Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 29. ΑΓΙΑ ΑΝΑΣΤΑΣΙΑ ΡΩΜΑΙΑ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΥ ΚΘ´
Τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας.
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν Στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὴν ἐσομένην σοι, Μάρτυς θείαν λαμπρότητα, προφαίνουσα τῇ κλήσει, σεμνὴ Ἀναστασία, ἀνέστησας ἐν ἄθλοις περιφανές, καὶ περίβλεπτον τρόπαιον, κατὰ τῆς πλάνης δυνάμει τῇ τοῦ Χριστοῦ, ὑπὲρ φύσιν ἀριστεύσασα.

Τὴν καλλονὴν τῆς ψυχῆς σου καὶ ὡραιότητα, ἀθλητικοῖς ἀγῶσι, λαμπροτέραν εἰργάσω, καὶ ώφθης τοῦ Σωτῆρος ὡς ἀληθῶς, νύμφη ὄντως περίδοξος, Ἀναστασία παρθένων ἡ καλλονή, καὶ ὁσιῶν ἐγκαλλώπισμα.

Τὰς δριμύτητας ὀδύνας ὡς ἄλλου πάσχοντος, ὑπέμεινας ἀνδρείως, τῇ ἀγάπῃ Κυρίου, σεμνὴ Ἀναστασία καὶ τοῦ ἐχθροῦ, τὴν ὀφρὺν καταβέβληκας· ὅθεν λαμπρῶς ἐδοξάσθης παρὰ Χριστοῦ, τῶν θαυμάτων ταῖς δυνάμεσι.

Τὸ ἱερὸν λείψανόν σου ὡς ὑπεδέξατο, ἡ σὴ ὁσία Μήτηρ, Ἀναστασία Μάρτυς, δακρύουσα ἠσπάζετο ἐν χαρᾷ, καὶ βοῶσα ἐφθέγγετο· Τέκνον γλυκύτατον, δόξα μου ἀληθής, πῶς ὑμνήσω τοὺς ἀγῶνάς σου.

Δόξα. Ἦχος α´.
Τῆς παρθενίας τὸ ἄνθος, γεωργοῦσα ἐμμελῶς, ἀθλητικοῖς ἀγῶσιν ἔδείξας, τὴν σὴν θερμὴν πρὸς Χριστὸν ἀγάπην· ὑπερφυῶς γὰρ ἠγωνίσω, γυναικείαν ἀσθένειαν ὑπεριδοῦσα, Ἀναστασία καλλιπάρθενε, καὶ τῷ ἄνω νυμφῶνι, λαμπαδηφόρος χωρήσασα, καὶ Χριστοῦ τὸ κάλλος ὁρῶσα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλων τὰς δεήσεις...







ΑΠΟΣΤΙΧΑ. Ἦχος β΄. Οῖκος τοῦ Ἐφραθᾶ.
Νύμφη περικαλλής, Ἀναστασία ὤφθης, Χριστοῦ τοῦ Βασιλέως, ἀσκήσει καὶ αθλήσει, ἐκλάμψασα πανεύφημε.

Στίχ.: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον.
Κάλλος τὸ τῆς ψυχῆς, ἐκφαίνουσα τῇ ὄψει, σεμνὴ Ἀναστασία, ἐξέπληξας τοὺς πάντας, ἀθλητικοῖς παλαίσμασι.

Στίχ .: Καὶ ἔστησεν ἐπὶ πέτραν...
Πάντας τοὺς εὐλαβῶς, ἀσπαζομένους Μάρτυς, τὰ θεία λείψανά σου, πάσης ἀσθενείας, καὶ βλάβης ῥύου πάντοτε.

Δόξα. Τριαδικόν.
Δύναμιν παρά σου, Τριὰς Ὑπεραγία, λαμβάνουσα ἡ Μάρτυς, τὸ κράτος τοῦ δολίου, εἰς τέλος κατεπάτησε.

Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, ἡ τὸν Χριστὸν τεκοῦσα, ὃν ἡ Ἀναστασία, ἐδόξασεν ἐν ἄθλοις, ἡμῖν ἵλεων ἔργασαι.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει ἐκλάμψασα, ὥσπερ παρθένος σεμνή, ἀθλήσεως αἵμασι, τὴν τῆς ἁγνείας στολήν, ἐνθέως ἐφοίνιξας· ὅθεν Ἀναστασία, ὡς Ὁσία καὶ Μάρτυς, χάριτας ἰαμάτων, ἀπαστράπτεις τῷ κόσμῳ, πρεσβεύουσα τῷ Σωτῆρι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...

Ἀπόλυσις.











ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ὁσιομάρτυρος. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὰς στρεβλώσεις τοῦ σώματος, καὶ μαστῶν τὴν ἀφαίρεσιν, καὶ χειρῶν ὑπήνεγκας καρτερώτατα, τήν τε ὀδόντων ἐκρίζωσιν, πλευρῶν τὴν κατάφλεξιν, τῶν ποδῶν τήν ἐκκοπήν, καὶ τὸν ἄδικον θάνατον· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης οὐρανίοις, ἐν θαλάμοις κατοικοῦσα, Ἀναστασία πολύαθλε.

Παρθενίας κειμήλιον, κεκλεισμένος Παράδεισος, ἱερὸν ἀνάθημα, θεῖον τέμενος, νύμφη Χριστοῦ πανακήρατε, καὶ ἔμψυχον ἄγαλμα, ἀσκουσῶν ὑπογραμμός, τῶν Μαρτύρων ἀγλάϊσμα, κρήνη βρύουσα, ποταμοὺς ἰαμάτων ἀνεδείχθης, τοῖς τελοῦσί σου τὴν μνήμην, Ἀναστασία πανεύφημε.

Τῶν Μαρτύρων ἀγλάϊσμα, τῶν Παρθένων ἀπάνθισμα, τῶν Ὁσίων μέγιστον ἐγκαλλώπισμα, Ἀναστασίαν πολύαθλον, τῆς Ῥώμης τὸ καύχημα, καὶ τερπνότατον Θεοῦ, καὶ ἀμώμητον σφάγιον, τὴν ἀκράδαντον, εὐσεβείας κρηπῖδα, δεῦτε πάντες, ἀνυμνήσωμεν προθύμως, περιφανῶς ἐναθλήσασαν.

Ἕτερα. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Νεότητας ὥραν νουνεχῶς, δι’ ἀγάπην ἔνθεον, καταλιποῦσα πανεύφημε, κατηκολούθησας, ἀρετῶν ἀσκήσει, καὶ πόνοις ἀθλήσεως, Χριστῷ Ἀναστασία πανθαύμαστε, ὅθεν ἀπείληφας, βασιλείαν τὴν οὐράνιον, τὸν ἀγῶνα τὸν μέγαν τελέσασα.

Αἰκίας σεμνὴ ὀδυνηράς, ὥσπερ ἄλλου πάσχοντος, Ἀναστασία ὑπήνεγκας, στεῤῥῷ φρονήματι, θεσμοὺς γυναικείας, παριδοῦσα φύσεως, ὡς νύμφη τοῦ Χριστοῦ καλλιπάρθενε· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἀνδρείῳ ὑπῆλθες λογισμῷ, καὶ ψυχῆς στεῤῥότητι, Ἀναστασία πολύαθλε, τὸν τῆς ἀθλήσεως, μέγιστον ἀγῶνα, καὶ διπλῶν ἠξίωσαι, στεφάνων πρὸς Χριστοῦ τοῦ νυμφίου σου, ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.






Δόξα. Ἦχος πλ. β΄.
Τῇ ἀγάπῃ τοῦ Χριστοῦ πτερωθεῖσα, ὥσπερ παρθένος φρονίμη τοῖς ἴχνεσιν αὐτοῦ ἠκολούθησας, Ὁσιομάρτυς Ἀναστασία, ἀσκητικοῖς γὰρ καμάτοις, τὸν καθάρασα, καθαρὸν δοχεῖον γέγονας, τῆς θεϊκῆς ἐπιπνοίας, καὶ πρὸς ἀθλητικοὺς ἀποδυθεῖσα ἀγῶνας, πάντας κατέπληξας, τῇ ψυχικῇ σου ἀνδρείᾳ, καὶ δι’ ἀμφοτέρων Χριστὸν δοξάσασα, ἄξιως παρ᾿αὐτοῦ ἐδοξάσθης, θαυμάτων ἐνεργείαις· πᾶσι γὰρ παρέχεις ἰάματα, τοῖς ἐκτελούσι τὴν μνήμην σου, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε;...

Εἴσοδος. Προκείμενον. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (λα´ 10, 13-18, 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

























ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ΙΔΙΟΜΕΛΑ. Ἦχος α΄.
Ὡς ἐπώνυμος Μάρτυς, τῆς του Χριστοῦ Ἀναστάσεως, ἀξίως πεπολίτευσαι, Ἀναστασία καλλιπάρθενε· ἐν ὁσίαις γὰρ ἀρεταῖς, δόκιμος ὤφθης, καὶ ἐν μαρτυρικοῖς σκάμμασι, τὴν σὴν ἔδειξας λαμπρότητα, ὑπὲρ φύσιν γὰρ ἠγωνίσω, μὴ πτήξασα τυράννων, τὰς ὁρμάς, καὶ τοῦ Σωτῆρος τὸ ὄνομα, εὐτόλμιος ὡμολόγησας, οὗ οὖν τὴν δόξαν ὁρῶσα, δυσώπει δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ηχος β´.
Ἀνατεθεῖσα τῷ Κυρίῳ, ἐν θεολήπτῳ ψυχῇ, πάντων τῶν ῥεόντων κατεφρόνησας, καὶ τοῦ νυμφίου τῷ ζυγῷ ὑπέσχες, Ἀναστασία θεόσοφε· ὁ γὰρ θεῖος ἔρως κρατήσας σε, τῶν ἐν κόσμῳ τερπνῶν σὲ ἐμάκρυνε, καὶ ὑπὲρ αὐτοῦ στεῤῥῶς ἀθλῆσαι, τὴν τὴν καρδίαν ἐνίσχυσεν, ὅθεν δριμυτάτοις ὠμιλήσασα βασάνοις, ὑπερτέρα πάντων ἐπέφηνας, καὶ πυρὸς καὶ σιδήρου εὐτονωτέρα. Ἀλλὰ πρέσβευε Κυρίῳ, τῷ ἀθανάτῳ Βασιλεῖ ἡμῶν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ´.
Μαρτυρικῶς ἐναθλουσα, τήν του θήλεος ἀσθένειαν ἐστόμωσας, ἀθλητικοῖς παλαίσμασιν, Ἀναστασία Ὁσιομάρτυς Ἔνδοξε, ξεομένης γὰρ τῆς σαρκός, ἡ τῆς ψυχῆς σου κατάστασις, ἐπὶ πλε[ιον ἐλαμπρύνετο· καὶ τεμνομένων τῶν μελῶν, τῆς πρὸς Χριστὸν ἀγάπης οἱ δεσμοί, ἔτι συνεσφίγγοντο, καταξαινομένη γὰρ ἀπηνῶς, ὡς ἀσώματος ὡρᾶσο, κραταιὰν δεχομένη δύναμιν, παρὰ τοῦ νυμφίου σου Χριστοῦ,
τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ´.
Ἀνδρείαν ἀναλαβοῦσα γνώμην, τυραννικὸν θυμόν, οὐδαμῶς ἐπτόησαι, Ἀναστασία πολύαθλε, ὢ τῆς σῆς καρτερίας ὥσπερ γὰρ ἄλλου πάσχοντος ἤνεγκας, τῶν ὀδόντων καὶ ὀνύχων τὰς ἐκριζώσεις, καὶ μαστῶν τὴν ἐκκοπήν, καὶ τὴν ἐκτομὴν τῆς γλώσσης μακαρία· δι’ ὧν τῆς πλάνης ἐκριζώσασα τὰς ἀκάνθας, ὑπερκοσμίων ἀμοιβῶν ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...








Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις Ἀναστασία σεμνή, τῆς Ἀναστάσεως Χριστοῦ ἡ ἐπώνυμος, ἁγνείας ἡ μυροθήκη, μοναστριῶν καλλονή, Παρθενομαρτύρων ἐγκαλλώπισμα· τῷ θείῳ γὰρ ἔρωτι, πτερωθεῖσα πανεύφημε, τὰ ἐν τῷ κόσμῳ, ἐκ παιδὸς καταλέλοιπας, καὶ τοῖς ἴχνεσι, τοῦ Χριστοῦ ἠκολούθησας· ὅθεν καὶ ἠνδραγάθησας, ἀθλήσεως σκάμμασιν, καὶ τῶν θαυμάτων πλουσίαν, παρὰ Θεοῦ χάριν εἴληφας, ἀεὶ δυσωποῦσα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ.: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον...
Χαίροις Ἀναστασία σεμνή, ἡ ἐκ τῆς Ῥώμης ὡς ἀστὴρ ἀνατείλασα, καὶ πάντας φωταγωγούσα, ταῖς τῶν θαυμάτων αὐγαῖς, τοὺς τῇ σῇ πρεσβείᾳ καταφεύγοντας, στεῤῥῶς γὰρ ἀθλήσασα, δι’ ἀγάπην τοῦ Κτίστου σου, ἐμεγαλὺνθης, οὐρανίοις χαρίσμασιν, ὡς νικήσασα, τὴν ἰσχὺν τοῦ ἀλάστορος. Ὅθεν σε μακαρίζομεν, τελοῦντες τὴν μνήμην σου, Παρθενομάρτυς Ὁσία, καὶ ἐκ ψυχῆς ἐκβοῶμέν σοι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν..·
Χάριν ἀναβλυστάνει ἀεί, ἐπαρδομένη ταῖς ἀρδείαις τοῦ Πνεύματος, ἡ θήκη τῶν σῶν λειψάνων, Ἀναστασία σεμνή, καὶ παρέχει πᾶσι τὰ ἰάματα· ψυχῶν καὶ σωμάτων γάρ, θεραπεῦει τοὺς μώλωπας, παραμυθίαν, χορηγοῦσα καὶ λύτρωσιν, τοῖς ἐν θλίψεσι, συσχεθεῖσι καὶ πάθεσιν, ὅθεν τοῖς σὲ γεραίρουσιν, ἐξαίτει δεόμεθα, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ἁμαρτημάτων συγχώρησιν, καὶ πάσης ἀνάγκης, ἀπολύτρωσιν ταχεῖαν, καὶ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Μαρτυρικοῖς ἀγωνίσμασιν, ἐν νεανικῷ σώματι, τὸν ἀρχαῖον κατηγωνίσω πτερνιστήν, Ὁσιομάρτυς Ἀναστασία καλλιπάρθενε· τῷ σῷ Νυμφίῳ γὰρ Χριστῷ ὁλοσχερῶς ἐνατενίζουσα, πολυπλόκων βασάνων, ὡς οὐδὲν ἡγήσω τὴν ἔφοδον· χαὶ νομίμως ἀθλήσασα, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐπαξίως ἐδέξω, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ, εἰρήνην καὶ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...





Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει ἐκλάμψασα, ὥσπερ παρθένος σεμνή, ἀθλήσεως αἵμασι, τὴν τῆς ἁγνείας στολήν, ἐνθέως ἐφοίνιξας· ὅθεν Ἀναστασία, ὡς Ὁσία καὶ Μάρτυς, χάριτας ἰαμάτων, ἀπαστράπτεις τῷ κόσμῳ, πρεσβεύουσα τῷ Σωτῆρι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...

Ἀπόλυσις.
































ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Νεότητος ἀκμήν, παριδοῦσα Ὁσία, ἐκδέδωκας σαυτήν, ἀρετῶν τῇ ἀσκήσει, καὶ ἤνυσας στεῤῥότατα, μαρτυρίου τὰ σκάμματα· ὅθεν σήμερον, Ἀναστασία θεόφρον, ἐορταζοντες, τὴν φωτοφόρον σου μνήμην, Χριστὸν μεγαλύνομεν.
Θεοτοκίον.
Ἀφράστως τὸν Χριστόν, ἀπεκύησας μόνη, καὶ ἔμεινας Ἁγνή, μετὰ τὸν τόκον Παρθένος, ὡς ἧς πρὸ τόκου Ἄχραντε, Θεοτόκε Πανύμνητε· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν δυσωποῦμεν, τὸν ἐκλάμψαντα, ἐκ τῶν ἁγνῶν σοῦ λαγόνων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὀδόντων ἐκρίζωσιν, καὶ τῶν ὀνύχων σεμνή, χείρων τὴν ἀφαίρεσιν, καὶ τῶν ὁδῶν ἀπηνῶς, ὑπέστης στεῤῥότατα· ὅθεν Ἀναστασία, ἐξεπλάγησαν πάντες, βλέποντες τὴν πολλήν σου, καρτερίαν Ἁγία, δι’ ἧς παρὰ Χριστοῦ, λαμπρῶς τεθαυμάστωσαι.
Θεοτοκίον
Ἀγγέλων Βασίλισσα, καὶ σωτηρία βροτῶν, ἐδείχθης Πανύμνητε, οἵάπερ Μήτηρ Χριστοῦ τοῦ πάντων δεσπόζοντος· ὅθεν τῆς οὐρανίου, βασιλείας πολίτην, δεῖξόν με Θεοτόκε, διὰ βίου ἀμέμπτου, τὸν πίστει ἀφορῶντα, πρὸς τὴν σὴν χρηστότητα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἐν ἀσκήσει μὲν πρῴην ἐχθρὸν νικήσασα, ἐν ἀθλήσει τὸ δεύτερον δὲ ἠρίστευσας, καὶ ἐδόξασας Χριστὸν οἰκείοις μέλεσι, καλλιπάρθενε σεμνή, Ἀναστασία θαυμαστή, Ἀγγέλων ἡ συμπολῖτις, μεθ’ ὧν δυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Τὸν Σωτῆρα τῶν ὅλων κυοφορήσασα, ὑπὲρ κατάληψιν Κόρη εἰς σωτηρίαν ἡμῶν, τὴν ἀρχαίαν τοῦ Ἀδὰμ ἀρὰν ἠφάνισας, ὅθεν ὑμνοῦμέν σε Ἁγνή, ὡς Μητέρα τοῦ Θεοῦ, καὶ πάντων βροτῶν προστάτιν, ὡς διασῴζουσαν πάντας, ἐκ κατωδύνων περιστάσεων .

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στίχ.: Καὶ ἐστησεν ἐπὶ πέτραν...
Εὐαγγέλιον τῶν δέκα Παρθένων, ζήτει τῷ Σαββάτῳ ιζ΄ Ματθαίου.
Ὁ ν΄.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.: Ἐλεῆμων, ἐλέησόν με ὁ Θεός...
Ἀσκητικῇ πολιτείᾳ ἐμπρέψασα, ἀθλητικοῖς καμάτοις ἐλάμπρυνας, τῆς
ἁγνείας τὸ κάλλος, Ὁσιομάρτυς Ἀναστασία, καὶ οἰκείοις αἵμασι φοινιχθεῖσα, ὡς θῦμα εὐπρόσδεκτον, καὶ προσφορὰ λογική, Χριστῷ προσενήνεξαι. Αὐτὸν
ἱκέτευε δεόμεθα, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ τῆς ἄνω βασιλείας ἀξιωθῆναι.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς: Τοὺς ἀνδρικούς σου, Μάρτυς, εὐφημῶ πόνους. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ.δ'. ᾌσωμεν τῷ Κυρίῳ
Ταύτην τὴν φωτοφορον, μνήμην σου γεραίροντι Θεόνυμφε, φωτισμὸν μοι παράσχου, τῆς ψυχῆς μου τὸ σκότος διώκουσα.
Ὅλην ἀπὸ σπαργάνων, σεαυτὴν ἀνέθηκας τῷ Κτίστῃ σου, καὶ πυρὶ ἐγκρατείας, τὰ τοῦ σώματος πάθη κατέφλεξας.
Ὕψος πρὸς μαρτυρίου, Μάρτυς ἀνηνέχθης ἀφειδήσασα, τῆς σαρκὸς καὶ θαλάμων, νοητῶν ὡς παρθένος ἠξίωσαι.
Θεοτοκίον
Σὲ τὴν οὐρανομήκη, κλίμακα ἐν ᾗ Θεὸς ἐπεστήρικτο, τοὺς βροτοὺς οὐρανίους, ἐργαζόμενος Κόρη γεραίρομεν.

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα
Ἵστασο πρὸ βήματος, τυραννικοῦ Χριστὸν ἔνδοξε, τὸν ποιητήν, πάντων καὶ Δεσπότην, Θεὸν Λόγον κηρύττουσα.
Κάλλος τὸ ἐγκάρδιον, τῇ ὁρατῇ μορφῇ Ἔνδοξε, διαδοθέν, σὲ ὡραιοτάτην, τοῖς ὁρῶσιν ὑπέφαινεν.
Ὄλβον ἀναφαίρετον, τῶν ἰαμάτων σοι δίδωσι, Κόρη Χριστός, οὗ Ἀναστασία, τὴν πτωχείαν ἠγάπησας.
Θεοτοκίον
Ὕλην τῶν πταισμάτων μου, σῶν πρεσβειῶν πυρὶ σύμφλεξον, Μήτηρ Θεοῦ, δρόσον μοι τὴν θείαν, τῆς ἀφέσεως φέρουσα.

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ
Ἐκ βρέφους τῷ Θεῷ, ἀνετέθης Ὁσία, νεκρώσασα σαρκός, ἐγκρατείᾳ τὰ πάθη, εἰς ὕψος δ' ἀνέδραμες, μαρτυρίου περίδοξον, ἐναθλήσασα, Ἀναστασία νομίμως, καὶ τόν δράκοντα, καταβαλοῦσα εἰς χάος, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Τὴν βάτον ἣν Μωσῆς, ἀκατάφλεκτον εἶδε, τὸ ὄρος τοῦ Θεοῦ, τὴν ἁγίαν νεφέλην, σκηνὴν τὴν ἀμόλυντον, τὴν θεόδεκτον τράπεζαν, τὸ παλάτιον, τοῦ ὑψηλοῦ Βασιλέως, τὴν ὁλόφωτον, καὶ ἀδιόδευτον πύλην, Παρθένον ὑμνοῦμέν σε.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Σὲ ζυγὸν ἐλαφρότατον, Μάρτυς τὴν βαστάσασαν ἐκ νεότητος, σιδηροῦν κλοιὸν βαστάζειν σε, οἱ παρανομοῦντες κατεδίκασαν.
Σταλαγμοὶ τῶν αἱμάτων σου, τῆς πολυθεΐας ἔσβεσαν ἄνθρακας, ὁ πυρσὸς δὲ τῶν θαυμάτων σου, τῶν παθῶν τὴν ὕλην ἀπετέφρωσεν.
Οὐκ ἐγύμνωσε χάριτος, σῶμά σου γυμνώσας ὁ πονηρότατος, ὑφαντὸν δὲ μᾶλλον ἄνωθεν, ἀρραγῆ χιτῶνα προεξένει σοι.
Ὑπὲρ γῆν αἰρομένης σου, πῦρ ἐπὶ τὰ στέρνα Μάρτυς ἐφήπτετο, ὑπεξάπτον σου τὸν ἔρωτα, τὸν πρὸς τὸν Δεσπότην καλλιπάρθενε.
Θεοτοκίον
Μετὰ τόκον διέμεινας, ἄφθορος Παρθένε ὡς πρὸ γεννήσεως· νέον βρέφος γὰρ ἐκύησας, τὸν πρὸ τῶν αἰώνων γνωριζόμενον.

ᾨδὴ ε'. Ὀρθρίζοντες βοῶμέν σοι
Ἀνάλωτος πυρί, τῷ ἐνύλῳ ἐδείχθης Μάρτυς, πῦρ γὰρ σε ἐγκάρδιον, θείας ἀγάπης ἑδρόσιζε.
Ῥαπίσματι τὸ πρόσωπον Μάρτυς ὡραιωθεῖσα, ἐχθρῶν ἀπερρύπωσας, δυσειδεστάτων τὰ πρόσωπα.
Ταθεῖσα ἐπὶ ξύλου θεόφρον Ἀναστασία, πόθῳ τοῦ νυμφίου σου, τὸ θεῖον πάθος εἰκόνιζες.
Θεοτοκίον
Ὑμνοῦμέν σε πανύμνητε Δέσποινα Θεοτόκε, Θεὸν ὑπερύμνητον, σαρκὶ ἀσπόρως κυήσασαν.

ᾨδὴ ς'. Χιτῶνά μοι παράσχου
Στρεβλούμενον τὸ σῶμα αἰκισμοῖς, ἐδήλου τὸ ὄρθιον, σῆς προαιρέσεως, πρὸς Θεὸν Ἀναστασία πανεύφημε.
Ἐκρέμασο μετέωρος πληγάς, Μάρτυς ὀποφέρουσα, ἄπληγον σῴζουσα, τῆς ψυχῆς τὸ εὐγενὲς ἀξιάγαστε.
Ὑπήνεγκας μαζῶν τὴν ἐκκοπήν, πιστοὺς διατρέφουσα, γάλακτι Ἔνδοξε, τῆς μιμήσεως τῆς σῆς ἐμφανέστατα.
Θεοτοκίον
Φιλάνθρωπον κυήσασα Θεόν, φιλάγαθε Δέσποινα, αὐτὸν ἱκέτευε, τῆς γεέννης τοῦ πυρὸς λυτρωθῆναί με.









Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον
Παρθενίας νάμασι, καθηγνισμένη ὁσία, μαρτυρίου αἵμασιν, Ἀναστασία πλυθεῖσα, παρέχεις τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν καὶ σωτηρίαν τοῖς προσιοῦσιν, ἐκ καρδίας· ἰσχὺν γὰρ νέμει, Χριστὸς ὁ βρύων, χάριν ἀέναον.
Ὁ Οἶκος.
Ἀνατεθεῖσα τῷ Χριστῷ, ἐν θεολήπτῳ γνώμῃ, κατηκολούθησας αὐτῷ, ἀπεριτρέπτῳ λογισμῷ, παρθένε θεοφόρε· καὶ Σοφίας τῆς σεμνῆς γεωργηθεῖσα τοῖς λόγοις, καρποφορίαν ἀθλητικήν, δαψιλῶς τῇ Ἐκκλησίᾳ ἐξήνεγκας, Χριστοῦ γὰρ ὁμολογήσασα τὸ ὄνομα, καὶ τυράννων μὴ πτοηθεῖσα τὴν δύναμιν, πολυειδέσι βασάνοις ὡμίλησας, καὶ τομὰς καὶ κακώσεις τῶν μελῶν ὑπέμεινας, κραταιουμένη τῷ πόθῳ τοῦ νυμφίου σου, Ἀναστασία Ὁσία καὶ Μάρτυς ἀήττητε, καὶ ἐν πᾶσι νικηφόρος ὀφθεῖσα, καὶ ἐν θαύμασι δοξασθεῖσα, πᾶσι βοηθεῖς τοῖς καλοῦσί σε, ἰσχὺν γὰρ νέμει σοι Χριστός, ὁ βρύων χάριν ἀένναον.

Συναξάριον.
Τῇ ΚΘ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας.
Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας,
Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία.
Τλῆ δὲ Ἀναστασίη ἐνάτῃ ξίφος εἰκάδι ὀξύ.
Αὕτη ὑπῆρχεν ἐπὶ Δεκίου καὶ Οὐαλλεριανοῦ τῶν βασιλέων, καὶ Πρόβου ἡγεμόνος, Ῥωμαία τῷ γένει, νέαν ἄγουσα τὴν ἡλικίαν καὶ ἔν τινι Μοναστηρίῳ διατρίβουσα. Αὕτη, παῤῥησίᾳ τὸν Χριστὸν ὁμολογήσασα, ῥαπίζεται τὸ πρόσωπον· καὶ ἐπ᾿ ἀνθράκων πυρὸς ἁπλωθεῖσα, ῥάβδοις μαστίζεται· καὶ ἐπὶ ξύλου κρεμασθεῖσα, μαγκάνοις τισὶ πιέζεται καὶ ὀγκίνοις ὀξέσι καταπείρεται· καὶ κρεμασθεῖσα, καθ᾿ ὅλου τοῦ σώματος ξέεται, καὶ τοὺς μαστοὺς ἐκτέμνεται, καὶ τοὺς ὄνυχας ἐκριζοῦται· τὰς χεῖρας καὶ τοὺς πόδας ἀκρωτηριάζεται, καὶ τὴν γλῶτταν ἀφαιρεῖται, καὶ τοὺς ὀδόντας ἐκριζοῦται, καὶ τελευταῖον τὴν κεφαλὴν ἀποτέμνεται.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ.
Σαρκὸς νεκρώσας, Ἀβράμιε, πᾶν μέλος,
Θανὼν συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις.
Ἀφεῖσα σαρκὸς τοὺς ἐραστὰς Μαρία,
Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ.
Οὗτος ἐγένετο παῖς χριστιανῶν γονέων· γυναῖκα δὲ γήμας ἀβουλήτως, διὰ τὸν πρὸς Κύριον πόθον καταλιπὼν πάντα καὶ ἀναχωρήσας, ἑαυτὸν καθεῖξεν ἔν τινι οἰκίσκῳ, πᾶσαν σκληραγωγίαν μετερχόμενος· καὶ μετὰ χρόνους δέκα χειροτονεῖται Πρεσβύτερος.
Τελευτήσαντος δὲ τοῦ κατὰ σάρκα ἀδελφοῦ αὐτοῦ καὶ παιδίον θῆλυ καταλείψαντος, ὡσεὶ χρόνων ἐννέα, τοῦτο ἀνελάβετο καὶ πλησίον τοῦ κελλίου αὐτοῦ, ἕτερον κελλίον ποιήσας, ἔθετο. Ἐν δὲ τῷ εἰκοστῷ χρόνῳ τῆς ἡλικίας αὐτῆς, ἐπεὶ συνέβη αὐτὴν περιπεσεῖν πτώματι καὶ ἐν πανδοχείῳ μετὰ τῶν ἑταιριζομένων γενέσθαι γυναικῶν, στρατιώτου σχῆμα ὁ Ἅγιος ὑποδὺς καὶ ἐπιβὰς ἵππῳ, τοῦ πτώματος αὐτὴν ἐξήρπασε καὶ πρὸς τὸν ἴδιον ἀποκατέστησε τόπον. Ἥτις τοσαύτην μετάνοιαν ἐπεδείξατο, ὡς μετ᾿ ὀλίγον χρόνον μεγάλα θαύματα ἐκτελεῖν. Ἀνεπαύσατο δὲ ὁ μακάριος Ἀβράμιος κατὰ τὴν εἰκοστὴν ἐνάτην τοῦ Ὀκτωβρίου μηνός, καὶ αὕτη ὡσαύτως μετ᾿ ὀλίγον.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Κυρίλλου, Μίνη καὶ Μιναίου.
Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους,
Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους.
Πίπτει Μιναῖος ἐκ ξίφους, ἰδεῖν φθάσας
Καὶ τὸν Μίνην πεσόντα τοιούτῳ τέλει.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Σάββας ὁ Στρατηλάτης, ἔνθεν κἀκεῖθεν κεντηθείς, τελειοῦται.
Σάββας κατ᾿ ἄμφω κλήσεως μέρη Σάβας.
Ὅθεν κατ᾿ ἄμφω νύττεται λόγχαις μέρη.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἄννης, τῆς μετονομασθείσης Εὐφημιανός.
Στολῇ κρυβεῖσαν ἀνδρικῇ σεμνὴν Ἄνναν
Χριστὸς κατ᾿ αὐτῶν ἀῤῥενοῖ τῶν δαιμόνων.
Αὕτη ἡ ὁσία Μήτηρ ἡμῶν Ἄννα γεννᾶται ἐν Βυζαντίῳ παρὰ εὐλαβοῦς τινος Διακόνου τοῦ ναοῦ τῶν Βλαχερνῶν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Ἀπορφανισθεῖσαν δὲ τῶν γεννητόρων, ἔσπευδεν ἡ μάμμη ἀνδρὶ εὐλαβεστάτῳ συζεῦξαι αὐτήν, ὃ καὶ πεποίηκε. Καὶ ἐλθὼν ἐκ τοῦ Ὀλύμπου ὁ πρὸς πατρὸς θεῖος αὐτῆς, ἀνὴρ ἀσκητικώτατος καὶ διορατικώτατος, ὃς καὶ ὑπὸ τοῦ Εἰκονομάχου Λέοντος τὴν γλῶτταν ἐκκοπείς, ἐλάλει καὶ μετὰ τὸ ἐκκοπῆναι ταύτην τρανῶς καὶ ἀνεμποδίστως· ὡς εἶδε ταύτην ἀνδρὶ συζευχθεῖσαν, «Ἵνα τί τὴν πρὸς θείους ἀγῶνας καὶ πόνους ἀφορῶσαν, ἔφη, ἀνδρὶ συνεζεύξασθε;» καὶ ἐπευξάμενος αὐτῇ, ἀνεχώρησε.
Χρόνων δέ τινων παρεῤῥυηκότων καὶ τοῦ δυσσεβοῦς ἐκείνου βασιλέως εἰς ᾍδου ταμεῖα καταχθέντος, Εἰρήνη καὶ Κωνσταντῖνος οἱ ὀρθόδοξοι καὶ πιστότατοι βασιλεῖς, τὸν Ἅγιον ἐκεῖνον ἄνδρα μεταστειλάμενοι, καί, οἷα πάθοι, ἀναδιδαχθέντες, παρὰ τοῦ πρὸ αὐτῶν βασιλεύσαντος, τὴν εὐλογίαν ἐκ τούτου ἐλάμβανον, καὶ τὰς εὐχὰς ἐκομίζοντο. Οὗτος δὲ πάλιν τὰ συντείνοντα πρὸς εὐαρέστησιν Θεοῦ ὑποθείς, τὴν πρὸς τὰ ἴδια ἐβάδιζε. Τότε πάλιν, ἰδὼν τὴν μακαρίαν ταύτην, «Ἀνδρίζου καὶ ἴσχυε τέκνον, φησί· πολλαὶ γὰρ αἱ θλίψεις τῶν δικαίων. Γίνωσκε δὲ ὅτι, μὴ πρότερον γεννηθῆναι τὸ ἐν τῇ κοιλίᾳ σου παιδίον, πρὶν τὸν ἄνδρα σου τῷ τάφῳ καλύψεις», ὃ καὶ γέγονεν. Μετὰ γὰρ ἕκτον μῆνα τῆς συλλήψεως, τέθνηκεν ὁ ταύτης ἀνήρ. Ἡ δέ, πολλὰ θρηνήσασα, καὶ τῇ λύπῃ ἑαυτὴν κατατήξασα, τὸ μὲν παιδίον ἀπογαλακτίσασα, δέδωκεν εἰς χεῖρας τοῦ ἑτέρου θείου αὐτῆς, ἡ δὲ πρὸς τοὺς ἀγῶνας ἀπεδύσατο. Ὁποίους δὲ καὶ ἡλίκους, ἴσασιν οἱ μεμυημένοι, καὶ ἄκρως τὸν ἀσκητικὸν δρόμον τελέσαντες.
Ἐν τούτοις οὖν αὐτῆς οὕσης, παραγίνεται ἐκ τοῦ Ὀλύμπου ὁ διορατικώτατος ἐκεῖνος ἀνήρ. Αὐτὴ δέ, παρὰ τοὺς πόδας αὐτοῦ πεσοῦσα καὶ τὴν εὐλογίαν αἰτησαμένη, «Ἐνδυναμοῦ ἐν Κυρίῳ, τέκνον, ἤκουε· καί, ποῦ τὸ παιδίον;» ὁ θαυμάσιος ἐκεῖνος φησίν. Ἡ δέ· «Τὸ μὲν ἓν τῷ ἀδελφῷ σου καὶ εὐεργέτῃ μου μετὰ Θεὸν ἀνεθέμην, τὸ δὲ ἕτερον, παρ᾿ ἐμοί ἐστι». Ταῦτα εἰποῦσα καὶ ἕτερα, συγχύσεως καὶ καρδίας ὀδυνωμένης οὐ μικρῶς, ῥήματα, καὶ ἀμφοτέρους τοὺς παῖδας τῷ τιμίῳ ἐκείνῳ παραστήσασα γέροντι, «Εὖξαι, ὦ πάτερ τίμιε, ὑπὲρ τῶν τέκνων», δακρυῤῥοοῦσα ἠντιβόλει. Ὁ δέ· «Οὐ χρείαν ἔχουσι ταῦτα εὐχῆς». Ἡ δέ, βαρέως τοῦτο τοῖς ὠσὶ δεξαμένη καὶ ἐκ βάθους στενάξασα, «Οἴμοι τῇ ἁμαρτωλῷ»! ἔφη· «τί ἆρα καὶ πάλιν τὸ παρ᾿ ἡμῖν;» Καὶ ὁ γέρων· «Οὐκ εἶπόν σοι, τέκνον, πολλαὶ αἱ θλίψεις τῶν δικαίων; εἰ μὴ ἡμεῖς ὑπομείνωμεν, οὐκ ἄν ποτε δικαιωθῶμεν· οὕτω γάρ ἐστι πρέπον καὶ ἀρέσκον Θεῷ». Ἡ δέ· «Μή, Κύριέ μου, ἔδοξε τῷ Δεσπότῃ ἡ τῶν ἀνηλίκων μου παίδων πρὸς τὰ ἐκεῖθεν μετάστασις;» Καὶ ὁ θαυμάσιος· «Καλῶς εἶπας, ὦ τέκνον· ἐν τάχει γὰρ λήψεται ταῦτα ὁ Δεσπότης ἀπὸ σοῦ». Καὶ τῷ Θεῷ αὕτη, ὡς εἰκός, εὐχαριστήσασα καὶ τοῖς ποσὶ τοῦ τιμίου γέροντος προσπεσοῦσα καὶ τὴν εὐχὴν κομισαμένη, τὴν τῶν προσόντων αὐτῇ διανομὴν ἀμφοτέραις χερσὶν ἤρξατο. Καὶ μετ᾿ οὐ πολὺ τῶν παίδων τελευτησάντων, δάκρυα ἐπὶ τούτοις ἐκχέασα καὶ τὰ περιλειφθέντα χερσὶ πενήτων ἀποθεμένη, τὰς ἐκκλησίας περιῄει φωταγωγοῦσα καὶ προσευχομένη καὶ τὸν συντακτήριον ἀσπαζομένη.
Τέλος, Μοναχόν τινα ἐκ τοῦ Ὀλύμπου εὑροῦσα καὶ δι᾿ αὐτοῦ ἀποκειραμένη, ἐν τῶ κρυπτῷ μὲν ἀνδρικὴν ὑπεδύσατο στολήν, ἔξωθεν δὲ γυναικείαν· καὶ λαθοῦσα, ἐν τοῖς Ὀλύμπου εὑρέθη μέρεσι. τὴν γυναικείαν στολὴν ἀποῤῥίψασα. Προσρυεῖσα δέ τινι τῶν Κοινοβίων καὶ εἰσελθοῦσα, τῷ πυλωρῶ προσωμίλει, τῶν ἄλλων προτιμότερον ἔχειν λέγουσα, εἰς ὄψιν τοῦ προεστῶτος ἐλθεῖν. Ὁ γοῦν πυλωρός, τῷ προεστῶτι κατὰ τὸ σύνηθες μηνύσας, καὶ τοῦτον μετακληθέντα παραστησάμενος, ἐξῄει.
Τῆς τιμιωτάτης δὲ γυναικὸς πρὸς τοὺς πόδας τοῦ προεστῶτος κειμένης καὶ τὴν συνήθη εὐλογίαν ἐξαιτουμένης, ὁ θεῖος οὗτος ἀνήρ, τὴν εὐλογίαν δούς, καὶ ἀναστήσας, «Τίς ἡ πρὸς ἡμᾶς σου ἄφιξις; καὶ τί σου τὸ ὄνομα;» Ἡ δέ «Τὸ μὲν αἴτιον τῆς πρὸς τὴν ἁγίαν ταύτης Μονὴν ἀφίξεως, τὸ προσόν μοι, Πάτερ ἅγιε, πλῆθος τῶν ἐπταισμένων· ὅπως ἡσυχάσας τὸν τῆς ζωῆς μου περιλειφθέντα χρόνον, εἰ καὶ ἀνάξιος, εὕροιμι τὸ Θεῖον ἵλεων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὔνομα δὲ Εὐφημιανός». Ὁ δὲ γέρων πρὸς αὐτήν· «Εἰ τοιοῦτον, ὦ τέκνον, λογισμὸν ἔσχες ἐν τῇ καρδίᾳ σου, καὶ τὴν σωτηρίαν ποθεῖς, φεῦγε τὴν παῤῥησίαν· εὐάλωτος γὰρ ἡ τῶν εὐνούχων φύσις τοῖς ἐμπαθέσι λογισμοῖς». Ταῦτα εἰπὼν καὶ τὴν συνήθη εὐχὴν ἐκτελέσας, συνηρίθμησε ταύτην τῇ ἀδελφότητι. Ἐπὶ τοσοῦτον δὲ προέκοπτε καὶ ἐπεδίδου τοῖς ἔμπροσθεν ἐν πάσῃ ἀρετῇ καὶ ταπεινώσει, ὡς καὶ ὑπογραμμὸς καὶ τύπος γενέσθαι τοῖς ἐν πάσῃ τῇ Μονῇ ἀσκουμένοις Μοναχοῖς.
Ὁ δὲ διάκονος τῶν ἐν τῇ οἰκίᾳ αὐτῆς, εἰς αὐτὸ τοῦτο προκριθεὶς παρὰ τῆς Ἁγίας, οἰκονομήσας πάντα, ὡς ὑπέθετο δηλονότι τῷ τοιούτῳ ἐξῆλθε πρὸς ἀναζήτησιν τῆς κυρίας αὑτοῦ, καὶ ἐντυχὼν τῷ Μοναχῷ τῷ ἀποκείραντι ταύτην, ἐπυνθάνετο, εἰ ἄρα σύνοιδε, ποῦ ἐστιν ἡ τὰ γήινα λιποῦσα καὶ τὰ οὐράνια ἐπιζητοῦσα. Ὁ δὲ πρὸς αὐτόν· «Ὅ,τι δῆλα περὶ αὐτῆς μοι ἐγένετο, ὦ τέκνον, οὐκ ἀρνήσομαι. Ποῦ δὲ νῦν ἄρα ἐστίν, ἀγνοῶ. Ἀλλὰ δεῦρο μικρὸν ἅμα πορευθῶμεν εἰς τόδε τὸ Μοναστήριον»· καὶ φθάσαντες, ἔμαθον διὰ τοῦ πυλωροῦ, εἴσω τῶν ἀρκύων ἔχειν τὸ ζητούμενον· καὶ ἠξίου διαμηνυθῆναι ταύτην. Τῆς δὲ ἐξελθούσης, ὁ Μοναχὸς τὸν διάκονον ὑποδείξας· «ἰδού», φησίν, «ὁ πιστότατός σου οἰκονόμος, πολλὰ παθὼν εἰς ἀναζήτησίν σου, πάρεστι· καὶ εἰ βούλει, πορευθῶμεν εἰς τὴν ἡμετέραν Λαύραν».
Τούτων ἀκούσασα ἡ Ἁγία καὶ τῷ προεστῶτι τῆς Μονῆς προσελθοῦσα καὶ τὴν εὐλογίαν ἐξ ἐκείνου καὶ τῶν λοιπῶν ἀδελφῶν λαβοῦσα, ἐξῄει ἐκεῖθεν, καὶ ἀπῆλθεν ἅμα τῷ διακόνῳ, συνόντος καὶ τοῦ Μοναχοῦ, εἰς τὴν Λαύραν. Ἐν ταύτῃ δὲ ἐφ᾿ ἱκανὸν διατρίψασα, θαυμάτων ἀπείρων αὐτουργὸς ἀνεδείχθη. Ἀμέλει τῆς τῶν θαυμάτων φήμης διαδοθείσης, πολύ τι πλῆθος ἀποταξαμένων προσεῤῥύη τῇ Μονῇ. Ἀλλὰ τὸ τοῦ τόπου ἐστενωμένον καὶ βίαιον, διεκώλυε τὴν τῶν προσερχομένων ἐπίδοσιν. Ὅθεν ὁ τῆς Μονῆς προεστώς, θεόθεν ἐμπνευσθείς, τῷ τηνικαῦτα Πατριάρχῃ Κωνσταντινουπόλεως, τῷ ἁγίῳ Ταρασίῳ, δηλοποιήσας περὶ τῶν θαυμασίων ἔργων τοῦ Μοναχοῦ Εὐφημιανοῦ, ὅπως τε, διακωδωνηθέντων τῶν θαυμάτων, οὐκ ὀλίγων ἀνδρῶν πλῆθος ἀποταξαμένων προσεῤῥύη τῇ Μονῇ, καὶ μὴ χωρεῖσθαι τοὺς προσερχομένους διὰ τὸ πάνυ ἐστενωμένον τοῦ τόπου καὶ σμικρότατον διασαφήσας, εὗρε τὸν Πατριάρχην συνευδοκοῦντα τῷ ἰδίῳ θελήματι. Καὶ λαβὼν διὰ δωρεᾶς αὐτοῦ τόπον ἐρείπιον, τὸν νῦν, ἡ Μονὴ τῶν Ἀβραμιτῶν λεγόμενον, δι᾿ ὀλίγου χρόνου ἐξ αὐτῶν τῶν κρηπίδων φροντιστήριον ἀποκαταστήσας, εἰς πολλῶν ψυχῶν σωτηρίαν, ἐν αὐτῷ τὴν Ἁγίαν τὸν λειπόμενον αὐτῇ χρόνον ἀσκητικῶς διανῦσαι παρεσκεύασε· καὶ τούτου γενομένου καὶ τῆς ἀγγελικῆς ἐκείνης διαγωγῆς περιβοήτου τοῖς πᾶσι γενομένης, εἰς ὅσον ἄρα ποσὸν οἱ καθ᾿ ἑκάστην προσερχόμενοι περιίσταντο, οὐ δυνατὸν διαγράψαι.
Ἐπεὶ δὲ καὶ πειρασμός τις ἐπισυνέβη τῇ Ἁγίᾳ ἀπό τινος, τὸ μὲν σχῆμα Μοναχοῦ, ἔργοις δὲ καὶ πράγμασι τὰ πρῶτα φέροντος τῶν προσῳκειωμένων τῷ χαιρεκάκῳ δαίμονι· τούτου μὲν ἔργον αὐτὸ τοῦτο ἀπαραίτητον κεκτημένου, τραχείας ὕβρεις καὶ αἰσχράς, ὡς κατὰ εὐνούχου, τῆς Ὁσίας ἐκχέοντος καὶ κατηγοροῦντος ἀναφανδόν, ἐκείνης δὲ ἀντ᾿ οὐδενὸς ταῦτα λογιζομένης, καὶ εὐεργεσίας ἡγεῖσθαι μᾶλλον τὰ κατ᾿ αὐτῆς λεγόμενα διαβεβαιούσης, γυνή τις θεοφιλής, τῶν αἰσχρῶν καὶ μυσαρῶν ῥημάτων τοῦ ὄντως βεβήλου, καὶ φονέως μετὰ ταῦτα ἀποδειχθέντος, ἀκούσασα· «Πρόσεχε», φησίν, «ἀδελφέ, μήποτε οὐκ ἔστιν, ὡς λέγεις, εὐνοῦχος, οὐδὲ ἐμπαθής, ὡς ὑπολαμβάνεις, ἀλλὰ γυνὴ καὶ ἀπαθής· καὶ σὺ μὲν ἔχεις εἰς κέρδος τὴν γέενναν τοῦ πυρός, διασύρων τὴν ἀπαθῆ, τοὺς δὲ ἀκούοντας μολύνεις. Πρὸ χρόνων γάρ τινων, γυνή τις τὰ προσόντα αὑτῇ πάντα διανείμασα, γέγονεν ἀφανής· καὶ μή ποτε, ὃν λέγεις εὐνοῦχον, ἐκείνη ἐστί, καὶ αὐτὸς εἰς βάραθρον ἀπωλείας τὴν ψυχήν σου κατάγεις».
Ὁ γοῦν μυσαρὸς ἐκεῖνος καὶ δόλιος, προσθεὶς καὶ τοῦτο τῇ ἰδίᾳ πονηρίᾳ διετράνωσε τὸν λόγον εἰς πολλούς, τὰς λοιδορίας ἀφείς. Ἔσπευσε δὲ κατακρημνίσαι τὴν Ἁγίαν εἰς τόπον κατωφερῆ, ὅπως, κουφισθέντων ὧν ἠμφίεστο, γεγυμνωμένην ἴδῃ, καὶ σχῇ τὸ βέβαιον. Οὐκ εἰς μακρὰν δὲ τοῦτο ποιήσας, εἶδε μὲν οὐδέν, γέγονε δὲ ἡμίξηρος ἐκ θείας δυνάμεως· κἀκεῖθεν ἀπαναστάς, πρὸς τὰ ἴδια ᾤχετο. Ἐκεῖσε τοίνυν κατασχεθεὶς ὡς κατάδικος, ἐγκλήματι φόνου, τῷ ξύλῳ τῆς αὐτοῦ κεφαλῆς ὡς ἐν ἀγχόνῃ ὑποπιεσθείσης, τῷ ἐγχωρίως οὕτω λεγομένῳ Φούρκῃ, τὴν ὀλέθριον καὶ μιαρὰν ἀπέῤῥηξε ψυχήν.
Ἡ δὲ Ἁγία, ὡς ἐκ τούτου διαφημισθεῖσα καὶ τὰ σκάνδαλα φεύγουσα, δύο καὶ μόνους ἔχουσα Μοναχοὺς μεθ᾿ ἑαυτῆς, ἀνέδραμε πρὸς τὰ μέρη τοῦ στενοῦ· καὶ εὑροῦσα Ἐκκλησίαν, ὕδωρ καὶ κηπίον ἔχουσαν, κατῴκησεν ἐν αὐτῇ μετὰ τῶν δύο Μοναχῶν, τοῦ τε Εὐσταθίου καὶ τοῦ Νεοφύτου. Κἀκεῖθεν πάλιν ἀπάρασα, μετὰ παραδρομὴν χρόνων τινῶν, προσκληθεῖσα ἐν τῷ Βυζαντίῳ παρά τινων Μοναχῶν ἐπὶ τὰ μέρη τοῦ ῥεύματος, ἐκεῖσε τὸ λειπόμενον αὐτῇ τῆς ζωῆς ἔτος διαβιβάσασα θεαρέστως, ἰάσεις τε καὶ θαύματα οὐκ ὀλίγα τοῖς προσιοῦσι χαρισαμένη, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Μάρτυρος Μελιτινῆς.
Μελιτινὴ ἵστατο γυμνὴ ἐν κρίσει,
Ὡς ἐν θριάμβῳ δι᾿ ἀγάπην Κυρίου.
Αὕτη ἡ ἁγία Μάρτυς, διαβληθεῖσα ὡς χριστιανὴ καὶ παραστᾶσα τῷ ἄρχοντι, πρῶτον μὲν τύπτεται τὰς ὄψεις καὶ γυμνοῦται ἅπαν τὸ σῶμα· καὶ ὡς θρίαμβος ἵσταται ἐπὶ πολλὰς ὥρας ἀνακρινομένη μέσον τοῦ δικαστηρίου· ἀλλὰ καὶ οὕτως ἦν μυκτηρίζουσα τόν τε ἄρχοντα, καὶ πάντα τὰ σεβάσματα αὐτοῦ. Εἶτα πολλαῖς βασάνοις ἐκδοθεῖσα καὶ διατηρηθεῖσα ἀβλαβής, τελευταῖον ξίφει κατετρώθη, καὶ οὕτω τὸ πνεῦμα τῷ Κυρίῳ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κατάθεσις τῆς Τιμίας Κεφαλῆς τοῦ Ἁγίου Ἰωάννου Προδρόμου.
Κάρα τὴν σὴ ῥέοντος πλούτου φανότερον πιστῶς ἐναγλαΐζεται,
τοῦδε τοῦ ἄστεως ἡ σεπτὴ ἐκκλησία τεῖχος κεκτημένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου Ἱερομάρτυρος Ἀθανασίου, τοῦ ἐκ Σπάρτης τῆς Ἀτταλείας καταγομένου, ἐν Μουντανίοις δὲ μαρτυρήσαντος ἐν ἔτει ͵αχνγ´ (1653).
Διὰ θανάτου ἀθανασίαν λάβε,
Ἀθανάσιε, κῦδος ἱερωμένων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου ὁσιομάρτυρος Τιμοθέου τοῦ Ἐσφιγμενίτου.
Τομὴν κεφαλῆς Τιμόθεος ὑπέστη,
Τιμῶν κεφαλήν, Χριστὸν ὅν περ ἠγάπα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου ἀρχιμανδίτου, τοῦ Ῥοστοβίας θαυματουργοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων ἀποστόλων καὶ μαρτύρων Πέτρου, Παύλου, Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, Στεφάνου τοῦ πρωτομάρτυρος, Βαρνάβα τοῦ ἀποστόλου, Ἰωσὴφ τοῦ Πατριάρχου, καὶ Κλεώπα, Τροφίμου, Δορυμέδοντος, Κοσμᾶ, Δαμιανοῦ, Βάσσης καὶ τῆς συνοδείας αὐτῶν. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ σεπτῷ ἀποστολείῳ τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Παύλου ἐν τῷ Ὀρφανοτροφείῳ ἅμα δὲ καὶ τὰ ἐγκαίνια τοῦ αὐτοῦ ναοῦ
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Παῖδες Ἑβραίων
Ἦχος φωνῆς ἑορταζόντων, ἔνθα πέφυκε χορεύεις, Ἀθληφόρε, σὺν παρθένων χοροῖς, τῷ Κτίστῃ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Μέλη συνθλώμενα ὁρῶσα, καὶ ὀνύχων σπαραγμὸν προσκαρτεροῦσα, ἀνηνέχθης Χριστῷ, θυσία μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὤφθης ὡς ἄμπελος θεόφρον, χεῖρας πόδας τε ὡς κλάδους τεμνομένη, καὶ ἡμῖν νοητῶς, τὸν οἶνον γεωργοῦσα, καρδίας τὸν εὐφραίνοντα, καὶ παθῶν ὠθοῦντα μέθην.
Πῦρ αἰσθητὸν οὐκ ἐπτοήθης, νεανίας τρεῖς τοὺς πάλαι μιμουμένη, θείαν δρόσον καὶ γάρ, ἐδέξω μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὅλον τὸν ἄνθρωπον φορέσας, ὁ ὑπέρθεος δίχα τῆς ἁμαρτίας, ἐκ γαστρός σου Ἁγνή, προῆλθε σαρκοφόρος· ὃν ἐκδυσώπει πίστει σε, τοὺς τιμῶντας διασῶσαι.

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον
Νεανικῶς ἠρίστευσας, Ἀθληφόρε πανεύφημε, καὶ κατὰ τῆς πλάνης, ἀνεστήσω τρόπαια, χειρῶν στερουμένη γάρ, καὶ τῶν ποδῶν ὑπέφερες, καὶ τομῆς μαστῶν, καὶ ἐκριζώσεως Μάρτυς, ἠνέσχου τῶν ὀδόντων, ἐν χαρᾷ μελῳδοῦσα· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας.
Ὁλολαμπὴς ὡς ἥλιος, παρθενίας λαμπρότησι, καὶ τῆς μαρτυρίας, καλλοναῖς ἐξήστραψας, καὶ κόσμον ἐφώτισας, ταῖς φωτοβόλοις λάμψεσι, σοῦ Ἀναστασία, τῆς πολλῆς καρτερίας, προθύμως ἐκβοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου Θεόνυμφε, καὶ ἀμαυρουμένην, προσβολαῖς τοῦ ὄφεως, ταῖς σαῖς παρακλήσεσιν, ἐκ τῶν δεινῶν καθάρισον, καὶ φωτιστικῇ, ἐπισκιάσει σου Μάρτυς, καταύγασον βοῶντα· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Σὲ τὴν Ἁγνὴν καὶ ἄμωμον, ἡ Παρθένος ποθήσασα, ἄμωμον καὶ σῶμα, καὶ ψυχὴν ἐτήρησε, παθῶν ὑπεκκαύματα, ὑπομονῇ τεφρώσασα, πεῖράν τε πολλῶν, ὑπενεγκοῦσα βασάνων, καὶ νῦν ἐπουρανίοις, ἐν θαλάμοις χορεύει, σὺν σοὶ εὐφραινομένη, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ
Ἰκρίῳ ἀνηρτήθης Λόγου Θεοῦ, εἰκονίζουσα πάθος σωτήριον, καὶ ἐκκοπήν, ἤνεγκας χειρῶν σου καὶ τῶν ποδῶν, ὀδόντων τὴν ἐκρίζωσιν, γλώσσης τὴν ἀφαίρεσιν καὶ μαστῶν, ἁγνὴ Ἀναστασία, Μοναζουσῶν τὸ κλέος, καὶ τῶν Μαρτύρων ἐγκαλλώπισμα.
Ὡς νύμφη ὡραΐσθης καλλοποιῷ, ἁρμοσθεῖσα νυμφίῳ παθήμασι, καλλοποιοῖς, ἔνδον τε θαλάμων φωτοειδῶν, ὡς ἐκλεκτὴ ἐσκήνωσας, φέρουσα λαμπάδα περθενικήν, καὶ νῦν συμβασιλεύεις, τῷ ζῶντι εἰς αἰῶνας, Ἀναστασία διαλάμπουσα.
Σταλάζουσιν οἱ πόνοι σου γλυκασμόν, ἁμαρτίας πικρίαν ἐξαίροντες, ἡ δὲ σορός, βρύει ἰαμάτων τοὺς ποταμούς, καὶ κατακλύζει πάντοτε, πάθη καὶ νοσήματα χαλεπά, εἰς δόξαν τοῦ Σωτῆρος, σεμνὴ Ἀναστασία, τοῦ ἐπαξίως σε δοξάσαντος.
Ἠρίστευσαν γυναῖκες τῷ σῷ Σταυρῷ, κρατυνθεῖσαι Χριστὲ παντοδύναμε, καὶ τοῦ ἐχθροῦ, κάραν πολυμήχανον ἀνδρικῶς, Λόγε Θεοῦ συνέθλασαν, καὶ τοῦ Παραδείσου χαρμονικῶς, τὴν οἴκησιν λαχοῦσαι, θεώσεως μετέσχον, ἐπιτηδείως ἀνυμνοῦσαί σε.
Θεοτοκίον
Φορέσαντά σε σάρκα ἐκ γυναικός, ὡς ἐπέγνω ἡ Μάρτυς σου Κύριε, παρθενικαῖς, κατηγλαϊσμένη μαρμαρυγαῖς, καὶ μαρτυρίου αἵματι, περιηνθισμένη σοι τῷ Χριστῷ, ὀπίσω τῆς Μητρός σου ἐνδόξως προσηνέχθη, ὡς βασιλεύοντι τῆς κτίσεως.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Μοναζουσῶν τὸ κλέος, καὶ ὡραιότης Μαρτύρων, Ἀναστασία σὺ ὤφθης, ἐν παρθενίᾳ ἀσκοῦσα, καὶ καρτερῶς ἐναθλοῦσα, ὑπὲρ Χριστοῦ τῆς ἀγάπης.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε .
Ἀθλητικῶς ἠρίστευσας, ἐν ἁπαλῷ τῷ σώματι, καὶ τὸν ἀρχέκακον ὄφιν, Ἀναστασία καθεῖλες· διό σε ἀντημείψατο, θαυμάτων ταῖς δυνάμεσιν, ὁ σὸς νυμφίος Κύριος, ᾧ πρέσβευε Ἀθληφόρε, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Θεοτοκίον.
Χριστὸν τὸν πολυέλεον, καὶ Βασιλέα Κύριον, ὅν ἔτεκες Θεοτόκε, ἐκ τῶν ἁγνῶν σοῦ αἱμάτων, ἀπαύστως καθικέτευε, δοῦναι πταισμάτων ἄφεσιν, τοῖς πόθῳ σε δοξάζουσι, καὶ καταφεύγουσι Κόρη, τῇ κραταιᾷ σου πρεσβείᾳ.



ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων,
Ἀπὸ νεότητος Μάρτυς Χριστὸν ἠγάπησας, καὶ ἐγκρατείας πόνοις, καὶ μαρτυρίου ἄθλοις, ἐδόξασας τὸ Πάθος αὐτοῦ τὸ σεπτόν, ἀνενδότῳ φρονήματι, Ἀναστασία καὶ μέτοχος τῆς αὐτοῦ, Ἀναστάσεως γεγένησαι.

Τοὺς σπαραγμοὺς τῆς σαρκός σου καὶ τὰς τομὰς τῶν μελῶν, ὑπέμεινας ἀνδρείως, τοῦ Σωτῆρος πόθῳ, σεμνὴ Ἀναστασία· ὅθεν πολλῶν χαρισμάτων ἠξίωσαι, καὶ ἀναβλύζεις θαυμάτων τὴν δωρεάν, τοῖς πιστῶς σὲ μακαρίζουσι.

Ἀκαταπλήκτῳ καρδίᾳ ὁμολογοῦσα Χριστόν, ὀνύχων καὶ ὀδόντων, τὴν ἐκρίζωσιν φέρεις, σεμνὴ Ἀναστασία καὶ τῶν χειρῶν, καὶ ποδῶν τὴν ἀφαίρεσιν διὸ λαμπρῶς ἐδοξάσθης παρὰ Χριστοῦ, τοῦ νυμφίου σου πανθαύμαστε.

Παρθένων ὤφθης λαμπρότης καὶ τῶν Ὁσίων σεμνή, καὶ Παρθενομαρτύρων, ἐγκαλλωπισμα θεῖον, ἀθλησασα νομίμως ὑπὲρ Χριστοῦ, καὶ ἐχθρὸν καταισχύνασα, Ἀναστασιὰ, διό σε ἀσματικῶς, ἀνυμνοῦμεν καὶ γεραίρομεν.

Δόξα. Ἦχος πλ. α΄.
Παρθενομάρτυς πολύαθλε, τίς σου τοὺς ἀγῶνας, κατ ἀξίαν ἐπαινέσεται; ἐν γυναικείῳ γὰρ σώματι, πρὸς ἀθλητικοὺς ἀγῶνας ἐχώρησας, καὶ πάντας ἐξέπληξας, τῇ ὑπερφύει καρτερία σου, ὡς γὰρ ἄσαρκος ὑπέμεινας, τοὺς πολυειδεῖς αἰκισμούς, καὶ τὰς ἐκτομὰς τοῦ σώματος, καὶ ἀνωτέρα ὤφθης, πυρὸς καὶ σιδήρου. Ἀλλ’ ὦ Ἀναστασία ὁσιομάρτυς, τῷ ἀθανάτῳ σοῦ νυμφίῳ Χριστῷ πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε...

ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ ΚΑΙ ΑΠΟΛΥΣΙΣ

Μεγαλυνάριον.
Ἤθλησας ἀνδρείως ὑπὲρ Χριστοῦ, γυναικείᾳ φύσει, καὶ καθεῖλες τὸν δυσμενῆ, ὅθεν πᾶσι βρύεις, σεμνὴ Ἀναστασία, θαυμάτων ἐνεργείας, τοῖς εὐφημοῦσι σε.
ἝτερονΤὴν Ὁσιομάρτυρα καὶ ἁγνήν, νύμφην τοῦ Δεσπότου, τὴν σφαγεῖσαν ὑπὲρ Χριστοῦ, τιμήσωμεν πάντες ἀπὸ ψυχῆς βοῶντες· Ἀναστασία πάντας λιταῖς σου φύλαττε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου