ΤΗ ΚΘ´ ΤΟΥ
ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῶν
Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρώδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.
ΑΚΟΛΟΥΘΙΑ
Ἐπιμέλεια
Ἐκδόσεως, Ἀρχιμ. Μελέτιος Στάθης.
Κτήτωρ τῆς
Ἱερᾶς Μονῆς Ἁγίων Νηπίων Δερβενοχωρίων.
Ἱερὰ Μόνη
Ἁγίων Νηπίων Πάνακτος Θηβῶν.
Τ.Κ. 190 12
Βίλλια. Τηλ.: 22630 51580
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ
ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν
στίχ. δ΄, καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Ἡ ἀπειρόκακος Παίδων, ἀνευφημείσθω πληθύς, ἡ τῶν
Πρωτομαρτύρων, θεοδόξαστος φάλαγξ· Χριστῷ γὰρ τῷ τεχθέντι ἐν Βηθλεέμ, ἐκ τῆς
μόνης Θεόπαιδος, ὡς ἀπαρχὴ προσηνέχθησαν θαυμαστή, καὶ θυσία πανυπέρτιμος.
Τοῦ Ἰησοῦ γεννηθέντος, ὁ δολιώτατος, Ἡρώδης ἐταράχθη,
καὶ τὰ ἄδολα βρέφη, παρέδωκε ὁ τάλας ξίφους ἀκμῇ· ἀλλ᾿ αὐτὰ ὡς οὐκ ᾤετο, Θεοῦ
ἀνέδειξε Μάρτυρας εὐκλεεῖς, καὶ Μαρτύρων ἀρχιμάρτυρας.
Νέον ἐτέχθη παιδίον, ὁ πρὸ αἰώνων τεχθείς, ἐξ ἀμωμήτου
Κόρης, Βηθλεὲμ ἐν τῇ πόλει, καὶ τούτῳ προσηνέχθη δῶρον Βρεφῶν, ἀρτιτόκων τὸ
ἄθροισμα, σφαγιασθέντων Ἡρώδου τοῦ ἀπηνοῦς, βασιλέως βαρβαρότητι.
Ταῖς τῶν αἱμάτων ἀρδείας, ἐστηλιτεύσατε, Ἡρώδου τοῦ
ληρώδους, τὴν ἑξάγιστον γνώμην, καὶ ταύτην ὑποβρύχιον ἐν αὐταῖς, ἀληθῶς
ἐποιήσατε, τῆς ἀκακίας ὡς ῥόδα νεοθαλῆ, Παιδομάρτυρες μακάριοι.
Δόξα. Ἦχος β´.
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας,
ὁ παράνομος βασιλεὺς ἐταράττετο, καὶ ἀγκαλοφορούμενα Βρέφη, ὡς στάχυας ἀώρους
ἐθέριζεν. Ὢ τῆς Ἡρώδου πωρώσεως! Δι’ ἧς μισθὸν ἔνδικον, θεόθεν ὁ ἄφρων ἀπέλαβε,
καταδίκην αἰώνιον. Αὐτῆς οὖν Κύριε ῥῦσαι ἡμᾶς, πρεσβείαις τῶν Μαρτύρων σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Γερμανοῦ.
Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! Παρθένος
τίκτει καὶ μήτρα οὐ φθείρεται, ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται.
Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα ἐν
ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος
β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Θέλων συνανελεῖν, τὸν Κτίστην ὁ Ἡρώδης, ἐν Βηθλεὲμ
ἄνειλε, πληθὺν ἀπειροκάκων, Νηπίων ὁ ἀσύνετος.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἔθραυσε τῶν Βρεφῶν, ἡ φάλαγξ τοῦ Ἡρώδου, τὴν μισητὴν
κακίαν, ἧς ῥῦσαι ἡμᾶς Σῶτερ, αὐτῶν ταῖς παρακλήσεσι.
Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Τέκνα τὰ τῆς Ῥαχήλ, σῆς ἀπροσίτου δόξης, τῇ μυστικῇ
τραπέζῃ, ὡς σφάγια εὐώδη, Οἰκτίρμον ἀνηνέχθησαν.
Δόξα.
Λόγος ὁ τοῦ Πατρός, ἐν Πνεύματι Ἁγίῳ, ἐκ τῆς ἁγνῆς Παρθένου,
ὡς νήπιον ὠράθη, δι᾿ ἄκραν ἀγαθότητα.
Καὶ νῦν.
Ἄστρον ἐν Βηθλεέμ, ἐκ τῆς πανάγνου Κόρης, ἀνέτειλεν ὁ
Κτίστης, ἡμέραν σωτηρίας, ἀνθρώποις χαριζόμενος.
Νῦν
ἀπολύεις. τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον
Λόγον
Τῶν Ἁγίων Νηπίων τὸν θεῖον ὅμιλον, ὧν ὁ Ἡρώδης φονίᾳ
χειρὶ ἀπέκτεινεν, ἀνυμνήσωμεν πιστοὶ ὡς θείους Μάρτυρας· ὅτι προσήχθησαν
Χριστῷ, Νηπιάσαντι σαρκί, ὡς ἄμωμα ἱέρειᾳ, ἐκδυσωποῦντα ἀπαύστως, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Μαρτύρων
προσήχθητε, παρεμβολὴ θαυμαστή, Χριστῷ Παιδομάρτυρες τῷ ἐκ Παρθένου ἡμῖν, σαρκὶ
νηπιάσαντι· αἵμασι δὲ τιμίοις, ἐξυφάνατε πρῶτον, ἔνδυμα εὐφροσύνης τῇ σεπτῇ
Ἐκκλησίᾳ, ᾗ πάντοτε πρεσβείαις ὑμῶν, εἰρήνην βραβεύετε.
Τὸ τῆς Ἑορτῆς.
Ἡ
Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως, ἐν
αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρων ἐδιδάσκοντο, Σὲ προσκυνεῖν
τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ Σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ
ΕΣΠΕΡΙΝΟΝ
Μετὰ
τὸν Προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχ. στ᾿ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς
γενναῖον ἐν Μάρτυσιν.
Θησαυρὸν
τὸν κρυπτόμενον, ἐκζητῶν ὁ παράνομος, τοὺς ἀκάκους σήμερον, Παῖδας ἔθυσε, καὶ ἡ
Ῥαχὴλ ἀπαράκλητος, ὑπῆρχε τὴν ἄδικον, κατοπτεύουσα σφαγήν, καὶ τὸν ἄωρον θάνατον,
οὓς ἐθρήνησε, δονουμένη τὰ σπλάγχνα, ἀλλὰ τούτους, ἐπευφραίνεται ἐν κόλποις, τοῦ
Ἀβραὰμ ἄρτι βλέπουσα.
Βασιλέα τὸν
ἄχρονον, ὑπὸ χρόνον γενόμενον, βασιλεὺς παράνομος ἐπεζήτησε, καὶ μὴ εὑρὼν ἀνελεῖν
αὐτόν, τῶν Παίδων ἐθέρισεν, ἀπειρόκακον πληθύν, οὓς εἰργάσατο· Μάρτυρας, ὡς οὐκ
ᾤετο, καὶ πολίτας τῆς ἄνω βασιλείας, τὴν αὐτοῦ εἰς τοὺς αἰῶνας, παραφροσύνην ἐλέγχοντας.
Ἐκ Παρθένου
τεχθέντι σοι, προαιώνιε Κύριε, καὶ δι' ἀγαθότητα νηπιάσαντι, χορὸς Νηπίων προσήνεκται·
Μαρτύρων ἐν αἵματι, τὴν ἀθόλωτον ψυχήν λαμπρυνθείς δικαιότατα· ἃ κατῴκισας, εἰς
Μονὰς ἀειζώους, τὴν Ἡρῴδου, στηλιτεύοντα κακίαν, καὶ ὠμοτάτην παράνοιαν.
Προσόμοια ἕτερα. Ἦχος πλ. δ´. Ὢ τοῦ
παραδόξου θαύματος.
Ὢ τῆς Ἡρώδου πωρώσεως! Κατὰ Θεοῦ ἐμμανείς, τοῦ σαρκὶ
νηπιάσαντος, Βηθλεὲμ τοῖς βρέφεσι, τὸν θυμὸν ἐπαφίησι, καὶ ξίφει πάντα δημίων
δίδωσι, ζωῆς στερῆσαι τὸν ζωῆς αἴτιον, τούτων οἰόμενος, τῆς σφαγῆς τῷ αἵματι ὁ
λυμεών, τοῦ καρποῦ τῆς φύσεως, ὁ ἀπηνέστατος.
Μάγοι ἐκ Περσίδος φθάσαντες, εἰς τὴν Ἱερουσαλήμ, τὸν
Ἡρώδην ἐτάραξαν καὶ μανεὶς ὁ δείλαιος, τὰ Νήπια κατέσφαττεν, ὡς βότρυες δὲ
Χριστῷ προσήχθησαν, εἰ καὶ μητρῴων μαζῶν ἐσπάσθησαν, οἱ Νεομάρτυρες, τὸν Ἡρώδην
πλήξαντες διὸ Χριστόν, πίστει ἰκετεύουσιν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Κλαίει ἡ Ῥαχὴλ τὰ Νήπια, ἐν τῇ Ῥαμᾷ δὲ φωνῇ, νῦν
μεγάλη ἀκούεται ὁ Ἡρώδης μαίνεται, καὶ ἀθέως φρυάττεται, ὁ Ἰωάννης φεύγει ἐν
ὄρεσι, λίθος μητέρα σὺν τέκνῳ δέχεται, ὁ Ζαχαρίας δέ, ἐν Ναῷ φονεύεται, ὁ δὲ
Χριστός, φεύγει ἀφεὶς ἔρημον, Ἑβραίων οἴκημα.
Δόξα. Ἦχος πλ. δ΄. Ἀνδρέου Κρήτης.
Ἡρῴδης ὁ
παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ
γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπαζεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα
τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου. Ὄρος ἐδέξατο τὸν Πρόδρομον,
φάτνη ἐφύλαττε τὸν θησαυρόν, ὃν ἀστὴρ ἐμήνυσε, Μάγοι προσεκύνουν, Κύριε δόξα
σοι.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἰωάννου
Μοναχοῦ.
Παράδοξον
μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται·
ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.
Εἴσοδος,
τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι.
Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν
ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς
ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε
Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Κυπριανοῦ.
Τῷ ἀχράντῳ σοῦ τόκῳ, Χριστὲ ὁ Θεός, πρώτη θυσία γέγονε
τὰ Νήπια· Ἡρώδης γὰρ χειρώσασθαι, σὲ τὸν ἀχείρωτον βουληθεὶς ἠγνόησε, Μαρτύρων
προσάγων σοι χορόν. Διὸ σὲ ἱκετεύομεν τὸν ἐνανθρωπήσαντα, σώσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β´. Τοῦ αὐτοῦ.
Εἰς τὰ ὦτα Κυρίου Σαβαώθ, εἰσεληλύθει ἡ σφαγὴ ὑμῶν,
Βρέφη τίμια· δι᾿ Αὐτὸν γὰρ τὸ αἷμα ἐξεχέατε, καὶ ἐν κόλποις Ἀβραὰμ
ἐπαναπαύεσθε· καὶ τὴν Ἡρώδου εἰς αἰῶνας, μισητὴν κακίαν καταγγέλλετε, δυνάμει
τοῦ τεχθέντος Χριστοῦ.
Ἦχος γ´.
Μισητὴ τοῦ Ἡρώδου ἡ παιδοκτονία, διὰ τὴν αὐτοῦ
μιαιφονίαν καὶ σεπτὴ ἡ τῶν Παίδων θυσία, ὡς ἡλικιῶτις Χριστοῦ, τῆς ἡμῶν
σωτηρίας, τοῦ καινοῦ σφαγίου προθυομένη, καὶ προπεπονθυῖα. Μὴ κλαῖε Ῥαχὴλ τὰ
τέκνα, μιμνῃσκομένη τῶν κόλπων Ἀβραάμ, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ
κατοικία.
Ἦχος δ´.
Ἐμπαιχθεὶς ὁ Ἡρώδης ὑπὸ τῶν Μάγων, τῆς Ἰουδαίας
ἐφοίνιξε τὴν γῆν, τοῖς αἵμασι τῶν Ἁγίων Νηπίων διὸ Βηθλεὲμ ἐγκαυχάται, καὶ ἀντὶ
κλαυθμοῦ εὐφροσύνην ἀναλαβοῦσα, τῷ ἐν σπηλαίῳ τεχθέντι Σωτῆρι, μετὰ τῶν
Ἀσωμάτων ἀνακραυγάζει· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκίᾳ.
Ἦχος πλ. α´.
Ὁ παλαιὸς τῶν ἡμερῶν, δι᾿ ἡμᾶς νηπιάσας σαρκί, τῶν
Νηπίων τὸ αἷμα ὡς δῶρον, πανευπρεπὲς προσεδέξατο· ζητῶν γὰρ αὐτὸν φονεῦσαι,
Ἡρώδης ὁ ἀσεβὴς βασιλεύς, ὡς μανίᾳ θεομάχῳ ἐκτακείς, τὰ ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι
τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω Βρέφη, ὡς στάχυας ἀώρους ἐθέρισεν.
Αὐτῶν ταῖς ἱκεσίαις ἡμῖν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, τὴν εἰρήνην δὸς ὡς
φιλάνθρωπος.
Ἦχος πλ. β´.
Τῶν Μάγων προσκυνούντων, καὶ τὸ τρισόκλεον δῶρον
προσφερόντων, Ἡρώδης τὴν σφαγὴν ἐμελέτα, καὶ κατὰ τοῦ τεχθέντος Βασιλέως, τὸ
ξίφος ὁ ἄθλιος ἠκόνιζεν, ἀλλ᾿ ὡς ἀγνοῶν, εἰς θυσίαν ζῶσαν πλήρην εὐφροσύνης,
καὶ εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, τὸ αἷμα τῶν Νηπίων Θεῷ προσήγαγε. Κύριε
πρεσβείαις αὐτῶν, τοὺς οἰκτιρμούς σου τῷ λαῷ σου, κατάπεμψον ὡς φιλάνθρωπος.
Δόξα. Ἦχος πλ. δ´.
Σήμερον Ἱερεμίου ἡ φωνή, πεπλήρωται ἡ λέγουσα· Φωνῇ ἐν
Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα
αὐτῆς· καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί. Ἡρώδης γὰρ ὁ βασιλεύς, τῶν
Μάγων λεγόντων, Ποῦ ἐστὶν ὁ τεχθεὶς Βασιλεὺς τῶν Ἰουδαίων, ἐταράχθη λίαν, καὶ
παρ᾿ αὐτῶν τὸν χρόνον, τοῦ φαινομένου ἀστέρος ἀκριβώσας, κατὰ τῶν Νηπίων τὴν
σφαγὴν ἐτεκτήνατο· τότε μετὰ δώρων προσφορῶν ὡς οἱ Μάγοι, καὶ ἡ φύσις τῶν
θηλαζόντων, τὸν Δεσπότην τεχθέντα ἐν σπηλαίῳ προσεκύνησεν, ὡς Σωτῆρα τοῦ
κόσμου, καὶ εὐεργέτην τοῦ γένους ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἰωάννου
Μοναχοῦ.
Πῶς ἐξείπω τὸ μέγα μυστήριον; Ὁ ἄσαρκος σαρκοῦται, ὁ
Λόγος παχύνεται· ὁ ἀόρατος ὁρᾶται· καὶ ὁ ἀναφὴς ψηλαφᾶται· καὶ ὁ ἄναρχος
ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται. Ἰησοῦς Χριστός, χθὲς καὶ
σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος β´. Ὅτε ἐκ τοῦ
ξύλου.
Ὅτε ἐν τῇ πόλει Βηθλεέμ, τῆς δικαιοσύνης ὁ μέγας,
Ἔλαμψε Ἥλιος, τότε ἐσκοτίζετο, ὁ δυσσεβὴς βασιλεύς, καὶ τὰ Βρέφη ἀπέκτεινε,
φονεῦσαι σπουδάζων, τῆς ζωῆς τὸν αἴτιον, ὁ ἀσυνέστατος. Ὅθεν θεοδόξαστον δῆμον,
θαυμαστῶν προσῆξε Μαρτύρων, τῷ Θεῷ τῆς δόξης ὡς οὐκ ᾤετο.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅτε ὁ Ἡρώδης ὁ δεινός, ἤκουσε τῶν Μάγων λεγόντων,
Χριστοῦ τὴν γέννησιν, τότε ἐπαφίησι, κατ᾿ ἀρτιτόκων Βρεφῶν, τὸν θυμὸν ὁ
παράνομος, καὶ ἔπλησε πᾶσαν, Ἰουδαίαν αἵματος, ἀδίκῳ δόγματι· ταῦτα δὲ
εὐπρόσδεκτον δῶρον, θείῳ προσφορὰν καὶ θυσίαν, τῷ ἐνανθρωπήσαντι ἀνέφερε.
Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Ὅτε τοῦ ἐχθροῦ ὁ μαθητής, ἔκτεινε ἀστόργως τὸν δῆμον,
γαλουχουμένων Βρεφῶν, τότε αἱ οὐράνιαι, πύλαι ἠνοίγησαν, καὶ ἡ ἄνω μητρόπολις,
ὡς ἡλικιώτας, τοῦ Κυρίου Μάρτυρας, αὐτὰ ἐδέξατο, πάντοτε πρεσβεύοντα ἵνα,
εὕρωμεν πταισμάτων τὴν λύσιν, οἱ Χριστοῦ τὴν Γέννησιν δοξάζοντες.
Δόξα. Ἦχος πλ. δ΄. Ἀνδρέου Κρήτης.
Τοῦ Ἰησοῦ
γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τῶν Ἰουδαίων τὸ κράτος κατήργηται. Σκιρτάτω
τὰ Νήπια, ὑπὲρ Χριστοῦ σφαττόμενα, Ἰουδαία ὀδυρέσθω· φωνὴ γάρ ἠκούσθη ἐν Ῥαμᾷ, Ῥαχὴλ
κλαίουσα, τὰ τέκνα αὐτῆς. Βρέφη γὰρ Ἡρῴδης ἀνελὼν ὁ παράνομος, ἀπεπλήρου τὴν
Γραφήν, τὴν Ἰουδαίαν ἐμπιπλῶν ἀθώου αἵματος· καὶ ἡ γῆ μὲν ἠρυθραίνετο τοῖς τῶν
Νηπίων αἵμασιν· ἡ ἐξ Ἐθνῶν δὲ ἐκκλησία, μυστικῶς ἁγνίζεται, καὶ στολὴν ἐνδύεται.
Ἦλθεν ἡ ἀλήθεια, ὁ Θεὸς ἐπέφανε, τοῖς ἐν σκιᾷ καθημένοις, ἐκ Παρθένου γεννηθείς,
εἰς τὸ σῶσαι ἡμᾶς.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἰωάννου
Μοναχοῦ.
Κύριε, ἐν
Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ
ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος
τὸ γένος ἡμῶν δόξα σοι.
Νῦν
ἀπολύεις. τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον
Λόγον
Τῶν Ἁγίων Νηπίων τὸν θεῖον ὅμιλον, ὧν ὁ Ἡρώδης φονίᾳ
χειρὶ ἀπέκτεινεν, ἀνυμνήσωμεν πιστοὶ ὡς θείους Μάρτυρας· ὅτι προσήχθησαν
Χριστῷ, Νηπιάσαντι σαρκί, ὡς ἄμωμα ἱέρειᾳ, ἐκδυσωποῦντα ἀπαύστως, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Μαρτύρων
προσήχθητε, παρεμβολὴ θαυμαστή, Χριστῷ Παιδομάρτυρες τῷ ἐκ Παρθένου ἡμῖν, σαρκὶ
νηπιάσαντι· αἵμασι δὲ τιμίοις, ἐξυφάνατε πρῶτον, ἔνδυμα εὐφροσύνης τῇ σεπτῇ
Ἐκκλησίᾳ, ᾗ πάντοτε πρεσβείαις ὑμῶν, εἰρήνην βραβεύετε.
Τὸ τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον σου Σωτήρ.
Χριστοῦ τοῦ δι’ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος, ἐν πόλει
Βηθλεέμ, ἀπονοίᾳ Ἡρώδου, σεπτοὶ Πρωτομάρτυρες, ἀνεδείχθητε Νήπια, ᾧ πρεσβεύετε,
ἐν παῤῥησίᾳ ἀπαύστως, ἵνα λάβωμεν, παραπτωμάτων τὴν λύσιν, καὶ ἔλεος ἄνωθεν.
Δόξα. Ὅμοιον.
Χριστῷ τῷ ἐξ ἁγνῆς, σαρκωθέντι Παρθένου, προσήχθησαν
σεπτῶς ὡς ἀρνία προβάτων, σφαγέντα τὰ Νήπια, οἱ κλυτοὶ ἀρχιμάρτυρες· οὓς αἰνέσωμεν,
ἐν λιγυροῖς ἐγκωμίοις, ὦ φιλέορτοι, πανευλαβῶς προσκυνοῦντες, Κυρίου τὴν
Γέννησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐν φάτνῃ δι’ ἡμᾶς, τῶν ἀλόγων ἐτέθης, μακρόθυμε Σωτήρ,
νηπιάσας βουλήσει· Ποιμένες δὲ Σὲ ὕμνησαν, μετ’ Ἀγγέλων κραυγάζοντες· Δόξα
αἴνεσις, τῷ ἐπὶ γῆς γεννηθέντι, καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ
Θεῷ ἡμῶν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
α´. Τὸν τάφον σου Σωτήρ.
Ἀστέρος αἰσθητοῦ, ὁδηγοῦντος τοὺς Μάγους, ἀστέρες
νοητοί, οἱ ἀρτίτοκοι Παῖδες, λαμπρῶς ἑξανέτειλαν, γηγενῶν τῷ πληρώματι· οὓς
ἠθέλησεν, ὁ βασιλεὺς ἀποκρύψαι, καὶ ἐλάμπρυνε, διὰ σφαγῆς ἐπὶ πλεῖον αὐτοὺς οὖν
τιμήσωμεν.
Δόξα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Νῦν πεπλήρωται σαφῶς, Ἱερεμίου ἡ φωνή· ἐν Ῥαμᾷ γὰρ
ὀδυρμός, ἠκούσθη μέγας καὶ κλαυθμός, καὶ ἡ Ῥαχὴλ ἀπαράκλητος τῶν Νηπίων, τέκνων
θρηνῳδεῖ, τὴν τελείωσιν, ἃ ξίφους ἀκμή, ἐφονεύσατο· ἀλλ᾿ οὐρανὸς ἀγάλλεται καὶ
χαίρει, ὑποδεξάμενος Μάρτυρας. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, σῶσον τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί; Ὁ ἐν κόλποις
τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; Πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς
ηὐδόκησεν, ἄσαρκος γὰρ ὦν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ ὧν, ὁ οὐκ ἥν δι᾿ ἡμᾶς·
καὶ μὴ ἐκστὰς τῆς φύσεως μετέσχε, τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη,
Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρώσαι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν γεννηθέντα δι᾿ ἡμᾶς ἐν σπηλαίῳ, Ἡρώδης σφάττειν
δολερῶς ἐκζητήσας, κατὰ Βρεφῶν ἠκόνισε, τὸ ξίφος ὁ δεινός. Ὅθεν ὡς οὐκ ᾤετο,
μαρτυρόπλοκον στέφος, τῷ Χριστῷ ἀνέπλεξε, Βασιλεῖ ὡς μεγάλῳ· ᾧ δόξαν δῶμεν
ἅπαντες πιστοί, αὐτοῦ ὑμνοῦντες τὴν ἄφατον κένωσιν.
Δόξα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Σήμερον ἅπασα, κτίσις ἀγάλλεται, τοῖς Γενεθλίοις σοῦ,
Σῶτερ φιλάνθρωπε, ἐπιτελοῦσα ἱερῶς, Νηπίων τὴν θείαν μνήμην, καὶ αὐτῶν προσάγουσα,
ὥσπερ δῶρον τὸ ἄθροισμα, αἶνον ἀναμέλπει σοι, γηθοσύνως κραυγάζουσα· Τῷ οὕτως
εὐδοκήσαντι δόξα, Θεῷ ἡμῶν σεσαρκωμένῳ.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Θαῦμα παράδοξον, γέγονε σήμερον, ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν
τῷ σπηλαίῳ σαρκί, ὤφθη ἐκ Κόρης δι’ ἡμᾶς, καθὼς αὐτὸς ἐπίσταται. Μάγοι μετὰ
δώρων δέ, ὡς Βασιλεῖ προσεκύνησαν. Ποιμένες μετ᾿ Ἀγγέλων τε, ἐδοξολόγουν αὐτόν,
μεθ᾿ ὧν καὶ ἡμεῖς βοῶμεν αὐτῷ· δόξα τῷ δι᾿ ἡμᾶς ἐνανθρωπήσαντι.
Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν
Ἀναβαθμῶν τοῦ δ´ ἤχου
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἀνάγνωθι τὸ ἐν τῇ Λειτουργίᾳ
τῶν Χριστουγέννων.
Ὁ Ν´.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλεῆμον, ἐλέησόν
με, ὁ Θεός...
Ὁ παλαιὸς τῶν ἡμερῶν, ὁ ἐξ ἁγίας Παρθένου δι᾿ ἡμᾶς, ὡς
βρέφος ἐν Βηθλεὲμ νηπιάσας, τὴν τῶν Νηπίων σφαγήν, ὡς δῶρον προσεδέξατο τίμιον,
καὶ δι᾿ αὐτῆς τῶν Μαρτύρων, ἠνέῳξε τὸ οὐράνιον στάδιον. Χορευέτω ἡ Ἐκκλησία,
ἐνδυσαμένη αὐτῶν τὴν εὐπρέπειαν, καὶ μετ᾿ Ἀγγέλων βόησον· Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Εἶτα·
ὁ Κανῶν τῆς Ἑορτῆς καὶ οἱ Κανόνες τῶν Νηπίων.
Κανὼν πρῶτος τῶν Νηπίων, οἱ ἡ
ἀκροστιχίς· Νεο(γ)νὰ Χ(ρ)ιστ(ο)ῦ θ(ύ)μα(τ)α στ(έ)φω λ(ό)γοι(ς). Ἐν δὲ τοῖς Θεοτοκίοις· Γεωργίου.
ᾨδὴ α´. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ
πεζεύσας.
Νεοποιεῖται
ἡ κτίσις καὶ ἡ βροτῶν, φύσις ἀναπλάττεται, ἐν σαρκὶ τοῦ Ποιητοῦ, πάντων ὑπὲρ ἔννοιαν
Χριστοῦ, τικτομένου ἐξ ἁγνῆς, καὶ παναχράντου Μητρός.
Ἐκ στελεχῶν
νεοφύτων ἡ τοῦ Χριστοῦ, Ἐκκλησία σήμερον, ὥσπερ ἄνθη εὐθαλῆ, δρεψαμένη αἵματα
τερπνῶς, ἐφηδύνεται αὐτοῖς καὶ ὡραΐζεται.
Οἱ ποταμοὶ
τῶν αἱμάτων τῶν εὐσεβῶν, Παίδων τὴν ἀπόνοιαν, καὶ μανίαν νοητῶς, τοῦ Ἡρῴδου ἔκλυσαν·
διό, ὑποβρύχιον αὐτοῦ ὤφθη τὸ θέσπισμα.
Θεοτοκίον.
Γῆ τῆς
προτέρας κατάρας τῆς ἐν Ἐδέμ, λύτρωσιν ἐδέξατο, ἐν αὐτῇ τοῦ Λυτρωτοῦ, γεννηθέντος
Ἄχραντε ἐκ σοῦ, καὶ καινίσαντος αὐτήν, καὶ ἁγιάσαντος.
Κανὼν
δεύτερος τῶν Νηπίων, ἄνευ Ἀκροστιχίδος. Ποίημα Ἁγίου Ἀνδρέου τοῦ Κρήτης. Ἦχος
δ´. Ἄσωμεν ᾠδὴν ἐπινίκιον.
Ἡρώδην ἀνελεῖν σὲ βουλόμενον, ὡς Θεὸς τὸν διώκοντα,
ἔφυγες Χριστὲ ὁ Θεὸς ὁ δὲ πρὸς φόνον ἐκτραπείς, τῶν Νηπίων τὴν χλόην ἐθέρισεν.
Εὐφραίνου Βηθλεὲμ ἡ φοινίξασα, ἐνδόξως τῶν Νηπίων, τὰ
αἵματα· Χριστὸς γὰρ αὐτοῖς, φῶς ὑπάρχει καὶ ζωή· δι᾿ αὐτὸν γὰρ θανάτου
ἐγεύσαντο.
Κλαίει ἡ Ῥαχὴλ ἀπαράκλητα, τὰ τέκνα αὐτῆς, καθὼς
γέγραπται κραυγάζουσα· οἴμοι, οἴμοι, οὐκ εἰσί, τῷ Χριστῷ γὰρ θυσία προσήχθησαν.
Θεοτοκίον.
Θεοτόκε ἡ Μήτηρ τοῦ ὄντως Θεοῦ, περιφρούρει καὶ
φύλαττε, καὶ σῷζε πάντας ἐν περιστάσει, τοὺς ἐν ἀληθείᾳ καὶ φόβῳ, Μητέρα σε
Θεοῦ καταγγέλοντας.
Κανὼν πρῶτος. ᾨδὴ γ´. Οὐκ ἐστὶν ἅγιος.
Νεφέλαι
στάξατε ἐν γῇ, γλυκασμὸν εὐφροσύνης· ἐκ νεφέλης φωτὸς γάρ, ἀνέτειλεν ὁ Χριστός,
ἐν Σπηλαίῳ σαρκικῶς, ὑπὲρ πᾶσαν, ἔννοιαν τικτόμενος.
Ἀπημφιάσατο
τὴν πρίν, τῶν ἀνθρώπων ἡ φύσις, ἀκοσμίαν καὶ κόσμον, περιέθετο τερπνόν, τοῦ
κοσμήτορος αὐτῆς, ἐκ Παρθένου, σαρκὶ ἀνατείλαντος.
Χορὸς θεόλεκτος
βρεφῶν, ἐν σαρκὶ γεννηθέντι, προσηνέχθη τῷ Κτίστῃ, ὡς θυσία μυστική, τυθεῖσα διὰ
σφαγῆς, μαρτυρίου, καὶ θείας ἀθλήσεως.
Θεοτοκίον.
Ἐκ τῶν ἀχράντων
σου Ἁγνή, καὶ τιμίων αἱμάτων, σαρκωθεὶς ἀπορρήτως, ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἀνέδειξεν
ὡς Θεός, τῶν κτισμάτων, σὲ ἁπάντων Δέσποιναν.
Κανὼν δεύτερος, Μὴ καυχάσθω ὁ
καυχώμενος.
Ὅπερ ἧς οὐκ ἀποθέμενος, καὶ προσελάβου Σωτὴρ ὡς
ηὐδόκησας, ὅπερ οὐκ ἧς δι᾿ ἄφατον, φιλανθρωπίαν σου· εἰς Υἱὸς ἀμέριστος,
ἐχρημάτισας διπλοὺς ταῖς φύσεσιν.
Ἀκατάληπτος ἡ σύλληψις, καὶ ὑπὲρ λόγον ἡ ἔνσαρκος
πρόοδος, ἡ ἐκ Παρθένου Κύριε, τῆς εὐσπλαγχνίας σου· ἀλλὰ φώτισον καὶ ἡμᾶς, τῇ
λαμπρότητι σῆς ἐπιγνώσεως.
Ὁ Ἡρώδης πάλιν μαίνεται, τὴν τῶν Νηπίων θερίσαι
ἄσταχυν, καὶ Ῥαχὴλ ὀδύρεται, καὶ ἡ Ῥαμᾶ σὺν αὐτῇ, ἀναίρεσιν τὴν αὐτῶν, καὶ οὐκ
ἤθελε παρακληθῆναί φησιν.
Θεοτοκίον.
Ὦ γαστὴρ οὐρανὸν φέρουσα, ὕψος καὶ πλάτος ἐν ἡ ὁ Θεὸς
ἡμῶν, ἀδαμιαῖος γέγονε, καὶ ἀγαγὼν ἡμᾶς, ἐπὶ τὴν ἀρχαίαν ζωήν, καὶ τὸ πρόσλημμα
θεώσας τὸ ἐξ ἡμῶν!
Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τῷ τεχθέντι
σήμερον, ἐκ τῆς Παρθένου, τῶν Νηπίων στράτευμα, ὡς Ποιητῇ καὶ Βασιλεῖ, δεκτὰ
προσάγονται σφάγια, προτεθυμένα, Χριστῷ διὰ πίστεως.
Δόξα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Χριστῷ νηπιάσαντι, ἐκ τῆς Παρθένου φρικτῶς, ὡς δῶρον
προσήνεγκται, ὁ τῶν Νηπίων χορός, Ἡρώδου ὠμότητι. Δεῦτε οὖν εὐφρανθῶμεν, τῇ
αὐτῶν ἀναιρέσει, ὅτι Ἀβραμιαίοις, κατοικίσαντες κόλποις, πρεσβεύουσιν ἀπαύστως,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐνθέως εὐφραίνεται
ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς·
ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν, τῆς προμήτορος Εὔας.
Διὸ εὐχαριστοῦντες αὐτῷ, ἐν ὕμνοις δοξάσωμεν.
Κανὼν πρῶτος. ᾨδὴ δ´. Χριστός μου
δύναμις.
Ἰδοῦσαι Κύριε,
τὴν ἐν Σπηλαίῳ σου, συγκατάβασιν τάξεις Ἀγγελικαί, φόβῳ ἐξεπλάγησαν, καὶ διανύμνησαν
Χριστέ, τὸ ἀνείκαστόν σου ἔλεος.
Συνέσει Κύριε,
ὁ τεκτηνάμενος, πᾶσαν κτίσιν βουλήσει σωματικῶς, σεαυτὸν ἠρίθμησας, ἐν τοῖς ποιήμασι
τοῖς σοῖς, καὶ ἐν τούτοις ἀναπέπαυσαι.
Τὸ ξίφος ὤθησε,
μανεὶς ὁ ἄνομος, καὶ παράφρων Ἡρῴδης καθ' ἑαυτοῦ, ἀνελεῖν πειρώμενος, τὸν Εὐεργέτην
τοῦ παντός, καὶ ἀνώλεθρον Θεότητι.
Θεοτοκίον.
Ὡραίαν κάλλει
σε, ὑπεραστράπτουσαν, τοῦ Υἱοῦ σου ἀκτῖσιν οἱ τῶν ἐθνῶν, δωροφόροι Ἄχραντε, ἰδόντες
θέαμα καινόν, καὶ παράδοξον ἀνύμνησαν.
Κανὼν δεύτερος. Εἰσακήκοα ὁ Θεός.
Δεῦτε συμφώνως πιστοί, τῶν γενεθλίων μετ᾿ ἐγκωμίων,
τὴν ἡμέραν ἑορτάσωμεν, ἐν ψαλμοῖς γεραίροντες, τὸν ἐν σπηλαίῳ βρέφος
τικτόμενον.
Μιαιφονίαν ἡ Βηθλεέμ, τὴν τοῦ Ἡρώδου ἀναβοώσα,
διελέγχει τὴν παράνομον ἀλλ᾿ αὐτὸς ὡς θύματα, τὰ τῶν Βρεφῶν συστήματα δέχου
Χριστέ.
Ἱερεμίας ὁ μέγας φησί, Προφήταις πάλαι προανεφώνει· Ἐν
Ῥαμᾷ σφαγῇ γενήσεται, διὰ τὸν τικτόμενον, ἐν Βηθλεὲμ Χριστὸν τὸν Θεὸν ἡμῶν.
Θεοτοκίον.
Χαῖρε πύλη τῶν οὐρανῶν, δι᾿ ἧς διῆλθεν ἀῤῥήτῳ λόγῳ,
Βασιλεὺς ὁ ἐπουράνιος, καὶ τηρήσας ἄμωμον, ἐσφραγισμένην πάλιν κατέλιπεν.
Κανὼν πρῶτος. ᾨδὴ ε´. Τῷ θείῳ φέγγει
σου.
Ὑπερεκκέχυται
ὁ κρατήρ, ὁ τῆς εὐσπλαγχνίας σου Χριστέ, εἰς τὰ ποιήματα ἅπαντα, καὶ ἀφθόνου ταῦτα,
ἐλέους ἔπλησε, σαρκὶ ἐπιφανέντος, καὶ γεννηθέντος σου.
Θύματα ἄμωμα
τῷ Χριστῷ, σήμερον προσήχθησαν ὁμοῦ, καὶ μυστικῶς ἀνηνέχθησαν, ὡς πυρὶ τῷ ξίφει
ὁλοκαυτούμενα, τὰ Βρέφη, καὶ τῶν θείων βραβείων ἔτυχον.
Θεοτοκίον.
Ῥεῖθρα ἐπήγασε
νοητά, τῆς ἀθανασίας ὁ ἐκ σοῦ, σαρκὶ τεχθείς, ἐν Σπηλαίῳ Ἁγνή, καὶ τὴν τῶν ἀνθρώπων
φύσιν κατήρδευσεν, ἀφθαρσίᾳ πλουτίσας, αὐτὴν ὡς εὔσπλαγχνος.
Κανὼν δεύτερος. Ἀνατεῖλαν μοι Κύριε.
Δεσποτικὴν πανήγυριν, οἱ φιλέορτοι σήμερον,
ἀνακηρύττομεν τοῦ Σωτῆρος, τὰ σπάργανα ὁρῶντες, καὶ ποιμένας κήρυκας, καὶ τῶν
Μάγων σύστημα, δῶρα προσφέροντας Χριστῷ.
Χορεύει πᾶσα σήμερον, ἡ φύσις ἡ τοῦ θήλεος, ὅτι τὸν
γόνον ἀποδίδει, τῷ Κτίστῃ καὶ Δεσπότῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ καυχᾶται
λέγουσα· νῦν οὐκ ἄτεκνος ἐγώ.
Ἡρώδης ὁ δυσώνυμος, τὸν Φαραὼ μιμούμενος, ὁ μὴ
καμφθεὶς μητρῴοις σπλάγχνοις, τὰ βρέφη κατασφάττει, διὰ τὸν τικτόμενον, ἐν
σπηλαίῳ καὶ φάτνῃ, Χριστὸν τὸν μόνον Λυτρωτήν.
Θεοτοκίον.
Ὡς πύλην ἀδιόδευτον, καὶ βάτον ἀκατάφλεκτον, καὶ
ἀλατόμητόν σε ὄρος, ἐξ οὐ λίθος ἐτμήθη, ὁ ἐκ σοῦ σαρκούμενος, ἀνυμνοῦμεν
Δέσποινα, Μήτηρ τοῦ πάντων Ποιητοῦ.
Κανὼν πρῶτος. ᾨδὴ στ´. Τοῦ βίου τὴν
θάλασσαν.
Μύρα εὐωδέστατα,
ἀναδέδωκεν ἡ γῆ, ἐν ταύτῃ ὑπὲρ ἔννοιαν, τοῦ ἀκενώτου μύρου ἐκ τῆς Ἁγνῆς, σαρκὶ ἀναβλύσαντος,
καὶ βροτούς, εὐωδίας θείας πλήσαντος.
Αἵμασιν ἐφοίνιξεν,
ὁ Ἡρῴδης τῶν Βρεφῶν, τὴν Βηθλεὲμ ὁ δείλαιος, ἀλλὰ ταῦτα βοήσαντα πρὸς Θεόν, ἔνδικον
εἰργάσαντο, τὴν αὐτοῦ καταδίκην, καὶ τὸν ὄλεθρον.
Θεοτοκίον.
Γεννᾶται ὁ
ἄχραντος, Θεὸς Λόγος ἐν γαστρί, ἐκ σοῦ ἐν χρόνῳ Ἄχραντε, ἵνα ζωὴν τὴν ἄχρονον
τοῖς ἐν γῇ, καὶ λῆξιν αἰώνιον, χορηγήσῃ, καὶ δόξαν τὴν ἀκήρατον.
Κανὼν δεύτερος. Ζάλη μὲ λογισμῶν.
Σήμερον χορευέτω πᾶσα ἡ κτίσις, ὅτι τὰ γενέθλια,
τηροῦνται νῦν τοῦ Σωτῆρος, καὶ ἡ μνήμη ἐφέστηκε φαιδρῶς, τῶν Νηπίων καὶ δεῦτε,
πανηγυρίσωμεν ἅπαντες.
Φησὶ γάρ· Ἐν Ῥαμᾷ θρῆνος ἠκούσθη· Ῥαχὴλ γὰρ κλαίουσα,
τὰ Νήπια οὐ μετρίως· Ἱερεμίας γὰρ νῦν προφητεύει, διὰ τὸν ἐκ Μαρίας, ἐν Βηθλεὲμ
γεννηθέντα Χριστόν.
Φοινίσσεται ἡ γῆ ἅπασα τὸ αἷμα, τῶν Νηπίων σήμερον,
καὶ Βηθλεὲμ ἐγκαυχάται, ὡς τὰ τέκνα πληθύνασα αὐτῆς, καὶ δέχεται ὡς δῶρα,
μιαιφονίαν τὴν ἄδικον.
Θεοτοκίον.
Ἔλυσας τὴν ἆραν τῆς προγόνου· τὴν χαρὰν γὰρ ἔτεκες, ἡ
ἐν μητράσι Παρθένος, τὸν ἀναλλοίωτον Λόγον ἐν σαρκὶ αὐτὸν Θεογεννῆτορ, ὑπὲρ τοῦ
κόσμου ἱκέτευε.
Κοντάκιον.
Ἀστὴρ Μάγους
ἔπεμψε, πρὸς τὸν τεχθέντα, καὶ Ἡρῴδης ἄδικον, στρατὸν ἀπέστειλε κενῶς, φονοκτονῆσαι
οἰόμενος, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.
Ὁ Οἶκος
Τῶν ἄνω
καὶ τῶν κάτω νῦν ὁμοῦ εὐφραινομένων, ἐν τῇ ἐπιφανείᾳ τοῦ πάντων Βασιλέως, Ἡρῴδης
μόνος συναλγεῖ, σὺν τοῖς προφητοκτόνοις Ἰουδαίοις· εἰκὸς γὰρ μόνους αὐτοὺς ὀδύρεσθαι·
οὐ γὰρ ἀπὸ τοῦ νῦν βασιλεύσουσιν, ἀλλ' ἡ βασιλεία τοῦ Κυρίου, καὶ ἔτι κρατήσει,
τὰ θράση τῶν ἐχθρῶν ἀποκρουομένη, καὶ τὰ πλήθη τῶν πιστῶν συγκαλουμένη, μετὰ τῶν
σεπτῶν Νηπίων τοῦ κατοπτεύειν, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.
Συναξάριον.
Τῇ ΚΘ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρώδου ἀναιρεθέντων, χιλιάδων
δεκατεσσάρων.
Διὰ ξίφους ἄωρα μητέρων βρέφη,
Ἄνειλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους.
Νήπια ἀμφ᾿ ἐνάτην τάμον εἰκάδι παππάζοντα.
Προστάξας
ὁ βασιλεὺς τῶν Ἰουδαίων Ἡρῴδης τοῖς Μάγοις ὑποστρέψαι καὶ διαγγεῖλαι αὐτῷ τὰ
περὶ τοῦ γεννηθέντος Βασιλέως, ὃν ὁ ἀστήρ, ᾧ ἠκολούθουν, ἐμήνυεν, ὅπως σὺν
ἐκείνοις προσκυνήσῃ αὐτόν· καὶ τοῦ Ἀγγέλου εἰπόντος αὐτοῖς, μὴ ἀνακάμψαι πρὸς
Ἡρώδην, ἀλλὰ δι᾿ ἄλλης ὁδοῦ ἀναχωρῆσαι εἰς τὴν χώραν αὐτῶν· καὶ τοῦτο
ποιησάντων, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπ᾿ αὐτῶν, ἐθυμώθη λίαν· καὶ ἐψηφίσατο ἀκριβῶς
τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ ἀποστείλας στρατιώτας, ἐφόνευσε πάντας
τοὺς ἐν Βηθλεὲμ παῖδας καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπό διετοῦς καὶ κατωτέρω·
τοῦτο θέμενος ἐν τῇ διανοίᾳ αὑτοῦ, ὡς εἰ πάντας τοὺς παῖδας φονεύσειε, πάντως
ἀποθανεῖται καὶ ὁ μέλλων βασιλεῦσαι, καὶ οὐκ ἐπιβουλεύσει αὐτῷ· ἀλλ᾿ εἰς μάτην
ἐκοπίασεν ὁ παράφρων, μὴ εἰδὼς ὅτι Θεοῦ βουλὴν ἄνθρωπος ἐμποδίσαι οὐ δύναται.
Ὅθεν ἐκείνοις μὲν προεξένησε Βασιλείαν οὐρανῶν, ἑαυτῷ δὲ κόλασιν αἰώνιον.
Τῇ αὐτῇ ἡμέρα, μνήμη πάντων
τῶν Χριστιανῶν, καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐν λιμῷ καὶ δίψῃ καὶ μαχαίρᾳ καὶ κρύει
τελειωθέντων.
Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς
τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός.
Σωθῆναι πάντας τοὺς βροτούς, Σῶτερ, θέλων,
Εἰς τοῦτο κρίσεις μηχανᾶσαι πανσόφως.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.
Ἀϋπνία δοὺς πάντα τὸν ζωῆς χρόνον,
Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ.
Οὗτος
ὁ ὅσιος Πατὴρ ἡμῶν Μάρκελλος ὑπῆρχεν ἀπὸ Ἀπαμείας, τῆς δευτέρας Συρίας, ἐξ
ἐνδόξου γένους καὶ περιφανοῦς· ὅθεν καὶ πᾶσαν τὴν ἐν λόγοις παίδευσιν μετῆλθε.
Καὶ ταύτην παριδών, κατέλιπε τὰ οἰκεῖα καὶ παραγίνεται εἰς Ἔφεσον, καὶ
ξενίζεται παρά τισιν εὐσεβέσι· καὶ ἔν τινι τῶν Μοναστηρίων εἰσελθὼν καὶ ἀσκήσας
καλῶς, παραγίνεται πρὸς τὸν Ἅγιον Ἀλέξανδρον, ὄντα ἐν τῇ Μονῇ τῶν Ἀκοιμήτων,
μαθὼν περὶ τῆς ἐνθέου καὶ ὑψηλῆς αὐτοῦ πολιτείας· καὶ ἐν τῇ αὐτῇ Μονῇ τὴν
διαγωγὴν ποιησάμενος, καὶ πάντας ὑπερβαλὼν ταῖς καθ᾿ ἡμέραν πρὸς ἀρετὴν
προκοπαῖς, μετὰ τὴν κοίμησιν Ἀλεξάνδρου καὶ Ἰακώβου, τοῦ μετ᾿ ἐκεῖνον
χρηματίσαντος Ἡγουμένου, τῆς Μονῆς καθίσταται ἀρχηγός. Πολλῶν δὲ θαυμάτων τῇ
τοῦ Χριστοῦ χάριτι ἐπιδειξάμενος δύναμιν, ἐν αὐτῇ τῇ Μονῇ κοιμηθείς, ἀνεπαύσατο
ἐν Κυρίῳ.
Τῇ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου
Θαδδαίου τοῦ Ὁμολογητοῦ.
Καὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης,
Ὁμολογητὴς ἀναφανεῖς ὡς μέγας.
Οὗτος
ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Θαδδαῖος ἀπελεύθερος γέγονε Θεοδώρου, τοῦ τὴν Μονὴν τῶν
Στουδίων ἐκ βασιλικῆς ἐξουσίας λαβόντος, καὶ κοινόβιον ποιήσαντος. Κείρας δὲ
καὶ οὗτος τὴν κόμην τῆς κεφαλῆς αὑτοῦ ἐν τῇ αὐτῇ Μονῇ, γέγονε μοναχός· καὶ
πολιτείαν κτησάμενος θεάρεστον, ἠγαπήθη παρὰ πάντων· νηστείαν γὰρ καὶ ἀγρυπνίαν
εἶχε πολλήν, γλώσσης ἐγκράτειαν, προσοχὴν τῶν θείων λόγων, χαμευνίαν καὶ
ὑπακοὴν ὑπερβάλλουσαν, μηδὲν ἄλλο ἔχων, πλὴν ὧν περιβέβλητο.
Τῶν
δυσσεβῶν δὲ τότε Εἰκονομάχων, Μιχαὴλ φημὶ τοῦ Τραυλοῦ, καὶ Θεοφίλου τοῦ υἱοῦ
αὐτοῦ, κατὰ συγχώρησιν Θεοῦ, κρατούντων, πάντας τοὺς εὐσεβεῖς Ἐπισκόπους καὶ
Ἡγουμένους, οὓς μὲν ἀπέκλειον, οὓς δὲ ἐξώριζον· ἐν οἷς ἦν καὶ ὁ μέγας ἀγωνιστὴς
Θεόδωρος, ὁ τούτου γεγονὼς δεσπότης καὶ ἡγούμενος. Σὺν τούτῳ οὖν ποτε ἀνελθὼν
ἐν τῷ παλατίῳ καὶ ὁ θεοφόρος οὗτος Θαδδαῖος, ζήλῳ θείῳ πυρωθείς, ἤλεγξε τὸν
δυσσεβῆ ἐκεῖνον βασιλέα ἐνώπιον πάσης τῆς συγκλήτου. Ὁ δὲ ἐκέλευσε τὴν τοῦ
Σωτῆρος ἡμῶν εἰκόνα ἐνεχθῆναι, καὶ τεθεῖναι ἐν τῇ γῇ, τὸν δὲ ἅγιον τοῦτον ἄνδρα
ἐπιστῆναι ἄνωθεν τῆς ἁγίας εἰκόνος, καὶ μὴ βουλόμενον, κατεχόμενον ὑπό τινων
ἰσχυρῶν ἀνδρῶν ἀσφαλῶς, πρὸς τὸ μὴ μεταστῆναι· καί, Ἴδε, φησὶν ὁ τύραννος, τὴν
τοῦ Χριστοῦ σου εἰκόνα κατεπάτησας· λοιπὸν συγκατάθου καὶ ἐν τοῖς λοιποῖς. Ὁ
δέ, ἐν ἀληθείᾳ πεφωτισμένος τὴν ψυχήν, ἀπεκρίνατο πρὸς αὐτόν· Ἐγὼ δυσσεβέστατε,
καὶ πάσης ἀκαθαρσίας πεπληρωμένε τύραννε, οὐκ ἐξ ἰδίας γνώμης τοῦτο πεποίηκα·
μὴ γένοιτο! ἀλλὰ τῆς σῆς τοῦτο πανουργίας καὶ ἀδίκου κρίσεως· προσκυνῶ δὲ
μᾶλλον ἐγὼ τῇ ἁγίᾳ εἰκόνι τοῦ Κυρίου καὶ Θεοῦ μου, καὶ κατασπάζομαι αὐτήν, καὶ
ὑπὲρ αὐτῆς προθύμως ἀποθανεῖν αἱροῦμαι.
Τούτοις
τοῖς λόγοις ὁ ἀλιτήριος αἰσχυνθείς, ὡς ὑπὸ ἀγροίκου καὶ Σκυθογενοῦς καὶ
παντελῶς ἰδιώτου ὑβρισθείς, ἐκέλευσεν ἔμπροσθεν αὐτοῦ τῷ ἐδάφει ῥιφῆναι καὶ
ἀνηλεῶς τύπτεσθαι· καὶ τοσοῦτον αὐτὸν τοῖς ῥοπάλοις ἔτυψαν, ἄχρις ἂν καὶ
ἤλπιζον ἀναπνεῖν. Εἶτα, νομίσαντες τεθνάναι, ἔσυρον ἐκ τῶν ποδῶν ἔξω· ὃν καί
τινες τῶν παρεστώτων δήσαντες, εἵλκυσαν ὡς θνησιμαῖόν τι καὶ ἀκάθαρτον διὰ
πάσης τῆς λεωφόρου· καὶ ῥίψαντες αὐτὸν πλησίον τοῦ τείχους, πρὸς τὸ μέρος τῆς
πηγῆς, ὑπέστρεψαν ἀπολουσάμενοι. Ὁ δὲ μακάριος Θαδδαῖος, εὐχαρίστως πάντα καὶ
γενναίως ὑπενεγκών, τρεῖς ἐπιβιοὺς ἡμέρας, ἀπῆλθε πρὸς Κύριον.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος
Πατὴρ ἡμῶν Βενιαμίν, ἐν εἰρήνῃ τελειοῦται.
Τοῖς ἐν καλῷ λιποῦσι γήρᾳ τὸν βίον,
Καὶ Βενιαμὶν τὸν καλόν, συναπτέον.
Οὗτος, ᾗναι ὁ ἐν τῷ Λαυσαϊκῷ ἱστορούμενος, ὁ
ὑδρωπηκιάσας καὶ τοσοῦτον ἐξογκωθείς, ὥστε, ὅταν ἀπέθανε, ἐχάλασαν τὰς
παραστάδας τῆς θύρας τοῦ κελλίου του, ὅπως ἐκβάλλωσι τὸ λείψανόν του. Ἔλεγε δὲ
ὁ μακάριος οὗτος, τὸ ἀξιομνημόνευτον τοῦτο ἀπόφθεγμα· Τὴν Βασιλικὴν ὁδὸν
πορεύεσθε, καὶ τὰ μίλια μετρεῖτε, καὶ οὐκ ὀλιγωρεῖτε.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος
Ἀθηνόδωρος, ἐν εἰρήνῃ τελειοῦται.
Ἀθηνοδώρῳ δῶρον ἐξ ἐμοῦ λόγος,
Θείῳ γὰρ ἀνδρὶ καὶ νεκρῷ πρέπει λόγος.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου
Γεωργίου, Ἐπισκόπου Νικομήδειας, τοῦ ποιητοῦ τίνων ᾀσματικῶν Κανόνων καὶ
Τροπαρίων.
Πανηγυριστὴς τῶν ὑπὲρ νοῦν πραγμάτων,
Ὁ Γεώργιος νῦν κροτεῖ σὺν Ἀγγέλοις.
Οὗτος, ἦτο σύγχρονος τοῦ σοφοῦ Φωτίου Πατριάρχου
Κωνσταντινουπόλεως, πρὸς τὸν ὁποῖον καὶ ἐπιστέλλει. Ἐμελούργησε δὲ τὴν
Ἀκολουθίαν τῶν Εἰσοδίων τῆς Θεοτόκου, καὶ δύο ἐγκώμια συνέθεσεν εἰς τὴν αὐτὴν
ἑορτήν. Ὁμοίως, ἐμελούργησε καὶ τὸν προεότιον κανόνα εἰς τὸν Εὐαγγελισμόν, καὶ
ἄλλους κανόνας ἔχει εἰς τὴν Θεοτόκον. Οὗτος, συνέγραψε καὶ λόγους τινὰς
πανηγυρικούς· οἷον εἰς τὰ Εἰσόδια, εἰς τὴν Σύλληψιν τῆς Ἁγίας Ἄννης, εἰς τὸ
Εἰστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ· οἵτινες σώζονται ἐν τοῖς χειρογράφοις τοῦ
Ὄρους πανηγυρικοῖς.
Τῇ αὐτῇ ἡμέρα, τὰ Ἐγκαίνια
τοῦ Ναοῦ τῶν Ἁγίων μ´ Μαρτύρων, πλησίον τοῦ Χαλκοῦ Τετραπύλου.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
Κανὼν πρῶτος. ᾨδὴ ξ´. Δροσοβόλον μὲν τὴν
κάμινον.
Ἀπεμείωσε
τὴν νύκτα ὁ τεχθεὶς σαρκί, Ἥλιος ἐκ Παρθένου Μητρός, καὶ ἐπηύξησε τὴν διττὴν ἡμέραν
τοῖς πιστοῖς, βοῶσιν αὐτῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σαλευθεῖσαν
ἀθεότητι τὴν ἅπασαν, κτίσιν ὁ ἐν Σπηλαίῳ τεχθείς, ἐπεστήριξεν ἐπιγνώσει πάλιν τῇ
αὐτοῦ, ἀπαύστως κραυγάζουσαν αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὰ ἀνεύθυνα
μὲν βρέφη ἀπεθέρισεν, Ἡρῴδης μιαιφόνῳ χειρί, τῶν ἐλπίδων δέ, τῶν ματαίων ὅλως ἐκπεσών,
τὴν ἔνδικον δίκην ἑαυτῷ, θεοκτονίαν μελετῶν ἐναπεγράψατο.
Θεοτοκίον.
Ἴδεν ἅπασα
ἡ κτίσις Θεονύμφευτε, τὰ θεῖα μεγαλεῖά σου, ἐν σαρκὶ ἐκ σοῦ, τοῦ Δεσπότου πάντων
καὶ Θεοῦ, τεχθέντος ἐν πόλει Βηθλεέμ, καὶ σὺν τοῖς Μάγοις καὶ Ποιμέσι σὲ ἀνύμνησεν.
Κανὼν δεύτερος. Εὐλογητὸς εἶ ὁ Θεός.
Ἐπέστη σήμερον ἡμῖν, τῶν Γενεθλίων ἡμέρα, καὶ ὕμνον
πάντες κροτήσωμεν πιστοί· ἤδη εἱσηκούσθη, ἡ δέησις ἡμῶν.
Ἱερεμίας ὁ σοφός, τὴν τῶν ἀώρων Νηπίων, προφητεύσας
γὰρ εἶπε τὴν μέλλουσαν σφαγήν, διὰ τὸν τεχθέντα, ἐν κώμῃ Βηθλεέμ.
Ὁ παλαιὸς τῶν ἡμερῶν, ὁ νηπιάσας ὡς βρέφος, τῶν Νηπίων
προσδέχεται σφαγήν, καὶ τὴν τῶν Μαρτύρων, ηὐτρέπισεν ὁδόν.
Θεοτοκίον.
Χαῖρε ναὲ θεϊκέ, χαῖρε κατάσκιον ὄρος, χαῖρε λυχνία
χρυσή· χαῖρε τράπεζα, καὶ θεῖε κιβωτέ, χαῖρε Παναγία Θεογεννῆτορ.
Κανὼν πρῶτος. ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς
Ὁσίοις.
Φωτοφόρον
ἡ κτίσις, στολὴν ἐνδέδυται, καὶ κατήφειαν πᾶσαν, ὅλως ἀπέθετο, τοῦ καινοποιοῦ
καὶ Δεσπότου τεχθέντος ἐν γῇ· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς χρυσίον
καὶ σμύρναν, Χριστὲ καὶ λίβανον, τὰς ἡμῶν ἱκεσίας, δέξαι φιλάνθρωπε, καὶ ὡς τῶν
Βρεφῶν τῶν ἁγίων τὰ αἵματα, πρόσδεξαι οἰκτίρμον, διδοὺς ἡμῖν ἐλέη.
Λελυμένα
τοῦ βίου, καὶ τῆς παρούσης ζωῆς, δι' ἐνθέου θανάτου, βρέφη ἀνεύθυνα, πρὸς τὸν ἀθλοθέτην
Θεὸν ἐχωρήσατε, τὸν τὴν αἰώνιον, ζωὴν ἡμῖν διδοῦντα.
Θεοτοκίον
Ὁ ἐκ σοῦ ἐν
Σπηλαίῳ, τεχθεὶς Πανάχραντε, αἰωνίους ἀνθρώποις, σκηνὰς ηὐτρέπισε, τοῖς εἰλικρινῶς,
Θεοτόκον ὑμνοῦσί σε, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν δεύτερος. Ἐν πυρὶ φλογός.
Τῶν Ἀγγέλων τὰ στρατεύματα, Χερουβὶμ Σεραφίμ, Κύριε
μετὰ ποιμένων, ὕμνον ᾄδουσι τερπνόν, ὑμνοῦντες καὶ βοῶντες, σὲ τὸν γεννηθέντα,
σπηλαίῳ ὑπογαίῳ σαρκί, εἰς πάντας τοὺς αἰῶνας.
Φωνὴ ὡς ἠκούσθη ἐν Ῥαμᾷ, καὶ κλαυθμὸς τῶν Βρεφῶν,
σήμερον οἱ τῶν Ἀγγέλων, ἐξεπλάγησαν χοροί, ὑμνοῦντες καὶ βοῶντες, Χριστὸν τὸν
ἐκ Μαρίας, τεχθέντα ἐν σπηλαίῳ, εἰς σωτηρίαν κόσμου.
Ἡ γῆ ἐπορφύρετο τοῖς αἵμασι, καὶ ὡς ῥόδα ἀγροῦ,
ἔπιπτον ἐκ τῶν ἀγκαλῶν, τῶν μητρῴων τὰ βρέφη, πατέρων καὶ μητέρων, ὀλολυγμὸς
βιαίως, εἰς τοῦτο μόνον ἀφορῶντες, τὸ ἐκ Μαρίας βρέφος.
Θεοτοκίον.
Τίς ἀκούων οὐκ ἐξίσταται, ὅτι μήτραν Θεὸς ᾤκησε καὶ
βρέφος ὤφθη, ἄνευ πάθους καὶ φθορᾶς; Ὢ πλούτου εὐσπλαγχνίας! ὢ βάθους
μυστηρίου! Ὁ πάντα περιέπων, σαρκὶ ἐφανερώθη.
Κανὼν πρῶτος. ᾨδὴ θ´. Θεὸν ἀνθρώποις.
Γνωστὸν ἐδείχθη
Χριστὲ τὸ ἔλεος, τὸ ὑπὲρ νοῦν τῆς σῆς φιλανθρωπίας τοῖς Ἔθνεσιν· ἐν σαρκὶ γὰρ Δέσποτα
ἐπτώχευσας, ἵνα πλούτου μετόχους, κρείττονος Κύριε, ποιήσῃς ἡμᾶς ὡς ἀγαθός, καὶ
πολυέλεος.
Ὁ σὸς
Παρθένε τόκος ὁ ἄρρητος, ξένην βροτοῖς καὶ θείαν παρασχὼν ἀναγέννησιν, καὶ τὴν
κτίσιν πᾶσαν ἐκαινούργησε, καὶ τοὺς ἐν γῇ, Ἀγγέλοις ἥνωσεν ᾄδοντας, καὶ
δοξολογοῦντάς σε ἀεὶ καὶ μεγαλύνοντας.
Ἰσχὺς Ἡρῴδου
τοῦ πολεμήτορος, τῇ τῶν βρεφῶν μανέντος ἀναιρέσει ἠσθένησε· τὴν ἀήττητον γὰρ ταῦτα
δύναμιν, ἐκ Θεοῦ ἐζωσμένα, χάριτι πίστεως, πρὸς τὸν ἀθλοθέτην καὶ Θεόν, φαιδρῶς
ἀνέδραμε.
Θεοτοκίον.
Υἱοὺς Θεοῦ
ἡμᾶς ἀπειργάσατο, ὁ γεννηθεὶς σαρκὶ Θεὸς ἐκ σοῦ Παναμώμητε, καὶ τὸ πρῶτον δέδωκεν
ἀξίωμα, τοῖς αὐτὸν δεξαμένοις, καὶ Θεομήτορα, σὲ δοξολογοῦσιν ἐκτενῶς, καὶ
μεγαλύνουσιν.
Κανὼν δεύτερος. Τὴν ὑπερένδροσον πάλαι.
Προφητεύων μήπω μαθόντες Παῖδες, τὴν σκιώδη μανίαν
ἐφαύλισαν, καὶ τὸν φθόνον ἔῤῥηξαν, τούτου τὸν παράφρονα.
Τὸν νηπιάσαντα Λόγον ἐκ Παρθένου, καὶ τὰ Νήπια δόντα
ἀγήρῳ ζωῇ, καὶ ἀβραμιαίοις κόλποις, οἰκίσας μεγαλύνομεν.
Τὸν Ἡρώδην μανίαν ἐκτακέντα, τῶν Νηπίων τὴν χλόην
ἐθέρισε, καὶ τοῦ ζῆν ἀποσπάσας, τούτους εἰσοικίζει Χριστῷ.
Θεοτοκίον.
Τὴν πορφύραν σου Λόγε αἱμάσι, τῆς Παρθένου ὑφανθεῖσαν
καὶ βαφείσαν, δίχα φθορᾶς δι᾿ ἡμᾶς καθ᾿ ἡμᾶς, φορέσας ἐνηνθρώπησας.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς
συνέλθωμεν.
Κλαυθμὸς πολὺς ἐγένετο, ὀδυρμός τε καὶ θρῆνος, ἐν τῇ
Ῥαμᾷ ὡς ἔφησεν, ὁ θεόπνους Προφήτης ἐξ ἀγκαλῶν γὰρ μητρῴων, ἀποσπάσας Ἡρώδης,
τὰ Νήπια ἀνείλετο, ἐκζητὼν ἀποκρύψαι, τὸν ἐξ Ἁγνῆς, Ἥλιον τεχθέντα ἐν γῆ Ἰούδα,
ὃν πάντες προσκυνήσωμεν, ὡς Σωτῆρα τοῦ κόσμου.
Ἕτερον. Τῶν Μαθητῶν ὁρώντων σε.
Ἡ Βηθλεὲμ
μὴ στύγναζε, ἀλλ' εὐθύμει, τῶν ἱερῶν Νηπίων τῇ ἀναιρέσει· θύματα γὰρ τέλεια τῷ
Δεσπότῃ, Χριστῷ προσανηνέχθησαν· ὑπὲρ αὐτοῦ γὰρ σφαγέντα, συμβασιλεύουσι τούτῳ.
Θεοτοκίον.
Ἐπὶ τῆς γῆς
εἰρήνη καὶ ἐν ἀνθρώποις, Θεοκυῆτορ γέγονεν εὐδοκία. Ἄγγελοι χορεύοντες ἐκραύγαζον·
Ἐν τοῖς ὑψίστοις δόξα σοι, τῷ γεννηθέντι ἀφράστως, ἐν Βηθλεέμ ἐκ Παρθένου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος α´. Πανεύφημοι
Μάρτυρες.
Χριστῷ ἐκ Παρθένου δι᾿ ἡμᾶς, σαρκὶ νηπιάσαντι, τὰ
ἀπειρόκακα Νήπια, δεκτὰ ὡς θύματα, ὡς τερπναὶ θυσίαι, ὡς ἄρνες νεόθυτοι,
προσήχθησαν Ἡρώδου ἐλέγχοντα, τὴν ἰταμότητα, καὶ ἀπαύστως ἱκετεύοντα, ἵνα
χάριν, καὶ ἔλεος εὕρωμεν.
Εὐφραίνεσθε νῦν πνευματικῶς πιστοὶ ἑορτάζοντες· Βρεφῶν
χορὸς γὰρ συνήθροισται, θεοσυγκρότητος, ὑπὲρ τοῦ τεχθέντος, Χριστοῦ
ἐνδεξάμενος, δι᾿ αἵματος σεπτῶς τὴν τελείωσιν ὃν μακαρίζοντες, τὸν δι᾿ οἶκτον
νηπιάσαντα, ὡς Δεσπότην, ἡμῶν προσκυνήσωμεν.
Ἐγένετο ἄλλος Φαραώ, Ἡρώδης ὁ ἄνομος, τοῦ παλαιοῦ
δολιώτερος, διὰ τὸν Κύριον ἐν σαρκὶ τεχθέντα, ἀποκτείνας Νήπια, τοῦ νέου
Ἰσραήλ, ἃ εἰργάσατο, λαθῶν τὴν ἔκβασιν, τῶν Μαρτύρων ἀρχιμάρτυρας, ὑπὲρ πάντων,
ἡμῶν ἱκετεύοντας.
Βρεφῶν ἡ Ῥαχὴλ τὴν ἐκκοπήν, ἐθρήνησε προπάλαι· ἡ
Ἐκκλησία δὲ σήμερον, φαιδρῶς ἀγάλλεται, ὡς πορφύραν θείαν, καὶ βύσσον
πολύτιμον, αὐτῶν στολιζομένη τὰ αἵματα καὶ ἑορτάζουσα, μεγαλύνει τὸν
φιλάνθρωπον, τὸν ἐκ Κόρης, ἁγνῆς νηπιάσαντα.
Δόξα. Ἦχος πλ. β´.
Ἀγαλλιάσθω σήμερον Βηθλεέμ, ὅτι πόλις ὤφθης τοῦ
μεγάλου Βασιλέως, καὶ μὴ στύγναζε τῇ τῶν νηπίων ἀναιρέσει Ῥαχὴλ γὰρ ὡς Ἀβραὰμ
εἰς θυσίαν, αὐτὰ τῷ δι᾿ ἡμᾶς νηπιάσαντι προσέφερε, ἐλέγχουσα τὴν τοῦ Ἡρώδου
κακίαν. Εὐφράνθητι εὐφροσύνην αἰώνιον, ὅτι νοητὸς παράδεισος ἀνεδείχθης,
ἑξανθήσασα Παῖδας ἁγίους, ἡλικιώτας τῇ Γεννήσει Χριστοῦ. Στάλαξον τοῖς ὅρεσί
σου γλυκασμόν, ὡς ἀρνία προβάτων πρώτη προσάξασα, τῷ Ποιμένι τοὺς Παιδομάρτυρας
αὐτοῦ, τοὺς πρεσβεύοντας ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ὁ αὐτός.
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται
σήμερον σκιρτὰᾷδὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα Κύριον
ὅτι πᾶσα πλάνη τῶν Εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις θεηγόρος παρεμβολή, τῶν ἀκάκων Παίδων, τῶν
τυθέντων ἐν Βηθλεέμ, Ἡρώδου μανίᾳ, τοῦ μισητοῦ τυράννου, διὰ τὸν ἐκ Παρθένου,
ἐνανθρωπήσαντα.
ΚΑΝΩΝ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε. Ὁ Ἀναγνώστης· Ἀμήν.
Ψαλμὸς ρμβ΄ (142): Κύριε,
εἰσάκουσον τῆς προσευχῆς μου,
Εὐθὺς
ψάλλομεν. Ἦχος δ΄. Θεὸς Κύριος, Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰς τῶν Ἁγίων σοῦ Νηπίων πρεσβείαις, τῶν ὡς θυσίαν
λογικὴν προσαχθέντων, τῷ ἐκ Παρθένου τόκῳ σου φιλάνθρωπε, λύτρωσαι τοὺς δούλους
σου, πολυτρόπων κινδύνων, δίδου δὲ Σωτὴρ ἡμῶν, ὀφλημάτων τὴν λύσιν, καὶ
βασιλείας τῆς τῶν οὐρανῶν, ἡμᾶς ἀξίωσον, Δέσποτα Κύριε.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἷ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ψαλμὸς ν· (50)
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Λαμπόμενος φέγγει τῷ νοητῷ, Χριστοῦ τοῦ Σωτῆρος, τῶν
Νηπίων θεῖος χορός, λύσατε παθῶν ἡμῶν τὸν ζόφον, ταῖς φωτοφόροις ὑμῶν
παρακλήσεσιν.
Ἰσχύϊ νευρούμενοι θεϊκῇ, οἱ ἄκακοι Παῖδες, τοῦ Ἡρώδου
τὴν χαλεπήν, ᾔσχυναν κακίαν καὶ αἰτοῦνται, παρὰ Κυρίου ἡμῖν θεῖον ἔλεος.
Τὴν ἄκακον φύσιν τῶν νεογνῶν, ἐδέξω Οἰκτιρμόν, ὥσπερ
ἄμωμον προσφοράν, ἀδίκως σφαγέντων παρ᾿ Ἡρώδου, δι᾿ ὧν γενοῦ καὶ ἡμῖν Σῶτερ
ἵλεως.
Θεοτοκίον.
Ἁγία Παρθένε Μῆτερ Θεοῦ, Ἀγγέλων ἡ δόξα, καὶ ἀνθρώπων
καταφυγή, δίδου μετανοίας ἀφορμάς μοι, ἵνα ῥυσθῶ τῶν παγίδων τοῦ ὄφεως.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἱερώτατος δῆμος, νεοσφαγῆ θύματα, οἷα νεομάρτυρες
θεῖοι, σοὶ προσηνέχθησαν, Σῶτερ φιλάνθρωπε, ὧν ταῖς λιταῖς ἡμῖν πᾶσι, δίδου τὰ
ἐλέη σου, τοῖς σοὶ λατρεύουσι.
Συντριβεὶς τῇ ἀπάτῃ, τοῦ δυσμενοῦς δράκοντος, Νήπια
ἁγνὰ καταφεύγω ὑμῶν τῇ χάριτι, ὡς ἂν ῥυσθῶ τῆς φθορᾶς, ὑμῶν θερμαῖς ἱκεσίαις,
πρὸς τὸν προσδεξάμενον, ὑμῶν τὰ αἵματα.
Νηπιόφρονα γνώμην, νοΐ σαθρῷ ἔσχηκα, καὶ ἀπεμακρύνθην
Κυρίου, πράττων τὰ ἄτοπα· Νήπια ἄμωμα, δότε μοι φρόνησιν θείαν, ὡς ἂν τῷ
θελήματι, Θεοῦ πορεύσωμαι.
Θεοτοκίον.
Ἡ τετοκυῖα δίχα φθορᾶς Ἄχραντε, καὶ μετὰ τὸν ἄσπορον
τόκον, παρθένος μείνασα, ῥῦσαί με Δέσποινα, φθοροποιῶν νοημάτων, καὶ τὸν νοῦν
μου πλήρωσον, θείας φρονήσεως.
Διάσωσον ,ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτιρμόν, τῆς
κακίας τοῦ παλαιοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας, τὸ ἄμετρον ἔλεός σου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
, χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´.
Πρεσβεία θερμή.
Νηπίων πληθύς, Ἁγίων πολυάριθμε, Χριστὸν τὸν Θεόν, τὸν
ἐν ἐλέει πλούσιον, διὰ παντὸς πρεσβεύετε, διδόναι ἡμῖν παθῶν λύτρωσιν, καὶ
βασιλείας τῆς τῶν οὐρανῶν, τυχεῖν τοὺς ὑμᾶς θερμῶς γεραίροντας.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Πληθὺς θεία, προσήχθη σοι, τῶν ἀπειροκάκων Νηπίων
Κύριε, ὧν τὰ αἵματα δεξάμενος, καθαρὸν ἡμᾶς πάσης μολύνσεως.
Ἰσχὺν θείαν λαμβάνομεν μέλποντες ἐν πίστει ὑμῶν τὴν
ἄθλησιν, ἡλικία νηπιάζουσα, ἢν ὑπὲρ Κυρίου ὑπεμείνατε.
Ὥσπερ ῥόδα νεόδρεπτα, Νήπια ἁγνὰ ἡμῖν διαπνέετε, τὴν
ὀσμὴν τῆς θείας χάριτος, δυσωδίαν πᾶσαν ἀπελαύνουσαν.
Θεοτοκίον.
Νεκρωθέντα με πάθεσιν, ἐγεῖρον Παρθένε τῇ σῇ
χρηστότητι, καὶ μετάνοιαν μοι δώρησαι, κἂν ἐν γήρᾳ Δέσποινα καὶ σῶσόν με.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Σθένωσον ἡμῶν, τὴν διάνοιαν Φιλάνθρωπε, τῶν Ἁγίων σοῦ
Νηπίων ταῖς λιταῖς, τῶν σφαγέντων παρ᾿ Ἡρώδου τοῦ παράφρονος.
Ὥσπερ προσφοραί, τῷ τεχθέντι οἷα νήπιον, προσηνέχθητε
ὦ Νήπια ἁγνά, ἐξαιτοῦντα ἡμῖν πᾶσι τὰ σωτήρια.
Τίμιος ὑμῶν, ἀληθῶς ὤφθη ὁ θάνατος, ἐναντίον τοῦ
Παντάνακτος Χριστοῦ, ἀπειρόκακε χορεία νηπιάζουσα.
Θεοτοκίον.
Ηὔγασας ἡμῖν, φῶς ἀνέσπερον τῷ τόκῳ σου, Θεοτόκε· διὸ
σκέδασον κἀμοῦ, τὴν ὁμίχλην τῶν παθῶν τῇ φωταυγείᾳ σου.
ᾨδὴ ς´.Τὴν δέησιν, ἐκχεῶ.
Ῥευμάτων, ὑμῶν αἱμάτων, τοῖς ῥείθροις, ἀπειρόκακοι καὶ
Ἅγιοι Παῖδες, ἡ τοῦ πανώλους Ἡρώδου μανία, κατεποντίσθη εἰς τέλος καὶ ὤφθησαν,
τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, δροσισμὸς ἀφθαρσίας καὶ χάριτος.
Μαρτύρων, ὡς συνημμένοι τοῖς δήμοις, ἀπειρόκακοι καὶ
Ἅγιοι Παῖδες, διὰ παντὸς σὺν αὐτοῖς δυσωπεῖτε, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον,
ὡς ἂν πταισμάτων ἱλασμόν, καὶ παθῶν ἀπολύτρωσιν εὕρωμεν.
Ἐν κόλποις, τοῦ Ἀβραὰμ αἰωνίως, ἀγαλλόμενοι μακάριοι
Παῖδες, καὶ φωτισμοῦ ἐντρυφῶντες ἀΰλου, ἐκ σκοτασμοῦ παθημάτων λυτρώσασθε, τοὺς
μακαρίζοντας ὑμᾶς, ὡς Κυρίου νεόθυτα θύματα.
Θεοτοκίον.
Σωτῆρα, καὶ λυτρωτὴν τετοκυῖα, τῶν ἀνθρώπων Ἀειπάρθενε
Κόρη, τὸν Ποιητὴν τῶν ἁπάντων καὶ κτίστην, τῆς κακουργίας τοῦ ὄφεως ῥῦσαί με,
καὶ σῶσόν με ὡς συμπαθής, τῆς δεινῶς τυραννούσης μὲ ἕξεως.
Διάσωσον ,ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτιρμόν, τῆς
κακίας τοῦ παλαιοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας, τὸ ἄμετρον ἔλεός σου.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων
τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Ταῖς
τῶν αἱμάτων σου.
Ὥσπερ νεόθυτοι ἄρνες ἐτύθητε, τῷ ἐκ Παρθένου τεχθέντι
νεάνιδες, κτανθέντες ἀδίκως μακάριοι, καὶ τοῖς Ἀγγέλοις ὢ Παῖδες συνήφθητε,
ἡμῖν τὸν Χριστὸν ἱλεούμενοι.
Προκ.: Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ
ἅψηται αὐτῶν βάσανος.
Στίχ.: Εὐφρανθήσονται δίκαιοι ἐν Κυρίῳ...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον β᾿
13-23:
Ἀναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ
λέγων...
Δόξα: Ταῖς τῶν σῶν Νηπίων πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.: Ἐλεῆμον, ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα
ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος λ. β´. Ὅλην ἀποθέμενοι.
Σφάγια ὡς ἄμωμα, τῷ ἐκ Παρθένου τεχθέντι, ἀληθῶς
προσήχθητε, τῶν Νηπίων ὅμιλος ὁ μακάριος, καὶ ζωῆς κρείττονος, καὶ ὑπερκοσμίου,
σὺν Ἀγγέλοις ἠξιώθητε, μεθ᾿ ὧν πρεσβεύσατε, τῷ παμβασιλεῖ καὶ Θεῷ ἡμῶν,
πταισμάτων δοῦναι ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν, τοῖς ὑμνολογοῦσιν, τὴν
ἄθλησιν ὑμῶν τὴν ἱεράν, δι᾿ ἧς Ἡρώδου καθείλετε, μένος τὸ ὀλέθριον.
ᾨδὴ ζ´. Οἷ ἐκ τῆς Ἰουδαίας.
Ὥσπερ θὴρ ὁ Ἡρώδης, ἐφορμήσας τοὺς Παῖδας πικρῶς
ἐθέρισεν, ἀλλ᾿ οὗτοι ἐν τοῖς κόλποις, τοῦ Ἀβραὰμ σκιρτῶσι, καὶ χορεύουσι
ψάλλοντες· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Στέφει θείων Μαρτύρων, ὦ πανάγιοι Παῖδες
κατακοσμούμενοι, ἀπαύστως δυσωπεῖτε, ῥύεσθαι πάσης βλάβης καὶ ἀνάγκης τοὺς
ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ μακάριος δῆμος, ὁ τῶν Ἁγίων Νηπίων πικρῶς
σφαττόμενος, συνήφθη τοῖς Ἀγγέλοις, καὶ ἱλασμὸν αἰτεῖται, τοῖς βοῶσιν ἑκάστοτε·
Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, ἁμαρτίας τῇ κλίνῃ ἤδη κατάκειμαι·
ἀλλ᾿ ὦ Θεογεννῆτορ, ὡς τὴν ζωὴν τεκοῦσα, ἑξανάστησον ψάλλοντα· Ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Γέλως ὁρᾶται, ἐχθρὸς ποσὶ τῶν Νηπίων, οὓς κατέσφαξεν ὁ
ἄνομος Ἡρώδης· οὗτοι γὰρ συζῶσιν, ἀεὶ σὺν τῷ Δεσπότῃ.
Ἐν τοῖς ὑψίστοις, ὦ ἀπειρόκακοι Παῖδες, ἀγαλλόμενοι
ἀεὶ , σὺν τοῖς Ἁγίοις, ἅπασιν αἰτεῖσθε, ἡμῖν πταισμάτων λύσιν.
Ῥείθροις αἱμάτων, τὴν τοῦ Ἡρώδου μανίαν, ἀπεπνίξατε
Νηπίων ἡ χορεία, ἡμᾶς δὲ τῇ θείᾳ, εὐφραίνετε νῦν δρόσῳ.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τὴν ἄναγνόν μου καρδίαν, ἀποκάθαρον
ἐλέους σου, τοῖς ῥείθροις, καὶ τῆς ψυχοφθόρου, ῥῦσαι μὲ ἀθυμίας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Συνόντες τοῖς Ἀγγέλοις, καὶ Ἁγίων δήμοις, ἡ τῶν Ἁγίων
Νηπίων ὁμήγυρις, ὑπὲρ ἡμῶν δυσωπεῖτε Χριστὸν τὸν Κύριον.
Ἰσχὺν ἡμῖν αἰτεῖσθε, κατὰ τῶν δαιμόνων, ὦ καθαρώτατα
Ἅγια Νήπια, ὡς ἄν ὁσίως Κυρίῳ εὐαρεστήσωμεν.
Οἱ πᾶσαν τοῦ Ἡρώδου, λύσαντες κακίαν, ὡς τοῦ Σωτῆρος
νεόστεπτοι μάρτυρες, ὑπὲρ ἡμῶν δυσωπεῖτε Ἅγια Νήπια.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη· χαῖρε Παρθένε τοῦ
κόσμου βοήθεια· χαῖρε ἡμῶν σωτηρία καὶ καταφύγιον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστι ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκούσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Δῆμος ἀπειρόκακος καὶ σεπτός, Ἁγίων Νηπίων, προσηνέχθη
μαρτυρικῶς, τῇ μετὰ σαρκός σου, γεννήσει Ζωοδότα· ὧν τᾶις λιταῖς παράσχου, ἡμῖν
τὴν χάριν.
Ἡρώδης λυπήσας ὁ δυσμενής, κατὰ σοῦ Οἰκτίρμον, χεῖρα
ὥπλισε φονικήν, καὶ χορὸν Νηπίων, ἀπέκτεινεν ἀκάκων, οὓς δόξης οὐρανίου, Σῶτερ
ἠξίωσας.
Ἐκ χειρῶν μητρῴων καὶ ἀγκαλῶν, ὡς θὴρ ἀφαρπάσας, ὁ
παράνομος βασιλεύς, ἀνεύθυνα βρέφη, ἀπέκτεινε τῷ ξίφει, ἀλλ᾿ ὁ Δεσπότης πάντων,
ταῦτα ἐδόξασε.
Αἵμασι Νηπίων ἡ Βηθλεέμ, ἀκάκων ἐβάφη, Ἐκκλησία δὲ τοῦ
Χριστοῦ, ὡς μάρτυρας τούτους, νεοσφαγεῖς γεραίρει, τὸν ἀθλοθέτην πάντων,
Χριστὸν δοξάζουσα.
Χαίροις τῶν Νηπίων θεῖος χορός, ἄμωμοι θυσίαι, καὶ
καρπώματα λογικά, οἱ τῷ Ζωοδότῃ, Χριστῷ προσενεχθέντες, καὶ πᾶσιν ἐξαιτοῦντες,
τὸ θεῖον ἔλεος.
Δέξαι ἐπουράνιε βασιλεῦ, τῶν ἁγνῶν Νηπίων, τὰς δεήσεις
ὑπὲρ ἡμῶν, καὶ παράσχου πᾶσι, τοὺς οἰκτιρμούς σου Σῶτερ, καὶ τῆς ἀλήκτου δόξης,
ἡμᾶς ἀξίωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τὸ
σωθῆναι
ἡμᾶς.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον
Λόγον.
Τῶν Ἁγίων Νηπίων τὸν θεῖον ὅμιλον, ὧν ὁ Ἡρώδης φονίᾳ
χειρὶ ἀπέκτεινεν, ἀνυμνήσωμεν πιστοὶ ὡς θείους Μάρτυρας· ὅτι προσήχθησαν
Χριστῷ, Νηπιάσαντι σαρκί, ὡς ἄμωμα ἱέρειᾳ, ἐκδυσωποῦντα ἀπαύστως, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Ἐκτενὴς
καὶ Ἀπόλυσις μεθ᾿ ἢν ·ψάλλομεν τὸ ἑξῆς: Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Σῶτερ ὁ τεχθεὶς ἐκ τῆς Ἁγνῆς, καὶ Ἀειπαρθένου Μαρίας,
δι᾿ ἀγαθότητα, καὶ ἡμᾶς ῥυσάμενος, ἐκ τῆς ἀρχαίας ἄρας, τῶν Ἁγίων Νηπίων σου
δέχου τὰς δεήσεις, ἂς σοι ἀναφέρουσιν, ὑπὲρ ἡμῶν συμπαθῶς· σὺ γὰρ ἐμεγάλυνας
ταῦτα, καὶ τοῖς τούτων αἵμασι Λόγε, τὴν σὴν Ἐκκλησίαν ἐπορφύρωσας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου