Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 26. ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ ΙΩΑΝΝΙΝΩΝ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΚΣΤ΄!!
ΓΕΩΡΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΙΩΑΝΝΙΝΩΝ
ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἰωαννίνων ἡ πόλις ἄγει λαμπρὰν ἑορτήν, τῶν θείων σου λειψάνων, τὴν ἐκ τάφου τελοῦσα, ἐκκόμισιν ἁγίαν χαρμονικῶς, Νεομάρτυς Γεώργιε, τὴν ἐξ αὐτῶν προϊοῦσαν πίστει θερμῇ, καρπουμένη χάριν πάντοτε.

Ἐκκομισθέντων ἐκ τάφου Μάρτυς Γεώργιε, μετὰ ταφὴν χρονίαν, τῶν σεπτῶν σου λειψάνων, πλουσία ἐκομίσθη χάρις ἡμῖν, τῇ θερμῇ ἀντιλήψει σου, τῇ τοῦ Θεοῦ προμηθείᾳ καὶ δωρεᾷ, τοῦ λαμπρῶς σε θαυμαστώσαντος.

Ὡς εὐθαλέστατα κρίνα καὶ πλήρη χάριτος, τὰ θεῖα λείψανά σου, Νεομάρτυς Κυρίου, χερσὶν Ἀρχιερέων πανευλαβῶς, ἐκομίσθησαν Ἅγιε, καὶ ὡς πολύτιμος ὄλβος καὶ θησαυρός, τῷ ναῷ σου κατετέθησαν.

Ἀγαλλομένη ἡ πόλις ἀνεκομίσατο, ἡ τῶν Ἰωαννίνων, τὰ σεπτά σου ὀστέα, καὶ ταῦτα ἐν πανδήμοις τιμαῖς καὶ ᾠδαῖς, Νεομάρτυς τιμήσασα, ὡς πολιοῦχόν σε μέγαν καὶ ἀρωγόν, καθ’ ἑκάστην μακαρίζει σε.

Δόξα. Ἦχος β’.
Ἀθλητικὸν ἀνύσας στάδιον, περιφανῶς ἐδοξάσθης παρὰ Χριστοῦ, Νεομάρτυς Γεώργιε· ὑπὲρ Αὐτοῦ γὰρ ἔθηκας, ἀνδρειοτάτῃ γνώμῃ τὴν ζωήν, καὶ ζωῆς ἀθανάτου, ταῖς δωρεαῖς ἐδοξάσθης· διὸ ἡ σορὸς τῶν λειψάνων σου, ὡς θησαύρισμα θεῖον δέδοται ἡμῖν· ὧν τὴν ἀνακομιδὴν γεραίροντες, τὸν σὲ δοξάσαντα δοξάζομεν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δόξῃ μαρτυρικῇ, Γεώργιε ἐκλάμπων, διὰ τῶν σῶν λειψάνων, ἀεὶ καθαγιάζεις, ἡμᾶς τοὺς σὲ γεραίροντας.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ὅτε τὰ σὰ ὀστᾶ, ἐφάνησαν ἐκ τάφου, τότε χαρᾶς ἀφάτου, Ἰωαννίνων πόλις, πεπλήρωται Γεώργιε.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἴωμεν εὐλαβῶς, τοῖς ἱεροῖς λειψάνοις, τοῦ κλεινοῦ Γεωργίου, ἵνα ῥυσθῶμεν τάχος, παθῶν ψυχῆς καὶ σώματος.

Δόξα. Τριαδικόν.
Ἔχων ἐν τῇ ψυχῇ, Τρισήλιε Θεότης, Γεώργιος ὁ Μάρτυς, τὸ πῦρ τῆς σῆς ἀγάπης, ἀθλητικῶς ἠρίστευσε.

Καὶ νῦν. Θεοτοκίον.
Δίδου μοι ἱλασμόν, ταῖς Σαῖς πρεσβείαις Κόρη, καὶ μετανοίας φέγγος, ὡς ἂν τῆς ἐπηρείας, ῥυσθῶ τοῦ κοσμοκράτορος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν πανεύφημον Μάρτυν Χριστοῦ Γεώργιον, Ἰωαννίνων τὸ κλέος καὶ πολιοῦχον λαμπρόν, ἐν ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν· ὅτι ἐνήθλησε στερρῶς, καὶ κατήνεγκεν ἐχθρόν, τοῦ Πνεύματος τῇ δυνάμει· καὶ νῦν ἀπαύστως πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν σεπτῶν σου λειψάνων τὴν ἐκ τάφου ἀνάδειξιν, τῶν Ἰωαννίνων ἡ πόλις, Νεομάρτυς Γεώργιε, τιμᾷ ἐν ἑορτῇ πνευματικῇ, προστάτην κεκτημένη σε θερμόν· ἐξ αὐτῶν ἰαμάτων τὰς δωρεάς, καρποῦται ἀνακράζουσα· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν τιμίων λειψάνων σου, Νεομάρτυς Γεώργιε, τὴν ἐκ τάφου σήμερον ἀνακόμισιν, χαρμονικῶς ἑορτάζοντες, τιμῶμεν τοὺς ἄθλους σου, καὶ κηρύττομεν ἀεί, τὴν θερμήν σου ἀντίληψιν, καὶ βοήθειαν, ἣν παρέχεις θεόφρον πλουτοδότως, τῇ Ἰωαννίνων πόλει, τῇ πανδημεὶ εὐφημούσῃ σε.

Ἱερέων ὁ σύλλογος, καὶ ποιμένες θεόκριτοι, τὰ ἡγιασμένα σου Μάρτυς λείψανα, πανευλαβῶς ἀνεκόμισαν, ἐκ τάφου Γεώργιε, καὶ κατέθεντο αὐτά, τῷ ἁγίῳ τεμένει σου, ἁγιάζοντα, τῶν πιστῶν τὰς ψυχὰς καὶ τὰς καρδίας, τῶν ἀπαύστως προσιόντων, καὶ κηρυττόντων τὴν χάριν σου.

Θησαυρὸν ὡς οὐράνιον, καὶ πηγὴν ἁγιάσματος, καὶ ὡς ἱλαστήριον Μάρτυς ἅγιον, Ἰωαννίνων κατέχουσα, ἡ πόλις Γεώργιε, τὴν σορὸν τὴν ἱεράν, τῶν ἁγίων λειψάνων σου, μακαρίζει σε, καὶ τὴν τούτων ἀνάμνησιν τελοῦσα, πάσης βλάβης ἐκλυτροῦται, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου.

Ἀνενδότῳ φρονήματι, τὸν ἀγῶνα διήνυσας, ἐν ἐσχάτοις ἔτεσι τῆς ἀθλήσεως, μὴ καταπτήξας τὸν θάνατον, παμμάκαρ Γεώργιε, δι’ ἀγχόνης τὸν πικρόν, διὰ τοῦτο ὁ Κύριος, τὰ σὰ λείψανα, ἐνεργείαις ἐδόξασε θαυμάτων, ὧν γεραίροντες τὴν μνήμην, ἀνευφημοῦμεν τοὺς ἄθλους σου.

Φῶς οὐράνιον Ἅγιε, κατελθὸν τῷ λειψάνῳ σου, πᾶσα τὴν λαμπρότητα ἐφανέρωσεν, ἣν ἐκ Θεοῦ κατεπλούτησας, καὶ νῦν τὰ ὀστέα σου, ὧν τὴν ἀνακομιδήν, ἑορτάζει ἡ πόλις σου, ἀναβλύζοντα, ἰαμάτων τὴν χάριν τὰς καρδίας, ἐπὶ πλεῖον ἡμῶν Μάρτυς, τῇ εὐσεβείᾳ στηρίζουσι.

Ὡς θερμὸν ἀντιλήπτορα, καὶ ἀγλάϊσμα ἔνθεον, καὶ μεσίτην μέγιστον πρὸς τὸν Κύριον, Ἰωαννίνων ἡ πόλις σε, γεραίρει Γεώργιε, τὰς διττάς σου ἑορτάς, τῆς στεῤῥᾶς σου ἀθλήσεως, καὶ τῶν θείων σου, καὶ πανσέπτων λειψάνων ἐκτελοῦσα, ἐκτενῶς ἐπιβοᾶται, τὴν ὀξυτάτην πρεσβείαν σου.







Δόξα. Ἦχος πλ. β’.
Σήμερον ὡς ἄνθη ἑαρινά, ἐκ τοῦ τάφου ἀνέτειλαν, τὰ σεπτά σου ὀστέρα, Νεομάρτυς Γεώργιε. Καὶ τὴν ὀσμὴν τῆς χάριτος ἀποπνέοντα, τὴν Ἐκκλησίαν συγκαλοῦσι, πρὸς ἑόρτιον αἴνεσιν, τῆς σῆς ἁγίας ἀθλήσεως. Συνδραμὼν γὰρ ἅπας ὁ λαός σου, σὺν θεοκρίτοις ποιμέσι, τὴν ἀνακομιδὴν τούτων ἐποιήσαντο. Καὶ ὁσίαις χερσὶ ταῦτα ψαύοντες, καὶ τὴν δοθεῖσάν σοι χάριν κηρύττοντες, τοῦ ἐξ αὐτῶν ἁγιασμοῦ, τοῖς πιστοῖς μετέδωκαν· ὅθεν τὴν ἀνάμνησιν τούτων ἄγονττες, τὸν ἐν θαύμασι πολλοῖς, δοξάσαντά σε Χριστὸν ὑμνοῦμεν, τὸν παρέχοντα διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Λιτή. Ἦχος α’.
Ἀγάλλου ἐν Κυρίῳ, ἡ πόλις Ἰωαννίνων, Γεωργίου τοῦ Νεομάρτυρος τὴν σορόν, ὡς θησαυρὸν πλουτοῦσα· ἡ γὰρ χάρις τοῦ Πνεύματος, ἀνεκφοίτητος ἐν αὐτῇ μένουσα, ἐνεργεῖ τὰ ἰάματα, καὶ παρέχει ῥῶσιν ψυχῆς καὶ σωμάττων, καὶ θλιβερῶν ἀπαλλαγήν, τοῖς πιστῶς προσπελάζουσι. Καὶ τὴν ἐκ τάφου τούτων ἀνακόμισιν, ἐν ἑορτῇ τιμῶσα, τῷ Σωτῆρι βόησον· Κύριε, ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, φύλαττε τὸν λαὸν καὶ τὴν πόλιν σου, ἐκ πάσης ἐναντιότητος.

Ἦχος β’.
Μαρτυρικῶς ἀνδραγαθήσας Γεώργιε, μαρτυρικῆς εὐκλείας ἠξίωσαι, ὡς τῶν πάλαι Μαρτύρων, μιμητὴς καὶ ὁμότροπος· ἔνθεν τὰ θεῖά σου λείψανα, τῆς ἐν σοὶ λαμπρότητος, τὴν δόξαν ἐμφαίνοντα, δυνάμεις θαυμάτων ἐνεργοῦσι, καὶ ἀκάθαρτα διώκουσι πνεύματα, καὶ πᾶσι παρέχουσι σωτηρίαν καὶ λύτρωσιν. Ἀλλ’ ὦ Νεομάρτυς ἔνδοξε, δίδου πᾶσι τοῖς αἰτοῦσι, τὴν σὴν ταχεῖαν βοήθειαν, λυτρούμενος κινδύνων καὶ θλίψεων.

Ἦχος γ’.
Φερωνύμως γεωργήσας ἀθλητικοῖς ἀγῶσι, τῆς εὐσεβείας τοὺς καρπούς, Νεομάρτυς Γεώργιε, τοὺς υἱοὺς τῆς Ἐκκλησίας ἐκτρέφεις, τῇ μυστικῇ εὐκαρπίᾳ τῆς χάριτος, καὶ δαψιλεῖ τῶν θαυμάτων δωρεᾷ· ὡς κολυμβήθρα γὰρ Σιλωάμ, ἡ σορὸς τῶν λειψάνων σου ὤφθη, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος. Καὶ ψυχῶν ἰωμένη τοὺς μώλωπας, καὶ σωμάτων παύουσα τὰ πάθη, πρὸς αἶνον καὶ δόξαν διεγείρει, τῶν εὐσεβῶν τὸ πλήρωμα, τοῦ ἐν σοὶ δοξασθέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ’.
Θείᾳ νεύσει ὁ ποιμήν, Ἰωαννίνων κινηθείς, τὴν τῶν σῶν λειψάνων ἀνακομιδήν, μετὰ πολυχρόνιον ταφήν, Ἀθλητὰ Γεώργιε ἐποιήσατο. Καὶ ἐπὶ τούτῳ εὐφράνθη, πᾶς ὁ περιούσιος λαὸς τοῦ Θεοῦ, ἐν τῇ θείᾳ σορῷ σου συνορῶν σε, ὡς ἐν μέσῳ αὐτῶν ἑστῶτα, καὶ παρέχοντα πᾶσι, τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἀλλ’ ὦ Μάρτυς τοῦ Χριστοῦ ἠγλαϊσμένε, δέχου ἡμῶν τὰς ἐφυμνίους ᾠδάς, καὶ πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, ὁ ἐν ἁπλότητι ψυχῆς καὶ στεῤῥότητι, τῆς πλάνης καταπατήσας, τὴν ἐπηρμένην ὀφρύν, καὶ Χριστὸν δοξάσας ἐν τοῖς ἄθλοις σου· διὸ τῶν λειψάνων σου, τὴν σεπτὴν ἀνακόμισιν, τὴν ἐκ τοῦ τάφου, ἑορτάζοντες Ἅγιε, κομιζόμεθα, ψυχικὴν ἀγαλλίασιν, ὕμνον σοι χαριστήριον, Γεώργιε ᾄδοντες, ὅτι τοιαύτης πλουσίας, ἡμᾶς ἠξίωσας χάριτος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ἅπας, ὁ σὸς συνῆλθε λαός, σὺν τοῖς Ἁγίοις Ἱεράρχαις Γεώργιε, καὶ πίστει καὶ εὐλαβείᾳ, ἀπὸ τοῦ τάφου τὰ σά, λείψανα θεόφρον ἀνεκόμισαν· καὶ ταῦτα κατέθεντο, τῷ ἁγίῳ τεμένει σου, ἴασιν πᾶσι, καὶ παθῶν ἀπολύτρωσιν, ἀναβλύζοντα, τῇ τοῦ Πνεύματος χάριτι· ὅθεν τούτων νῦν ἄγοντες, τὴν μνείαν πανήγυριν, λαμπροφανῆ συγκροτοῦμεν, καὶ τοὺς ἀγῶνάς σου μέλπομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν δοξάσαντά σε Μάρτυς, πλουσίαις χάρισι.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρει, ἡ κληρουχία ἡ σή, Ἰωαννίνων ἡ λαμπρὰ πόλις Ἅγιε, τῇ θείᾳ σου προστασίᾳ, ἀβρυνομένη ἀεί, καὶ ἐκλυτρουμένη πάσης θλίψεως· διὸ καὶ κραυγάζει σοι, Νεομάρτυς Γεώργιε· Σκέπη μοι ἔσο, καὶ προπύργιον ἄσειστον, καὶ θερμότατος, ἀντιλήπτωρ καὶ ἔφορος· πίστει γὰρ τοῖς λειψάνοις σου, προσπίπτω ἑκάστοτε, ἃ ὥσπερ δώρημα θεῖον, ἄρτι ἐκ τάφου μοι δέδωκας, Χριστὸν τὸν Σωτῆρα, μεγαλύνουσα ἀπαύστως, τὸν σὲ δοξάσαντα.

Δόξα. Ἦχος πλ. δ’.
Δεῦτε ἅπαντες πιστοί, μετ’ εὐλαβείας προσπέσωμεν, τοῖς χαριτοβρύτοις λειψάνοις, Γεωργίου τοῦ Νεομάρτυρος· ὥσπερ γὰρ πλοῦτος πνευματικός, πᾶσι προτίθενται, τῆς μελλούσης δόξης τὰς δωρεάς, ὑποδηλοῦντα τοῖς θαύμασιν· ὅτι ὡς ἥλιος οἱ δίκαιοι ἐκλάμψουσιν, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν· καὶ τὴν τούτων προσπτύξει, εὐφροσύνην καὶ ἔλεος κομισώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος χάριν ἄφθονον, τοῖς Ἁγίοις Μάρτυσι.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν πανεύφημον Μάρτυν Χριστοῦ Γεώργιον, Ἰωαννίνων τὸ κλέος καὶ πολιοῦχον λαμπρόν, ἐν ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν· ὅτι ἐνήθλησε στερρῶς, καὶ κατήνεγκεν ἐχθρόν, τοῦ Πνεύματος τῇ δυνάμει· καὶ νῦν ἀπαύστως πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν σεπτῶν σου λειψάνων τὴν ἐκ τάφου ἀνάδειξιν, τῶν Ἰωαννίνων ἡ πόλις, Νεομάρτυς Γεώργιε, τιμᾷ ἐν ἑορτῇ πνευματικῇ, προστάτην κεκτημένη σε θερμόν· ἐξ αὐτῶν ἰαμάτων τὰς δωρεάς, καρποῦται ἀνακράζουσα· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις






















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς κρίνα τοῦ ἀγροῦ, καὶ πανεύοσμα ῥόδα, ἐφάνησαν ἡμῖν, ἐκ τῆς τῶν ταμείων, τὰ πάντιμά σου λείψανα, Νεομάρτυς Γεώργιε· οἷς προσπίπτοντες, εὐσεβοφρόνως βοῶμεν· ῥῦσαι Ἅγιε, τῆς τοῦ ἐχθροῦ ἐπηρείας, τοὺς σὲ μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σεσάρκωται ἁγνή, ἐξ ἀχράντου γαστρός Σου, ὁ Λόγος τοῦ Θεοῦ, ὁ τὸ πᾶν οὐσιώσας, καὶ κόσμῳ πεφανέρωται, Θεὸς ἅμα καὶ ἄνθρωπος, καὶ ἀνέπλασε, τὴν τῶν ἀνθρώπων οὐσίαν, λυτρωσάμενος, προγονικῆς ἁμαρτίας, τοὺς Σὲ μεγαλύνοντας.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ᾿. Τὴν ὡραιότητα.
Ἀγωνισάμενος, ψυχῆς στεῤῥότητι, κατεπολέμησας, πόνοις ἀθλήσεως, τὸν πολυμήχανον ἐχθρόν, Γεώργιε Νεομάρτυς· ὅθεν τῶν λειψάνων σου, τὴν ἐκ τάφου ἀνάδειξιν, πόθῳ ἑορτάζοντες, ἐξ αὐτῶν πᾶσαν ὄνησιν, λαμβάνομεν, ψυχῶν καὶ σωμάτων, ταῖς ἱκεσίαις σου θεόφρον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θρόνος πυρίμορφος, ὤφθης τοῦ Κτίσαντος, ἐν ταῖς ἀγκάλαις Σου, φέρουσα ἄχραντε, Ὃν ἀπεκύησας σαρκό, ἀτρέπτως καὶ ἀσυγχύτως, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, σώσαντα τὸν ἄνθρωπον, τῆς τοῦ ᾍδου χειρώσεως· ᾯ πρέσβευε ὑπὲρ τῶν βοώντων· Χαῖρε ἡ κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἡ σορὸς τῶν λειψάνων σου τῶν σεπτῶν, θησαυρὸς ἐνεργείας τῆς θεϊκῆς, καὶ πλοῦτος ἀκένωτος, δωρεᾶς τῆς τοῦ Πνεύματος, ὡς ἀληθῶς ἐδείχθη, ὧν πίστει γεραίρομεν, τὴν ἀπὸ γῆς ταμείων, σεπτὴν ἀνακόμισιν· πᾶσι γὰρ δωρεῖται, ψυχικὴν εὐεξίαν, καὶ χάριν καὶ ἔλεος, καὶ παθῶν ἀπολύτρωσιν, Νεομάρτυς Γεώργιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσιοῦσι τοῖς θείοις λειψάνοις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ἁγίααν νηδύν Σου καὶ καθαράν, οὐρανῶν πλατυτέραν ὡς ἀληθῶς, εἰργάσατο ἄχραντε, ὁ Δεσπότης τῆς κτίσεως, σκηνώσας ὑπὲρ λόγον, ἐν ταύτῃ δι’ ἔλεος, καὶ πρὸς σκηνὰς τὰς ἄνω, ὑψώσας τὸν ἄνθρωπον· ὅθεν τὰ πολλά Σου, μεγαλεῖα ὑμνοῦντες, τὴν Σὴν ἐκδεχόμεθα, ταχυτάτην βοήθειαν, ἐν κινδύνοις καὶ θλίψεσι· ἣν δίδου Θεοτόκε ἀεί, τοῖς ἐν πίστει ἀφορῶσι Δέσποινα, πρὸς τὴν Σὴν προστασίαν, δι’ ἧς κόσμος σώζεται.



Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀθλητικοῖς ἀγῶσιν ἀριστεύσας, τῶν κατ’ ἀξίαν ἐπάθλων ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, Ἀθλητὰ Γεώργιε. Καὶ νῦν τῶν σῶν λειψάνων τὴν σορόν, τῇ σῇ πόλει δέδωκας, ἀναφαίρετον ὄλβον, καὶ ἰατρεῖον πνευματικόν, καὶ καταφυγὴν ἐν ἀνάγκαις. Ἀλλ’ ἀπαύστως πρέσβευε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Καὶ αὖθις, αἶνος τῷ Γεωργίῳ. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Κλέος τῆς ἀθλήσεως τῆς σῆς, ἀσχέτῳ πόθῳ πρὶν ὕμνησα Ἅγιε, νῦν δὲ τῶν λειψάνων σου, τὴν ἐκ τοῦ τάφου γεραίρων ἀνάδειξιν, Γεώργιε μάκαρ, τὴν σὴν αἰτοῦμαι βοήθειαν.
Ἄθλησιν ἀθλήσας ἱερόν, ἀπεριτρέπτῳ καρδίᾳ Γεώργιε, ᾔσχυνας τὸν δράκοντα· νῦν δὲ τοῖς θείοις λειψάνοις σου Ἅγιε, ἡμᾶς ἁγιάζεις, τῇ ἐνεργείᾳ τῆς χάριτος.
Ἴασιν σωμάτων καὶ ψυχῶν, καὶ εὐφροσύνην καὶ ῥῶσιν καὶ ἔλεος, λάρναξ ἡ πανέντιμος, τῶν ἱερῶν σου λειψάνων Γεώργιε, βρύει τοῖς ἐν πίστει, τὴν σὴν αἰτοῦσιν ἀντίληψιν.
Θεοτοκίον.
Ἅγιόν Σε σκήνωμα εὑρών, ὁ ὑπεράγιος Λόγος καὶ Κύριος, ἐν Σοὶ κατεσκήνωσεν, ἁγιασμὸν καὶ εἰρήνην καὶ λύτρωσιν, ἄχραντε παρέχων, τοῖς ἀνυμνοῦσι τὸν τόκον Σου.













ᾨδὴ γ’. Ὁ μόνος εἰδώς.
Ὑπῆλθες Μαρτύρων ἀκλινῶς, Γεώργιε τὰ σκάμματα, μαρτυρικῇ ἐνστάσει κοσμούμενος, καὶ μαρτυρίου δόξαν οὐράνιον, εὗρες ὡς ἀήττητος, Ἀθλητὴς μακάριε, ἐκ Χριστοῦ τοῦ λαμπρῶς σε δοξάσαντος.
Θεοῦ ἐπινεύσει ὁ ποιμήν, ὡς κινηθεὶς Γεώργιε, Ἰωαννίνων τὴν ἀνακόμισιν, ἀπὸ τοῦ τάφου πίστει τετέλεκε, τῶν σεπτῶν λειψάνων σου, ὧν πανηγυρίζομεν τὴν λαμπρὰν καὶ ἁγίαν πανήγυριν.
Ἰδοὺ εὐλαβείᾳ καὶ χαρᾷ, Γεώργιε μακάριε, Ἰωαννίνων ἡ πόλις ἅπασα, τοῖς σοῖς λειψάνοις πίστει παρίσταται, καὶ τὴν σὴν ἐκδέχεται, ταχινὴν ἀντίληψιν, ἣν ἀεὶ ταύτῃ δίδου πρεσβείαις σου.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ Θεόν, Χριστὸν τὸν ὑπεράγαθον, σαρκὸς ἐν εἴδει δι’ ἀγαθότητα, εὐλογημένη Θεοχαρίτωτε, ἐκτενῶς ἱκέτευε, σώζεσθαι τοὺς δούλους Σου, τῶν ἐν βίῳ δεινῶν περιστάσεων.

Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῶν θείων λειψάνων σου τὴν ἐκ λαγόνων τῆς γῆς, ὑμνοῦντες ἐκκόμισιν ἀγαλλομένῃ ψυχῇ, παμμάκαρ Γεώργιε, λύσιν πάσης ἀνάγκης, καὶ πικρῶν συμπτωμάτων, πάντες λαβεῖν αἰτοῦμεν, θεοδέκτοις λιταῖς σου· σὺ γὰρ ἐν παῤῥησίᾳ, Κυρίῳ παρίστασαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ἐκ τῶν αἱμάτων τῶν Σῶν, φανεὶς ὁ ὑπέρθεος δι’ εὐσπλαγχνίαν πολλήν, Παρθένε πανάμωμε, ἔλυσε τῶν ἀνθρώπων, τὴν ἀρχαίαν κατάραν, ἅπασιν ἀφθαρσίαν, καὶ ζωὴν αἰωνίαν, βραβεύσας Θεοτόκε, ὡς μόνος φιλάνθρωπος.

ᾨδὴ δ’. Ὄρος σε τῇ χάριτι.
Ἅπασα συνέδραμεν, ἡ πόλις Γεώργιε, Ἰωαννίνων εὐλαβῶς, σὺν Ἱεράρχαις ἱεροῖς, καὶ πάντες οἱ πρόκριτοι, τῶν ἱερῶν σου λειψάνων ποιήσασθαι, τὴν ἐκ τοῦ τάφου σεπτὴν ἀνακόμισιν.
Ἴσχυσας Γεώργιε, ἐσχάτοις ἐν ἔτεσι, καταβαλεῖν τὸν δυσμενῆ, ἐν ἀσθενείᾳ τῆς σαρκός· διὸ ὁ φιλάνθρωπος, τοῖς σοῖς λειψάνοις πολλὴν χάριν δέδωκε, θαυματουργεῖν καὶ πηγάζειν ἰάματα.
Νέον ὤφθης στήριγμα, καὶ τεῖχος ἀπόρθητον, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὡς Νεομάρτυς εὐκλεής, θεόφρον Γεώργιε, ἀνδραγαθήσας ἀθλήσεως σκάμμασιν, ὡς νουνεχὴς καὶ ἁπλοῦς καὶ ἀκέραιος.
Θεοτοκίον.
Ὄρος ὤφθης σύσκιον, καὶ πῖον ταῖς χάρισιν, ὡς αἱ φωναὶ τῶν Προφητῶν, προαγορεύουσι σαφῶς· ἐκ Σοῦ γὰρ πανάχραντε, ὁ Ποιητὴς τῶν αἰώνων καὶ Κύριος, εἰς σωτηρίαν ἡμῶν ὤφθη ἄνθρωπος.



ᾨδὴ ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Σώματός σου τὰς αἰκίας ὑπερεῖδες Γεώργιε, καὶ τὸν θάνατον ἀνδρείως δι’ ἀγχόνης ὑπέμεινας· ὅθεν πρὸς ἀθάνατον ζωήν, ἀνέδραμες ἐν δόξῃ, ὡς Ἀθλοφόρος περίδοξος.
Τῇ ἐκ τάφου ἀναδείξει τῶν ἁγίων λειψάνων σου, ὁ ὑμνῶν σε ἠξιώθην παρεστάναι Γεώργιε· ὅθεν τὴν πολλήν σου καὶ θερμήν, πρός με κηρύττω χάριν, καὶ τὴν ἐν πᾶσιν ἀντίληψιν.
Ὡς ἐφάνησαν ἐκ τάφου, ὥσπερ ἄνθη μυρίπνοα, τὰ σὰ ἅγια ὀστέα Νεομάρτυς Γεώργιε, ἔπλησαν ἡμᾶς θείας ὀσμῆς, καὶ Ἰωαννίνων, πᾶσαν τὴν πόλιν ἐπεύφραναν.
Θεοτοκίον.
Γεννήσασα ἀποῤῥήτως μετὰ σώματος ἄχραντε, τὸν Δεσπότην τῶν ἁπάντων καὶ ὑπέρθεον Κύριον, ἔλυσας τῆς Εὔας τὴν ἀράν, καὶ πρὸς ζωὴν τὴν πάλαι, βροτῶν τὸ γένος ἀνήγαγες.

ᾨδὴ στ’. Ἐκύκλωσεν ἡμᾶς.
Εὐφράνθη ὁ λαὸς ὁ Χριστεπώνυμος, Ἰωαννίνων Ἅγιε, τῇ ἀνακομιδῇ τῶν σῶν ὀστῶν· ὅτι πολιοῦχόν σε θερμότατον, καὶ ἀρωγόν, κέκτηται μέγαν καὶ ἀντιλήπτορα.
Ὡς ἄλλην κιβωτὸν τοῦ ἁγιάσματος, οἱ ἱερέων πρόκριτοι, τὴν σὴν λάρνακα ἐπ’ ὤμων εὐλαβῶς, φέροντες Γεώργιε πανεύφημε, τῷ σῷ ναῷ, πίστει πολλῇ ἐναπέθεντο.
Ῥυσθῆναι πειρασμῶν καὶ περιστάσεων, καὶ πάσης ἄλλης θλίψεως, καθικέτευε Γεώργιε Χριστόν, τοὺς ἐν εὐλαβείᾳ καταφεύγοντας, τῇ σῇ σορῷ, σκιαζομένῃ τῇ θείᾳ χάριτι.
Θεοτοκίον.
Γαλήνην καὶ εἰρήνην Κόρη βράβευσον, ταῖς μητρικαῖς πρεσβείαις Σου, τοῖς ἐν κύμασι τοῦ βίου χαλεποῖς, νῦν χειμαζομένοις καὶ παλαίουσι· Σὺ γὰρ Χριστόν, τὸν τῆς εἰρήνης τέτοκας πρύτανιν.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τὴν σεπτὴν ἀνάδειξιν, τῶν ἱερῶν σου λειψάνων, ἐκ τοῦ τάφου Ἅγιε, Ἰωαννίνων ἡ πόλις, σήμερον, ἀγαλλομένη πανηγυρίζει, στέφος γάρ, καὶ ὄλβον θεῖον ταῦτα κατέχει, οἷς προσπίπτει ἐκβοῶσα· Χαίροις ὁπλῖτα, Χριστοῦ Γεώργιε.
Ὁ Οἶκος.
Ἐναθλήσας νομίμως Γεώργιε, οὐρανίου εὐκλείας ἠξίωσαι, καὶ Μαρτύρων ἰσότιμος γέγονας, ὡς αὐτῶν ἐν ἀγῶσιν ὁμότροπος, καὶ θαυμάτων δωρεᾷ, παρὰ Κυρίου δοξασθείς, πάντας προφθάνεις τοὺς καλοῦντας, καὶ παρέχεις ἑνὶ ἑκάστῳ, τὴν σὴν ὀξείαν βοήθειαν. Καὶ νῦν μετὰ πολυχρόνιον ταφήν, τὰ σὰ λείψανα τὰ σεπτά, ὁσίαις χερσὶν ἀναμομισθέντα ἐκ λαγόνων τῆς γῆς, χαρᾶς ἔπλησαν πάντας, καὶ ῥῶσιν καὶ ἰσχύν, καὶ καινισμὸν κατὰ ψυχήν, παρέσχον τοῖς πιστοῖς, ὅτι ἀνέκλειπτος μένουσα ἐν αὐτοῖς ἡ χάρις τοῦ Παρακλήτου ἡ πανσθενής, ἐνεργεῖ τὰ θαυμάσια· διὸ Ἰωαννίνων ἡ πόλις, ἀγάλλεται ἐν σοί, καὶ ταῦτα ὡς θησαυρὸν ἐν κόλποις κατέχουσα  βοᾷ σοι· Χαίροις, ὁπλῖτα Χριστοῦ, Γεώργιε.

Συναξάριον.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐξ Ἰωαννίνων, γενομένης ἐν ἔτει 1971.
Ἐκ γῆς τὰ ὀστέα σου οἷάπερ ἄνθη,
Γεώργιε ὤφθησαν ἀθανασίας.
Εἰκάδι ἕκτῃ Γεωργίου φαάνθησαν ὀστᾶ γῆθεν.
Γεώργιος, ὁ θαυμαστὸς ἐν Νεομάρτυσιν ἀριστεύς, ἕλκων τὴν καταγωγὴν ἔκ τινος κωμοπόλεως τῆς ἐπαρχίας Γρεβενῶν, πάλαι μὲν Τζούρχλης καλουμένης, νῦν δὲ τιμηθείσης τῇ κλήσει αὐτοῦ, Ἅγιος Γεώργιος, ἤθλησεν ἐν τῇ πόλει τῶν Ἰωαννίνων, ἐν ἔτει 1838ῳ, τελειωθεὶς δι’ ἀγχόνης, καὶ δοξασθεὶς πλείστοις θαύμασι καὶ δυνάμεσιν ἰαμάτων παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἔκειτο οὖν τὸ τοῦ Μάρτυρος σῶμα ἐν τῷ τάφῳ ἐπὶ 133 ἐνιαυτούς, πηγὰς ἰαμάτων τοῖς εὐλαβῶς προσιοῦσι βλυστάνον, καὶ ἀνεκομίσθη ἐκεῖθεν ἐν ἔτει σωτηρίῳ 1971ῳ, τῇ 25ῃ ἐπιφωσκούσης 26ῃ Ὀκτωβρίου μηνός. Καὶ ὀψὲ τῆς 25ῃς Ὀκτωβρίου μηνός, τελεσθέντος Μεγάλου Ἑσπερινοῦ ἐν τῷ καθεδρικῷ ναῷ τοῦ Ἁγίου Ἀθανασίου, ἦλθον ἐν πομπῇ οἱ ἐπίσκοποι ἐν τῷ παρακειμένῳ τοῦ Μάρτυρος τάφῳ. Τελουμένης δὲ τῆς ἐσκαφῆς, ἐψάλλετο ἡ εἰς Νεομάρτυρας ἐπιτάφιος ἀκολουθία, παρεμφερῶς τῷ· Ἡ ζωὴ ἐν τάφῳ. Ἀνακομισθείσης τῆς παντίμου τοῦ Ἁγίου κάρας, δέει συνεσχέθημεν καὶ θάμβει πάντες, ὅτε εἴδομεν αὐτὴν πεπληγμένην καὶ φέρουσαν ἄνωθεν θραῦσιν καὶ ὀπήν, ἣν ἐδέξατο φονίᾳ χειρὶ φθόνῳ τῶν διωκόντων, ἡνίκα ὁ Μάρτυς ἠωρεῖτο τῇ ἀγχόνῃ, καὶ ἁπλέτῳ οὐρανίῳ φωτὶ ἐκαλύπτετο.
Ἀχθέντος εἰς πέρας τοῦ ἔργου τῆς ἀνακομιδῆς, ἦραν οἱ ἀρχιερεῖς ἐπ’ ὤμων τὴν θήκην, καὶ λιτανεύσαντες τρὶς ἐντὸς τοῦ ναοῦ, ἔθηκαν αὐτὴν ἐν τῷ μέσῳ καὶ ἐτελέσθη παννύχιον δέησιν ἄχρι πρωΐας. Ἐν ὅλῃ δὲ τῇ νυκτί, ἄπειρα πλήθη πιστῶν προσήρχοντο εὐλαβῶς, προσκύνησιν ἀπονέμοντα τοῖς ἁγίοις λειψάνοις καὶ αἰτοῦντα λαβεῖν παρὰ τοῦ Ἁγίου ὧν ἕκαστος ἐδεῖτο.
Πρωΐας δὲ γεονόμενης συνῆλθον καὶ αὖθις οἱ ἀρχιερεῖς ἐν τῷ αὐτῷ ναῷ, καὶ ἅπαν τὸ πλῆθος τῶν πιστῶν, καὶ σύμπασα ἡ πόλις, καὶ πάντες οἱ ἐπ’ ἐξουσιῶν καὶ ἀξιωμάτων, καὶ περατωθείσης τῆς Δοξολογίας ἐν τῷ τέλει τοῦ Ὄρθρου, ἦραν οἱ ἱερεῖς ἐπ’ ὦμων τὴν λάρνακα, τῶν ἀρχιερέων κρατούντων ταῖς χερσὶ τὰς τανίας. Καὶ σχηματισθείσης μεγαλοπρεποῦς πομπῆς ἐν τῇ πόλει ἣ ἅπασα ἐσείσθη ἐκ τῆς γινομένης τελετῆς, διῆλθεν ἐν τῇ μέσῃ λεωφόρον, καὶ ἔφθασεν ἐν τῷ νεοδμήτῳ ναῷ τοῦ Μάρτυρος, καὶ κατετέθησαν ἐν αὐτῷ τὰ λείψανα καὶ ἐτελέσθη πάνδημος Θεία Λειτουργία.










Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ.
Δημήτριον νύττουσι λόγχαι Χριστέ μου,
Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος.
Εἰκοστῇ μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον.
Οὗτος ἦν ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων, ἐκ τῆς Θεσσαλονικέων ὁρμώμενος πόλεως, εὐσεβὴς ὢν ἄνωθεν, καὶ τῆς εἰς Χριστὸν διδάσκαλος πίστεως. Ἐπιδημήσαντος δὲ τοῦ Μαξιμιανοῦ τῇ Θεσσαλονικέων, κατεσχέθη ὁ Ἅγιος, ὡς τῇ εὐσεβείᾳ διαβόητος. Σεμνυνομένου δὲ τοῦ βασιλέως ἐπί τινι ἀνδρί, Λυαίῳ τοὔνομα, καὶ προτρεπομένου τοὺς τῆς χώρας ἐξελθεῖν, καὶ διαγωνίσασθαι πρὸς αὐτόν, (ἦν γὰρ ὁ Λυαῖος μεγέθει σώματος καὶ ῥώμῃ τοὺς κατ’ αὐτὸν ὑπερβάλλων) νεανίας τις, τὴν πίστιν Χριστιανός, τοὔνομα Νέστωρ, προσελθὼν τῷ Ἁγίῳ Δημητρίῳ, ὄντι ἐν τῇ φρουρᾷ, ἔφη: Δοῦλε τοῦ Θεοῦ, βούλομαι συμπλακῆναι τῷ Λυαίῳ· ἀλλὰ εὖξαι ὑπὲρ ἐμοῦ. Ὁ δέ, τῷ σημείῳ τοῦ Σταυροῦ κατασφραγίσας τὸ μέτωπον αὐτοῦ, φησί: Καὶ τὸν Λυαῖον νικήσεις, καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσεις. Τούτοις ὁ Νέστωρ τοῖς ῥήμασι θαῤῥήσας, ἀντέστη τῷ Λυαίῳ, καὶ τὴν ἀλαζονείαν αὐτοῦ κατέβαλεν, ἀποκτείνας αὐτόν.
Διὰ τοῦτο ὁ βασιλεὺς αἰσχυνθείς, ἐπεὶ καὶ ἐρευνήσας τὸ πρᾶγμα ἔμαθεν, ἐν ᾧ ἐφυλάττετο τόπῳ, λόγχαις τὴν πλευρὰν διαπαρῆναι ἐκέλευσε τὸν Ἅγιον Δημήτριον πρῶτον, ὡς αἴτιον γενόμενον τῆς τοῦ Λυαίου σφαγῆς. Καὶ τούτου γενομένου, εὐθέως ἀφῆκεν ὁ Ἅγιος τὴν ψυχήν, πολλῶν θαυμάτων καὶ ἰάσεων παραδόξων μετὰ τὴν τελευτὴν γενόμενος ποιητής. Εἶτα, τῇ τοῦ βασιλεώς κελεύσει, καὶ ὁ Ἅγιος Νέστωρ ἀπετμήθη τὴν κεφαλήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ.
Ἔσεισας, ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε.
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.
Τῷ εἰκοστῷ τετάρτῳ ἔτει τῆς βασιλείας Λέοντος τοῦ Ἰσαύρου, Ἰνδικτιῶνος ἐννάτης, εἰκοστῇ ἕκτῃ μηνὸς Ὀκτωβρίου, ἐγένετο σεισμὸς μέγας καὶ φοβερὸς ἐν Κωνσταντινουπόλει, ὥστε τὰ ὑπερῷα, καὶ τῶν ἄλλων ὡραιότερα οἰκήματα καταπεσεῖν, καὶ πολλοὺς συγκαταταφῆναι τοῖς καταπεσοῦσι· διὸ καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ τοῦ Μεγαλομάρτυρος Δημητρίου, ποιούμεθα καὶ τὴν μνήμην τῆς φοβερᾶς ἐκείνης ἀπειλῆς τοῦ σεισμοῦ, ἀπερχόμενοι μετὰ Λιτῆς εἰς τὸν ἐν Βλαχέρναις ναὸς τῆς Θεοτόκου, ἐκτελοῦντες ἐν αὐτῷ καὶ τὴν θείαν Μυσταγωγίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται.
Ἀρτεμίδωρος, ᾧ τέλους ψῆφος ξίφος,
Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη, τελειοῦται.
Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων,
Ἀφῆκεν εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται.
Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων,
Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Λεωντίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Δύο Λεοντίων, τῶν ἐν Ἄθῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰάτα (Eata) τοῦ Ἔκχαμ τῆς Ἀγγλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου, τοῦ ἐκ Μιστίου Καππαδοκίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Ἰωάσαφ ξίφει τελειωθέντος ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1536.
Μίξας ἀσκήσει τὴν ἄθλησιν, παμμάκαρ
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφίλου, ἀρχιεπισκόπου Νόβγκοροντ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἐπισκόπου Βολογκντά τῆς Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Σὲ τὴν νοητήν.
Ἵνα χαρᾶς, ἀξιώσῃς μείζονος, καὶ ἐναργοῦς σου ἀρωγῆς, διαδόσεις τὰς θαυμαστάς, τρανωτέρας Ἅγιε, δείξῃς ἐν τῇ πόλει σου, τὰ σὰ ἐκ τάφου ηὐδόκησας, δοθῆναι λείψανα Μάρτυς, τῇ ἐκλεκτῇ μερίδι σου.
Ὢ τῆς πολλῆς, χάριτος Γεώργιε, ἧς κατηξίωσας ἡμάς, αὐτόπτας γὰρ τῆς ἐκ γῆς, τῶν σεπτῶν λειψάνων σου, θείας ἐκκομίσεως, Μάρτυς θεόφρον ἀνέδειξας· διὸ τὴν σὴν εὐφημοῦμεν, πρὸς ἡμᾶς προμήθειαν.
Γέρας λαμπρόν, καὶ θεῖον διάδημα, καὶ ἀφθαρσίας θησαυρόν, τῶν λειψάνων σου τὴν σορόν, ἀληθῶς ἐκτήσατο, Ἅγιε Γεώργιε, Ἰωαννίνων πόλις κραυγάζουσα· χαῖρε Χριστοῦ Νεομάρτυς, ἐμὸν θεῖον ἀγλάϊσμα.
Θεοτοκίον.
Ἐκ τῶν ἁγνῶν, ἄχραντε αἱμάτων Σου, ὁ ὑπερούσιος Θεός, μορφωσάμενος τὸν Ἀδάμ, δίχα ἀλλοιώσεως, νέος Ἀδὰμ πέφηνε, καὶ τοὺς βροτοὺς ἀνεμόρφωσε, πρὸς τῆς ἀρχαίας εὐκλείας, τὴν κτῆσιν καὶ λαμπρότητα.







ᾨδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.
Ῥεόντων Γεώργιε, θεόφρονι νοΐ, τὴν σχέσιν παρέδραμες, καὶ ἤθλησας στεῤῥῶς· καὶ νῦν σὺν Ἀγγέλοις, καὶ Μαρτύρων χοροῖς, τῆς ὑπερκοσμίου, μετέχεις εὐφροσύνης.
Ἁγίων συνέδραμε, χορὸς Ἱεραρχῶν, καὶ ἅπας Γεώργιε, Κυρίου ὁ λαός, καὶ τῶν σῶν λειψάνων, τὴν ἀνακομιδήν, ἐποίησας ἐν πίστει, Χριστὸν ὑπερυψοῦντες.
Σωμάτων τὰ τραύματα, καὶ πόνους τῶν ψυχῶν, ἰᾶται Γεώργιε, ἡ θεία σου σορός, καὶ τῶν ἀκαθάρτων πνευμάτων ἰσχυρῶς, ἐλαύνει τὰ σμήνη, τῇ θείᾳ χορηγίᾳ.
Θεοτοκίον.
Ἰσχύν μοι χορήγησον, πατεῖν τοῦ δυσμενοῦς, ἰσχὺν τὴν ὀλέθριον, καὶ πᾶσαν μηχανήν, καὶ φῶς τῇ ψυχῇ μου, Θεοτόκε ἁγνή, ἵνα τῇ Τριάδι, θεοφιλῶς λατρεύω.

ᾨδὴ θ’. Τὴν ζωοδόχον πηγήν.
Μαρτυρικῶς ἀριστεύσας Γεώργιε, τῶν ὑπὲρ λόγον βραβείων ἠξίωσαι, καὶ πηγὴν ἀνέδειξας, πολλαπλῶν ἰάσεων, τὴν τῶν λειψάνων σου λάρνακα Μάρτυς· ὧν τὴν σεπτὴν κομιδὴν ἑορτάζομεν.
Ὁ Νεομάρτυς ὑμνείσθω Γεώργιος, Ἰωαννίνων τὸ μέγιστον καύχημα· ὅτι πλοῦτον ἄσυλον, δέδωκε τῆς χάριτος, ἡμῖν ἐκ γῆς τὰ σεπτὰ αὐτοῦ ὀστέα, ὧν τὴν λαμπρὰν κομιδὴν ἑορτάζομεν.
Ὑπὲρ ἡμῶν τὸν Σωτῆρα ἱκέτευε, διὰ παντὸς Νεομάρτυς Γεώργιε, τῶν τοὺς θείους ἄθλους σου, καὶ τὴν ἀνακόμισιν, τῶν σῶν ἁγίων λειψάνων ἀνυμνούντων, ὅπως Χριστὸς ἡμῖν ἵλεως γένηται.
Θεοτοκίον.
Ὕδατος ζῶντος, πηγὴ ἀνεξάντλητε, θεοχαρίτωτε Κόρη πανάμωμε, βλῦσον τῇ καρδίᾳ μου, μετανοίας νάματα, καὶ τῶν παθῶν μου κατάσβεσον τὴν φλόγα, ὅπως ὑμνῶ τὴν θερμὴν προστασίαν Σου.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῶν σῶν λειψάνων τὴν θήκην, Ἰωαννίνων ὁ λαός, περιπτυσσόμενος πίστει, Γεώργιε Νεομάρτυς, τοὺς σοὺς ἀγῶνας γεραίρει, καὶ τὴν δοθεῖσάν σοι χάριν.
Θεοτοκίον.
Θεοχαρίτωτε Κόρη, ἡ τὸν Δεσπότην τοῦ παντός, ἀνερμηνεύτως τεκοῦσα, διὰ τὸ σῶσαι τὸν Ἀδάμ, ῥῦσαι ἡμᾶς πάσης βλάβης, τῇ σωστικῇ Σου πρεσβείᾳ.





Αἶνοι. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ἔδωκας τῇ πόλει σου, ὡς θησαυρὸν ἀναφαίρετον, Νεομάρτυς Γεώργιε, τῶν θείων λειψάνων σου, σορὸν τὴν ἁγίαν, ὧν τὴν ἐκ τοῦ τάφου, γεραίρει ἀνακομιδήν, λαμπρὰν πανήγυριν συγκροτοῦσά σοι, καὶ πᾶσι τὰ θαυμάσια, τῆς σῆς θερμῆς ἀντιλήψεως, ἀναγγέλλει δοξάζουσα, τὸν Σωτῆρα καὶ Κύριον

Νεύματι τοῦ Κτίσαντος, διακονούμενος Ἅγιε, διαθέσει τῇ κρείττονι, ποιμὴν ὁ τῆς πόλεως, τῶν Ἰωαννίνων, καὶ σὺν Ἱεράρχαις, τοῖς περικύκλῳ εὐλαβῶς, καὶ εὐσεβούντων παντὶ πληρώματι, τῶν σῶν ἀπὸ τοῦ μνήματος, θείων λειψάνων ἐκκόμισιν, ἱερῶς ἐποιήσαντο, καὶ ὁσίως ἐτίμησαν.

Τί ἀνταποδώσωμεν, ἀνθ’ ὧν ἡμᾶς εὐηργέτησας, τῇ σῇ χάριτι Ἅγιε; Πολλῆς γὰρ ἠξίωσας, ἡμᾶς βοηθείας, καὶ τῶν σῶν λειψάνων, τῇ θείᾳ ἀνακομιδῇ, διακονῆσαι κἀμὲ ηὐδόκησας· ἐντεῦθεν μακαρίζω σε, ὡς ἀρωγὸν ἡμῶν μέγιστον, καὶ θερμὸν ἀντιλήπτορα, Νεομάρτυς Γεώργιε.

Φύλαττε τὴν πόλιν σου, Ἰωαννίνων Γεώργιε, ἐξαιρέτως τιμῶσάν σε, καὶ θεῖον δομήσασαν, ναόν σοι θεόφρον, καὶ τὰ λείψανά σου, προσπτυσσομένην εὐλαβῶς, καὶ τὸν ποιμένα ταύτης διάσωζε, ἐκ πάσης περιστάσεως, καὶ τὴν Ἑλλάδα δὲ ἅπασαν, τῇ θερμῇ πρὸς τὸν Κύριον, μεσιτείᾳ περίσκεπε.

Δόξα. Ἦχος πλ. α΄.
Τοῦ μαρτυρίου τὸν δρόμον, τῇ ἄνωθεν ῥοπῇ ἀνύσας, μαρτυρικῶν ἐπάθλων ἐπαξίως ἠξίωσαι, Νεομάρτυς Γεώργιε· ἔνθεν ἡ σορὸς τῶν λειψάνων σου, ὡς σεπτὸν ἁγιαστήριον, Ἰωαννίνων τὴν πόλιν ἁγιάζει, ἐπισκιάσει τῆς χάριτος, καὶ παρέχει πᾶσιν, ἴασιν ψυχῶν καὶ σωμάτων, καὶ φθορᾶς ἀπαλλαγήν, καὶ χαρὰν τὴν κρείττονα· διὸ τὴν τούτων ἀνακομιδὴν ἑορτάζοντες, πιστῶς βοῶμεν· παῤῥησίαν ἔχων πρὸς Χριστόν, πρέσβευε ἀεὶ δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ὤφθη τῶν λειψάνων σου ὁ σορός, θεῖον ἰατρεῖον, τοῖς προστρέχουσιν εὐλαβῶς· ὧν τὴν ἐκ τοῦ τάφου, ἐκκομιδὴν τιμῶμεν, Ἰωαννίνων κλέος, Μάρτυς Γεώργιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου