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις,
Ἀγίου Ὄρους Πατήρ, ὁ οὐδενὸς τῶν ἀσκητῶν αὐτοῦ δεύτερος, ὁ πρᾶξιν καὶ θεωρίαν,
συγκαταμείξας λαμπρῶς, καὶ σεμνῶς τῷ βίῳ πορευόμενος. Διὸ κεχαρίτωσαι, Ἰωάννη
πανόλβιε, χάριτος θείας, ἐνδυθεὶς τὴν εὐπρέπειαν, καὶ ἐπάξιον ταύτης φέρων τὸ
ὄνομα. Ἔμελψας Παντοκράτορα, Ἁγνὴν Θεομήτορα, καὶ τῶν Ἁγίων τοὺς δήμους, καὶ
τῶν Ἀγγέλων τὰ Τάγματα. Μεθ’ ὧν συναγάλλῃ, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῶν
εὐφημούντων σε.
Δόξα.
Ἦχος πλ. β΄.
Πρῶτος
ἐν μελωδίᾳ ἀνεδείχθης, Ἰωάννη μακάριε, ὅτι Ὁσία βιοτὴ σοὶ ἐδωρήσατο, τὸ ἀΰλως
ζεῖν, καὶ τὸ Ἀγγέλοις ἀναστρέφεσθαι, καὶ τὰς μελῳδίας τῶν Ἀσωμάτων ἐνωτίζεσθαι.
Ταῦτας οὖν τη τοῦ Κυρίου ἐπινεύσει, ὡς ἄλλος ὐποφήτης τοῖς ἀνθρώποις
προσήνεγκας, καὶ ἐδίδαξας μέλπειν, τοῦ Σωτῆρος τὴν αἴνεσιν, καὶ τῆς Θεομήτορος,
καὶ πάντων τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις, δωρήσειαι ἡμῖν Κύριος, τὸ μέγα Αὐτοῦ
ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ζηλῶν
ὁσιότητα, ἐν ἡλικίας ἀκμῇ, τὸ Ὄρος κατέλαβες, τὸ ἁγιώνυμον, καὶ ἤσκησας ἄριστα.
Ὅθεν ἐν τη Μονῇ σου, ὑμνῳδῶν καθ’ἑκάστην, ηὔξησας τὸ δοθέν σοι, πολυτάλαντον
δῶρον. Διό σε, ὦ Ἰωάννη Κύριος ἤμειψε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
θείαν Εἰκόνα Σου, ἐξ ἧς ἡ οἰκεία χειρί, τὸ χρύσεον νόμισμα, τῷ ψάλλοντί Σοι
πιστῶς, θεράποντι δέδωκας, ἅπαντες προσκυνοῦμεν, Κουκουζέλισσαν ταύτην,
καλοῦντες Θεογεννῆτορ, φερωνύμως βοῶντες· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ
Σοῦ.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ὀ ὑψωθείς.
Νῦν
χορευέτω ἁγιώνυμον Ὄρος, χεῖρας κροτείτω μοναχῶν ἡ χορεία, ὅτι λαμπρὰ ἀνέτειλεν
ἡμέρα ἑορτῆς, μάκαρος Ὁσίου τε, Ἰωάννου τοῦ πάνυ, ἅμα τε τοῦ μαΐστορος, καὶ τῆς
Λαύρας τροφίμου, καὶ γὰρ ὡς ἄνθος ἤνθησέ ποτε, μύρου ἁγίου πληρώσαν τὸν Ἄθωνα.
Δόξα.
Ἀπεριστρόφῳ
λογισμῶ διανύσας, τὴν στενωτάτην τῆς ἀσκήσεως τρίβον, εἰς παραδείσου πλάτος
κατεσκήνωσας, ὕμνον τὸν τρισάγιον, τῷ Θεῶ σὺν Ἀγγέλοις, μέλπων χαριτώνυμε,
ἀκορέστως ἐφέσει, ᾧ παρεστὼς μνημόνευε ἡμῶν, τῶν μεμνημένων σε πόθῳ μακάριε.
Καὶ
νῦν. Θεοτοκίον.
Τῶν
Ἀσωμάτων στρατιαὶ ἐξανέστησαν, καὶ τῶν ἀνθρώπων γενεαὶ κατεπλάγησαν, ὅτι
ἀσπόρως ἔτεκες Θεὸν ἐν σαρκί. Τοῦτο τὸ ἀνήκουστον, ἐπὶ σὲ καθωράθη, μόνη γὰρ
ἀπείρανδρος, ἐν τῷ κόσμῳ σὺ ἔστης. Διὸ Θεοῦ ὑμνοῦμεν τὴν βουλήν, καὶ
προσκυνοῦμεν σὸν τόκον τὸν Ἄχραντον.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνέτειλεν
ἔκπαγλος, ἡ ἀρετή σου σοφέ, ἐξήστραψεν ἥδιστα, ἡ βιοτή σου ποτέ, ἐν Λαύρᾳ τοῦ
Ἄθωνος, ἔνθα ἐν ταπεινώσει, τὴν ζωῆν σου διῆλθες, ᾄσματα θεῖα μέλπων, τῷ δοτῆρι
τῶν ὅλων. Διό σε ὦ Ἰωάννη, πόθῳ γεραίρομεν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὑμνῶν
θείῳ ἔρωτι, τὰς ἀρετάς σου σεμνή, ἐκ σοῦ γέρας ἔλαβε, ἐν τῇ τῆς Λαύρας Μονῇ,
τελῶν εἰς ἐνύπνιον, μάγιστρος Ἰωάννης, ὁ σεπτὸς Κουκουζέλης, ὅνπερ καὶ
ἐξυμνοῦντες, παρὰ σοῦ ἐκζητοῦμεν, πρεσβείαις σου Θεοτόκε, ἅπαντας ῥύσασθαι.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Παλατίου
τοὺς χορούς, σὺ κατελάμπρυνας ποτέ, μοναστῶν τὰς ἀκοάς, σὺ κατεκάλλυνας σοφέ,
ὑμνολογῶν καθ’ ἑκάστην ἀπὸ καρδίας, Ἄνακτα Θεὸν Παντοκράτορα, θείαν Μαριὰμ τὴν
Παντάνασσαν, καὶ τῶν Ἁγίων ἅπαντας τοὺς δήμους, καὶ τῶν Ἀγγέλων τὰ τάγματα. Διὸ
ἀγάλλῃ, ἐν Παραδείσῳ, μένων εἰς τοὺς αἰῶνας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
Παρθένον Μαριάμ, ὑμνολογοῦμεν οἱ πιστοί, κεχαρίτωται καὶ γάρ, ὑπερφυῶς ἐν
γυναιξίν, ὅτι δοχεῖον ἐγένετο τοῦ Ὑψίστου. Εὔας τὴν ἀράν, αὕτη ἔλυσε, καὶ τὴν
τοῦ Ἀδάμ, ἐξηφάνισε. Διὸ τὸ γένος ἅπαν τῶν ἀνθρώπων, εὐγνωμοσύνῃ βοᾷ αὐτῇ·
Παρθένε χαῖρε, ὅτι ἐῤῥύσω, ἅπαντας τῆς γεέννης.
Οἱ Ἀναβαθμοί, τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.
Προκείμενον Ἦχος δ´: Τίμιος
ἐναντίον Κυρίου...
Στίχ.: Τί ἀνταποδώσομεν τῷ
Κυρίῳ...
Εὐαγγέλιον Ὁσιακόν,
Ὁ Ν´.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πάλιν
ἡμῖν ἡ ἐτήσιος μνήμη, τοῦ θεοφόρου Ἰωάννου ὡς φαεινοτάτη λυχνία ἐξέλαμψε,
καταυγάζουσα τὰς καρδίας τῶν πιστῶν, καὶ φωτίζουσα τὰς διανοίας, τῇ αἴγλῃ τῶν
θείων θαυμάτων αὐτοῦ, διανέμοντος πᾶσιν τὴν χάριν, ἥν παρὰ Θεοῦ ἐκομίσατο καὶ
πρεσβεύει ὐπέρ πάντων, τῶν πιστῶς ἐκτελούντων τὴν πανσέβαστον μνήμην αὐτοῦ.
Εἶτα, ὁ Κανὼν τῆς Θεοτόκου τῆς Κουκουζελιώτισσας, καὶ τοῦ Ἁγίου
β΄.
Τῆς Θεοτόκου· οὗ ἡ ἀκροστιχίς· Σὺ εἶ Θεοτόκε τῆς Λαύρας ἡ σκέπη.
Γερασίμου.
Ὠδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Σοφίας τὴν ἄβυσσον,
ἀποτεκοῦσα Πανάμωμε, τὸν νοῦν μου συνέτισον, καὶ λόγον δώρησαι, τὰ θαυμάσια, τὰ
Σὰ ὐμνολοῦσα, δι’ ὧν ἐκλαμπρύνεται, ἡ κτίσις ἅπασα.
Ὑδάτων κατάῤῥυτος, ὡς ποταμὸς
τῶν τοῦ Πνεύματος, τῆ Λαύρᾳ ἠνέωξας, πηγὴν θεόσδοτον, τὴν Εἰκόνα Σου, χαρίτων
ἐπομβρίαις, ἡμᾶς καταρδεύουσαν, καὶ ἐπευφραίνουσαν.
Ἐκκέχυται Πάναγνε, τῷ ὑλικῶ
χαρακτῆρί σου, ἡ ἄϋλος ἔλλαμψις, τῶν ὑπὲρ νοῦν δωρεῶν, καταυγάζουσα, ἡμᾶς καὶ
ὑψουμένη, πρὸς δόξαν οὐράνιον, τῇ καθαρότητι.
Ἰσχύς μου καὶ ὕμνησις, καὶ
ἀσφαλὲς καταφύγιον, γεγένησαι Δέσποινα, ἡ Λαύρα κράζει σοι, τῆς προνοίας σου,
τὸ βάθος ἀνυμνοῦσα, δι' οὗ ἀποβάλλεται, παθῶν τὸν τάραχον.
Ὁ α΄ Κανὼν τοῦ Ὁσίου· οὗ ἡ ἀκροστιχίς· Μαϊστόρων
πρώτιστον λαμπρῶς ὑμνήσω. (Ἀποστόλου Βαλληνδρά.)
ᾨδὴ
α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Μαΐστωρ, σὺ ἀνεφάνης
ἔνδοξος, ἐν πόλει τῇ κλεινῇ, ὦ Ἰωάννη κλέος μουσικῶν, μελῳδῶν τε ψαλτῶν ἡ
καλλονή, καὶ γὰρ τῆς γῆς τὰ πέρατα, σὺ ἐσαγήνευσας καὶ ἔτερψας.
Ἁγίων, καὶ τῶν Ὁσίων
ἄριστος ἐδείχθης σὺ ποτέ, ἐν ταπεινώσει ζῶν καὶ ὑμνῳδῶν, καὶ καρδίας εὐφραίνων
πιστῶν, καὶ τὸ δοθέν σοι τάλαντο, Θεοῦ εἰς δόξαν ἐργαζόμενος.
Ἰθύντωρ, παλατινῶν χορῶν σὺ
ἀνεδείχθης κάλλιστος, ἐν βασιλίδι τῇ περικλεεῖ, ἀπολαύων τιμῶν πολλαπλῶν, πλήν
ταύτας σὺ κατέλιπες, καὶ πρὸς τὴν ἄσκησιν προσέδραμες.
Θεοτοκίον.
Σελήνην, ὁ φωτοδότης ἥλιος
Υἱὸς κατέστησε, ἅμα εἰς μήτραν σου ἀναφυείς, μεταδούς σοι φωτὸς ἀρετήν, ἵνα
φωτίζῃς ἅπαντας, τοὺς σὲ ὑμνοῦντας Παμμακάριστε.
Ἕτερος· οὗ ἡ Ἀκροστιχίς· Ὕμνοις τιμάσθω εὐλαβὴς Κουκουζέλης. Ποίημα Διονυσίου προσκυνητοῦ Λαύρας.
Ὠδὴ
α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῶ Κυρίῳ.
Ὕμνον τῶ φωτοδότῃ, Πάτερ ἐν
τῇ μνήμῃ σου προσάγοντες, φωτισμὸν ἐξαιτοῦμεν, δωρηθῆναι ἠμῖν ταῖς πρεσβείαις
σου.
Μόνον ἐπιποθήσας, τὰ
μηδόλως Πάτερ διαῤῥέοντα, κατεφρόνησας κόσμου, τῶν ἡδέων τελείῳ φρονήματι.
Νόμοις τοῖς τοῦ Δεσπότου,
Πάτερ πειθαρχῶν τὸν ἐν τοῖς μέλεσι, στρατευόμενον νόμον, ὡς ἐχέφρων τελείως
ἐνίκησας.
Θεοτοκίον.
Ὅλην μου τὴν οὐσίαν, διὰ
σοῦ Παρθένε ἐκαινούργησεν, ὁ ὑπέρθεος Λόγος, συντριβεῖσαν κακίᾳ τοῦ ὄφεως.
Ὠδὴ
γ΄. Τοὺς Σοὺς Ὑμνολόγους.
Θεόβρυτος κρήνη ανεδείχθης,
ἐξ ἧς τῶν θαυμάτων αἱ ῥοαί, ὡς χάριτες ἡδύπνοοι, ἐν τῇ σεπτῇ Εἰκόνι σου,
Πάρθενε πελαγίζουσι, καὶ τὴν μονήν σου εὐφραίνουσιν.
Ἐλαία κατάκαρπος ὁρᾶται, ἐν
Οἴκῳ τῷ σῷ δαβιτικῶς, ὁ χαρακτήρ σου Δέσποινα, ἐλαίῳ τῆς προνοίας σου, λιπαίνων
ἐν χρηστότητι, καὶ ἱλαρύνων τὸν κλῆρόν σου.
Ὁ θρόνος τοῦ πάντων
Βασιλέως, ἡ Βάτος ἡ ἄφλεκτος Θεοῦ, ἡ ἀρωματοφόρος γῆ, ὥς ἄρωμα μυρίπνοον,
ἀγαθουργῶς προβάλλεται, ἡμῖν αὐτῆς τὸ ἐκτύπωμα.
Τὴν πύλην διάρασα σῆς
δόξης, ὑπέδειξας Κόρη ἀμυδρῶς, τὴν θείαν σου λαμπρότητα, τῶ Ἰωάννῃ Δέσποινα,
σὺν Γρηγορίῳ οἵτινες, τὰ μεγαλεία σου ὕμνησαν.
Τοῦ
Ὁσίου. Εὐφραίνεται ἐπὶ Σοί.
Τριάδα τὴν φωταυγῆ, καὶ
ἑνιαίαν καὶ ἁπλῆν ὕμνησας, θείοις μελῳδήμασι, καὶ καλλιεπέσι προσφθέγμασι.
Ὁσίων τὴν βιοτήν, ἀπὸ
παιδὸς ἐπιποθῶν Ὅσιε, πρὸς ζωὴν ἀσκήσεως, ἥδιστα καὶ τάχιστα ἔδραμες.
Ῥημάτων θεοειδῶν, μελῳδιῶν
θεοτερπῶν ἔπλησας, μοναστὰς τοῦ Ἄθωνος, θέλγων ἀκοὰς καὶ τὰ πνεύματα.
Θεοτοκίον.
Ὦ Μῆτερ πανευκλεής, καὶ τῶν
ἀνθρώπων προσηνὴς πρέσβειρα, σῷ Υἱῷ δεήθητι, ἵνα εὐμενὴς ἡμῖν γένηται.
Ἕτερος.
Οὐρανίας ἀψίδος.
Ἰσχυρότατον ὅπλον, τὸ τοῦ
Σταυροῦ τρόπαιον, ἐν χερσὶ κατέχων ἀνδρείως, Πάτερ ἐχώρησας, πρὸς νοητὴν
συμπλοκήν, τῆς νοερᾶς σατραπείας, ἥνπερ καὶ κατέῤῥαξας, σθένει τοῦ Πνεύματος.
Σταθερα διανοίᾳ, καὶ
λογισμῷ σώφρονι, σάρκα ἀπηρνήσω καὶ κόσμον, καὶ κοσμοκράτορα, καὶ ἀνυψώσας τὸν
νοῦν, πρὸς μυστικὰς θεωρίας, σκεῦος ἐχρημάτισας, τοῦ θείου Πνεύματος.
Τὸ τοῦ Ἄθωνος ὄρος,
καταλαβεῖν ἔσπευσας, τῆς ἀγιωσύνης τῇ κλήσει τὸ σεμνυνόμενον, ἔνθα σπουδάζων
λαθεῖν, κενοδοξίας τὸν ὄφιν, κτείνας ταπεινώσεως, τρόπαιον ἤγειρας.
Θεοτοκίον.
Ἱερὰς ἀναβάσεις, ἐν τῇ ψυχῇ
θέμενος, ὕμνους ἐμελῴδεις εἰς δόξαν, τοῦ Παντοκράτορος, ἐν κατανύξει ψυχῆς, καὶ
τῆς Πανάγνου Παρθένου, ἥπερ δεξαμένη σου, τὸν πόθον ἤμειψε.
Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πατέρων
εὐλαβῶν, ἀσκητῶν ἡ χορεία, ἀθροίσθητε ὁμοῦ, ὑποδέξασθαι νέον, ἀστέρα τὸν
χρυσάκτινον, Ἰωάννην μαΐστορα, χαριτώνυμον, ἐπικληθέντα εὐστόχως, ὡς βιώσαντα,
ἐπιχαρίτως ἐν Ἄθῳ, Θεόν τε ὑμνήσαντα.
Δόξα.
Ἡδύφωνος
αὐλός, μεγαλόφωνος σάλπιγξ, κιθάρα μελουργός, λιγυρὰ θεία λύρα, κινύρα
παναρμόνιος, μουσικώτατον ὄργανον, ἐμπνευόμενον, τοῦ Παρακλήτου ταῖς αὔραις,
ἀναδέδειξαι, ὦ Ἰωάννη καὶ θέλγεις, ἡμῶν τὰ νοήματα.
Καὶ
νῦν. Θεοτοκίον.
Μητέρα
τοῦ Θεοῦ, σὲ γινώσκομεν πάντες, μητέρα καὶ ἡμῶν, ἐκδεχόμεθα πόθῳ, διὸ ὑπὸ τὴν
σκέπην σου, εὐρεθῆναι διώκομεν, ὅπως ἔξωμεν, τὴν σὴν θερμὴν προστασίαν, καὶ
βοήθειαν, σὸς γὰρ Υἱὸς εἰσακούει, θερμήν σου παράκλησιν.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Ὅλη ἐξαστράπτουσα ὑπερφυῶς,
ὤφθης ὡς ἡμέρα πολύφωτος, τῶ θείῳ ἄστρῳ, Ἰωάννη τω κλεινῷ, καὶ τοῦτον
κατελάμπρυνας, Κόρη τῷ χρυσέῳ νομίσματι.
Κλίμαξ θεοστήρικτε ὡς
ἀληθῶς, καὶ θεοπαρόδευτε τράπεζα, βάσις έγένου, πρὸς ἀνάβασιν λαμπράν, τῶ
Γρηγορίῳ κράζοντι· Δόξα σοι Ἁγνὴ θεοδόξαστε.
Ἔφριξαν ἰδόντες θαῦμα
φρικτόν, οἱ περὶ τὸν Κοσμᾶν θεοκόσμητε, τῆς γὰρ Τριάδος, ὡς λαμπρὰς φωτολαμπῆς,
τριττῇ χειρὶ ἐλάμπρυνας, τὸ θεοειδές σου ὁμοίωμα.
Τόμε θεοχάρακτε, ἐν ᾧ
Πατρός, Λόγος ἐνεγράφη σαρκούμενος, πυξίον θεῖον δωρεῶν θεουργικῶς, τὸ σὸν
λαμπρὸν ὁμοίωμα, Κόρη ἐν τῇ Λαύρᾳ ἀνέδειξας.
Τοῦ
Ὁσίου.Ἐπαρθέντα σε ἰδοῦσα.
Νῦν ἡδύμολπον ὑμνήσωμεν
Ἰωάννην, τῶν μοναστῶν τὸ καύχημα, Λαύρας καὶ τοῦ Ἄθω. Ζήσας γὰρ ἐκεῖ ἐν σπουδῇ,
Θεῷ εὑηρέστησε, καὶ Θεοῦ τῆς δόξης ἠξίωτο.
Πάντες νῦν τὸν χαριτώνυμον
Κουκουζέλην, τὸν Θεοτόκον μέλψαντα, ἐν χοροστασίαις, δεῦτε εὐφημήσωμεν. Καὶ
αὕτη ἤμειψε, νόμισμα χρυσοῦν ἐγχειρίσασα.
Ῥῦπον πάντα ἐκ σοῦ σώματος
ἀποπλύνας, τοῦτο κατοικητήριον, Πνεύματος Ἁγίου, ὄντως ἀπειργάσω σοφέ, βιῶν
ὁσιότητι, ὡς οἱ τοῦ Θεοῦ φίλοι γνήσιοι.
Θεοτοκίον.
Ὡς
πανύμνητον ὑμνοῦμέν σε Θεοτόκον, τὴν ἐν κινδύνοις πάντοτε, σκέπουσαν ἀνθρώπους,
πλήθη γὰρ δεινῶν συμφορῶν, ταχέως παρέρχονται, σαῖς πρὸς τὸν Υἱὸν παρακλήσεσι.
Ἕτερος.
Εἰσακήκοα Κύριε.
Μουσικὸν
θεῖον ὄργανον, Πάτερ ἐχρημάτισας καὶ ἐναρμόνιον, πρακτικῶς μέλη θεόφθογγα, τοῖς
πιστοῖς ἀφθόνως καταλέλοιπας.
Ἀνυμνῶν
τὸν φιλάνθρωπον, ἐν ἀγαλλιάσει ψυχῆς ἐφαίδρυνας, μελιῤῥύτοις μελῳδήμασιν,
ἐκκλησίας Πάτερ τὰ συστήματα.
Συμμαχίᾳ
τοῦ Πνεύματος, πᾶσαν ἀρετὴν ἰδέαν ἐξήσκησας, θεοφόρε χαριτώνυμε, καὶ ἐν γῇ
πραέων κατεσκήνωσας.
Θεοτοκίον.
Θεοτόκε
πανύμνητε, τῶν σὲ γεραιρόντων τὸ ἀγαλλίαμα, γενοῦ σκέπη καὶ βοήθεια, τῶν ἐν
περιστάσει καὶ ἐν θλίψεσιν.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἡ
ἄφθαρτος ἄρουρα, ἠ χώρα ἡ ἀείζωος, ἡ ἀναπηγάζουσα ἀφθόνως, ἀθανασίας τὰ
πελαγίσματα, διέθετο ἐν τῷ ὑλικῷ ταύτης ὁμοιώματι, τὰς ἀΰλους λαμπρότητας.
Σοφίας
λυχνίαν σε, ἑπτάφωτον βαστάζουσαν, Κόρη τὸ λαμπάδιον τῆς δόξης, ὁ Ἰωάννης
ἐπεγνωκὼς μυστικῶς, τῆ ἐπιφανείᾳ σου βοᾷ· Χαῖρε Ἀειπάρθενε, τοῦ Θεοῦ ἅρμα
πύρινον.
Λαμπόμενος
χάριτι, ἐκ τῆς λαμπρὰς Εἰκόνος σου, πάλαι ὁ Γρηγόριος ἐβόα· Χαῖρε νεφέλη
ἡλιοστάλακτε, ἐν ἧ ἐπιβὰς ὁ Φωτουργός, τὴν ἀπάτην ὤλεσε, καὶ τὸν κόσμον
ἐφώτισεν.
Ἀείζωον
τέξασα, ἄρτον ἡμᾶς ἐκτρέφοντα, νεοθαλῆ δεικνύεις γεωργίαν, τὸ ἱερόν σου Κόρη
ἐκτύπωμα, ἅπαντας, ψωμίζον ἀρεταῖς, καὶ καρποδοτούμενον, εὐθηνίᾳ τῆς χάριτος.
Τοῦ
Ὁσίου. Σὺ Κύριέ μου φῶς.
Τῶν
θείων ὑμνωδῶν, τὸ λειτούργημα ἤσκησας, καὶ ὕμνησας Θεοτόκον, σὴν προστάτιδα
ὄντως, τῆς Λαύρας καὶ τοῦ Ἄθωνος.
Ἴασιν
ποθεινήν, ἡ Παρθένος παρέσχε σοι, τρωθέντων γὰρ τῶν ποδῶν σου, ἐκ δεινῆς
ποδαλγίας, τὴν ῥῶσιν ἐδωρήσατο.
Σὺ
ὄντως ἐν πολλῇ, προθυμίᾳ προσέδραμες, βιῶσαι ἐν παρθενίᾳ, τὴν χλιδὴν ἀποῤῥίψας,
καὶ στέρξας τὴν ἐγκράτειαν.
Θεοτοκίον.
Τὴν
πάλαι τε καὶ νῦν, τοὺς ἀνθρώπους συντρέχουσαν, ὑμνήσωμεν Θεοτόκον, ἐξαιτούμενοι
αὖθις, τὸ θεῖον αὐτῆς ἔλεος.
Ἕτερος.
Ἵνα τί με ἀπώσω.
Ὡς
θεόφθογγος λύρα, λιγυροῖς ἐν ἄσμασι τὰ θεῖα λόγια, μελῳδῶν παμμάκαρ, διεγείρεις
πρὸς ἔνθεον ἔρωτα, τοὺς ἐν ψαλμῳδίαις, θεοφιλῶς ὑμνολογοῦντας, τὸν Θεὸν καὶ
παννύχοις ἐν στάσεσιν.
Ἐσταυρώθης
τῷ κόσμῳ, καὶ ὁ κόσμος αὖθις δέ σοι συνεσταύρωται, τὸν Σταυρὸν ἐπ’ ὤμων,
ἀκλινεῖ διαθέσει ἀράμενος, καὶ ἀνεπιστρόφως, τὴν τῆς ζωῆς ὁδεύσας τρίβον, πρὸς
σκηνὰς οὐρανίους κατῴκησας.
Ὑλικῆς
προσπαθείας, πᾶσαν ὑπεξέφυγες τὴν ματαιότητα, ὁλοσχερεῖ πόθῳ, τοῦ Χριστοῦ τὴν
πτωχείαν ἐλόμενος, διὸ βασιλεία, τῶν οὐρανῶν σε ὑπεδέχθη, ὡς ἡ ἐπαγγελία
μακάριε.
Θεοτοκίον.
Λαλιαὶ
θεηγόρων, ἄνωθεν τὰ σύμβολα τὰ σὰ προήγγειλαν, ὁ δὲ σὸς θεράπων, ᾀσματίζων
συντόνως ἀνέμελπε, τὰ σὰ μεγαλεῖα, ὅν καὶ νομίσματι χρυσέῳ, ἐπιστᾶσα Θεόνυμφε
ἤμειψας.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ὑψοποιὸς
κόσμου γέφυρα, τῇ σῆ λαμπαδουχίᾳ ἀνύψωσας τὸν χαρακτῆρά σου, δι’ Οὗ τῶν κάτω
ὑψούμεθα, καὶ πρὸς ἐπαγγελίας, γῆν περαιούμεθα.
Ῥάβδον
δυνάμεως κέκτηται, Παρθένε καὶ ἰσχύος προπύργιον, καὶ πλοῦτον ἄσυλον, καὶ ἱερὸν
παραμύθιον, τοῦ Ἄθωνος ἡ Λαύρα, τὸ σὸν ἐκτύπωμα.
Ἀνθηφοροῦσα
τὴν χάριν σου, ἡ πάντιμος Εἰκών σου θεόνυμφε, ὡς ἔαρ εὔοσμον, σκιαγραφεῖ
παρεμφαίνουσα, τὰς ἀρετὰς δι’ ὧν σε Θεὸς ἐξέλεξε.
Στέφανον
δόξης ἀμάραντον, διάδημά τε κάλλους βασίλειον, τὸν χαρακτῆρά σου, Ἄθω ἡ Λαύρα
κατέχουσα, νυμφοστολεῖται Κόρη, τὴν σὴν εὐπρέπειαν.
Τοῦ
Ὁσίου. Θύσω σοι, μετὰ φωνῆς.
Ὅλην
σου, τὴν βιοτὴν διῆλθες ἐν Ἄθωνι, ὑμνολογῶν καθ’ ἑκάστην, ἐκ καρδίας πλήρους
καὶ παλλομένης, καὶ φαιδρύνων, τῶν ἀσκητῶν ἁπάντων τὰ τάγματα.
Νέος
ὦν, τὸν τοῦ Θεοῦ ζυγὸν ἐπεπόθησας, ὅτι καλόν σοι ἐδόκει, ἐκ νεότητος
ἀφιερωθῆναι, καὶ οὕτω πράξας, τὸν τοῦ Κυρίου εἴληφας στέφανον.
Λέξον
μοι, πῶς τὴν στενὴν ὁδὸν σὺ ἐβάδισας, πῶς τὴν σεμνὴν παρθενίαν, πῶς πτωχείαν
ἔρωτι σὺ ἐτρώθης, ἵνα οὕτω, κἀγὼ βαδίσας εὕρω τὴν λύτρωσιν.
Θεοτοκίον.
Ἄγγελος,
ὁ Πρωτοστάτης ἔφη σοι Πάναγνε, εἰ καὶ Παρθένος σύλληψῃ, τὸν Υἱὸν Κυρίου
ἀπειρογάμως, ὅτι πάντα, κατορθωτὰ εἰσὶ τῷ σὲ πλάσαντι.
Ἕτερος.
Ἄβυσσος ἁμαρτιῶν.
ᾌσμασι
μελωδικοῖς, καθηδύνων τῶν πιστῶν τὰς χορείας, ἐν προσευχαῖς παμμάκαρ, καὶ
παννύχοις ἐν στάσεσιν, ἐπαλείφεις εὐφυῶς, ψυχῆς τὸ πρόθυμον καὶ κουφίζεις, τῆς
ἀγρυπνίας τὸ ἐπίπονον.
Βίον
τὸν ἀσκητικόν, ἀρετῆς περιουσίᾳ προκρίνας, τῶν χαμαιζήλων Πάτερ, ἡδονῶν
κατεφρόνησας, καὶ τὸν Ἄθω ἐπιβάς, τῆ τούτου ᾤκησας θείᾳ Λαύρᾳ, ᾗ καὶ τὸ σῶμά
σου κατάκειται.
Ἤντλησας
ὡς ἐκ πηγῆς, τὴν τοῦ Πνεύματος πανόλβιε χάριν, ἐν κατανύξει μέλπων, τὰ
θεόφθεγκτα λόγια, καὶ ὡς Ἄγγελος ἀεί, ἐδοξολόγεις Θεὸν τῶν ὅλων, τῷ τρισαγίῳ
μελῳδήματι.
Θεοτοκίον.
Σύμφωνον
ὡς ἐφικτόν, ταῖς Ἀγγέλων ἱεραῖς ὑμνωδίαις, τῇ παναχράντῳ Κόρῃ, μελωδῶν μέλος
ἔνθεον, διαθέσει εὐλαβεῖ, ταύτην κατεῖδες ὡς ἐν ἐκστάσει ἀντιβραβεύουσαν τὸν
πόθον σου.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τη Ὑπερμάχῳ.
Τὸν
τοῦ Κυρίου ἐκλεκτὸν νῦν ἐπαινέσομεν, τὰς ἀρετὰς αὐτοῦ θερμῶς ἐγκωμιάσωμεν, ὅτι
βίον τῆς ἀσκήσεως ἐπορεύθη, τηρῶν πάντα τὰ προστάγματα, ἀρετῆς ποθῶν στεῤῥῶς
τὴν τελειότητα, πρὸς ὅν κράζομεν· Χαῖρε θεῖε Διδάσκαλε.
Ὁ
Οἶκος.
Ἄγγελος
παιδιόθεν, προσφυῶς ἀπεκλήθης, ὡς ἔχων τὴν φωνὴν τῶν Ἀγγέλων, καὶ σὺν τῇ
θεσπεσίᾳ φωνῇ, κατακτήσας τε τὴν ἀρετὴν Ὅσιε, διὰ πολλῆς ἀσκήσεως, κατέστης
ἄξιος ἀκούειν·
Χαῖρε
φωνῆς ὁ τὸ δῶρον ἔχων·
χαῖρε μορφῆς, τὴν σαγήνην φέρων.
Χαῖρε παλατίου ἁγίου δομέστικε·
χαῖρε τῶν ψαλτῶν τῶν τοῦ Ἄθω διδάσκαλε.
Χαῖρε ὅτι σὺ ἐμίσησας ἀνακτόρων τὴν χλιδήν·
χαῖρε ὅτι προετίμησας μοναστῶν τὴν ἀρετήν.
Χαῖρε ὅτι κατέστης μαϊστόρων τὸ κλέος·
χαῖρε ὅτι μετέστης πρὸς τὸ Ὄρος εὐκαίρως.
Χαῖρε ἀστὴρ φωτίσας τὸν Ἄθωνα·
χαῖρε πατήρ, ὁ θέλξας τὰ σύμπαντα.
Χαῖρε δι οὗ μουσικὴ ἐκαινίσθη·
χαῖρε δι οὗ νέα τέχνη ἐπλάσθη.
χαῖρε μορφῆς, τὴν σαγήνην φέρων.
Χαῖρε παλατίου ἁγίου δομέστικε·
χαῖρε τῶν ψαλτῶν τῶν τοῦ Ἄθω διδάσκαλε.
Χαῖρε ὅτι σὺ ἐμίσησας ἀνακτόρων τὴν χλιδήν·
χαῖρε ὅτι προετίμησας μοναστῶν τὴν ἀρετήν.
Χαῖρε ὅτι κατέστης μαϊστόρων τὸ κλέος·
χαῖρε ὅτι μετέστης πρὸς τὸ Ὄρος εὐκαίρως.
Χαῖρε ἀστὴρ φωτίσας τὸν Ἄθωνα·
χαῖρε πατήρ, ὁ θέλξας τὰ σύμπαντα.
Χαῖρε δι οὗ μουσικὴ ἐκαινίσθη·
χαῖρε δι οὗ νέα τέχνη ἐπλάσθη.
Χαῖρε,
θεῖε Διδάσκαλε
Συναξάριον.
Τῇ α΄ τοῦ αὐτοῦ μηνός, ὁ Ὅσιος
Ἰωάννης ὁ ψάλτης, ὁ καλούμενος Κουκουζέλης, ὁ ἐν
τοῖς ὁρίοις τῆς ἐν Ἄθῳ Μεγίστης Λαύρας ἐν ταπεινώσει ἀσκήσας, ἐν εἰρήνῃ
τελειοῦται.
Τῇ μητρὶ καὶ νῦν τοῦ Θεοῦ ψάλλεις ἄνω,
Σὺν τοῖς ἀΰλοις, ὦ Ἰωάννη μάκαρ.
Οὗτος ἦτο νέος ἐκ τῆς μεγαλοπόλεως Δυῤῥαχίου τῆς
πρώτης Ἰουστινιανῆς, ὀρφανός πατρός. Ἡ δὲ μήτηρ αὐτοῦ, ὡς ευσεβὴς καὶ φιλόθεος,
ἔδωσε τὸν παῖδα νὰ μανθάνῃ τὰ ἱερὰ γράμματα· τὸν ὁποῖον ἅπαντες ἐπονόμαζον
αὐτὸν ἀγγελόφωνον. Τὸν καιρὸν ἐκεῖνον ἐζητοῦσαν εὐλάλους καὶ καλοφώνους, καὶ εὑρόντες
αὐτόν, ἔβαλον εἰς σχολεῖον βασιλικόν, νὰ μανθάνῃ τὴν μουσικήν, ἕως νὰ
τελειοποιηθῇ. Οὗτος δὲ ἐν ὀλίγῳ χρόνῳ, ὡς ἀγχίνους καὶ φρόνιμος, ὑπερέβη
ἅπαντας, ὅθεν καὶ ὁ βασιλεὺς ἠγάπα αὐτὸν κατὰ πολλά, καὶ ἐσκέπτετο ἵνα
ὑπανδρεύσῃ αὐτὸν πλουσίως.
Βλέπων δὲ ὀ Ὅσιος ὅτι οἱ ἄρχοντες ὅλοι ἐτίμων αὐτὸν
διὰ τὴν ἀγάπην τοῦ βασιλέως, καὶ τὴν ἔμμουσον αὐτοῦ μελῳδίαν, ἐλυπεῖτο,
φοβούμενος μήπως διὰ τὴν πρόσκαιρον δόξαν ζημιωθῇ ὠς πρὸς τὴν οὐράνιον, ὄθεν
ἐζήτει καιρὸν κατάλληλον νὰ ἀναχωρήσῃ ἀπὸ τὸν κόσμον. Κατ’ ἐκείνας τὰς ἡμέρας
ἔτυχεν ἐκεῖ εἰς τὸν βασιλέα ὀ ἡγούμενος τῆς Μεγάλης Λαύρας τοῦ Ἁγίου Ὄρους, δι’
ἀναγκαίαν ὑπόθεσιν, τὴν ὁποίαν καλῶς διορθώσας ἔστρεψεν πάλιν εἰς τὸ
μοναστήριον αὐτοῦ. Ὁ δὲ Κουκουζέλης, ἰδὼν τὴν εὐκοσμίαν τοῦ ἡγουμένου καὶ τὴν
ἀγγελικὴν αὐτοῦ πολιτείαν, εὐλαβηθεὶς κατέλιπε πᾶσαν δόξαν καὶ φαντασίαν
βασιλικήν, καὶ αὐτὰ τὰ συρικὰ καὶ μεταξωτὰ ἱμάτια ἐκδυθείς, ἐνεδύθη τρίχινα,
καὶ ῥάβδον ἐργατικὴν εἰς χεῖρας λαβών, ἀπῆλθεν εἰς τὴν Λαύραν. Ἠρώτησε δὲ αὐτὸν
ὁ θυρωρός, πόθεν ἤτο καὶ τί ἐζήτει, καὶ τίνα τέχνην ἐγίνωσκε. Ὁ δὲ ἀπεκρίνατο·
Μοναχὸς ποθῶ νὰ γένω, ἤμουν ποιμήν. Ταῦτα μαθὼν διὰ τοῦ θυρωροῦ ὁ ἡγούμενος
ἐχάρη, διότι εἶχε ἀνάγκην τοιούτου ἀνθρώπου. Δοκιμάσαντες δὲ αὐτὸν ὀλίγον
καιρόν, ἔκειραν αὐτὸν μοναχόν, καὶ τὸν ἔστειλαν εἰς τὴν ἔρημον νὰ βόσκῃ
τράγους. Οὗτὸς δὲ ἀπῆλθε μετὰ χαρᾶς καὶ πόθου πολλοῦ εἰς τὴν ἡσυχίαν ὅπου
ὠρέγετο, καὶ ἔκαμνε τὴν ὑπηρεσίαν ταύτην ἀόκνως προσευχόμενος ἀδιαλείπτως πρὸς
Κύριον.
Ὁ δὲ βασιλεύς, εἶχε θλίψιν πολλὴν δι’ αὐτόν, καὶ
ἀποστείλας ἀνθρώπους, οἵτινες ἀνεζήτουν αὐτὸν εἰς πόλεις καὶ ἐρήμους καὶ
μοναστήρια. Καὶ ἀπελθόντες εἰς τὸν Ἄθωνα, ἡρεύνησαν καὶ ἐκεῖ ἕκαστον τόπον
ἐπιμελέστατα, ἀλλὰ οὐδεὶς ἐνόμιζεν ὅτι ἦτον αὐτὸς ὁ ζητούμενος, ἐπειδὴ ἦτον
ἐνδεδυμένος παλαιὰ καὶ διεῤῤωγῶτα ἰμάτια.
Ἐν μιᾷ δὲ τῶν ἠμερῶν, βόσκων τοὺς τράγους ἐξ ἑνὸς
ἀκρωτηρίου, καὶ θεασάμενος ἔνθεν κἀκεῖθεν, ὅτι δὲν ἦτον τὶς νὰ τὸν ἀκούσῃ,
ἤρξατο νὰ ψάλλῃ ὕμνον τινὰ μετὰ τέχνης πολλῆς καὶ κατανύξεως. Ἀσκητὴς δέ τις,
ὅστις κατῴκει ἐκεῖ πλησίον εἰς ἕνα σπήλαιον, ἀκούσας τοσαύτην μελῳδίαν
γλυκυτάτην καὶ παναρμόνιον, ἐθαύμασε, καὶ ἐξελθὼν τοῦ σπηλαίου, βλέπει τὸν μὲν
ποιμένα ψάλλοντα, τοὺς δὲ τράγους μὴ βόσκοντας, ἀλλὰ ἱσταμένους καὶ βλέποντας
αὐτὸν ὥσπερ ἐκπληττομένους καὶ χαίροντας εἰς τὴν ἀγγελικὴν ἐκείνην καὶ οὐχὶ
ἀνθρωπίνην μελῳδίαν. Ταῦτα θεασάμενος, ἀπῆλθεν εἰς τὴν Λαύραν, καὶ ἀνήγγειλεν
αὐτὰ εἰς τὸν ἡγούμενον, ὅστις ἔστειλε καὶ ἔφεραν αὐτόν, καὶ λέγει αὐτῷ· Ὁρκίζω
σε εἰς τὸν Θεὸν νὰ μοῦ εἰπῆς τὴν ἀλήθειαν. Ἐσὺ εἶσαι ὁ Κουκουζέλης Ἰωάννης, ὁ
παρὰ τοῦ βασιλεώς τοσοῦτον ζητούμενος; Ὀ δὲ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ, ἐζήτει
συγχώρησιν μετὰ δακρύων, λέγων· Ἐγὼ εἰμὶ ὁ ἀμαρτωλὸς καὶ ἀνάξιος δοῦλος τῆς
ἁγιωσύνης σου, ὅμως δέομαι πολλὰ καὶ σὲ παρακαλῶ νὰ μὲ ἀφήσῃς εἰς αὐτὸ τὸ
εὐτελὲς διακόνημα, ὅπερ μου ἔδωκε ἐξ ἀρχῆς, νὰ ποιμαίνω τοὺς τράγους, διὰ νὰ μὴ
μάθη αὐτὸ ὁ βασιλεύς. Οὕτω ποιήσας, ἀπῆλθεν ὁ προεστὼς εἰς τὴν Πόλιν, καὶ πεσὼν
ἐπὶ τοὺς πόδας τοῦ βασιλέως, εἶπε ταῦτα· Δέομαι καὶ παρακαλῶ τὸ κράτος τῆς
ἐξουσίας σου, δέσποτα, νά μοι χαρίσῃς ἄνθρωπόν τινα διὰ ψυχικὴν αὐτοῦ σωτηρίαν,
καὶ ἐὰν ἐλύῆσε τὴν βασιλείαν σου νὰ τὸν συγχωρήσῃς. Ὁ δὲ βασιλεὺς ἠρώτησε τοῦ
ζητουμένου τὸ ὄνομα. Ὁ δὲ ἡγούμενος λέγει αὐτῷ· Ἐὰν μὴ μοῦ δώσῃς ἐγγράφως τὸ
συμπαθές, δὲν σοῦ λέγω αὐτό. Τότε ὁ βασιλεὺς ἐκέλευσε νὰ ποιήσουν ἔγγραφον, καὶ
ὑπέγραψεν αὐτό. Ἔπειτα ὁ ἡγούμενος διηγήθη περὶ τοῦ μοναχοῦ Κουκουζέλη ἀκριβῶς
ἅπαντα. Ὁμὲν βασιλεῦς ταῦτα ἀκούσας, ἐδάκρυσε, καὶ ἔλαβε χαρὰν καὶ λύπην εἰς
τὴν καρδίαν ἀνείκαστον. Ἐχάρη μέν, ὅτι ἦτον τοσοῦτον εὐλαβής, καὶ ἐνεδύθη σχῆμα
ἀγγελικόν, μισήσας πᾶσαν σαρκικὴν ἡδυπάθειαν. Ἐπικράνθη δὲ πῶς ἔδωκε τὴν χάριν
ἐγγράφως, καὶ δὲν ἠδύνατο νὰ ἀρνηθῇ αὐτήν. Ὁ δὲ ἡγούμενος κατεπράϋνε διὰ λόγων
παρακλητικῶν τὴν καρδίαν αὐτοῦ. Ἔπειτα, εὐχαριστήσας αὐτόν, καὶ εὐχόμενος,
ἀπῆλθεν εἰς τὴν Μονὴν αὐτοῦ, καὶ διηγήθη πᾶσι τοῖς ἀδελφοῖς τὰ γενόμενα. Ὅθεν
ἔμεινεν ὀ θαυμάσιος ἀνενόχλητος ἀπὸ τὸν ἐπίγειον βασιλέα, καὶ ὑπηρέτει τὸν
ἐπουράνιον, ψάλλων καὶ ὑμνολογῶν αὐτὸν ἀόκνως καθ’ ἑκάστην ἡμέραν. Μετὰ ταῦτα
λαβὼν ἀπὸ τὸν προεστώτα συγχώρησιν, ἔκτισε κελλίον καὶ ἐκκλησίαν τῶν Ἀρχαγγέλων
ἔξωθεν τοῦ μοναστηρίου νὰ ἡσυχάζῃ κατὰ τὰς ἕξ ἡμέρας τῆς ἑβδομάδος, τὰς δὲ
Κυριακὰς καὶ λοιπὰς ἑορτὰς δὲν ἔλειπεν ἀπὸ τὸν δεξιὸν χορὸν τῆς μεγάλης
ἐκκλησίας, ἀλλὰ ἔψαλλε τῷ Θεῷ μετὰ πόθου καὶ κατανύξεως.
Ἐν δὲ τῷ Σαββάτῳ τῆς Ἀκαθίστου, ἀφ’ οὗ ἔψαλλεν
ἐπιμελῶς τὰ ἰδιόμελα, καὶ τὸν Κανόνα τῆς Θεοτόκου κατὰ τὴν συνήθειαν, ἀπὸ τὸν
κόπον ὕπνωσεν ὀλίγον εἰς τὸ στασίδιον αὐτοῦ ὄρθιος. Τότε φαίνεται αὐτῷ ἡ Κυρία
Θεοτόκος, καὶ λέγει αὐτῷ· Χαίροις Ἰωάννῃ τέκνον μου, ψάλε μοι, καὶ οὐ μὴ σὲ
ἐγκαταλίπω. Ταῦτα εἰποῦσα, ἔδωκεν αὐτῷ χρυσοῦν τι νόμισμα. Ὁ δὲ ἔξυπνος
γενόμενος, εὗρεν εἰς τὴν αὐτοῦ δεξιὰν τὸ νόμισμα. Ὅθεν χαρᾶς ἀπείρου πλησθείς,
ηὐχαρίστει τὴν Θεομήτορα. Ἐκεῖνο δὲ τὸ νόμισμα ἔβαλαν εἰς τὴν ἐκκλησίαν, ἔνθα
ἐτέλεσε μεγάλα θαυμάσια. Ἔκτοτε λοιπὸν δὲν ἔλειπεν ἀπὸ τὸν δεξιὸν χορὸν πώποτε,
ψάλλων προθύμως, καὶ δοξολογῶν ἀόκνως τὸν Κύριον. Ὅθεν ἀπὸ τὸν πολὺν κόπον καὶ
τὴν ὀρθοστασίαν ἐσάπη ὁ ποῦς αὐτοῦ καὶ ἔτρεχεν ὕλη δυσώδης, ἀλλ’ ἡ παντοδύναμος
Δέσποινα ἰάτρευσεν αὐτόν, ὡς τὸν Δαμασκηνὸν Ἰωάννην, ἐμφανισθεῖσα αὐτῷ καὶ
λέγουσα· Ἔσῃ ἀπὸ τοῦ νῦν ὑγιής· καὶ εὐθὺς ἔλαβεν τὴν θεραπείαν τελείαν. Ὅθεν,
εὐχαριστήσας τὴν Θεομήτορα, ἔμεινεν ἄνοσος ἕως τέλους βιώσας ἐν νηστείαις,
ἀγρυπνίαις καὶ ἐξόχως εἶχε πολλὴν ταπείνωσιν. Προεῖδε δὲ καὶ τὴν τελευτὴν
αὐτοῦ, καὶ πᾶσι τοῖς ἀδελφοῖς συνταξάμενος, καὶ προσευξάμενος δι’ αὐτούς, παρήγγειλε
νὰ ἐνταφιάσωσιν αὐτὸν εἰς τὸν οἶκον τῶν Ἀρχαγγέλων, ὅν αὐτὸς ᾠκοδόμησε. Καὶ
οὕτως ἀνεπαύσατο τὴν πρώτην τοῦ Ὀκτωβρίου ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Φωβηνῆς, Κουκουζελίσσης καὶ
Τριχερούσης.
Στέφος τηλαυγὲς χαρίτων πολυπλόκων,
Τῇ Λαύρᾳ ὤφθη Παρθένε ἡ Εἰκών Σου.
Ἡ Εἰκὼν αὕτη, ἵσταται ἐν τῷ Παρεκκλησίῳ τῷ πλησίον τῆς
Πύλης τῆς Μονῆς ἀνεργεθέντι, ἐπὶ τοῦ καταπετάσματος, ἐν τῇ θέσει, καθ’ ἥν ὡς
ἔθος ἡ Εἰκὼν τῆς Θεοτόκου ἵσταται, ἐνώπιον τῆς ὁποίας καίουσι τρεῖς ἀκοιμήτους
κανδήλας.
Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου
καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου, τοῦ ἐν τῇ σορῷ τοῦ ἱεροῦ
ναοῦ τῶν Βλαχερνῶν, ὄτε ὁ Ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλὸς κατεῖδεν
ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας τοὺς εὐσεβεῖς περισκέπουσαν.
Σκέπη σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις,
Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Γοργοϋπηκόου, τῆς εὑρισκομένης
ἐν τῇ ἱερᾷ Μονῇ Δοχειαρίου τοῦ Ἁγίου Ὄρους.
Γοργῶς τῆς φωνῆς εἰσακούειν Παρθένε,
ἡμῶν μὴ ἐλλείπῃς τῶν σοὶ ἀφορώντων.
Ἡ θαυματουργὸς αὕτη καὶ περίφημος τῆς Θεοτόκου Εἰκών,
ἧς τὴν Σύναξιν ἑορτάζομεν, ἀπόκειται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερὰ Μονὴ τοῦ
Δοχειαρίου, ἔχει δὲ ἡ ὑπόθεσις ὡς ἑξῆς:
Ἐπὶ τοῦ ἀνατολικοῦ τοίχου τῆς κοινῆς τῶν Πατέρων τῆς
Μονῆς τραπέζης καὶ ὡς εἰσερχόμεθα εἰς αὐτὴν δεξιά, ἢν τίς Εἰκὼν τῆς Ὑπεραγίας
Θεοτόκου ἀπὸ ἀδήλων ἐτῶν ἐζωγραφισμένη. Παράδοσίς τις διήκουσα διὰ τῶν πλέον
σεβαστῶν Πατέρων τῆς Μονῆς, ἀνάγει Αὐτὴν ἐπὶ τῆς ἐποχῆς τοῦ Ἁγίου Νεοφύτου τοῦ
καὶ Κτίτορος τῆς Ἱερᾶς ταύτης Μονῆς χρηματίσαντος. Πάντως ἀνήκει εἰς παλαιὰν
ἐποχήν, ἀλλ’ ἡ θεία πρόνοια διαφύλαξε ταύτην ἐκ τοῦ πανδαμάτορος χρόνου σώαν
καὶ ἀβλαβῆ μετὰ τῶν χαρακτήρων ἀναλλοιώτων, ὥστε νὰ φανῇ εἰς τοὺς ἐσχάτους
χρόνους δεδοξασμένη καὶ θαυματουργός, καὶ τῆς Ἱερᾶς ταύτης Μονῆς ἀντιλήπτωρ καὶ
κυβερνήτις καὶ προστάτις ἑτοίμη, ὡς Αὕτη παραδόξῳ τρόπῳ ὑπέσχετο.
Ἔμπροσθεν λοιπὸν τῆς ἐν λόγῳ πανσέπτου Εἰκόνος ἦτο
διάδρομος, δι᾿ οὗ διήρχοντο οἱ Πατέρες εἰσερχόμενοι εἰς τὴν τράπεζαν καὶ ἰδίᾳ ὁ
ἑκάστοτε τραπεζοκόμος πρὸς ἐκτέλεσιν τῆς ὑπηρεσίας τοῦ· μάλιστα δὲ διερχόμενος
πολλάκις ἐν καιρῷ, νυκτὸς ἐκράτει συνήθως δᾷδας ἀνημμένας πρὸς φωτισμὸν τοῦ.
Κατὰ τὸ σωτήριον ἔτος ἀπὸ Χριστοῦ 1664 ἦτο
τραπεζοκόμος ἀδελφός τις Νεῖλος ὀνόματι, ὅστις διερχόμενος ἔμπροσθεν τῆς Ἁγίας
Εἰκόνος μὲ τὰς συνήθεις ἀνὰ χεῖρας δᾷδας, ἤκουσε τὰ ἑξῆς· Ἄλλοτε νὰ μὴ διέλθῃς
ἐντεῦθεν μὲ δᾷδας, καπνίζων τὴν ἐμὴν Εἰκόνα. Ἀλλ᾿ οὗτος μὴ ἐννοήσας ὅτι ἡ φωνὴ
προέρχεται ἐκ τῆς Εἰκόνος, ὑπολαβὼν ὅτι ἀδελφὸς τίς κεκρυμμένος πλησίον που
πειράζει αὐτόν, ἐξηκολούθει ὡς καὶ πρότερον τὸ ἔργον τοῦ. Παρελθουσῶν οὕτω
πολλῶν ἡμερῶν, καθ᾿ ἢν ὥραν ἡ πρώτη φωνὴ ἠκούσθη, ἤκουσε καὶ αὔθις φωνῆς φθεγγομένης
πρὸς αὐτὸν τοιαῦτα· Ὦ μοναχὲ ἀμόναχε, ἕως πότε ἀνευλαβῶς καὶ ἀτίμως θὰ καπνίζῃς
τὴν ἐμὴν Μορφήν; Καὶ σὺν τῇ φωνῇ, ἀορασίᾳ αὐτὸν ἐπάταξεν. Ὡς δὲ κατελήφθη ὑπὸ
τῆς ὀφθαλμίας, τότε ἐμνήσθη καὶ τῆς προλαβούσης φωνῆς, καὶ ἐγνώρισεν, ὅτι
δικαίως πλέον ἔπαθε, καθότι παρήκουσεν ἐξ ἀπροσεξίας τῆς ἐντολῆς τῆς Κυρίας
Θεοτόκου.
Πρωΐας δὲ γενομένης εὗρον αὐτὸν οἱ ἀδελφοὶ πρηνῆ καὶ
τυφλὸν κείμενον ἐπὶ τοῦ ἐδάφους τοῦ διαδρόμου, ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ
πληροφορηθέντες παρ’ αὐτοῦ τὰ καθ᾿ ἕκαστα μετὰ φόβου καὶ εὐλαβείας διήρχοντο
ἔκτοτε ἐκεῖθεν, κρεμάσαντες δὲ ἐπὶ τῆς Εἰκόνος κανδήλαν ἀκοίμητον, διέταξαν τὸν
νέον ἤδη τραπεζοκόμων νὰ θυμιᾷ Αὐτὴν μετὰ πάσης εὐλαβείας καθ’ ἑκάστην ἑσπέραν.
Ὁ δὲ τυφλωθεὶς Νεῖλος δεν ἠθέλησε πλέον ν᾿ ἀπομακρυνθῇ ἐκεῖθεν, ἀλλ’ ἐν στασιδίῳ
παρέμενεν ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν παρεκάλει
μετὰ θερμῶν δακρύων τὴν Ὑπεραγίαν Θεοτόκον νὰ συγχωρήση ὡς συμπαθέστατη Μήτηρ
τοῦ Θεοῦ Λόγου καὶ μεσίτρια τοῦ ἀνθρωπίνου γένους τὴν ἐξ ἀπροσεξίας ἁμαρτίαν
τοῦ, καὶ ὡς σημεῖον τῆς ἀφέσεως νὰ χαρίσῃ αὐτῷ το φῶς τῶν ὀφθαλμῶν τοῦ. Ἀλλ’
ὅμως δεν ἐψεύσθη τῶν χρηστῶν ἐλπίδων διότι ἡ πηγὴ τῆς εὐσπλαγχνίας καὶ ταχίστη
ἀντίληψις τῶν θλιβομένων, ἡ Κυρία Θεοτόκος, κλίνασα φιλάνθρωπον οὖς, ὑπήκουσεν
εὐμενῶς τῆς συντετριμμένης αὐτοῦ καρδίας καὶ ἐν μια τῶν ἡμερῶν ἀπεκάλυψεν εἰς
αὐτὸν τὰ ἑξῆς, φωνήσασα ἐκ τρίτου ἐκ τῆς Εἰκόνος οὕτως· Ὦ Μοναχέ, εἱσηκούσθη ἡ
δέησίς σου πρὸς μέ, καὶ ἔσο συγχωρημένος καὶ βλέπων ὡς τὸ πρότερον ἀνάγγειλον
δὲ καὶ τοῖς λοιποῖς ἐνασκουμένοις πατράσι καὶ συναδελφοις σου, ὅτι ἐγὼ εἶμαι ἡ
Μήτηρ τοῦ Θεοῦ Λόγου, καὶ μετὰ Θεὸν τῆς Ἱερᾶς ταύτης Μονῆς τῶν Ἀρχαγγέλων σκέπη
καὶ βοήθεια καὶ κραταιὰ προστασία, προνοουμένη ὑπὲρ αὐτῆς ὡς ὑπέρμαχος
κυβερνήτις· καὶ εἰς τὸ ἑξῆς οἱ μοναχοὶ ἂς καταφεύγωσι πρὸς ἐμὲ διὰ κάθε τῶν
ἀνάγκην, καὶ γοργὼς θέλω ὑπακούω αὐτῶν, καὶ πάντων τῶν μετ᾿ εὐλαβείας
καταφευγόντων εἰς ἐμὲ ὀρθοδόξων Χριστιανῶν, ὅτι Γοργοϋπήκοος καλοῦμαι .
Αὕτη ἡ ὑπερκόσμιος φωνὴ καὶ τὰ χαρμόσυνα εὐαγγέλια ἐκ
τῆς Εἰκόνος τῆς Θεοτόκου· καὶ σὺν τῇ φωνῇ ἠνεῴχθησαν παραχρῆμα ὑπερφυῶς οἱ
ὀφθαλμοὶ τοῦ τυφλωθέντος καὶ ἤδη ἀναβλέψαντος τραπεζοκόμου Νείλου, ὅστις
ἀνήγγειλε μετὰ χαρᾶς τὰ χαρμόσυνα εἰς πάντας τοὺς ἀδελφούς. Τότε προσῆλθον
ἅπαντες ὁμοθυμαδὸν ἔμπροσθεν τῆς θαυματουργοῦ Εἰκόνος τῆς Γοργοϋπηκόου, καὶ
ηὐχαρίστησαν Αὐτὴν μετὰ δακρύων καὶ κηρῶν καὶ θυμιαμάτων, διὰ τὴν μητρικὴν
Αὐτῆς κηδεμονίαν καὶ τὰς μεγάλας περὶ τῆς Μονῆς ἐπαγγελίας. Πάντα ταῦτα καὶ
ἰδίᾳ τὸ θαῦμα τοῦ ἀναβλέψαντος τυφλοῦ ἀδελφοῦ διεφημίσθησαν εἰς ἅπαν τὸ
Ἁγιώνυμον Ὄρος, καὶ πλεῖστοι ἀδελφοὶ ἐξ ὅλων τῶν Μονῶν συνήρχοντο, ἵνα
προσκυνήσωσι τὴν χαριτόβρυτον Γοργοϋπήκοον, καὶ ἴδωσι τὸν ὀμματωθέντα, παρὰ τοῦ
ὁποίου μετὰ θάμβους ἤκουον ὅσα τῷ συνέβησαν καὶ ὅσα ἡ Κυρία Θεοτόκος τῷ εἶπεν.
Ἔκτοτε ἐσφαλίσθη ὁ μέχρι τότε πρὸ τῆς Εἰκόνος
διάδρομος, καὶ ἐπειδὴ τὸ μέρος ἦτο ἀκατάλληλον να κτισθῇ Ἐκκλησία, καθότι ὁ
ἱστάμενος πρὸ τῆς ἁγίας Εἰκόνος βλέπει πρὸς δυσμάς, ἐκτίσθη αὕτη κατὰ τὸ δεξιὸν
μέρος τῆς Εἰκόνος, τῆς θαυματουργοῦ Γοργοϋπηκόου. Ἀλλὰ καὶ εἰδικὸς ἀδελφὸς
διωρίσθη πρὸς διακονίαν καὶ εὐτρεπισμὸν τόσον τοῦ Προσκυνηταρίου, ἐν ὢ ἡ ἁγία
Εἰκών, ὅσον καὶ τοῦ Παρεκκλησίου Αὐτῆς, ὁ πλέον δόκιμος καὶ εὐλαβὴς ἐκ τῶν
Ἱερομόναχων, Προσμονάριον αὐτὸν καλέσαντες, ὅστις ψάλλει τακτικώτατα ἑκάστην
πρωίαν καὶ ἑσπέραν παρακλήσεις ἔμπροσθεν τῆς θαυματουργοῦ Γοργοϋπηκόου, καὶ
καθ· οἱανδήποτε ἄλλην ὥραν ὁπότε παραστῇ ἀνάγκη, ἡ ἔλθῃ προσκυνητής τις. Ἐν δὲ
τῇ ἑσπέρᾳ ἑκάστης Τρίτης καὶ Πέμπτης μετὰ τὴν ἀπόλυσιν τοῦ Ἑσπερινοῦ ποιεῖ ὁ
ἐφημέριος εὐλογητὸν ἐν τῷ Καθολικῷ Ναῷ καὶ οὕτως ἐξερχόμενοι οἱ Πατέρες κατὰ
τάξιν ἀπέρχονται ἔμπροσθεν τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, ἔνθα ψάλλεται
κοινὴ παράκλησις παρὰ τῶν διατεταγμένων τῆς Μονῆς ψαλτῶν, ὁ δὲ ἐφημέριος
μνημονεύει πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν, προσδεόμενος καὶ ὑπὲρ
εἰρήνης τοῦ σύμπαντος κόσμου. Εἰς δὲ τὸ Παρεκκλήσιον τῆς Γοργοϋπηκόου τελεῖται
τακτικῶς δίς τῆς ἑβδομάδος Λειτουργία, καὶ ὅταν παραστῇ ἄλλη τίς ἀνάγκη· ἐπίσης
καὶ Ἀγρυπνίαι συνήθως τελοῦνται ὑπὲρ τῶν εὐσεβῶν χριστιανῶν. Πλεῖστα ἀναθήματα
καὶ ἀφιερώματα τῶν εὐσεβῶν ἐπὶ τῆς ἁγίας Εἰκόνος μαρτυροῦσι τὰ πολλὰ θαύματα
Αὐτῆς, καὶ τὰς μεγάλας ἀντιλήψεις, ἂς ἐν ἑκάστῳ κρισίμῳ στιγμῇ εἰς τοὺς
ἐπικαλουμένους ταύτην ἐνδείκνυται συμπαθῶς. Ἀλλὰ καὶ αἱ πολυτελεῖς καὶ ἀργυραὶ
Αὐτῆς κανδῆλαι περιτράνως τοῦτο βεβαιοῦσιν, ἐξ ὧν ἕξ εἰσιν ἀκοίμητοι, ὧν τὸ
ἔλαιον ἀποστέλλεται κατ’ ἔτος παρὰ ἕξ εὐλαβῶν προσκυνητών, οἵτινες πολλάκις
ἐλυτρώθησαν ἀπὸ ποικίλους κινδύνους, ἐπικαλούμενοι τὴν θαυματουργὸν
Γοργοϋπήκοον.
Ἀλλὰ τίς δύναται νὰ διηγηθῇ λεπτομερῶς καθ᾿ ἕν τὰ
ἐξαίσια ὡς ἀληθῶς θαύματα, ἅτινα ἐνήργησε καὶ ἐνεργεῖ καθ᾿ ἑκάστην ἡ Κυρία ἡμῶν
Γοργοϋπήκοος εἰς τοὺς ἐπικαλουμένους Αὐτὴν εἰς βοήθειαν; Καθότι Αὕτη
ἀναδειχθεῖσα ὡς ἄλλη Κολυμβήθρα Σιλωάμ, τυφλοὺς ὠμάττωσε, χωλοὺς ἀνώρθωσε,
παραλύτους συνέσφιγξε, κατ’ ἐξοχὴν τὰς στειρευούσας μητέρας ἐποίησεν, ἐκ
ναυαγίου κινδύνου πολλοῖς διεφύλαξεν, αἰχμαλώτους ἠλευθέρωσε, τὰς ἀκρίδας
πολλάκις ἀπεδίωξε καὶ κατηφάνισε, καὶ ἄλλας ἀπείρους θαυματουργίας ἐποίησε καὶ
ποιεῖ εἰς τοὺς μετ’ εὐλαβείας καταφεύγοντας εἰς τὴν θερμοτάτην ἀντίληψιν Αὐτῆς.
Ἧς ταῖς ἀκοιμήτοις πρεσβείαις καὶ μητρικαῖς ἱκεσίαις Λόγε, Θεοῦ Σοφία καὶ
Δύναμις, συμπαθῶς καμπτόμενος, ἐλέησον καὶ σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος
Θεός. Ἀμήν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Ὁδηγητρίας, τῆς παραδόξως ἐκ τῆς
τοῦ Βατοπεδίου Ἱερᾶς Μονῆς, πρὸς τὴν Ἱερὰν Μονὴν τοῦ Ξενοφώντος ἀφιχθείσης, τῇ
βουλήσει τῆς Ἀχράντου Θεομήτορος.
Θηΐη ἱρή, ὄπα θεοκύμονος,
ἶκεν ἐκτόπως, θαρσεῦσαι ἡμέων ψυχάν.
Ἡ Θεομητορικὴ αὕτη Εἰκὼν εὑρίσκετο ἐξ ἀμνημονεύτων
χρόνων, εἰς τὴν Ἱερὰν καὶ Βασιλικὴν Μονὴν τοῦ Βατοπεδίου, ἐντὸς τοῦ Καθολικοῦ,
ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, καὶ κατὰ τὸ 1730 ἔτος, παραδόξως ἐγένετο
ἄφαντος τῶν θυρῶν κεκλεισμένων, καὶ ἐκρύβη οὐ μόνον ἐκ τῆς Ἐκκλησίας, ἀλλὰ καὶ
ἐξ αὐτῆς τῆς Μονῆς. οἱ δὲ Πατέρες τῆς τοῦ Βατοπεδίου, τὴν θαυματουργίαν ταύτην
τῆς Θεομήτορος, ὡς ἱεροσυλίαν τινὰ νομίσαντες, ἤρξαντο τὴν περὶ αὐτῆς ἐντὸς τῆς
Μονῆς ἀναζήτησιν, ὅτε αἴφνης διεδόθη ἡ φήμη, ὅτι ἡ Ἁγία Εἰκὼν εὑρέθη ἐν τῇ Ἱερᾷ
μονῇ τοῦ Ξενοφώντος, τῇ κειμένι ἐν διαστήματι τριῶν ὡρῶν ἐκ τῆς του Βατοπεδίου
Μονῆς. Ὅθεν, ἄνευ βραδύτητος ἀπέστειλον ἀνθρώπους τινὰς ἵνα μετακομίσωσιν αὐτὴν
ἐκεῖθεν, εἰς τὰ ἴδια, ὅπερ καὶ ἐγέντο. Οὕτως οὖν μετεκομίσθη ἡ Ἁγία Είκὼν εἰς
τὴν τοῦ Βατοπεδίου, καὶ ἐτέθη ἐκ νέου εἰς τὴν ἰδίαν αὐτῆς θέσιν, καὶ ἐπομένως
ἐλήφθησαν μέτρα αὐστηρότατα εἰς προφύλαξιν καὶ ἀσφάλειαν, ὁποίαι οὐδέποτε
πρότερον ἐλήφθησαν. Ἀλλὰ καὶ μ’ ὅλα ταῦτα, ἡ σεβάσμιος αὕτη Εἰκών, μετὰ τῆς
ἰδίας ἀσφαλείας, ἤγουν τῶν θυρῶν καὶ σφραγίδων ἀσφαλῶς ἐχόντων, καὶ μετέβη
θαυμασίως πρὸς ὅν ἐξελέξατο ἱερὸν τόπον εἰς τὴν τοῦ Ξενοφώντος.
Μετ’ ὀλίγης οὖν ὥρας παρέλευσιν, ἐλθόντες οἱ ἀδελφοὶ
τοῦ Βατοπεδίου ἐν τῷ Ναῷ, καὶ πάλιν τὸν τόπον ὅπου ἡ ἱερὰ ἵστατο Εἰκὼν κενὸν
θεασάμενοι, ἐπιστώθησαν τὴν ἑκούσιον τῆς Θεοτόκου καὶ θαυμαστὴν ἀπ’ αὐτῶν
ἀναχώρησιν, ἅμα δὲ καὶ τὴν πρὸς τὸ ἴδιον μέρος αὐτῆς μετάβασιν, πληροφορηθέντες,
δὲν ἔκριναν εὔλογον τὸ νὰ ἐναντιωθῶσιν ἔτι εἰς τὴν τὰς Θεοτόκου ἀπόφασιν, ἀλλ’
ἅπαντες ὁμοθυμαδὸν συνέδραμον εἰς τὴν αὐτῆς προσκύνησιν. Καὶ εἰς ἀνάμνησιν τῆς
θαυματουργίας ταύτης, ἀπεφάσισαν ἅπαντες ἵνα κομίζωσιν αὐτῇ εἰς τὴν τοῦ
Ξενοφώντος κηροὺς καὶ ἔλαιον, ὅπερ καὶ ἐποίουν ἐπὶ διαστήματι πολλῶν ἐτῶν. Μετὰ
δὲ ταῦτα οἱ τῆς τοῦ Ξενοφώντος ἀδελφοί, ἐμπόδισαν αὐτοὺς τοῦ νὰ ποιῶσι τοῦτο.
Ἡ Ἁγία αὕτη Εἰκών, εὐρίσκεται ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ
τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, ὡς πρὶν καὶ ἐν τῷ τοῦ Βατοπεδίου Καθολικῶ.
Ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως τῶν Ἑλλήνων, εἷς Ὀθωμανὸς
ἠθέλησε νὰ ἐμπαίξῃ τὴν Ἁγίαν ταύτην Εἰκόνα, ἀλλ’ ἀμέσως ἐτιμωρήθη διὰ τὴν ἰδίαν
του ἀνοησίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἀγίου Ἀποστόλου Ἀνανίου.
Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,
Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις.
Εἰς τὰ μέρη τῆς Ἀνατολῆς ἦτον ἡγεμὼν ἄνθρωπος τύραννος
σκληρὸς ὀνόματι Λουκιανός, ὅστις εἶχε πολλὴν ὀργὴν κατὰ τῶν χριστιανῶν, διὰ νὰ
φανῇ πρὸς τὰ προστάγματα τῶν βασιλέων τὰ παράνομα καὶ ἀσεβῆ εὐσεβὴς καὶ
ὑπήκοος. Ὅσοι λοιπὸν ὡμολόγουν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν Θεὸν ἀληθῆ, τοὺς
ἐτιμώρει δι’ ἀσπλάγχνων ὑπηρετῶν μὲ διάφορα κολαστήρια. Οἱ ὁποῖοι ὑπηρέται
ἐτιμώρουν ἄλλους μὲν εἰς τὸ πῦρ καταφλέγοντες, καὶ εἰς τοὺς ποταμοὺς καὶ
θαλάσσας βυθίζοντες· ἄλλους δὲ βορὰν τῶν θηρίων προδίδοντες· καὶ ἄλλους
ποικιλοτρόπως καὶ ἀπανθρώπως βασανίζοντες. Κατ’ ἐκεῖνον τὸν καιρὸν εὑρίσκετο
καὶ οὗτος ὁ Ἅγιος Ἀνανίας ὁ Ἀπόστολος ἐκ πόλεως Δαμασκοῦ, καὶ εἶπε πρὸς αὐτὸν ὁ
Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτόν·
Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ
Ἰούδα, Σαῦλον ὀνόματι Ταρσέα. Ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα
ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ
ὁ Ἀνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνθρώπου τούτου, ὅσα κακὰ ἐποίησε
τοῖς Ἁγίοις Σου ἐν Ἱερουσαλήμ. Καὶ ᾦδε ἔχει ἐξουσίαν παρὰ τοῦ Ἀρχιερέως δῆσαι
πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά Σου. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πορεύου,
ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά Μου ἐνώπιον ἐθνῶν,
καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ
ὀνόματός μου παθεῖν. Ταῦτα μὲν εἶπε πρὸς τὸν Ἀνανίαν ὁ Κύριος.
Ὁ δὲ Σαῦλος, ἡμέρας ὀλίγας πρότερον εἶχε μῖσος πολὺ
πρὸς τοὺς Μαθητὰς τοῦ Κυρίου, προσελθὼν δὲ τῷ Ἀρχιερεῖ, ᾐττήσατο παρ’ αὐτοῦ
ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως, ἐὰν τινὰς εὕρῃ καθ’ ὁδὸν
ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Ἐν ῷ δὲ ἐπορεύετο, καὶ
προσήγγιζε τῇ Δαμασκῷ, ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ
πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαούλ, Σαούλ, τί με διώκεις;
Εἶπε δέ· Τίς εἶ, Κύριε; Ὁ δὲ Κύριος εἶπε· Ἐγὼ εἰμὶ Ἰησοῦς, ὅν σὺ διώκεις,
σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Τρέμων τε καὶ θαμβῶν εἶπε· Κύριε, τί με
θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος εἶπε πρὸς αὐτόν· Ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν
πόλιν, καὶ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν. Οἱ δὲ ἄνδρες, οἱ συνοδεύοντες
αὐτῶ, ἵσταντο ἔκθαμβοι, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη
δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε.
Χειραγωγοῦντες δὲ αὐτόν, εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἧν ἡμέρας τρεῖς μὴ βλέπων,
καὶ οὐκ ἔφαγεν, οὐδὲ ἔπιεν.
Τότε, ἔφθασεν ὁ Ἀνανίας, καὶ ἔβαλεν ἐπ’ αὐτὸν τὰς
χεῖράς του λέγων· Σαούλ, ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, ὅπως ἀναβλέψῃς καὶ
πλησθῇς Πνεύματος Ἁγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ
λεπίδες, ἀνέβλεψε τε παραχρήμα, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν
ἐνδυναμώθη.
Οὕτω μὲν οὖν χειραγωγήσας ὁ Ἀνανίας τὸν Μέγαν Παῦλον
ἐν ἔτει 36 πρὸς τὴν ἀλήθειαν, καὶ φωτίσας τὰ τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος
ὄμματα, καὶ βαπτίσας αὐτὸν τῷ γ΄ ἔτει μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου, κατὰ τοὺς
ἀκριβεστέρους χρονολόγους, ἀπῆλθεν ἔπειτα εἰς τὴν Βηθαγαυρῆν τῆς
Ἐλευθερουπόλεως, κηρύττων τὸ Ἅγιον Εὐαγγέλιον, καὶ ὡς ἔμπειρον ἀλιεὺς ἔσυρε διὰ
τῶν δικτύων τῆς διδασκαλίας του πολλοὺς πρὸς τὴν εὐσέβειαν. Τοῦτο μαθόντες οἱ
υἱοὶ τοῦ σκότους, ἔδεσαν καὶ ἀπήγαγον αὐτὸν εἰς Λουκιανὸν τὸν ἡγεμόνα τῆς
πόλεως, ὁ ὁποῖος βλέπων αὐτὸν εἰς τὴν ὄψιν ὡραῖον, εἰς τὴν γλῶσσαν σοφὸν καὶ ῥήτορα,
καὶ εἰς τὰ ἤθη συνετόν, γνωστικὸν καὶ πεπαιδευμένον, ἐθαύμασε, καὶ κρύπτων τὴν
φυσικὴν ἀγριότητα, ὑποκείνεται χρηστότητα, λέγων αὐτῶ μετὰ πολλῆς ἱλαρότητος·
Ποίησον Ἀνανία τὸ πρόσταγμά μου, διότι πρὸς τὸ συμφέρον σου σὲ συμβουλεύω, καὶ
ἀρνήσου τὸν Ἐσταυρωμένον, προσκύνησον τοὺς ἡμετέρους θεούς, καὶ μὴ θελήσῃς νὰ
γένῃ ἡ ἀξιοθέατός σου ὡραιότης πυρὸς παρανάλωμα. Ὁ δὲ ἀπεκρίνατο· Ἐγὼ προσκυνῶ
τὸν ἀληθινὸν Θεόν, τοῦ ὁποίου ὑπηρέτης καὶ διάκονος ἐγενόμην, χειραγωγήσας τὸν
Μέγαν Παῦλον πρὸς τὴν εὐσέβειαν, ὅστις καὶ Σαῦλος ὠνομάζετο πρότερον, περιπατῶν
εἰς τὸν σάλον τῆς ἀγνωσίας καὶ κλύδωνα. Ἀλλὰ τώρα ἦλθεν εἰς τὸν λιμένα τῆς τοῦ
Χριστοῦ πίστεως, γινώσκων ὡς πάνσοφος τὴν ἀλήθειαν. Ὁ δὲ ἡγεμὼν λέγει αὐτῷ·
Θαῤῥῶ, ὅτι ἐλπίζω εἰς τὴν δύναμίν σου καὶ μεγαλειότητα, νομίζεις ὅτι δὲν θὰ
φοβηθῇς τὸ δριμὺ τῶν κολάσεων, διὰ τοῦτο ἐτράπη εἰς ἀγνωσίαν ἡ γνῶσίς σου, καὶ
ἡ φρόνησίς σου εἰς κουφότητα. Ταῦτα ἀκοὺσας ὁ τῆς ἀληθείας διδάσκαλος, ὕψωσε
πρὸς οὐρανὸν τὰς χεῖρας καὶ ὄμματα, λέγων · Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς τῶν δυνάμεων,
μὴ ἀφήσῃς νὰ μὲ βάλῃ ὁ ἐχθρὸς εἰς τὰ δίκτυά του, ἀλλ’ ἀξίωσόν με νὰ πάθω διὰ τὸ
ὄν0ομά σου, νὰ γίνω κοινωνὸς τοῦ Παύλους εἰς τὴν Οὐράνιον Βασιλείαν Σου, νὰ
λάβω καὶ ἐγὼ μὲ τους λοιποὺς μαθητάς σου τὸν στέφανον τῆς ἀθλήσεως. Ταῦτα
εὐξάμενος ἐγύμνωσαν, καὶ ἔδερον αὐτὸν ἀνηλεῶς λέγοντες· Ὑπάκουσον εἰς τὰ
βασιλικὰ προστάγματα, θυσίασον τοῖς θεοῖς, νὰ λυτρωθῇς τῶν κολάσεων. Ὁ δὲ Ἅγιος
προσηύχετο νοερῶς, ὑπομένων ἀνδρείως τὰ λυπηρὰ σιωπηλὸς καὶ ἀτάραχος. Καὶ ὅταν
ἀπέκαμον οἱ ὑπηρέται ῥαβδίζοντες, τότε κατέβασαν αὐτόν, καὶ ἄρχεται πάλιν νὰ
κολακεύῃ αὐτὸν ὁ ἡγεμὼν λέγων· Λυπήθητι τὴν ζωήν σου, καὶ μὴ θελήσῃς νὰ
ἀπολεσθῇ ἡ ὡραιότης σου, διότι, μὰ τοὺς θεοὺς αὐτούς, πικροτέρας κολάσεις θέλω
δώσει, καὶ χαλεπώτερα παιδευτήρια. Ὁ δὲ Ἅγιος ἔχων εἰς τὴν καρδίαν του ἔνθεον
ἔρωτα, ἀπεκρίθη γενναίως, καὶ λέγει αὐτῷ· Δὲν ἐντρέπεσαι ἄθλιε, ποτὲ μὲν νὰ μὲ
μαστίζῃς, ποτὲ δὲ νὰ μὲ κολακεύῃς, ὥσπερ νὰ ἦμουν βρέφος μωρὸν καὶ ἄγνωστον;
Ἤξευρε βέβαια, ὅτι οὐ μόνον ἐγὼ δὲν θὰ θυσιάζω ποτὲ εἰς τοὺς δαίμονας, καὶ ἄν
μοῦ δώσῃς ὅλα τοῦ κόσμου τὰ παιδευτήρια, ἀπαίδευτε, ἀλλὰ καὶ ὅσους δυνηθῶ ἀπὸ
ὑμᾶς θέλω ποιήσει νὰ ἐπιστρέψουν πρὸς τὴν εὐσέβειαν. Ταῦτα ἀκούσας ὁ ἄδικος
δικαστὴς ἐθυμώθη, καὶ προστάσσει νὰ γυμνώσουν αὐτόν, καὶ νὰ τὸν ἐκσχίζουν ὅλον
τὸ σῶμα αὐτοῦ μὲ σιδηρὰ ὀνύχια, καὶ μὲ λαμπάδας πυρὸς νὰ τὸν κατακαίουν, διὰ νὰ
ἀναλυθῶσιν ὀλίγον κατ’ ὀλίγον αἱ σάρκες αὐτοῦ, νὰ αἰσθανθῇ ἔως τῆς καρδίας τὸν
πόνον καὶ βάσανον. Ἀλλ’ ὁ Ἅγιος, τοὺς μὲν ἐκσχισμοὺς τῶν σιδήτωρ εἰς οὐδὲν
ἐλογίζετο ἀλλ’ ὡσὰν νὰ ἔπασχεν ἄλλος οὕτως ἐφαίνετο. Τὸ δὲ πῦρ αὐτὸν μὲν
ἐδρόσιζε, τοῦ δὲ τυράννου τὴν καρδίαν μᾶλλον ἐφλόγιζε, καὶ ὠργίζετο ὁ ἀσύνετος
λέγων· Ἕως πότε δὲν ὑποτάσσεσαι εἰς τὸ βασιλικὸν πρόσταγμα, νὰ τιμήσῃς καὶ σὺ
τοὺς θεοὺς τοὺς ὁποίους σέβομαι; Ὁ δὲ Ἅγιος λέγει εἰς αυτόν· Τί περιστρέφεις τὰ
ἴδια λόγια, καὶ περιτριγυρίζεις, ὡς τὰ παιδία παίζουν εἰς τὸ χωράφιον; Γίνωσκε
βέβαια καὶ ἀλάθητα, ὅτι οὔτε διὰ δωρεῶν, οὔτε δι’ ἀπειλῶν, οὔτε δὲ ἄλλον τινὰς
τρόπον, θέλεις δυνηθῆ νὰ μὲ νικήσῃς τελείως. Μάλιστα, λυποῦμαι καὶ κλαίω πικρῶς
καὶ διὰ τὴν ἀπώλειάν σου, καθόσον δέν σε φθάνει νὰ εὑρίσκεσαι εἰς τὴν πλάνην
μόνος ἐσύ, ἀλλὰ καὶ τοὺς ἄλλους βιάζεις νὰ βυθίσῃς εἰς τὴν ἀσέβειαν. Δὲν
ἠξεύρεις ὅτι τὰ εἴδωλα ἅτινα σέβεσθε εἶναι ξύλα, λίθοι, καὶ μέταλλα, ἀπὸ
ἀνθρώπους γενόμενα; Πόση ἀτοπία εἶναι λοιπὸν καὶ ἀσέβεια νὰ προσκυνῆτε ἀντὶ τοῦ
Δημιουργοῦ τὸ κτίσμα καὶ δημιούργημα; Καὶ τίς ἔχων γνώσιν θέλει προσκυνήσει τὰ
ἔργα τῶν χειρῶν αὐτοῦ πώποτε; Ἐθυμώθη εἰς ταῦτα ὁ τῆς ἀπωλείας ὑπόδουλος, καὶ
ἐπειδὴ δὲν εἶχε πλέον ἐλπίδα τινα εἰς ἑαυτόν, προσέταξε νὰ ἐκβάλωσιν αὐτὸν ὁ τῶν
λίθων ἀναισθητότερος. Ὁ δὲ Ἅγιος ἀπερχόμενος νὰ λάβῃ ἐν τῷ διατεταγμένῳ τόπῳ
τὸν θάνατον, ἔλεγε ταῦτα εἰς ἔλεγχον τῶν παρανόμων ἐννόμως εὐχόμενος· Ἄς
ἀπολεσθοῦν οἱ θεοί, οἵτινες δὲν ἔκαμαν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν
θάλασσαν. Καθ’ ὅν χρόνον ἐλίθαζον αὐτὸν διὰ πλήθους λίθων, εἶχε τὰς χεῖρας
ὑψωμένας πρὸς τὸν οὐρανὸν καὶ τὰ ὄμματα, λέγων· Δέξαι Κύριε μου, ὁ Βασιλεὺς τῶν
βασιλευόντων ὡς εὐπρόσδεκτον θυσίαν μου τὴν διὰ τῶν λίθων τελείωσιν, καὶ
συναρίθμησόν με μετὰ τῶν δούλων σου. Ταῦτα εἰπῶν, ἔλαβε τὸν μακάριον στέφανον
παρὰ Χριστοῦ τοῦ οὐρανίου Βασιλέως, νὰ βασιλεύσῃ μετ’ αὐτοῦ αἰωνίως. Τὸ δὲ
τίμιον αὐτοῦ καὶ μακάριον λείψανον ἐπῆραν τινὲς φιλομάρτυρες, καὶ ἐνεταφίασαν
αὐτὸ ἐν τῇ Δαμασκῷ, εἰς τὸν πατρικὸν αὐτοῦ κλῆρον λαμπρότατα εἰς δόξαν Πατρός,
Υἱοῦ καὶ Ἁγίου Πνεύματος, τῆς μιᾶς ἐν Τριάδι Θεότητος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν Κοντακίων.
Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,
Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.
Οὗτος ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ῥωμανός, κατήγετο ἐκ Συρίας,
πατρίδα ἔχων τὴν πόλιν Ἔμεσαν, ἡ ὁποία τώρα λέγεται τουρκιστὶ Ἐμς. Ἐχρημάτισε
δὲ καὶ διάκονος τῆς Ἐκκλησίας τῆς Βηρυττοῦ. Ἐκεῖθεν δὲ ἀνέβη εἰς Πόλιν κατὰ
τοὺς χρόνους Ἀναστασίου τοῦ βασιλέως ἐν ἔτει 496. Καὶ διέτριβεν εἰς τὸν ναὸν
τῆς Ὑπεραγίας Θεοτόκου τῆς ἐπιλεγομένης Κύρου μετὰ πάσης εὐλαβείας καὶ
σεμνότητος. Οὗτος λοιπὸν ποιῶν πολλάκις ἀγρυπνίαν εἰς τὸν ναὸν τῆς Θεοτόκου τῆς
ἐπιλεγομένης τῶν Βλαχερνῶν, πάλιν ἐπέστρεφεν εἰς τὸν ναὸν τῆς αὐτῆς Θεοτόκου
τὸν ἐν τοῖς Κύρου. Ὅθεν καὶ ἐκεῖ, εἰς τὸν ἐν τοῖς Κύρου δηλαδὴ ναόν, διατρίβων
ὁ Ὅσιος, ἔλαβε τὸ χάρισμα τοῦ νὰ συντάξῃ καὶ νὰ μελουργήσῃ τὰ τοῦ χρόνου ὅλου
κοντάκια, ἐφάνη δηλαδὴ εἰς αὐτὸν κατ’ ὄναρ ἡ Κυρία Θεοτόκος, καὶ δοῦσα εἰς
αὐτὸν ἕνα τόμον χάρτου, προσέταξεν αὐτῷ νὰ φάγῃ. Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ὁ
Ὅσιος, ἐφάνη ὅτι κατέπιεν αὐτόν. Καὶ λοιπὸν ἔξυπνος γενόμενος, ἀνέβη ἐπάνω εἰς
τὸν ἄμβωνα καὶ ἤρχισε νὰ ψάλλῃ τό· Ἡ
Παρθένος σήμερον.... Ἦτον δὲ ἡ ἑορτὴ τῶν Χριστουγέννων. Ποιήσας λοιπὸν καὶ
εἰς τὰς λοιπὰς ἑορτὰς ἀλλὰ δὴ καὶ εἰς Ἁγίους, κοντάκια ὑπὲρ τὰ χίλια καὶ
εὐλαβῶς καὶ ὁσίως διανύσας τὴν ζωήν του, πρός Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων
Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν
μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως.
Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα,
Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.
Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας,
Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.
Οὗτοι οἱ Ἅγιοι ἦσαν κατὰ τοὺς χρόνους τῆς βασιλείας
Κωνσταντίνου καὶ Εἰρήνης ἐν ἔτει ψπ΄ (780), κατοικοῦντες εἰς μοναστήριον
ὀνομαζόμενον Ζώβη, τὸ ὁποῖον ἦτον παρὰ τὴν Σεβαστούπολιν. Ἐπειδὴ δὲ τότε ὁ
Ἀμηρᾶς τῶν Ἀγαρηνῶν, Ἀλείμ, ἐπολέμει τὴν χώραν ἐκείνην, συνέλαβε καὶ τούτους
τοὺς Ἁγίους Πατέρας, καὶ παρεκίνει αὐτοὺς νὰ ἀρνηθῶσι τὴν πίστιν τοῦ Χριστοῦ. Ὁ
δὲ ὁσιώτατος ἡγούμενος Μιχαήλ, τὸν μὲν ἀσεβῆ ἐκεῖνον γενναίως ἤλεγξε καὶ
κατῄσχυνε, τοὺς δὲ ὑποτασσομένους εἰς τὸν ἑαυτόν του μοναχοὺς παρεκίνησε καὶ
ἐθαῤῥύνε, διὰ νὰ ὑπομείνωσι ἀνδρείως τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὅθεν τοσαύτην
γενναιότητα ἔδειξαν οἱ ἀοίδιμοι, ὥστε αὐτοὶ πρῶτοι ἔκλιναν τὰς κεφαλάς των
ὑποκάτω τοῦ ξίφους καὶ ἀπεκεφαλίσθησαν. Ἔπειτα ὁ πανόσιος αὐτῶν ἡγούμενος
Μιχαήλ, ξίφει καὶ αὐτὸς ἀπετμήθη τὴν κεφαλήν. Καὶ οὕτω πρὸς ὅν ἐπόθουν Χριστὸν
οἱ μακάριοι ἐξεδήμησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου.
Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων,
Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.
Οὗτος ἦτον ἐκ τῆς μεγαλοπόλεως Θεσσαλονίκης ἐν ἔτει
σπ΄ (280). Ὅτε δὲ ὁ Μαξιμιανὸς ἔκτιζε βασιλικὰ παλάτια εἰς τὴν πόλιν αὐτήν,
τότε ἐπιάσθη καὶ ὁ Ἅγιος οὗτος ὡς χριστιανὸς καὶ κήρυξ τῆς εὐσεβείας, καὶ
παρεστάθη εἰς τὸ νῆμα τὸ βασιλικόν. Παρασταθέντος δὲ αὐτοῦ, λέγει πρὸς αὐτὸν ὁ
Μαξιμιανός· Διατὶ σὺ τολμᾷς νὰ ὁμολογῇς ἄλλον Θεόν, ἐνῷ ὁ βασιλεὺς τιμᾷ καὶ
ὁμολογεῖ τοὺς παλαιοὺς θεοὺς τῶν πατέρων αὐτοῦ; Ἀνίσως λοιπὸν θέλῃς νὰ ζήσῃς,
θυσίασον εἰς τοὺς θεούς. Ἐπειδὴ δὲ ὁ Ἅγιος δὲν ἐπείθετο, προσέταξεν ὁ τύραννος
νὰ καταξεσχίσωσι τὸ σῶμα τοῦ Μάρτυρος· ὁ δὲ Μάρτυς καὶ τὴν βάσανον ταύτην
πάσχων, περιεγέλα τὸν τύραννον. Τούτου χάριν ἐπρόσταξεν ὁ δυσσεβὴς νὰ ἐκβάλωσι
τὸν Ἅγιον ἔξω τῆς πόλεως, καὶ ἐκεῖ νὰ θλάσωσι τὰ σκέλη αὐτοῦ. Ἀφ’ οὗ λοιπὸν
ἔκοψαν τοὺς πόδας αὐτοῦ, ἔμεινεν ἀκόμη ζωντανὸς ἑπτὰ ὁλοκλήρους ἡμέρας χωρὶς νὰ
φάγῃ τελείως. Καὶ οὕτως εὐχαριστῶν τῷ Κυρίῳ, παρέδωκεν αὐτῷ τὴν ψυχὴν ὁ
μακάριος.
Τη αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος
Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθω ἀσκήσας, καὶ ἒν
χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.
Οὐ λαμβάνει νόμισμα νῦν ἐν τοῖς ἄνω,
ὦ Γρηγόριε· ἀλλὰ δόξαν Κυρίου.
Οὗτος ὁ Ὅσιος Γρηγόριος ἦτο καὶ αὐτὸς τῆς Λαύρας
περίφημος ψάλτης, ὁ ὁποῖος ἡγουμενεύοντος τοῦ κυρίου Ἰακώβου τοῦ Πρικανᾶ, εἰς
τὴν αὐτὴν μεγίστην Λαύραν τοῦ Ἁγίου Ὄρους, ἔψαλλεν ἐν τῇ παραμονῇ τῶν Φώτων,
οὐχὶ τὸ · Ἄξιον ἐστί, ἀλλὰ τὸ Ἐπὶ σοὶ χαίρει, εἰς τὴν Λειτουργίαν. Ἐν τῷ τέλει
δὲ τῆς ἀγρυπνίας ὕπνωσειν ὀλίγον, καὶ ἰδοὺ βλέπει τὴν Δέσποινα ἡμῶν Θεοτόκον
ἱσταμένην ἐπάνωθεν αὐτοῦ, καὶ λέγουσαν· Δέξαι σου τὸ ψαλτικόν, ὦ Δομέστικε, καὶ
εὐχαριστῶ σοι πολλά. Καὶ τοῦτο εἰποῦσα, ἔδωκεν αὐτῷ ἰδιοχείρως ἕν φλωρίον, τὸ
ὁποῖον ἦτον κρεμασμένος εἰς τὴν Ἁγίαν Εἰκόνα τῆς Θεοτόκου, ἐν τῇ Μεγίστῇ Λαύρᾳ.
Καὶ οὕτως ἐτελειώθη ἐν εἰρήνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Σάββα τοῦ ἐν Βησερίᾳ θαυματουργοῦ Ῥώσσου.
Ταῖς τῶν Ἁγίων σου
πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Στάμνος
ἔμψυχος, ζωῆς τὸ μάννα φέρουσα, θυμιατήριον, τῆς εὐωδίας Θεοῦ, Ἀγγέλων
εὐπρέπεια, βροτῶν διάσωσμα, κόσμος πάγκαλος, τοῦ κοσμοπλάστου γέγονας, Παναγία
Θεοτόκε.
Κοσμοστήρικτε,
στύλε φωτοειδέστατε, γλυκεῖα θάλασσα, ἀνατολὴ χρυσαυγής, χλαμὺς τῆς θεότητος, ἡ
οὐσιώσασα, Λόγον Ἄναρχον, ἐκ πάσης περιστάσεως, τὴν Μονὴν ταύτην συντήρει.
Ἐγεώργηται,
ἀγεωργήτως Πάναγνε, ἐκ τῶν αἱμάτώ σου, ὁ Γεωργὸς τοῦ παντός, πολύχουν γεώργιον,
καινοποιούμενος, ἐν τῇ Ποίμνῃ σου, τὴν ἱερὰν Εἰκόνα σου, γεωργίαις ἀθανάτοις.
Πύλη
πάγχρυσε, δι’ ἧς βροτοῖς ὡμίλησεν, ὁ Ὑπερούσιος, τὰς τῆς ἀφθάρτου ζωῆς,
εἰσόδους χρηστότητι, καινοποιούμενος, ἀποστάλλαξον, ἡμῖν τῆς εὐσπλαγχνίας σου,
τὰς σταγόνας οὐρανόθεν.
Ἡ
ὑπέρφωτος, παστὰς τὸ ἐργαστήριον, ἐν ᾧ νενύμφευται, καὶ ἐμορφώθη Χριστός, ὅλος
τὸ ἡμέτερον, προευτρεπίζεται, ὅρμον ἄκλυστον, καὶ λῆξιν ἀδιάδοχον, τοῖς πιστῶς
Αὐτὴν τιμῶσι.
Τοῦ
Ὁσίου. Ἐν τῇ καμίνῳ.
Μέλι
καὶ νέκταρ, σὺν ἀμβροσίᾳ πᾶσι συμμονασταῖς, δέδωκας σὺ ψάλλων ζήλῳ ἐν θαυμαστῷ,
καὶ τοῖς πέρασιν ἐβρόντησας· Εὐλογητὸν Θεόν, δεῖ προσκυνεῖν καρδίᾳ καὶ
πνεύματι.
Πῶς
ἐξυμνήσω, τὸ γλυκοῤῥήμον στόμα τῶν μελωδῶν, ψήγματα χρυσοῦ ἐκφέρον διηνεκῶς,
καὶ προτέπων τοὺς ἀκούοντας· Εὐλογητὸν Θεόν, δεῖ προσκυνεῖν καρδίᾳ καὶ
πνεύματι.
Ῥήξας
σὺ πάλαι, παλατινοὺς δεσμούς τε καὶ μητρικούς, ῥέπων εὐσεβείας κάλλει ἤ τῇ
σαρκί, στεντορείως ἀνεκραύγαζες· Εὐλογητὸν Θεόν, δεῖ προσκυνεῖν καρδίᾳ καὶ
πνεύματι.
Θεοτοκίον.
Ὤ
Θεομῆτορ, σὺ ἐδωρήσω τρόπῳ θαυματουργῷ, ῥῶσιν Ἰωάννῃν μύστῃ σου θαυμαστῷ,
μελῳδήσαντι καὶ ᾄσαντι· Εὐλογητὸν Θεόν, δεῖ προσκυνεῖν καρδίᾳ καὶ πνεύματι.
Ἕτερος.
Παῖδες Ἑβραίων.
Κόσμος
ἐδείχθης ἐκκλησίας, μελιῤῥύτοις σου πονήμασι τρισμάκαρ, ᾗ καὶ νῦν τοῖς πιστοῖς,
τὴν τούτων μελῳδίαν, προτιθεμένη ασματα, τὸν δοτῆρα ἀναπέμπει.
Ὅλος
μετάρσιος ἐγένου, ὅλος ἔνθους τῷ Θεῷ συνηνωμένος, μελῳδῶν εἰς ἀεί, τὰ θεῖα
μεγαλεῖα, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὕλην
τὴν κάτω φθειρομένην, ἐβδελύξω ὥσπερ σκύμβαλα θεόφρον, καὶ ὑψώσας τὸν νοῦν,
πρὸς οὐρανὸν ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Κοίμισον
πάντα τοῦ νοός μου, τὰ ἰνδάλματα καὶ πάθη Θεοτόκε, ἵν’ ἐν γαλήνῃ ψυχῆς, τὸν
ὕμνον σοι προσφέρω, ἀναβοῶν τὸ χαῖρέ σοι, μετὰ τοῦ Αρχαγγέλου.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Γνώσεως
λαμπρᾶς ἠξιωμένος, Παρθένε ὁ Ἰωάννης ὁ μελίῤῤυτος, τῆς ζωῆς μετείληφε, τοῦ
καρποῦ δρεπόμενος, θεοσοφίας χάριτας, καὶ ᾶνακράζων σοι· χαρίτων χαῖρε εὔκαρπος
χώρα, ἐξ ἧς ᾠκοδομήθη, ναὸς τῷ Παντουργέτῃ.
Ἕστηκας
τοῦ Κτίστου δεξιόθεν, ἀΰλως πεποικιλμένη ὡς Βασίλισσα, νέμουσα λαμπρότητας,
νοεροῖς στρατεύμασι, καὶ τὸν σοφὸν Γρηγόριον, χρυσῷ νομίσματι, λαμπρῶς
ἀνυψουμένη, ὑμνοῦντα καὶ ὑπερυψοῦντά σε Κόρη εἰς αἰῶνας.
Ῥέουσι
χαρίτων αἱ λιβάδες, προῤῥέουσι χείμαῤῥοι τῆς δόξης σου, νάουσιν ἠδύπνοα,
παρθενίας νάματα, πηγάζουσι μυρίπνοα, ψυχῶν ἰάματα, ἀεὶ ἐκ τῆς σεπτῆς σου
Εἰκόνος, δι’ ἧς ἀναπολοῦμεν τὴν σὴν φωτοβολίαν.
Ἅρμα
φωτοφόρον πεφυκυΐα, Παρθένε τοῦ ἐπιβαίνοντος ἐν ἅρμασι, τῶν ἀΰλων τάξεων, ἅρμα
τῆς σῆς χάριτος, τὴν θείαν σου ἐμφέρειαν, ἡμῖν ἀνέδειξας, δι’ ἧς ἁρματηλάται ἐν
δόξῃ, σὺν τῷ Γρηγορίῳ, ὁ Ἰωάννης ὤφθη.
Τοῦ
Ὁσίου. Χεῖρας ἐκπετάσας Δανιήλ.
Σέλαϊ
Θεοῦ ἐφελκυσθείς, προσῆλθες Ὅσιε μονάσαι Ἄθωνι, σαρκὸς δὲ φρόνημα ἤλεγξας, καὶ
ὑπέταξας τῷ πνεύματι, ὡς εὐσεβείας ἐραστής, ψάλλων Θεῷ ἐκ καρδίας· Εὐλογεῖτε,
πάντα ἔργα Κυρίου τὸν Κύριον.
Ὕμνους
καὶ ᾠδὰς πνευματικάς, Θεῷ συνέθεσας καὶ ἐμελῳδησας, καὶ εὐηρέστησας ἄριστα, τῷ
Κυρίῳ Παντοκράτορι, ὡς μελῳδὸς καὶ ψαλμῳδός, ᾄδων αὐτῷ ἐν σοφίᾳ· Εὐλογεῖτε,
πάντα ἔργα Κυρίου τὸν Κύριον.
Μέλη
ἐξειργάσω σὺ ποτέ, τῇ Θεομήτορι καὶ σῇ προστάτιδι, καὶ καλλονὰς αὐτῆς ὕμνησας,
καὶ τὰ ἄπειρα χαρίσματα, ἥ, καὶ ἀντήμειψε ταχύ, ὅτε καὶ ἔμελψας πόθῳ·
Εὐλογεῖτε, πάντα ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Νέας
διαθήκης πληρωτήν, Θεὸς εἰσῴκισεν ἐν τῇ κοιλίᾳ σου, ὅς ἐν αὐτῇ κατεσκήνωσε, καὶ
τελείως ἀνεβλάστησε, ἄνθρωπος τέλειςο Θεός, ὅν κατιδοῦσα ἐβόας· Εὐλογεῖτε,
πάντα ἔργα Κυρίου τὸν Κύριον.
Ἕτερος.
Ἑπταπλασίως κάμινον.
Ὀλβιωτάτως
ὥδευσας, τὴν ὁδὸν τὴν ἀπάγουσαν, ἐν τοῖς οὐρανοῖς, τὴν τεθλιμμένην Ὅσιε,
σχολάζων ἐν δάκρυσι, καὶ προσευχαῖς καὶ στάσεσιν, ἀνυμνολογῶν, τὸν Λυτρωτὴν καὶ
Δεσπότην· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὑψοποιὸς
ταπείνωσις, προηγήθη σοι ἄριστα, τῇ τῶν ἀρετῶν, καταβληθείσῃ κλίμακα, ἐν ᾗ
ἐρειδόμενος, λαθεῖν βιῶσαι ἔσπευσας, ἀλλ’ ὁ παντεπόπτης, φανερόν σε ποιεῖται,
διὰ τῆς μελῳδίας, ἥ καὶ θρέμματα ταῦτα, διήγειρεν εἰς θάμβος, θεόφρον Ἰωάννη.
Ζῆν
ἐν Χριστῷ αἱρούμενος, τῶν παθῶν ἀπενέκρωσας, τὰς ἐπαναστάσεις, πόνοις τῆς
ἀσκήσεως, καὶ νῦν μεταβέβηκας, ἐν ἀκυμάντῳ Πάτερ ζωῇ, πᾶσι συγχορεύων, τῶν
Ἁγίων τοῖς δήμοις, καὶ μέλπων ἀνενδότως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Ἐν
προσευχαῖς τὸ ἄγρυπνον, ἐν νηστείαις τὸ εὔτονον, καὶ ἐν πειρασμοῖς, τὸ καρτερὸν
κτησάμενος, γνησίως ἐπόθησας, ἐν τῷ ναῷ οἰκεῖν τοῦ Θεοῦ, καὶ τῆς Παναχράντου,
παναμώμου Παρθένου, ἧς ψάλλων ἀνενδότως, τὰ σεπτὰ μεγαλεῖα, τὸ χαῖρε ἀνεβόας,
μετὰ τοῦ Ἀρχαγγέλου.
Θεοτοκίον.
Εὐλογημένη
Πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον, Θεὸν
ἡ κυήσασα, τὸν ἐπὶ πάντων Κόρη Ἁγνή, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ὅν
παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαὸς ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Στέφος
εὐπρεπές, καὶ θεῖον διάδημα, τὴν σὴν ἐμφέρειαν, ἡ τοῦ σου θεράποντος, Ἀθανασίου
μονὴ κατέχουσα, τοῖς θαύμασί σου Δέσποινα, καταστολίζεται, ὥσπερ νύμφη, πίστει
ἐκβοῶσά σοι· Χαῖρε σκέπη ἡμῶν καὶ κραταίωμα.
Ἴαμα
ψυχῶν, καὶ θεῖον καθάρσιον, βλυστάνει Ἄχραντε, ὡς κρουνὸς σωτήριος, ἐκ τῶν
ἀσύλων πηγῶν τοῦ Πνεύματος, Εἰκών σου ἡ ὑπέρλαμπρος, Ἧ παρισταμένοι ἐκβοῶμεν·
Χαίροις Ἀειπάρθενε, ἡ τοῦ Ἄθω φρουρὸς καὶ ὑπέρμαχος.
Μύρον
τῆς ζωῆς, σκηνῶσαν Πανάμωμε ἐν τῇ κοιλίᾳ σου, μυροθήκην ἔδειξε, τοῦ τῆς Τριάδος
πλούτου σε ἄσυλον, δι’ οὗ καινοποιούμεθα, τῇ προμηθείᾳ σου, ἐκβοῶμεν· Χαίροις
Ἀπειρόγαμε, τοῦ τῆς Λαύρας σεμνείου ἀντίληψις.
Ὅλην
μου πρὸς σέ, Πανύμνητε τίθημι, τὴν προσδοκίαν μου, καὶ τὰ τῆς ἐλπίδος μου,
ἐκλυτρωθείην οὖν πάσης θλίψεως, ταῖς Μητρικαῖς πρεσβείαις σου, πρὸς τὸν
Φιλάνθρωπον, ἐκβιᾷ σοι, τοῦ Ἀθανασίου νῦν, ἡ περίδοξος Λαύρα θεόνυμφε.
Ὕψωσον
ἡμῶν, τὸν βίον Πανύμνητε, πρὸς τὰ θελήματα, τοῦ ἐξαναγτείλαντος, ἀπειρογάμως ἐκ
τῆς νηδύος σου, ἡ πάλαι καταυγάσασα τοὺς Σὲ ὑμνήσαντας Ἰωάννην, ἅμα καὶ
Γρηγόριον· Ὧν εὐχαῖς τήνδε Μάνδραν περίσωζε.
Τοῦ
Ὁσίου. Λίθος ἀχειρότμητος.
Ἥλιος
χρυσάκτινος ὤφθης, ὦ Ἰωάννη Κουκουζέλη, καὶ κατοικητήριον ὄντως Θεοῦ, ἐγένου
σεμνοπρεπῶς βιώσας, εἰς Ὄρος ἁγιώνυμον, ὅθεν σὲ πάντες μακαρίζομεν.
Σῶμα
καὶ ψυχὴν καὶ τὰ πάντα, σὺ ἀφιέρωσας Κυρίῳ, καὶ ἐν προθυμίᾳ πολλῇ ἀσκηθείς,
μετήχθης εἰς οὐρανίους δόμους, ἔνθα ἐνδιαιτώμενος, ὁρᾷς Θεοῦ μακαριότητα.
Ὤ,
κεχρυσωμένε τὸ στόμα, καὶ τὴν ψυχὴν καὶ τὴν καρδίαν. Νέος ἀνεφάνης σὺ ὄντως
Δαβίδ, μελίσας καὶ ἐμμελῶς διδάξας, διὸ εὐγνωμοῦμέν σε, καὶ κατὰ χρέος μακαρίζομεν.
Θεοτοκίον.
Ὤφθης
Χερουβὶμ ἀνωτέρα, καὶ Σεραφὶμ ἐνδοξοτέρα, ὅτι ὁ ἀχώρητος ὄντως Θεός, ἐν μήτρᾳ
σου ἐχωρήθη ὅλος, διὸ καὶ ἐκπληττόμενοι, ὡς Θεοδόχον μεγαλύνομεν.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Λιμένι
προσωρμίσθης τῷ γαληνῷ, καὶ ἁγίοις χοροῖς συνηρίθμησαι, ἐν οὐρανοῖς, ἔνθα τῶν
Ἀγγέλων αἱ νοεραί, ταξιαρχίαι μέλπουσιν, αἶνον τὸν τρισάγιον τῷ Θεῷ, μεθ’ ὧν
ἀδιαλείπτως, μνημόνευε τρισμάκαρ, ἡμῶν τῶν πόθῳ μεμνημένων σου.
Ἡμέραν
ἑορτάσιμον ἄγει νῦν, ἡ ἐν Ἄθωνι Λαύρα γεραίρουσα, τὴν εὐκλεῇ, μνήμην χαριτώνυμε
μελῳδέ, ἐν κόλποις γὰρ κατέχουσα, τὴν σεπτήν σου κάραν ὡς θησαυρόν, ἀδάπανον
δοξάζει, τὸν σὲ ἐν ἀληθείᾳ, τῇ ἁγιότητι δοξάσαντα.
Συνήφθης
τῶν Ἀγγέλων ταῖς στρατιαῖς, πολιτείαν σαφῶς τὴν ἰσάγγελον, καὶ ἀγωγήν, Πάτερ ὡς
ζηλώσας ἐπὶ τῆς γῆς, καὶ νῦν φωτὸς τρανώτερον, θείου ἐμφορούμενος ἐκτενῶς, μὴ
παύσῃ ἱκετεύων, τὸν μόνον ζωοδότην, ὑπὲρ τῶν πίστει εὐφημούντων σε.
Συνόμιλος
Ὁσίων δυὰς σεπτή, μελῳδῶν ξυνωρὶς ἡ θεόληπτος, τὰ μουσικά, ὄργανα ᾀσμᾳτων
θεοπρεπῶν, κιθάραι αἱ μελίῤῥυτοι, ὕμνοις εὐφημείσθωσαν ἱεροῖς, ὁ θεῖος Ἰωάννης,
καὶ Γρηγόριος ἅμα, Ἀθωνίτιδος Λαύρας τὸ καύχημα.
Θεοτοκίον.
Δουλείας
με ἀπάλλαξον τῶν παθῶν, τὸν Σωτῆρα Χριστὸν ἡ κυήσασα, καὶ σκοτασμοῦ, τῶν
ἁμαρτιῶν μου ὡς ἀγαθή, ἐν σκότει γὰρ κατάκειμαι, τῶν παραπτωμάτων ἐλεεινῶς, καὶ
πλὴν σοῦ προστασίαν, βεβαίαν καὶ ἐλπίδα, ἄλλην οὐ κέκτημαι Θεόνυμφε.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Χαλκιδικὴ
σεμνύνεται, Ἄθως πανηγυρίζει, Λαύρα μεγίστη γάνυται, ἐν τῇ σεπτῇ σου μνήμῃ, ὦ
Ἰωάννη τρισμάκαρ, μαϊστόρων ἀκρότης, τῶν δομεστίκων καύχημα, Δυῤῥαχίου ὁ γόνος,
ὁ ἐκλεκτός, μοναστῶν ἁπάντων δόξα καὶ κλέος, τῶν ὑμνῳδῶν καλλώπισμα, μύστα τῆς
Θεοτόκου.
Ἕτερον.
Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐν
ὕμνοις καὶ δεήσεσιν, ἀνενδότοις σχολάζων, καὶ πόνοις τῆς ἀσκήσεως, κατατρυχὼν
τὸ σῶμα, τὸ χεῖρον καθυπέταξας, νουνεχῶς τῶ κρείττονι, καὶ ἔλαμψας θεοφόρε, τῷ
χορῷ τῶν αἰνούντων, τὸν Θεὸν διηνεκῶς, ὠς ἥλιος σελασφόρος.
Θεοτοκίον.
Τοῦ
ὑπὲρ νοῦν σου τόκου, τὸ παράδοξον θαῦμα, ἐκπλήττει πᾶσαν ἕννοιαν, καὶ βροτῶν
καἰ Ἀγγέλων, Παρθένος οὖσα τέτοκας, καὶ Παρθένος ἔμεινας, ὡς πρὸ τοῦ τόκου
Παρθένε, ὤ φρικτοῦ μυστηρίου! ὤ λοχείας θαυμαστής! ὤ τοκετοῦ παραδόξου!
Εἰς
τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;
Χαίροις
Ἰωάννη πανθαύμαστε, ὑμνῳδῶν ἡ καλλονή, καὶ μελῳδῶν ἡ πλησμονή, μαϊστόρων ὁ
λαμπρός, καὶ δομεστίκων ὁ κλεινός. Ὁ θέλγων, ἀκοήν τε καὶ διάνοιαν, ὁ τρέφων,
τὰς ψυχάς τε καὶ τὰ πνεύματα. Λύραν κινῶν παναρμόνιον, πρὸς πανοικτίρμονα
Κύριον, ἰκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Χαίροις,
Ἰωάννη πανάριστε, παλατίου τοὺς χορούς, σὺ κατελάμπρυνας ποτέ, τοὺς ἐν Λαύρᾳ μοναχούς,
σὺ κατεκύλησας σοφέ. Λαμπρύνων, ἀνακτόρων τὰ κλητόρια, κατέκτησας τιμὰς καὶ
ἀξιώματα. Σκύμβαλα ὅμως ἠγούμενος, καὶ ἀρετῆς ὀρεγόμενος, προσέδραμες, εἰς τὸ
Ὄρος τῆς ἀσκήσεως.
Χαίροις,
Ἰωάννη τρισόλβιε, μελῳδίας θησαυρέ, καὶ ἀρμονίας ἀρχηγέ, ὁ ἀσκήσας μουσικήν,
καὶ κατακτήσας ἀρετήν. Σὺ ἔψαλλες κινούμενος ἐν πνεύματι, ἐκφράζων, σῆς καρδίας
τὸ περίσσευμα, ἡμᾶς διδάσκων ἀείποτε, τὸ κοινωνεῖν πρὸς οὐράνια, ἀΐδιον,
θεοπτίαν ἀπεργάζεται.
Χαίροις,
Ἰωάννη πανευμόρφε, χαριτώνυμος ποτέ, σὺ ἀπεκλήθης προσφυῶς, ἀγγελόμορφος πρὸς
δέ, σὺ καθωράθης ἐνεργῶς. τὴν χάριν, ἐφελκύσας δι’ ἀσκήσεως, Ἀγγέλων, τὴν
μορφὴν ἔχων ἐκ χάριτος, ὅμως ἀμφότερα ἄριστα, πρὸς σωτηρίαν σου ἔπλεξας, καὶ
νῦν οἰκεῖς, ἐπαξίως τὰ οὐράνια.
Δόξα.
Ἦχος πλ. δ΄.
Πέδην
ἔθηκας, σκανδαλισμῷ τῶν αἰσθήσεων, διὰ πολλῆς ἀσκήσεως, ἀνέβης τὴν κλίμακα τῶν
ἀρετῶν, καὶ μετεωρίσθης εἰς ὕψος οὐράνιον, διὰ σοφῆς μαθήσεως. Βαδίσας ἡδέως
ὁδὸν τὴν στενήν, τὴν τελειότητα κατέκτησας. Καὶ νῦν, πολίτης τῆς Οὐρανίου
Βασιλείας γενόμενος, δεήθητι ὑπὲρν ἡμῶν πρὸς Κύριον, ἔχεις γὰρ τὸ δύνασθαι, ὅτι
πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὤφθης
μελιστάλακτος ὐμνῳδός, ἡδύμολπον στόμα, καὶ ἀσίγητος ψαλμῳδός, τέρπων καὶ
ἀγάλλων, καὶ ἐκδιδάσκων ἅμα, ὦ θεῖε Ἰωάννη, καὶ πολυθαύμαστε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου