ΔΕΚΕΜΒΡΙΟΣ Λ΄!!
ΜΕΛΑΝΗ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Φωτὶ
ἀρετῶν παντοδαπῶν, Ἀνυσία πάνσεμνε, περιφανῶς διαλάμπουσα, Μαρτύρων ἔδραμες,
ἀκλινῶς τὸν δρόμον, καὶ Χριστῷ παρέστηκας, τῶν πόνων δεχομένη τὰ ἔπαθλα, καὶ
ἱκετεύουσα, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἐκ
ῥίζης βλαστήσασα σεπτῆς, Ἀνυσία πάνσεμνε, οἷάπερ δένδρον ὑψίκορμον, καρποὺς
προήγαγες, ἐναρέτων ἔργων, καὶ θείας ἀθλήσεως, ἐκτρέφοντας ἡμῶν τὴν διάνοιαν·
διὸ τὴν μνήμην σου, τὴν ἁγίαν ἑορτάζοντες, ἀνυμνοῦμεν τὰ σὰ προτερήματα.
Σπαργάνοις
τοῖς θείοις σου σεμνή, καὶ τῇ εὐκληρίᾳ σου, Θεσσαλονίκη σεμνύνεται, ἡ σὲ
βλαστήσασα, Μάρτυς Ἀνυσία, καὶ τὴν θείαν μνήμην σου, γεραίρει τὸν Χριστὸν
μεγαλύνουσα, τὸν σὲ δοξάσαντα, Ὃν ἱκέτευε δεόμεθα, ὑπὲρ πάντων τῶν
ἀνευφημούντων σε.
Ὁσία
καὶ Μάρτυς τοῦ Χριστοῦ, Ἀνυσία πάνσεμνε, παρθένων θεῖον ἀγλάϊσμα, καὶ
ἐγκαλλώπισμα, Ὁσιομαρτύρων, ἐκτενῶς ἱκέτευε, πταισμάτων ἡμῖν δίδοσθαι ἄφεσιν,
καὶ θεῖον ἔλεος, τοῖς ἐν πίστει ἑορτάζουσι, τὴν ἁγίαν καὶ πάνσεπτον μνήμην σου.
Δόξα.
Ἦχος α΄.
Ἀσκητικῶς
τῷ Χριστῷ νυμφευθεῖσα, ὥσπερ προῖκα πολύτιμον, ἀθλητικῶς Αὐτῷ προσήγαγες, τοὺς
κρουνοὺς τῶν αἱμάτων σου, Ὁσιομάρτυς Ἀνυσία. Καὶ ἐν διπλοῖς ἀγῶσι δόκιμος
φανεῖσα, λαμπαδηφόρος εἰσελήλυθας, εἰς νυμφῶνα τὸν οὐράνιον· ἔνθα τῶν ὑπὲρ νοῦν
ἀξιουμένην, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τὸν
κατ' εἰκόνα καὶ ὁμοίωσιν, ῥύσαντα ἐκ παραβάσεως, ἰδὼν ὁ Ἰησοῦς, κλίνας οὐρανοὺς
κατέβη, καὶ ᾤκησεν ἐν μήτρᾳ παρθενικῇ ἀναλλοιώτως, ἵνα ἐν αὐτῇ, τόν φθαρέντα
Ἀδάμ, ἀναπλάσῃ κράζοντα· Δόξα τῇ ἐπιφανείᾳ σου, ὁ λυτρωτής μου καὶ Θεός.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἤθλησας
ἀνδρικῶς, ἐν γυναικείᾳ φύσει, καὶ ᾔσχυνας τὸν ὄφιν, θεόφρον Ἀνυσία, ἀγάπῃ τῇ
τοῦ Κτίστου σου.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Χαίρει
ἡ σὴ πατρίς, Θεσσαλονίκη Μάρτυς, καὶ κατὰ χρέος μέλπει, θεόφρον Ἀνυσία, τὴν
ἱεράν σου ἄθλησιν.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Αἷμά
σου τὸ σεπτόν, χυθὲν ὑπὲρ Κυρίου, τὰ ῥεύματα τῆς πλάνης, κατέκλυσεν εἰς τέλος,
Ὁσιομάρτυς ἔνδοξε.
Δόξα.
Τριαδικόν.
Σθένει
σου παντουργῷ, Τριὰς ὑπεραγία, ἡ Μάρτυς Ἀνυσία, ῥωσθεῖσα τὸν ἀγῶνα, τοῦ
μαρτυρίου ἤνυσε.
Καὶ
νῦν. Θεοτοκίον.
Χαῖρε
Μῆτερ Θεοῦ, παρθένων ὡραιότης, καὶ τῶν Μαρτύρων δόξα, καὶ πάσης οἰκουμένης, τὸ
μέγα καταφύγιον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀσκήσεως
ἀγῶσι καὶ ἀθλήσεως αἵμασι, σεμνὴ Ὁσιομάρτυς Ἀνυσία πανεύφημε, ὡς θῦμα
προσηνέχθης τῷ Χριστῷ, καὶ δόξης ἠξιώθης οὐρανῶν· διὰ τοῦτό σε ἐν ᾄσμασι
ἱεροῖς, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως
ἀνύσασα τῶν ἀρετῶν τὴν ὁδόν, τῷ Λόγῳ νενύμφευσαι ὦ Ἀνυσία σεμνή, καὶ χαίρουσα
ἤθλησας, αἴγλῃ δὲ ἀπαθείας, λαμπρυνθεῖσα Μελάνη, ἤστραψας ἐν τῷ κόσμῳ, ἀρετῶν
λαμπηδόνας, καὶ νῦν ἡμῖν ἱλεοῦσθε, Χριστὸν τὸν Κύριον.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ
αὐτός.
Ἡ γέννησίς σου Χριστὲ ὁ
Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς
ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς
δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς
Ἁγίας Ἀνυσίας. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν
Παρθενίας λαμπρότησι,
φαιδρυνθεῖσα Πανεύφημε, Μαρτυρίου ἤστραψας ἀγωνίσμασι· μὴ προσκυνῆσαι ἡλίῳ γάρ,
πεισθεῖσα τὴν ἄδικον, καθυπέμεινας σφαγήν, φοινιχθεῖσα τοῖς αἵμασι· καὶ
παρέστηκας, τῷ Ἡλίῳ τῆς δόξης στεφηφόρος, ταῖς ἐκεῖθεν λαμπομέναις, αὐγαζομένη
φαιδρότησιν.
Τὸν ἐγκάρδιον ἔρωτα,
ὑποφαίνουσα δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν
ἐναπέσμηχες, Χριστοῦ ὑποπόδιον, ἐννοοῦσα καὶ αὐτόν, ὡς παρόντα προβλέπουσα, ὃν
ἐπόθησας, καὶ ἰχνῶν ἁπτομένη διανοίᾳ, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν
κατελάμπρυνας.
Καὶ τὸν πλοῦτον σκορπίσασα,
καὶ πτωχοῖς ἐπαρκέσασα, ἐνυμφεύθης ἄφθορος τῷ Ποιήσαντι, καὶ ὥσπερ προῖκα
προσήγαγες, αὐτῷ παναοίδιμε, τῶν αἱμάτων τοὺς κρουνούς, καὶ τοῦ πάθους τὴν
μίμησιν, οὗ ὑπέμεινεν, Ἀνυσία ὁ μόνος εἰς νυμφῶνα, κατοικίσας σε τὸν θεῖον, ὡς
Ἀθληφόρον καὶ Μάρτυρα.
Ἕτερα. Ἦχος β΄. Ποίοις
εὐφημιῶν.
Ποίοις, εὐφημιῶν στέμμασιν,
ἀναδήσωμεν τὴν Ἀνυσίαν; Τὴν ἀσκητκῶς βιοτεύσασαν, καὶ ἀθλητικῶς ἀριστεύσασαν,
ὡς τρωθεῖσαν πόθῳ τοῦ Σωτῆρος. Τὴν στήλην, ἐνθέων πράξεων καὶ πίστεως. Τὸ
ἄνθος, Θεσσαλονίκης τὸ πανεύοσμον. Ταύτην γὰρ ὁ Δεσπότης, ὡς οἰκείαν νύμφην,
προσελάβετο ἱερῶς, καὶ δόξης ἠξίωσεν, αἰωνίου ὡς φιλάνθρωπος.
Ποίοις, ᾀσματικοῖς μέλεσιν,
εὐφημήσωμεν τὴν Ἀνυσίαν; Τὴν τῆς εὐσεβείας ὑπέρμαχον, καὶ τῆς δυσσεβείας
ἀντίπαλον. Τὴν τῆς παρθενίας μυροθήκην, τὴν πάντα, παρωσαμένην τὰ ἐπίγεια, καὶ
μόνον Χριστοῦ τὸ κάλλος ἀγαπήσασαν. Τὴν δι’ ἀγώνων ἁγίων, ἐν ῥοπῇ τῇ θείᾳ,
καθελοῦσα τὸν δυσμενῆ, ἡμῖν αἰτουμένην δέ, ἱλασμὸν καὶ θεῖον ἔλεος.
Ὕμνοις, πνευματικοῖς
μέλπομεν, τοὺς ἀγῶνάς σου Ὁσιομάρτυς, οὕσπερ Ἀνυσία διήνυσας, παριδοῦσα χαῦνον
τοῦ θήλεος, καὶ Χριστοῦ δοξάσασα τὸ πάθος· ἐντεῦθεν, ἐμεγαλύνθης θείαις χάρισι,
καὶ πᾶσι, παρέχεις ἴασιν καὶ λύτρωσιν, τοῖς εὐλαβῶς προσιοῦσι, τῇ σῇ προστασίᾳ,
αἰτουμένη παρὰ Θεοῦ, πταισμάτων συγχώρησιν, τοῖς ὑμνοῦσί σου τὴν ἄθλησιν.
Δόξα. Ἦχος πλ. β΄.
Τῶν ἐπιγείων τερπνῶν τὸν
νοῦν χωρίσασα, ὅλον τὸν πόθον τῆ ψυχῆς δέδωκας, πρὸς μόνα τὰ μένοντα,
Ὁσιομάρτυς Ἀνυσία. Τὸν γὰρ προσόντα πλοῦτον, θεοφιλῶς σκορπίσασα, τῷ σῷ Νυμφίῳ
Χριστῷ ἀνετέθης, θερμοτάτῃ καρδίᾳ. Καὶ δι’ ἀσκητικῶν ἀγώνων λαμπρυνθεῖσα τὴν
ψυχήν, οἰκείῳ αἵματι προσήχθης Κυρίῳ, ὑπὲρ Αὐτοῦ σφαγιασθεῖσα. Ἀλλ’ ὡς τῆς
δόξης Αὐτοῦ κοινωνός, καὶ τῆς ἀϊδίου ζωῆς μέτοχος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ
αὐτός.
Χορεύουσιν Ἄγγελοι πάντες
ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα
ἐν Βηθλεέμ, Σωτῆρα Κύριον, ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει
Χριστὸς εἰς τοὺς αἰῶνας.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα' 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ αὐτῇ ἡ καρδία
τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ, αὐτῆς τὸν πλοῦτον.
Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα.
Αναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην
τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς
ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε
πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ
παρ' αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ
βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν
πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς.
Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν
καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε
προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ
οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ
νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ
ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν,
σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος
γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ
ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες
ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιά δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τῇ φερωνύμῳ σου κλήσει,
ἀνυσίμως τὸν βίον ἀνύσασα, ὡς θυσία Χριστῷ προσηνέχθης, Ἀνυσία Ὁσιομάρτυς· ἐκ
παιδὸς γὰρ τὰ κρείττω ἑλομένη, ἐν ἀσκήσει καὶ ἀθλήσει, τοῦ θείου πόθου τὴν
δύναμιν, πᾶσιν ὑπέδειξας· ὅτι ἀνδρικῶς ἠγωνίσω, καὶ οὐρανίων ἐπάθλων ἀξίως
ἔτυχες, ἡμῖν αἰτοῦσα τὸ θεῖον ἔλεος.
Ἦχος β΄.
Παρθενικῆς ἐκλάμπουσα
χάριτι, Εὐαγγελικῶς Χριστῷ ἠκολούθησας, Ἀνυσία ἀξιάγαστε. Σαὐτὴν γὰρ
ἀρνησαμένη, πλείστοις πόνοις ὡμίλησας, τῇ θείᾳ πυρπολουμένῃ ἀγάπῃ. Καὶ δι’
ὁσίων ἀρετῶν Χριστὸν θεραπεύουσα, ἀθλητικῇ ἐνστάσει, εἰδωλικὴν μανίαν
ἐφαύλισας, καὶ ὡς παρθένος φρονίμη, καὶ Μάρτυς ἀήττητος, εἰς τὸν οὐράνιον
νυμφῶνα προσεχώρησας χαίρουσα, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία· ἧς
καὶ ἡμεῖς ἀξιωθείημεν, οἱ τιμῶντες τὴν μνήμην σου.
Ἦχος γ΄.
Τῷ ἐλαίῳ τῆς ἀσκήσεως, καὶ
τῷ αἵματι τῆς ἀθλήσεως, ὡς λαμπὰς ἀείφωτος, τῇ Ἐκκλησίᾳ ἐκλάμπεις, Ὁσιομάρτυς
Ἀνυσία ἔνδοξε· ὅθεν Θεσσαλονικέων ἡ πόλις ἡ σὲ βλαστήσασα, καυχᾶται τῇ δόξῃ
σου, καὶ πάντες οἱ πιστοί, τὴν σὴν ἁγίαν μνήμην ἑορτάζουσιν, ἵνα λάβωσι παρὰ
Χριστοῦ, φωτισμὸν καὶ ἔλεος, καὶ πταισμάτων ἄφεσιν, ταῖς πρεσβείαις σου
πάνσεμνε.
Ἦχος δ΄.
Τῆς πρακτικῆς ἀρετῆς
ἐργάτις γενομένη, τοὺς τῆς ἀθλήσεως καρποὺς ἐγεώργησας, Ἀνυσία Ὁσία καὶ Μάρτυς.
Τοῦ ἐλέους γὰρ βρύσις ὤφθης, ἐν πλούτῳ συμπαθείας, καὶ πασχόντων ἀνακούφισις,
ἐλεήμονι ψυχῇ, καὶ ἀθλητικοῖς αἵμασι φοινιχθεῖσα, πεποικιλμένη ἔβης ἐν δόξῃ
ἀΰλῳ, πρὸς οὐρανίους σκηνώσεις, ἀκαταπαύστως Χριστὸν αἰνοῦσα, καὶ πρεσβεύουσα
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Τῆς ἀρετῆς τὸ στάδιον,
εὐσεβῶς διανύουσα, ὑπὲρ Χριστοῦ τὸ αἷμα ἔχεας, στεῤῥοτάτῃ ψυχῇ, Ἀνυσία
πανθαύμαστε. Τῶν γὰρ φθαρτῶν ἀπειπαμένη τὴν σχέσιν, ὅλην σαὐτὴν δέδωκας τῷ θείῳ
θελήματι, ὡς γυνὴ ἀνδρεία κατὰ τὴν θείαν ῥῦσιν. Οὐδόλως γὰρ ἐπτόησαι, τῶν
διωκόντων τὴν ὁρμήν, ἐπικαλουμένη τὸ ὄνομα Κυρίου. Ἀλλ’ ὦ Παρθενομάρτυς
πάνσεμνε, Ὁσίοις καὶ Μάρτυσι συνοῦσα, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ
αὐτός.
Μάγοι
Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα, Βασιλέα οὐράνιον, ὑπὸ
λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα,
χρυσὸν καὶ λίβανον καὶ σμύρναν, καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ
Σπηλαίῳ, βρέφος κείμενον τὸν Ἄχρονον.
Ἀπόστιχα στιχηρὰ Προσόμοια
τῆς Ἑορτῆς. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν
Μάγοι ἀνατολῶν Βασιλεῖς τῷ
ἐκ Παρθένου Βασιλίδος ἐκλάμψαντι, ἁπάντων Θεῷ καὶ Κτίστῃ, καὶ Βασιλεῖ ἀληθεῖ,
δῶρα προσκυνοῦντες προσεκόμισαν· πρὸς οὓς ἡ Πανάμωμος, ἐκπλαγεῖσα ἐφθέγγετο.
Εἴπατε δὴ μοι, οἱ τὸ πῦρ καὶ τὸν ἥλιον, σεβαζόμενοι, καὶ ἐν σκότει βαδίζοντες,
πῶς τὸν ὑπὲρ κατάληψιν, φωτίζοντα σύμπαντα, ἔγνωτε σάρκα λαβόντα, καὶ ἐν
σπηλαίῳ, τικτόμενον, ἐν γῇ καὶ δι' οἶκτον, παρεχόμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος;
Στίχ. Εἶπεν ὁ
Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον
τῶν ποδῶν σου.
Λόγοις ἀκολουθοῦντες ἡμεῖς,
τοῦ Βαλαὰμ πρὸς τὴν ἁγνὴν ἀπεκρίθησαν, οἱ Μάγοι, παρετηροῦμεν, ἀνατολὴν
καθαροῦ, καὶ λαμπροῦ Ἀστέρος, προσγενήσεσθαι, καὶ δὴ θεασάμενοι, ἀσυνήθη
φαινόμενον, τοῦτον ἀρτίως, ὑπ' αὐτοῦ ὁδηγούμενοι, οὐκ ὠκνήσαμεν, τὴν πορείαν
ποιήσασθαι. Τὶς οὖν ὁ ταῖς ἀγκάλαις σου, ὡς βρέφος κρατούμενος; πῶς μυστηρίῳ
τοιούτῳ, καθυπουργῆσαι ἠξίωσαι, σεμνὴ Παναγία; δι' οὗ εὕρατο ὁ κόσμος, τὸ μέγα
ἔλεος.
Στίχ. Ἐκ γαστρὸς
πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς
τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Λέξω πυνθανομένοις ὑμῖν, τὰ
ὑπὲρ λόγον καὶ διάνοιαν ἅπασαν, ἡ Κόρη φησὶ τοῖς Μάγοις· βλέπω γὰρ νεύσει ὑμᾶς,
ἀφικέσθαι ὧδε τοῦ παιδίου μου. Καινὰ καὶ παράδοξα, ὡς ὁρᾶτε τὰ πράγματα· ὁ γὰρ
ἀχρόνως, τῷ Πατρὶ συννοούμενος, τὴν πτωχείαν μου, ἑκουσίως ἐφόρεσεν, ὅπως
καταπλουτήσειε, τοὺς γνώμῃ πτωχεύσαντας, καὶ Παραδείσου τὴν θείαν, διαγωγὴν
ἀπολέσαντας. Αὐτὸς ἐστιν οὗτος, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τῆς Ἁγίας. Ἦχος δ΄.
Ἀνδρικῇ ἐνστάσει
ἀποκρούσασα, τοῦ προσβαλόντος σοι τὴν ὁρμήν, μαρτυρικῷ τέλει τὴν ζωὴν
ἐσφράγισας, Ὁσιομάρτυς Ἀνυσία· ὅθεν διπλῶν βραβείων ἀξιωθεῖσα, παρὰ τοῦ σοῦ
Νυμφίου Χριστοῦ, Αὐτῷ συναγάλλῃ ἐν τῷ νυμφῶνι τῆς ζωῆς, ὡς παρθένος καὶ Μάρτυς.
Διό σου δεόμεθα· μὴ παύσῃ πρεσβεύουσα πανεύφημε, δίδοσθαι ἡμῖν πταισμάτων
λύσιν, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ
αὐτός.
Σπηλαίῳ
παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν.
Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον,
βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀσκήσεως
ἀγῶσι καὶ ἀθλήσεως αἵμασι, σεμνὴ Ὁσιομάρτυς Ἀνυσία πανεύφημε, ὡς θῦμα
προσηνέχθης τῷ Χριστῷ, καὶ δόξης ἠξιώθης οὐρανῶν· διὰ τοῦτό σε ἐν ᾄσμασι ἱεροῖς,
τιμῶμεν ἀνακράζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα
τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως
ἀνύσασα τῶν ἀρετῶν τὴν ὁδόν, τῷ Λόγῳ νενύμφευσαι ὦ Ἀνυσία σεμνή, καὶ χαίρουσα
ἤθλησας, αἴγλῃ δὲ ἀπαθείας, λαμπρυνθεῖσα Μελάνη, ἤστραψας ἐν τῷ κόσμῳ, ἀρετῶν
λαμπηδόνας, καὶ νῦν ἡμῖν ἱλεοῦσθε, Χριστὸν τὸν Κύριον.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ
αὐτός.
Ἡ γέννησίς σου Χριστὲ ὁ
Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς
ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς
δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὑπῆλθες
τὸν ζυγόν, τοῦ Σωτῆρος ἐμφρόνως, καὶ ἤθλησας στεῤῥῶς, δι’ ἀγάπην τὴν θείαν· διό
σε μακαρίζομεν, Ἀνυσία πανθαύμαστε, καὶ τὴν μνήμην σου, τὴν φωτοφόρον τελοῦμεν,
ἵνα λάβωμεν, παρὰ Χριστοῦ τοῦ Κυρίου, πταισμάτων συγχώρησιν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐτέχθης
ἐν σαρκί, ἐξ ἁγίας Παρθένου, ἀτρέπτως Βασιλεῦ, Βηθλεὲμ ἐν Σπηλαίῳ· διὸ ὕμνον
μεθέορτον, τῇ ἀφράστῳ γεννήσει σου, ἀναμέλποντες δοξολογοῦμεν Οἰκτίρμον, τὸ σὸν
ἔλεος δι᾿ οὗ τῆς πάλαι κατάρας, ἡμᾶς ἠλευθέρωσας.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν
ἀσκήσει τὸ πρότερον διαπρέψασα, δι’ ἀθλήσεως πόνων Χριστὸν ἐδόξασας, καὶ
ἐδοξάσθης παρ’ αὐτοῦ ὡς ἐπηγγείλατο, ὦ Ἀνυσία θαυμαστή, Θεσσαλονίκης καλλονή·
διό σε Ὁσιομάρτυς, χρεωστικῶς ἀνυμνοῦμεν, καὶ τὴν σὴν μνήμην ἑορτάζομεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν
σπηλαίῳ ἐτέχθης, ὥσπερ ηὐδόκησας, τοῦ Πατρὸς οὐ κεχώρισαι Λόγε συνάναρχε, καὶ
Ἀγγέλων οἱ χοροί, δόξα ἐκραύγαζον, τῷ γεννηθέντι ἐν σαρκί, ἐκ τῆς Παρθένου καὶ
Ἁγνῆς καὶ σώσαντι τοὺς ἀνθρώπους, ἐκ τῆς ἀρχαίας κατάρας, αὐτοῦ τῇ θείᾳ
ἀγαθότητι.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Λογχευθεῖσα
πάνσεμνε, ὡς ὁ Δεσπότης, τέλους θείου ἔτυχες, καὶ Βασιλείας οὐρανῶν, Ὁσιομάρτυς
ἠξίωσαι, ἡμῖν αἰτοῦσα, πταισμάτων συγχώρησιν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν
ἀγκάλαις ἄχραντε, καθάπερ βρέφος, ἐν Σπηλαίῳ φέρουσα, τὸν Βασιλέα τοῦ παντός,
Ὃν ἀποῤῥήτως ἐκύησας, Αὐτὸν δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῆς Γ’ Κυριακῆς τῶν Νηστειῶν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ἁγίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῇ
τῆς ψυχῆς καθαρότητι, τῷ Χριστῷ λατρεύουσα Ἀνυσία σεμνή, τὸν ὑπὲρ τοῦ θανάτου,
μεγαλοφρόνως ἐδέξω, ἀπτοήτῳ γνώμῃ. Καὶ πρὸς τὴν ἄνω ζωήν, ἀξίως εἰσκοικισθεῖσα,
ἀδιαλείπτως πρέσβευε δεόμεθα, πάσης ἡμᾶς ἀνάγκης ῥυσθῆναι, καὶ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας Ἀνυσίας. Θεοφάνους.
ᾨδὴ
α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος
Ὑμνοῦντι
τὴν φωτοφόρον μνήμην σου, φῶς μοι κατάπεμψον, ὡς τῷ Πατρὶ τῶν φώτων ἐν χαρᾷ,
παρεστῶσα Πανεύφημε, τὴν τῶν παθῶν μου θύελλαν, σαῖς προσευχαῖς ἀποδιώκουσα.
Ἀσκήσει
τὴν ψυχὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῷ
συντηρούμενον, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε.
Χειρί
σου πλουσιωτάτῃ νείμασα, πλοῦτον ἐπίκηρον, πλουτοποιὸν ἐκέρδησας ζωήν, μηδαμῶς
διαρρέουσαν, καὶ θησαυρὸν ἀκήρατον, Μάρτυς καὶ δόξαν ἐπουράνιον.
Θεοτοκίον
Ἐκ
σοῦ τῆς Ὑπεραγίας σήμερον, ὁ τοῦ παντὸς Ποιητής, σωματικῶς γεννᾶται καθ' ἡμᾶς,
καὶ σπαργάνοις εἱλίσσεται, ὁ σπαργανώσας θάλασσαν, ὁμίχλῃ Μῆτερ
ἀειπάρθενε.
ᾨδὴ
γ'. Εὐφραίνεται ἐπὶ σοί.
Τοῦ
κάλλους σου τῆς ψυχῆς, ὁ Ποιητής σου ἐρασθεὶς νύμφην τε, ὄντως καλὴν καὶ
ἄμωμον, Μάρτυς ἑαυτῷ συνηγάγετο.
Τοῦ
πάθους τοῦ ἀπαθοῦς, τοῦ νεκρωθέντος δι' ἡμᾶς νέκρωσιν, Μάρτυς σεμνὴ στέργουσα,
τὸν μαρτυρικὸν θνῄσκεις θάνατον.
Ὡς
θῦμα πνευματικόν, ὡς ἱερεῖον καθαρὸν τέλειον, σοὶ τῷ Θεῷ προσήνεκται, ἡ τὸν σὸν
Σταυρὸν ἀγαπήσασα.
Θεοτοκίον
Χωρίον
χωρητικόν, τοῦ ἀχωρήτου Πλαστουργοῦ πέφηνας, τοῦτον σαρκὶ χωρήσασα,
Κεχαριτωμένη Πανάμωμε.
Κάθισμα
τῆς Μάρτυρος. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κατὰ
παθῶν τῶν τῆς σαρκὸς βασιλεύσασα, διὰ παθῶν ζωοποιῶν ἐβασίλευσας, ἐκ τοῦ
οἰκείου αἵματος φοινίξασα σεμνή, χλαῖναν ἀδιάφθορον, εὐσεβῶς Ἀνυσία· ὅθεν τοῦ
Παντάνακτος, Νύμφη ἄμωμος ὤφθης, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς
ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.
Δόξα.
Καὶ νῦν... τῆς Ἑορτῆς, ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ
Δεῦτε
ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ
ἀστήρ, μετὰ τῶν Μάγων ἀνατολῆς τῶν Βασιλέων, Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως
ἐκεῖ, Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον
ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς
Ἰουδαίας.
ᾨδὴ
δ'. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία
Ζωηφόροις
σου τοῖς ἴχνεσιν ἑπομένη, λόγχη πλευρὰν τιτρώσκεται, καὶ τὴν στρεφομένην,
ἀβλαβῶς παρέρχεται, ῥομφαίαν ἡ δούλη σου, Δέσποτα Χριστὲ ἀνυμνοῦσά σε.
Μαρτυρίου
διαλάμπουσα λαμπηδόσι, καὶ ἀφθαρσίας στέφανον ἀναδησαμένη, χαίρουσα παρίστασαι,
Χριστῷ τῷ Νυμφίῳ σου, Μάρτυς Ἀνυσία πανεύφημε.
Τὸν
πτερνίσαντα ἀπάτῃ τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα καθεῖλες,
δείξασα ἀνίσχυρον, καὶ χαίρουσα ἔκραζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ὁ
τὰς ἀΰλους οὐσίας δημιουργήσας, σωματικῶς ὡς ἄνθρωπος, ἐκ σοῦ Θεομῆτορ, σήμερον
γεγέννηται. αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ
ε'. Σὺ Κύριέ μου φῶς
Σὲ
Κύριε πηγήν, σωτηρίου γινώσκουσα, ποτήριον μαρτυρίου, ἀδιστάκτῳ καρδίᾳ, ἡ
Μάρτυς σου ἐξέπιεν.
Ὦ
δάμαλις Χριστοῦ, ὦ θεόδεκτον σφάγιον, ὦ ἄμωμον ἱερεῖον, Ἀθληφόρε Κυρίου,
ἱκέτευε σωθῆναι ἡμᾶς.
Φῶς
γέγονας φωτί, τῷ μεγάλῳ τρανότερον, ἐγγίζουσα καὶ φωτίζεις, φωτοφόρον τὴν
μνήμην, τὴν σὴν τοὺς ἑορτάζοντας.
Θεοτοκίον
Ῥοῦς
ἔστη τῆς φθορᾶς· ἡ Παρθένος ἀσπόρως γάρ, γεγέννηκε τὸν τὴν φύσιν, τῶν ἀνθρώπων
φθαρεῖσαν, φθορᾶς ἐλευθερώσαντα.
ᾨδὴ
ς'. Θύσω σοι, μετὰ φωνῆς
Ἀνδρεῖον,
γυναικείῳ ἐν σώματι φρόνημα, ἀναλαβοῦσα πρὸς πάλην, δυσμενῶν ἀσάρκων Μάρτυς
ἐξῆλθες, καὶ ῥομφαίᾳ, ὑπομονῆς αὐτοὺς ἐθανάτωσας.
Αἱμάτων,
τῇ πλημμύρᾳ θαλάσσας ἐξήρανας, κακοπιστίας, Χριστοῦ δὲ τὴν σεπτὴν κατήρδευσας
Ἐκκλησίαν, Ἀνυσία, ἀθληφόρε Παρθένων τὸ καύχημα.
Ἀβρόχως,
τῶν ἀγώνων διῆλθες κλυδώνιον, κυβερνωμένη παλάμῃ, τοῦ τὰ πάντα λόγῳ πεποιηκότος,
καὶ πρὸς ὅρμον, σωτηρίας Παρθένε κατήντησας.
Θεοτοκίον
Ὁ
πλάσας, κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον, διὰ πολλὴν εὐσπλαγχνίαν, ἀναπλάττει
τοῦτον ἐκ σοῦ Παρθένε, Θεομῆτορ, ὁλοκλήρως αὐτὸν ἐνδυσάμενος.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Λαμπρυνθεῖσα
πάνσεμνε, ἐν τῇ ἀσκήσει, μαρτυρίου αἵμασι, τὴν σὴν ἐφοίνιξας στολήν, Ὁσιομάρτυς
καὶ στέφανον, παρὰ Κυρίου, οὐράνιον ἔλαβες.
Ὁ
Οἶκος.
Τὰ
τοῦ κόσμου λιποῦσα ὡς πρόσκαιρα, καὶ τὸν πλοῦτον τὸν σὸν τοῖς πτωχοῖς
διανείμασα, τῷ σῷ Νυμφίῳ Χριστῷ ἠκολούθησας, τούτου τὸν Σταυρὸν ἄρασα ἐπ’ ὤμων
Ἀνυσία σεμνή. Καὶ τῆς παρθενίας τὸν θησαυρὸν ἄσπιλον τηροῦσα, νηστείαις καὶ
προσευχαῖς καὶ δάκρυσι τὸ σῶμα κατεμάρανας, πρὸς τὴν ἀΐδιον ζωὴν ἐπειγομένην
καὶ σπεύδουσα. Καὶ ὑπ’ ἀνόμου χειρὸς τρωθεῖσα τὴν πλευράν, τὸ μακάριον τέλος δέδεξαι,
Ὁσιομάρτυς μακαρία, καὶ στέφανον παρὰ Κυρίου οὐράνιον ἔλαβες.
Συναξάριον.
Τῇ
Λ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀνυσίας τῆς ἐν Θεσσαλονίκῃ.
Εἰς δεξιὰν νύττουσι πλευρὰν καιρίως,
Πλευρᾶς Ἀδὰμ κύημα, τὴν Ἀνυσίαν.
Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν.
Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν.
Αὕτη
ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ, ἐκ πόλεως Θεσσαλονίκης, γεννήτορας ἔχουσα
εὐσεβεῖς καὶ πιστοὺς καὶ περιουσίαν πολλὴν κεκτημένους· ὧν τελευτησάντων, αὕτη
κατὰ μόνας ἦν, διὰ βίου καὶ πράξεως εὐαρεστοῦσα τῷ Θεῷ. Ἀπερχομένην δὲ κατὰ τὸ
ἔθος εἰς τὴν Ἐκκλησίαν, στρατιώτης τις, τοῖς εἰδώλοις προσκείμενος, κατέσχεν
αὐτήν, ἐπὶ τοὺς βωμοὺς ἕλκων καὶ ἀνθέλκων αὐτὴν καὶ προτρεπόμενος μᾶλλον τοῖς
δαίμοσι σπονδὰς προσενεγκεῖν. Τῆς δέ, τὸν Χριστὸν ὁμολογούσης, ὁ στρατιώτης
θυμοῦ πλησθεὶς (καὶ γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ ἡ ἁγία Μάρτυς ἐνεφύσησε καὶ
ἐνέπτυσε·) κατὰ τῆς πλευρᾶς αὐτῆς διελαύνει τὸ ξίφος, καὶ οὕτω τὸ μακάριον
τέλος ἡ ἀοίδιμος Μάρτυς ἐδέξατο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Θεοδώρας,
τῆς ἀπὸ Καισαρείας.
Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα,
Οὗ περ λυθῆναι ῶσα, καὶ πρὶν ἠγάπα.
Αὕτη
ἡ Ὁσία ἤσκησεν ἐν τῇ Μονῇ τῆς ἁγίας Ἄννης, τῇ λεγομένῃ Ῥιγίδιον· ὑπῆρχε δὲ ἐπὶ
τῆς βασιλείας Λέοντος, πατρὸς Κωνσταντίνου τοῦ Κοπρωνύμου, γένους οὖσα λαμπροῦ
καὶ ἐνδόξου, πατρὸς μέν, ὀνόματι Θεοφίλου, πατρικίου τὴν ἀξίαν, μητρὸς δὲ
Θεοδώρας. Αὕτη ἡ Θεοδώρα, ἐν πολλοῖς ἔτεσι τὴν στείρωσιν ἀποδυρομένη καὶ τὸν
Θεὸν ἱκετεύουσα καὶ τὴν Ὑπεραγίαν Θεοτόκον, δέχεται τὴν χάριν οὐρανόθεν, ταύτην
κομισάσης τῆς ἁγίας καὶ τιμίας Ἄννης, τῆς Μητρὸς τῆς Θεοτόκου.
Τεχθεῖσα
τοιγαροῦν ἡ νεᾶνις καὶ εἰς μέτρον ἡλικίας φθάσασα, προσάγεται τῷ Ναῷ τῆς ἁγίας
Ἄννης καὶ τῷ Μοναστηρίῳ εἰσδέχεται, ὡς θεῖον ἀνάθημα. Θεοσεβῶς δὲ ῥυθμιζομένη
παρὰ τῆς Προεστώσης, ἐκδιδάσκεται καὶ τὰ ἱερὰ γράμματα. Τῆς δὲ τιμίας παιδὸς
καλῶς πολιτευομένης, οὐκ ἤνεγκεν ὁ πονηρὸς δαίμων ὁρᾶν ἑαυτὸν ὑπὸ ταύτης
πατούμενον· ἀλλ᾿ ἐξήγειρε τὸν θεομάχον Λέοντα τὸν βασιλέα, ἀγαγέσθαι ταύτην εἰς
γυναῖκα Χριστοφόρῳ τῷ υἱῷ αὑτοῦ, ὃν Καίσαρα ἀνηγόρευσε· καὶ βίᾳ καὶ τυραννίδι
ταύτην ἀποσπάσας τῆς Μονῆς, καταλαβεῖν τὴν Κωνσταντινούπολιν κατηνάγκασεν.
Ἀχθείσης δὲ αὐτῆς, τὰ τοῦ γάμου αἴσια ἐπ᾿ αὐτῇ τελοῦνται καὶ παστὰς πήγνυται·
ἀλλ᾿ ὁ μὲν ἐκείνου σκοπός, τοιοῦτος.
Ὁ
δὲ Θεός, ὁ τὸν Αἰγύπτιον πάλαι δειματώσας λυττῶντα κατὰ τῆς Σάῤῥας, καὶ τὸν
Τηριδάτην ὑπὸ τῆς Ῥιψιμίας καταγωνισάμενος, αὐτὸς καὶ ταύτην ἀμόλυντον διασῴζει
ἐκ τῆς κοινωνίας καὶ συναφείας τοῦ μνηστῆρος· παρὰ δόξαν γὰρ τῶν Σκυθῶν
ἐπιστρατευσαμένων ἐν τῇ Ἑσπέρᾳ, ἐν τάχει ἀποστέλλεται ὁ νυμφίος,
ἀντιπαραταξόμενος τοῖς βαρβάροις· ὃς καὶ κατὰ τὴν πρώτην προσβολὴν παραπέμπεται
τῷ θανάτῳ. Τότε πληροροφορίαν λαβοῦσα ἡ ἀκήρατος ἀμνὰς Θεοδώρα, καὶ τοὺς ἐν τῷ
παλατίῳ λαθοῦσα πάντας, χρυσόν τε καὶ ἄργυρον, καὶ μαργαρίτας καὶ ἱματισμὸν
λαβοῦσα πολυτελῆ, καὶ ἐν πλοίῳ εἰσελθοῦσα, πρὸς τὴν Μονὴν ἐπανῆλθε, χαίρουσα
καὶ εὐχαριστοῦσα τῷ τῶν ὅλων Θεῷ.
Ὡς
δὲ ἐγνώσθη τὰ κατ᾿ αὐτήν, ἐλθὼν ὁ δεύτερος υἱὸς τοῦ θηριωνύμου καὶ εὑρὼν αὐτὴν
κεκαρμένην καὶ ῥακώδη ἱματισμὸν ἠμφιεσμένην, Θεοῦ προνοίας συνεργησάσης, ἀφῆκεν
αὐτήν· καὶ τελείας λαβομένη ἀδείας καὶ ἐλευθερίας, ἐπὶ τοσοῦτον τὴν σάρκα
κατεδάμασεν, ὥστε τὰς τῶν ὀστέων αὐτῆς ἁρμονίας καθορᾶσθαι· τροφὴ δὲ ἦν αὐτῇ
ἄρτου οὐγγία μία· καὶ τοῦτο διὰ δύο ἢ καὶ τριῶν ἡμερῶν, καὶ οὐδὲν ἕτερον·
ἔνδυμα δὲ εἶχεν ἕν, καὶ τοῦτο τρίχινον· ἥτε στρωμνὴ αὐτῆς ἄνωθεν μὲν τριχίνῳ
ῥάκει περιεκεκάλυπτο, κάτωθεν δέ, λίθοι ὑπεστρωμένοι· καὶ οὕτω τὸν τῆς
ἀγρυπνίας πικρότατον ὕπνον ἐξετέλει· πολλάκις καὶ διὰ πάσης τῆς νυκτὸς ἦν
ἀγρυπνοῦσα. Οὐ τούτοις δὲ μόνον ἠρκέσθη τοῖς παλαίσμασιν, ἀλλὰ καὶ σιδήροις τὴν
σάρκα καθηλώσασα, οὕτως αὑτῆς τὰ μέλη κατεδαπάνησεν, ὥστε καὶ πνοὴν δυσώδη ἐκ ταύτης
ἀποπέμπεσθαι. Οὕτως οὖν ἐπὶ πλείστους χρόνους παντοίων ἀρετῶν ἰδέαις
ἐνδιαπρέψασα, πρὸς τὴν ἀγήρω καὶ μακαρίαν μετατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος
Φιλεταίρου.
Φιλεταῖρος πέπονθεν ἀθλητῶν νόμῳ,
Κἄν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου.
Τοῦ
Διοκλητιανοῦ ποτε ἐλθόντος ἐν Νικομηδείᾳ, ἐμυνήθη αὐτῷ περί τινος χριστιανοῦ,
Φιλεταίρου· καὶ ἀποστείλας εὐθύς, παρέστησεν αὐτὸν ὁ βασιλεύς, καὶ κατεπλάγη
μόνῃ τῇ θέᾳ· ἦν γὰρ ὁ Ἅγιος μέγας τῇ ἡλικίᾳ, καὶ εὐειδής· ἡ δὲ θρὶξ τῆς κεφαλῆς
αὐτοῦ καὶ ὁ πώγων, ἐν ἀληθείᾳ, ὥσπερ χρυσὸς ἦν ἐκστίλβων· ὅθεν καὶ Θεὸν αὐτὸν
ἀπεκάλεσε καὶ οὐκ ἄνθρωπον. Λέγει δὲ πρὸς αὐτόν· Εἰπὲ ἡμῖν, πόθεν εἶ καὶ τί σου
τὸ ὄνομα καὶ τί τὸ ἐπιτήδευμα; καὶ ὁ Ἅγιος· Ταύτης τῆς Νικομηδέων εἰμὶ Πόλεως
γέννημα καὶ θρέμμα, υἱὸς Ἐπάρχου γεγονὼς χριστιανοῦ, ὄνομα δέ μοι Φιλέταιρος.
Τότε
ὁ βασιλεὺς τὸν Ἅγιον προσκαλεσάμενος καὶ κολακεύσας, ἤρξατο ῥήματα βλάσφημα
ἀποφθέγγεσθαι κατὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τοῦ Ἁγίου εὐθὺς εἰς
οὐρανὸν τὸ ὄμμα συντείναντος, καί, Ἐμφραχθείη τὸ στόμα, εἰπόντος, τοῦ κατὰ τοῦ
Χριστοῦ μου τὰ βλάσφημα λέγοντος, βροντὴ τοιαύτη καὶ σεισμὸς γέγονεν, ὥστε τὸν
βασιλέα σύντρομον γενέσθαι σὺν τοῖς περὶ αὐτόν. Τοίνυν καὶ εἰς κάμινον, σφοδρῶς
ἐκκαυθεῖσαν, ἐμβάλλεται· προσευξάμενος δὲ καὶ τὴν κάμινον διασκορπίσας καὶ
παντελῶς σβέσας, ἐξῆλθεν ἀσινής. Διὸ καὶ ὁ βασιλεὺς αἰδεσθείς, ἕνεκεν τοῦ
κάλλους αὐτοῦ καὶ τοῦ γένους, πλέον δέ, δι᾿ ἃ πεποίηκε θαυμάσια, ἀπέλυσεν αὐτὸν
ἄνετον διάγειν, ὅπου ἐὰν ἐθέλῃ καὶ βούληται.
Βασιλεύσαντος
δὲ μετὰ τοῦτον ἐν Νικομηδείᾳ Μαξιμιανοῦ, διεβλήθη ὁ Ἅγιος πρὸς αὐτόν· καὶ
παραστάς, ὡμολόγησε τὸν Χριστόν, Θεὸν ἀληθινόν καὶ τοῦ παντὸς Ποιητήν· καὶ
πρῶτον μὲν ῥάβδοις τύπτεται τοσοῦτον, ὥστε, τοὺς δημίους ἀτονήσαντας, κατὰ γῆς
πεσεῖν, ὡς ἡμιθνήτους· ἑώκει γάρ, ὡς ἐν ἀλλοτρίῳ σώματι πάσχειν, ὑπὸ Χριστοῦ δυναμούμενος.
Εἶθ᾿ οὕτως ἀναρτηθείς, ξέεται ἐπὶ τοσοῦτον, ὡς καὶ παραπλήσια τοῖς προτέροις
τοὺς ξέοντας ὑποστῆναι· καὶ μετὰ ταῦτα θηρίοις ἐκδίδοται· καὶ τῶν θηρίων
κυλιομένων παρὰ τοὺς πόδας αὐτοῦ τοῦ Ἁγίου, εἰς τὸν Ναὸν ἄγεται προσκυνήσων
τοῖς εἰδώλοις· ἃ καὶ δι᾿ εὐχῆς συντρίψας, καὶ τὴν διὰ ξίφους τελείωσιν τοῦ
Μαρτυρίου, ἀποφηναμένου τοῦ βασιλέως, παραχρῆμα ἀπεξηράνθη τὴν χεῖρα ὁ δήμιος·
καὶ ἕτερος τὴν σπάθην λαβών, ἐκτείνας ταύτην κατὰ τοῦ Ἁγίου, τὰ ὅμοια πέπονθεν·
εἶτα βάλλεται ἐν φυλακῇ, καὶ αὖθις ἐξετασθείς, σιδήροις κατεδεσμεύθη.
Ὡς
δὲ εἶδεν ὁ βασιλεὺς μηδόλως κυριευόμενον αὐτόν, εἰς Προικόννησον ἐξορίζει· καὶ
δέσμιος περιαγόμενος, καθ᾿ ὁδὸν θαύματα οὐκ ὀλίγα ἐποίει, δαίμονας διώκων,
λεπροὺς ἀποκαθαίρων, καὶ πᾶν ἕτερον νόσημα θεραπεύων. Εἴδωλα λόγῳ μόνῳ ἀφ᾿
ὕψους καταράσσων, καὶ εἰς χοῦν καὶ ὕδωρ μετασκευάζων. Καὶ δέσμιος ἐν Νικαίᾳ
γενόμενος, καὶ προσψαύσας εἰδωλικῷ ναῷ περιβοήτῳ, εὐθέως ἐκ θεμελίων πάντα
κατέβαλε· καὶ διὰ τῶν τοιούτων σημείων πολλοὶ ἐπίστευσαν τῷ Χριστῷ· Προσῆλθε δὲ
τῷ Χριστῷ καὶ ὁ κόμης, καὶ οἱ σὺν αὐτῷ στρατιῶται.
Ὡς
δὲ πρὸς τὰ μέρη τῆς Σιγριανῆς ἔφθασεν ὁ Ἅγιος, καὶ ἐκεῖσε πολλὰ εἰργάσατο
θαυμάσια, εἶπον οἱ ἐκεῖσε τῷ τε Ἁγίῳ καὶ τῷ ἄρχοντι· Ὅτι ἐστὶν ᾧδε ἔγγιστα ἡμῶν
ἄνθρωπός τις, Εὐβίοτος τοὔνομα, χριστιανός, ποικίλα δεινὰ καὶ διάφορα ὑπομείνας
διὰ τὸν Χριστὸν παρὰ τοῦ ἄρχοντος, ὡς ἀδάμας δὲ γενναῖος καὶ ἀβλαβὴς
διαφυλαχθεὶς καὶ σημεῖα ἐξαίσια ποιῶν. Ὡς οὖν ταῦτα ἤκουσεν ὁ ἅγιος Φιλέταιρος,
ἦλθε θεάσασθαι τοῦτον· ὅθεν καὶ Ἄγγελος Κυρίου πρὸς τὸν μακάριον Εὐβίοτον
ἀπελθών, εἶπεν· Ἔξελθε τοῦ κελλίου σου μικρὸν καὶ δεῦρο εἰς τόν δε τὸν τόπον,
εἰς συνάντησιν Φιλεταίρου τοῦ συμμάρτυρός σου. Ὁ δέ, εὐθέως ἐξελθών, κατήρχετο
ἀπὸ τοῦ Ὄρους τῆς Σιγριανῆς.
Ὁ
δὲ ἅγιος Φιλέταιρος, ὁδηγηθεὶς πρὸς τὴν εἰς τὸν ἅγιον Εὐβίοτον ὁδὸν παρά τινος
ἐγχωρίου, ἀνήρχετο πρὸς τὸ Ὄρος τῆς Σιγριανῆς μετὰ τοῦ Κόμητος καὶ τῶν ἓξ
στρατιωτῶν, τῶν πιστευσάντων καὶ βαπτισθέντων, καὶ σὺν αὐτῷ μελλόντων εἶναι.
Καὶ μικρὸν προσαναβάντες, ὁρῶσι τὸν μακάριον Εὐβίοτον πρὸς αὐτοὺς κατερχόμενον·
καὶ ἀσπασάμενοι ἀλλήλους καὶ χαρᾶς πολλῆς πλησθέντες, εὐφρανθέντες τε, ἀνῆλθον
ὁμοῦ εἰς τὸ τοῦ ἁγίου Εὐβιότου οἰκίδιον· καὶ προσμεινάντων ἐκεῖσε ὁμοῦ ἡμέρας
ἑπτά, ἐκοιμήθη ὁ μακάριος Φιλέταιρος, ὃν ὕπνον ἐπόθει, καὶ πρὸς τὸν ποθούμενον
μετέστη Χριστόν, εἰς χεῖρας αὐτοῦ τὴν ψυχὴν παραθείς. Ἐκήδευσε δὲ αὐτὸν ὁ
μακάριος Εὐβίοτος εἰς τὸ ἑαυτοῦ καταγώγιον. Ὡσαύτως δὲ ὅ τε κόμης καὶ οἱ σὺν
αὐτῷ ἓξ στρατιῶται, κοιμηθέντες καὶ αὐτοὶ μετὰ ταῦτα, διὰ ἕνδεκα ἡμερῶν, ὧν
ἐκεῖσε διεβίβασαν καὶ ἐτέθησαν πλησίον τοῦ Ἁγίου. Τὰ δὲ τοῦ μακαρίου Εὐβιότου
προεγράφησαν κατὰ τὴν ὀγδόην καὶ δεκάτην τοῦ ἐνεστῶτος Μηνός.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ διὰ τοῦ Ἁγίου Φιλεταίρου πιστεύσαντες τῷ Χριστῷ, ὅ τε Κόμης καὶ
οἱ ἕξ στρατιῶται, ἐν εἰρήνῃ τελειοῦνται.
Εἰς καλὸν ἀπήντησεν ὁ ὁδὸς πέρας,
Τοῖς ἑπτὰ τούτοις Οὐρανοὺς ἐφθακόσιν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λέων ὁ
Ἀρχιμανδίτης, ἐν εἰρήνη τελειοῦται.
Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου,
Σκύμνον λέοντος ἐξ Ἰούδα σὲ βλέπει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ θαυματουργοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀνυσίου,
ἐπισκόπου Θεσσαλονίκης.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Γεδεὼν τοῦ Καρακαλλινοῦ,
ἀθλήσαντος ἐν Τυρνάβῳ τῆς Θεσσαλίας, ἐν ἔτει 1818.
Ἐχθρὸν
αἰσχύνας τὸν πάλαι τρώσαντά σε,
Χριστοῦ
Γεδεὼν Ὁσιομάρτυς ὤφθης.
Οὗτος ἦν ἐκ Θετταλίας, γεννηθεὶς ἐξ εὐσεβῶν γονέων ἔν
τινι χωρίῳ, οὗ ἡ κλῆσις Κάπουρνα, ἐν τῇ ἐπαρχίᾳ Δημητριάδος. Ἐν νεαρᾷ κομιδῇ
ἡλικίᾳ, προσελήφθη ὡς ὑπομίσθιος ἔν τινι συγγενεῖ τῆς μητρὸς αὐτοῦ, ἐν
Βελεστίνῳ διάγοντι. Ἐκεῖθεν βιαίως ἀπήχθη ὑπό τινος Ἀγαρηνοῦ, ταχθεὶς εἰς
ὑπηρεσίαν αὐτοῦ. Ὧδε κουφότητι ἡλικίας καὶ ἐπηρείᾳ τοῦ μισοκάλου ἐχθροῦ
ἠρνήσατο τὸν Σωτῆρα Κύριον· καὶ παρεληλυθότων δύο μηνῶν, ἔγνω, ὃ πέπονθε κακόν,
καὶ ἀνανήψας καὶ μετανοῶν ὡς ὁ Πέτρος, λάθρα ᾤχετο ἐκεῖθεν, καὶ προσκολληθεὶς
κτίσταις, παρεγένετο μετ᾿ αὐτῶν εἰς Κρήτην, ἔνθα ὑπὸ εὐλαβοῦς Ἱερέως
προσελήφθη. Τελευτήσαντος δὲ τούτου, ἀνεχώρησεν ἐκεῖθεν μετά τινος νέου καὶ
ἦλθεν εἰς Ἅγιον Ὄρος, καταλύσας τῇ Ἱερᾷ Μονῇ τοῦ Καρακάλλου, ἔνθα περιεβλήθη τὸ
ἱερὸν σχῆμα, μετονομασθεὶς ἀπὸ Νικολάου Γεδεών.
Ἀγωνισάμενος καὶ προγυμνασθεὶς ἐνταῦθα ἀσκητικῶς ἐπί
τινα ἔτη, καὶ ἀκούσας ἡμέραν τινὰ φωνῆς παρὰ τῆς εἰκόνος τοῦ Παντοκράτορος, ὢν
μόνος ἐν τῷ ναῷ, λεγούσης· «ὅστις δ’ ἄν ἀρνήσηταί με ἔμπῤοσθεν τῶν ἀνθρώπων,
ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς», ἀπῆλθε πρὸς τὸ
μαρτύριον, καὶ ἐν Τυρνάβῳ ὡμολόγησεν εὐθαρσῶς τὴν καλὴν ὁμολογίαν. Καὶ ποικίλως
δοκιμασθείς, καὶ ἀπηνῶς ῥαβδισθείς, καὶ περιαχθεὶς ἐπὶ ὄνου ἐξανάστροφα ἐν τῇ
πόλει, τέλος πολλῇ τοῦ διώκτου σκληρότητι, ἀπεκόπη διὰ πελέκεως τὰς χεῖρας καὶ
τοὺς πόδας, μεγίστην ἐπιδείξας καρτερίαν. Ζήσας ἐπί τινας ὥρας, καὶ δοξολογῶν
τὸν Κύριον, παρέδωκε τὴν ἁγίαν αὐτου ψυχὴν εἰς χεῖρας αὐτοῦ τῇ λ΄ (30ῇ) τοῦ
μηνὸς Δεκεμβρίου τοῦ ἔτους αωιη΄ (18 18). Τὸ λείψανον αὐτοῦ, ἀποῤῥιφὲν εἰς
τόπους ἀκαθάρτους, παρελήφθη παρὰ τῶν εὐσεβῶν καὶ ἐνεταφιάσθη ἐντίμως καὶ
εὐλαβως ὄπισθεν τοῦ ἱεροῦ βήματος τοῦ ἐν Τυρνάβῳ ναοῦ τῶν Ἁγίων Ἀποστόλων. Ἐξ
αὐτοῦ πλουτεῖ τμήματά τινα καὶ ἡ τοῦ Καρακάλλου ἱερὰ Μονή, ἥτις μεγαλοπρεπῶς
ἑορτάζει τὴν ἁγίαν αὐτοῦ μνήμην τῇ λ΄ (30) Δεκεμβρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου, Μητροπολίτου Μόσχας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Ὁ διασώσας ἐν πυρί
Σοῦ
τὴν οἰκίαν τῆς ψυχῆς, Μάρτυς νοητῶς ἱδρυμένην, ὁμολογίᾳ τοῦ Χριστοῦ, τῶν
βασάνων συρρεύσαντες χείμαρροι, οὐδαμῶς παρεσάλευσαν, ὁ Θεὸς ἀναβοώσης,
εὐλογητός εἶ.
Δικαιοσύνης
τὸν Χριστόν, Ἥλιον γινώσκουσα Μάρτυς, οὐ κατεδέξω δυσσεβῶς, ἐπιθῦσαι Ἡλίῳ
κελεύοντος, τοῦ τυράννου ἀλλ' ἔμελπες· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.
Σοῦ
ἐξ αἱμάτων ἱερῶν, βάψασα σαυτοῦ ἁλουργίδα, νικητικῷ τὴν κεφαλὴν διαδήματι,
Μάρτυς κατέστεψαι, καὶ Θεῷ νῦν παρίστασαι, Βασιλεῖ τῷ ἀθανάτῳ, εὐφραινομένη.
Θεοτοκίον
Ὁ
σπαργανώσας οὐρανόν, νέφεσι τὴν γῆν δὲ ὁμίχλῃ, σοῦ ἐκ γαστρὸς ἀποτεχθείς,
σπαργανοῦται καὶ φάτνῃ προσκλίνεται, Θεομῆτορ Πανάμωμε, τὰς σειράς μου διαλύων,
τῶν ἐγκλημάτων.
ᾨδὴ
η'. Χεῖρας ἐκπετάσας Δανιήλ
Χήραις
ὀρφανοῖς τε καὶ πτωχοῖς, καὶ πᾶσι χρῄζουσι, πλοῦτον διένειμας, τοῦ
Παντοκράτορος στέργουσα, ἀδιάπτωτα προστάγματα, καὶ Μαρτυρίου τὸ σεπτόν, ὄντως
ποτήριον, ἐκπιοῦσα, ἔστης Παρθένε σεμνὴ τῆς ἐφέσεως.
Ὡς
προῖκα προσῆξας τῷ Χριστῷ νηστείαν δάκρυα, παθῶν τὴν νέκρωσιν, καὶ τὴν τοῦ
αἵματος πρόσχυσιν, τῆς πλευρᾶς τε τὴν ἐκκέντησιν, μὴ παλαιούμενον αὐτός· ὅθεν
σοι στέφανον, καὶ παστάδα, ἄφθορον νέμει, καὶ δόξαν ἀθάνατον.
Οἰκεῖς
μέτ' Ἀγγέλων ἐν φωτί, Παρθένων τάγμασι, δήμοις Μαρτύρων τε, συναγελάζουσι
πρόσωπον, τοῦ νυμφίου σου πρὸς πρόσωπον, καὶ θεωροῦσα καὶ λαμπράς, δόξης
μετέχουσα, καὶ βοῶσα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ἰδοὺ
νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς, Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· σὺ γὰρ Πανάμωμε
τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν·
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ
θ'. Λίθος ἀχειρότμητος ὄρους
Λίθοις
οἱ προσάπτοντες σέβας, παρὰ τὸν Κτίσαντα ὁρᾶν σε, Ἔνδοξε μὴ φέροντες Θεῷ,
ἀνακειμένην ξίφει συγκόπτουσι, διὰ θανάτου θείαν σοι, ἀθανασίαν μνηστευόμενοι.
Θεσσαλονικέων
ἡ πόλις, σοῦ τοῖς σπαργάνοις καὶ τοῖς ἄθλοις, Μάρτυς ἐγκαυχᾶται Παρθένε, ἡ
Ἐκκλησία τῶν πρωτοτόκων δέ, μετὰ δικαίων ἔχει σου, πνεῦμα τὸ θεῖον
εὐφραινόμενον.
Λίβανον
χρυσόν τε καὶ σμύρναν, ἐν Βηθλεὲμ τῷ γεννηθέντι, Μάγοι προσενήνοχαν πίστει, ἡ
Ἀθλοφόρος δὲ τὴν δι' αἵματος τοῦ μαρτυρίου ἄθλησιν, ὑπὲρ ἡμῶν αὐτῷ πρεσβεύουσα.
Θεοτοκίον
Ῥάβδος
ἀνεβλάστησας ῥίζης, τοῦ Ἰεσσαὶ Θεογεννῆτορ, ἄνθος τῆς Θεότητος Χριστόν, ἡμῖν
τεκοῦσα, Πάναγνε σήμερον, τὸν ὡς Θεὸν ἀχώρητον, καὶ νῦν ὡς βρέφος
σπαργανούμενον.
Ἐξαποστειλάριον
τῆς Μάρτυρος. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Ἡ
θήκη τῶν λειψάνων σου, μύρον εὐῶδες βρύουσα, ἰᾶται πάθη ποικίλα, τὰ τῶν βροτῶν
Ἀνυσία, Παρθενομαρτυς ἔνδοξε· διὸ πανηγυρίζομεν, τὴν φωτοφόρον μνήμην σου, ἐν ᾗ
Χριστὸν ἐκδυσώπει, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Ἐξαποστειλάριον
τῆς Ἑορτῆς
Ὁ
ὢν σὺν τῷ Γεννήτορι, Θεὸς ἀεὶ προάναρχος, ἐκ Πνεύματος νῦν ἁγίου, ἐν Βηθλεὲμ
ἀπορρήτως, ἐκ σοῦ Παρθένε τίκτεται, ὑπὸ τὸ θεῖον σπήλαιον· ἐν φάτνῃ τῶν ἀλόγων
δέ, σπαργανωθεὶς ἀνεκλίθη, λύων σειράς μου πταισμάτων.
Εἰς
τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί
Ὢ
τῶν ὑπὲρ νοῦν, καὶ μεγάλων μυστηρίων! πῶς ὁ ἀναφής, ἐνειλούμενος σπαργάνοις, ἐν
φάτνῃ τῶν ἀλόγων, ἀνεκλίθη ὡς νήπιον, πάντας ἀλογίας ἀπαλλάττων, καὶ πρός
οὐρανοὺς ἡμᾶς ἀνάγων, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα
σοι.
Τὸν
Ἐμμανουήλ, ἐν Σπηλαίῳ γεννηθέντα, ἄνωθεν ἀστήρ, κατεμήνυσε τοῖς Μάγοις,
δικαιοσύνης ὄντα, ἀπερίγραπτον Ἥλιον, καὶ περιγραφόμενον ἐν φάτνῃ, σάρκα ὑλικήν
ἠμφιεσμένον, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Νῦν
ἐπὶ τῆς γῆς, πεφανέρωται παιδίον, ὁ ἐκ τοῦ Πατρός, γεννηθεὶς πρὸ τῶν αἰώνων.
Ἀγάλλου πᾶσα κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, βλέποντες τοὺς πρὶν ἀπατηθέντας,
πάλιν τῷ Θεῷ οἰκειουμένους, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν
δόξα σοι.
Θέλων
οὐρανούς, κλίνας Κύριε κατέβης, καὶ Παρθενικήν, μήτραν ᾤκησας ἀφράστως, καὶ
βρέφος ἐγνωρίσθης, ἐν Σπηλαίῳ τικτόμενος, καὶ συνανεστράφης τοῖς ἀνθρώποις,
ἀρίστην ὁδὸν ὑποδεικνύων, τοῖς σοὶ κράζουσιν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν
δόξα σοι.
Δόξα.
Ἦχος β΄.
Μαρτυρικοῖς
αἵμασι, τῆς Ἐκκλησίας τὰ φυτὰ ἀρδεύσασα, τῆς ἀσεβείας τὰ ῥεῖθρα ἐξήρανας,
Ἀνυσία ἔνδοξε, ἀνενδότῳ γὰρ ἐφέσει, καὶ στεῤῥοτάτῃ ψυχῇ, τῆς αἰωνίου ζωῆς τὴν
τρίβον ἐβάδισας. Καὶ ἐν ἀσκήσει ἀριστεύσασα, ἀθλητικῷ τέλει, πρὸς Χριστὸν
ἀνέδραμες, Ὁσιομάρτυς γηθομένη. ᾯ πρέσβευε δεόμεθα, ὡς παῤῥησίαν ἔχουσα,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον
ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ
Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς
ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα
κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς
εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
Ἀνυσία Μάρτυς Χριστοῦ, ἡ ἐν τῇ ἀσκήσει, διαλάμψασα ἱερῶς, καὶ τῇ σῇ ἀθλήσει,
δοξάσασα τὸν Κτίστην, ᾧ πρέσβευε σωθῆναι, τοὺς σὲ γεραίροντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου