Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 11. ΑΓΙΟΣ ΦΙΛΟΘΕΟΣ ΚΟΚΚΙΝΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΣ ΙΑ΄!!
ΦΙΛΟΘΕΟΣ ΚΟΚΚΙΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Φέγγει θείων πράξεων, καὶ τῶν δογμάτων ὀρθότητι, διαπρέπων Φιλόθεε, λύχνος φαεινότατος, Ἐκκλησίας ὤφθης, τῆς Ὀρθοδοξίας, καθυποφαίνων ἀληθῶς, τὸ κεκρυμμένον κάλλος θεόπνευστε, καὶ λύων τὴν σκοτόμαιναν, τῶν διδαχῶν τῇ λαμπρότητι, τῶν κακίστων αἱρέσεων, Ἱεράρχα θεόσοφε.

Βίον ἐνθεώτατον, ἐν Ὄρει Ἄθῳ τὸ πρότερον, διανύσας Φιλόθεε, καὶ πλήρης γενόμενος, Πνεύματος Ἁγίου, θεῖος Ἱεράρχης, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ψήφῳ τῇ θείᾳ ὕστερον γέγονας, καὶ λόγῳ τῆς σοφίας σου, αἱρετικῶν τὴν παράνοιαν, διελέγχων κατήσχυνας, εὐσεβῶν προϊστάμενος.

Χαίρει τοῖς σπαργάνοις σου, Θεσσαλονίκη Φιλόθεε, ἡ ἐν πόλεσιν ἔνδοξος, καὶ Κωνσταντινούπολις, ἡ  μεγίστη πόλις, ἧς ποιμὴν ὡράθης, καὶ πρόεδρος θεοειδής, ἀγαλλιᾶται τῇ θείᾳ δόξῃ σου, καὶ ᾄσμασιν ἀμφότεραι, τὴν θείαν μνήμην σου μέλπουσαι, πρεσβευτὴν ἀξιόθεον, τῷ Χριστῷ σὲ προβάλλουσιν.

Ἄκτιστον ἐκήρυξας, τὸ θεῖον φῶς καὶ αἰώνιον, καὶ τὴν θείαν ἐνέργειαν, Πατέρων ἑπόμενος, δόγμασιν ἁγίοις, Φιλόθεε Πάτερ, καὶ τοῦ ληρώδους Βαρλαάμ, καὶ Ἀκινδύνου τὴν πλάνην ἔφλεξας, πυρὶ τῶν θείων λόγων σου, ὡς Ἰεράρχης θεόσοφος, καὶ πιστῶν τὴν διάνοιαν, εὐσεβείᾳ ἐστήριξας.

Δόξα. Ἦχος α΄.
Τῆς ἀρετῆς ἐργάτης γενόμενος, τοῦ Παρακλήτου ὄργανον πέφηνας, καθαρᾷ πολιτείᾳ, θεοφάντορ Φιλόθεε· καὶ θεολογίας μυηθεὶς τὴν λαμπρότητα, τῆς Ἐκκλησίας προέστης, καὶ καλῶς ἐποίμανας, τὴν ἐκλογάδα τοῦ Χριστοῦ· καὶ νῦν ταῖς ἄνω συνὼν χορείαις, καὶ τῶν πόνων τὰ ἔπαθλα δρεπόμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος τῆς παντουργοῦ, Τριάδος ἀνεδείχθης, Φιλόθεε τρισμάκαρ, καὶ τῆς θεολογίας, τῆς ἄνω ὤφθης ἔμπλεως.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Μύστης ἀσκητικῆς, ἐγένου πολιτείας, Φιλόθεε θεόφρον, καὶ ὄργανον ἐδείχθης, σοφίας τῆς τοῦ Πνεύματος.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στόματι ἱερῷ, δοκησισόφων πλάνην, Φιλόθεε ἐλέγξας, Ὀρθοδοξίας ὤφθης, πρόβολος ἀκατάσειστος.

Δόξα. Τριαδικόν.
Μίαν Σε ἐν τρισίν, Θεότητα προσώποις, Φιλόθεος ὁ θεῖος, Τρισήλιε Θεότης, θεολογῶν ἐκήρυξε.

Καὶ νῦν. Θεοτοκίον.
Ὄρει Σου τῷ σεπτῷ, πλήρης φωτὸς ἐδείχθη, ἀμέμπτῳ πολιτείᾳ, Παρθένε Θεοτόκε, ὁ ἱερὸς Φιλόθεος.

















Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν τοῦ Πνεύματος χάριν προφανῶς κληρωσάμενος, τῆς θεολογίας ἐδείχθης ὑποφήτης θεόσοφος, καὶ θεῖος Ἱεράρχης τοῦ Χριστοῦ, ὡς σκεῦος οὐρανίων ἀρετῶν, διὰ τοῦτό σε Φιλόθεε ἱερέ, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῶ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βλαστὸς ἱερώτατος Θεσσαλονίκης ὀφθείς, ποιμὴν ἐνθεώτατος, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Φιλόθεε· σὺ γὰρ Ὀρθοδοξίας, διαλάμπων τοῖς ἔργοις, λύεις αἱρετιζόντων, τὴν ἰσχὺν ἐν τῷ λόγῳ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’  καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κλήσει, φερωνύμως προτυπῶν, τῆς σῆς πολιτείας τὴν χάριν, καὶ τὴν λαμπρότητα, Ἅγιε Φιλόθεε, ἀρχιεράρχα Χριστοῦ, τοῦ Θεοῦ φίλος γνήσιος, σαφῶς ἀνεδείχθης, καὶ τῆς θείας χάριτος, στόμα θεόσοφον· ὅθεν, τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει τελοῦντες, πρέσβυν πρὸς Χριστόν σε προβαλλόμεθα.

Λόγῳ, καὶ σοφίᾳ ἀληθεῖ, καὶ δογμάτων θείων δυνάμει, καὶ τῷ ἐξ ὕψους φωτί, Ἅγιε Φιλόθεε ὡς Ἱεράρχης Χριστοῦ, τὰς ἐνστάσεις διέλυσας, τῶν αἱρετιζόντων, φαίνων τὴν ἐνέργειαν, τοῦ θείου Πνεύματος· σκεῦος, ἀρετῶν γὰρ ἐδείχθης, καὶ τὸ καθ’ ὁμοίωσιν Πάτερ, ἐν τῇ σῇ καρδίᾳ διεμόρφωσας.

Γόνος, καὶ βλαστὸς περιφανής, τῆς Θεσσαλονίκης ἐδείχθης, ἐκ ῥιζουχίας λαμπρᾶς, Ἅγιε Φιλόθεε, καὶ δένδρον πάγκαρπον, ἀρετῶν ἐχρημάτισας, ἐν Ἄθωνι Πάτερ, λύχνος δὲ πολύφωτος, τῆς Ἐκκλησίας Χριστοῦ· θεῖος γὰρ ποιμὴν ὄντως ὤφθης, ἐν τῇ Ἡρακλείᾳ τὸ πρῶτον, καὶ ἐν Βυζαντίῳ δὲ ἐσύστερον.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ποιμένα πανάριστον, καὶ φωστῆρα πολύφωτον, καὶ σοφὸν διδάσκαλον εὐφημοῦμέν σε, τῆς Ἐκκλησίας Φιλόθεε, καὶ μύστην οὐράνιον, ἀρετῶν ἀσκητικῶν, διὰ λόγου καὶ πράξεως, ὑπεμφαίνοντα, τὰς ἐκ τούτων πλουσίας ἀντιδόσεις, τοῖς πιστῶς σοὶ προσιοῦσι, καὶ ἐκτελοῦσι τὴν μνήμην σου.

Ὡς ἐδέξω τὴν ἔλλαμψιν, ὡς Μωσῆς ἐν τῷ Ἄθωνι, τοῦ Ἁγίου Πνεύματος βίῳ κρείττονι, ἄκτιστον πᾶσιν ἐκήρυξας, τὸ φῶς ὃ ἐξήστραψεν, ὁ Χριστὸς ἐν τῷ Θαβώρ, θεολόγος ὡς ἔνθεος, καὶ ἐφίμωσας, τὰ παλίμφημα στόματα εἰς τέλος, Βαρλαὰμ καὶ Ἀκινδύνου, ἀρχιεράρχα Φιλόθεε.

Τὸ τοῦ Πνεύματος σκήνωμα, τῆς σοφίας τὸ τέμενος, στόμα τὸ θεόφθογγον θείων ῥήσεως, θεολογίας τὴν σάλπιγγα, δογμάτων τῆς πίστεως, τὸν σοφὸν ὑφηγητήν, τὸν σοφῶς ἀναπτύσσοντα, τὴν ἀκρίβειαν, καὶ τὸ κάλλος αὐτῶν τὸ κεκρυμμένον, ἀνυμνήσωμεν ἀξίως, τὸν θεηγόρον Φιλόθεον.


Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ὡς ἀστὴρ θεοφεγγής, ἡ τοῦ Ἱεράρχου Φιλοθέου μνήμη ἐπέστη, τῶν φιλοθέων τὰς ψυχὰς καταυγάζουσα, ταῖς ἀκτῖσι τῆς χάριτος, ὡς τοῦ ἀκτίστου γὰρ φωτός, μύστης καὶ κάτοχος, πρὸς μετοχὴν τούτου μυσταγωγεῖ, τοὺς βοῶντας πρὸς αὐτόν· χαίροις, ὁ τὸν νοῦν δι’ ἀρετῆς καθαγνίσας, καὶ τὴν χάριν τοῦ Πνεύματος, ἐν τῇ καρδίᾳ δεξάμενος· χαίροις, τῆς ἐν Χριστῷ ζωῆς εἰκών, καὶ τῶν θείων δογμάτων κήρυξ καὶ πρόμαχος· χαίροις, Θεσσαλονίκης βλαστός, Βυζαντίου ποιμήν, καὶ πάσης Ἐκκλησίας ἀγλάϊσμα. Πρέσβευε Κυρίῳ, δεόμεθα Πάτερ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Ἀγάλλεται ἐνθέως, Θεσσαλονίκη ἡ πόλις, ἐν τῇ ἁγίᾳ μνήμῃ σου, θεοῤῥῆμον Φιλόθεε· ὡς φοίνιξ γὰρ κατάκαρπος, ἐκ ταύτης ἐβλάστησας, καὶ μυστικῇ καρποφορίᾳ, τὰς τὸν Θεὸν πεινώσας ψυχὰς διέθρεψας, ὁσιότητι γὰρ βίου, τὴν ψυχὴν ἐλάμπρυνας, καὶ Εὐαγγελικῶς ἐποίμανας, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ὡς Ἱεράρχης θεόσοφος, καὶ νῦν τοῖς ἄνω λειτουργοῖς, ἀΰλως συνηδόμενος, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.
Τῆς θύραθεν σοφίας, κάτοχος γενόμενος, τῆς ἐν Χριστῷ φιλοσοφίας, μυσταγωγὸς ἐχρημάτισας, θεοφόρε Φιλόθεε· ἀσκητικῇ γὰρ πολιτείᾳ, περιεγένου τῶν παθῶν, καὶ θεϊκῇ ἐλλάμψει, τὰ ὑπὲρ νοῦν ἐμυήθης, ὡς καθαρὸς τῇ καρδίᾳ, ὡς οἱ Ἀπόστολοι γὰρ ἐν Θαβώρ, οὕτω καὶ σὺ ἐν Ἄθῳ, τοῦ θείου φωτὸς κατηξίωσαι, καὶ ἄκτιστον αὐτὸ ἐκήρυξας, ὡς θεολόγος θεοειδής· καὶ τὴν Ἐκκλησίαν ἀλώβητον, τῆς τῶν αἱρέσεων φυλάξας λύμης, ἐπαξίως τετίμησαι, παρὰ τοῦ ἀρχιποίμενος Χριστοῦ, ᾯ πρέσβευε Ἅγιε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Ἱεραρχίας τὴν στολήν, θείᾳ ψήφῳ ἐνδυσάμενος, ποιμὴν ὅσιος καὶ ἄκακος, τῆς Ἐκκλησίας ὤφθης κατὰ Παῦλον τὸν μέγαν, θεηγόρε Φιλόθεε· καὶ τὸ θεῖον Εὐαγέλιον, λόγῳ καὶ ἔργῳ ἱερούργησας, καὶ τὸ δοθέν σοι τάλαντον πολυπλασιάσας, τῆς τοῦ Σωτῆρος φωνῆς ἤκουσας, λεγούσης σοι Ὅσιε· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου, Ἱεράρχα μακάριε.

Δόξα. Ἦχος δ΄.
Τὰς λογικὰς γεηπονῶν ἀρούρας, τῷ ἀρότρῳ τοῦ λόγου, πολὺν καρπὸν Χριστῷ προσήγαγες, ὡς ποιμὴν ἀληθινός, καὶ οἰκονόμος τῆς χάριτος, Ἱεράρχα Φιλόθεε, τῶν γὰρ πάλαι Ἱεραρχῶνν, ἀναζωγραφήσας τὸν ζῆλον, τῆς Ὀρθοδοξίας τὴν ἀλήθειαν, τρανῶς ἐκήρυξας, καὶ Βαρλαὰμ τὴν γλωσσαλγίαν αἰσχύνας, Ἀκινδύνου τὴν πλάνην διήλεγξας, ὡς σοφὸς θεηγόρος, καὶ ὀρθῶν δογμάτων προϊστάμενος, καὶ νῦν πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, τῆς ἐναρέτου πολιτείας ὑπόδειγμα, ἀγάπης θείας ταμεῖον, ἱερωσύνης κανών, τῆς θεολογίας στόμα ἔνθεον, δογμάτων τῆς πίστεως, θεηγόρος διδάσκαλος, Ὀρθοδοξίας, ἀδιάσειστον ἔρεισμα, λύχνος πάμφωτος, θεωρίας καὶ πράξεως, σκεῦος τὸ καθαρώτατον, τῶν θείων ἐλλάμψεων, Ἀρχιερέων λαμπρότης, ἀρχιεράρχα Φιλόθεε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, ὁ Βυζαντίου ποιμήν, Θεσσαλονίκης τὸ περίβλεπτον καύχημα, ἁπάσης τῆς Ἐκκλησίας, ὁ φωτοφόρος λαμπτήρ, τῶν αἱρετιζόντων ἡ κατάπτωσις, φωτὶ γὰρ τοῦ Πνεύματος, λαμπρυνθεὶς τὴν διάνοιαν, Ὀρθοδοξίας, τὰ οὐράνια δόγματα, θείῳ στόματι, ἀναπτύσσεις Φιλόθεε· ὅθεν καὶ τῇ λαμπρότητι, τῶν λόγων σου Ἅγιε, τοῦ Βαρλαὰμ ἡ ἀπάτη, ἀπημαυρώθη καὶ πέπτωκε· διὸ κατὰ χρέος, Ἐκκλησία ἑορτάζει, τὴν θείαν μνήμην σου.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Μύστης, τῆς ἀρετῆς γεγονώς, τῷ θεηγόρῳ Γρηγορίῳ συνέδεσαι, καὶ τούτῳ οἰκεῖος ὤφθης, καθαρωτάτῃ ψυχῇ, θαυμαστὴς ἐν πᾶσι καὶ ὁμότροπος, καὶ τούτου ἱστόρησας, τὰ λαμπρὰ κατορθώματα, καὶ τὰς ἐλλάμψεις, καὶ θαυμάτων τὰς χάριτας, τῇ λαμπρότητι, τοῦ σοῦ λόγου Φιλόθεε, ῥήτωρ θεῖος γὰρ πέφηνας, καὶ ἔμψυχον ὄργανον, φιλοσοφίας τῆς θείας, καὶ ἐπιπνοίας τῆς ἄνωθεν, αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ὡς Χριστοῦ μυσταγωγός, πράξει καὶ θεωρίᾳ παιδεύεις, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, τὰς καρδίας ἡμῶν Ὅσιε, τῶν γὰρ  θείων δωρεῶν, μυστικῶς κατατρυφήσας, πᾶσι μεταδίδως, ὧν μετέσχηκας καλῶν, ἐκ τῶν ἀκενώτων θησαυρισμάτων, καὶ ὀρθοδόξως θεολογῶν, κενολόγων αἱρέσεων, καταλύεις τὸ κράτος, καὶ πᾶσι πρεσβεύεις, Ἱεράρχα Φιλόθεε, διδόναι τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν τοῦ Πνεύματος χάριν προφανῶς κληρωσάμενος, τῆς θεολογίας ἐδείχθης ὑποφήτης θεόσοφος, καὶ θεῖος Ἱεράρχης τοῦ Χριστοῦ, ὡς σκεῦος οὐρανίων ἀρετῶν, διὰ τοῦτό σε Φιλόθεε ἱερέ, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῶ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βλαστὸς ἱερώτατος Θεσσαλονίκης ὀφθείς, ποιμὴν ἐνθεώτατος, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Φιλόθεε· σὺ γὰρ Ὀρθοδοξίας, διαλάμπων τοῖς ἔργοις, λύεις αἱρετιζόντων, τὴν ἰσχὺν ἐν τῷ λόγῳ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς φίλον σε Θεοῦ, καὶ σοφὸν Ἱεράρχην, καὶ μύστην ἱερόν, τῶν ἁγίων δογμάτων, γεραίρομεν Φιλόθεε, ἐκτελοῦντες τὴν μνήμην σου, ἐν ᾗ πρέσβευε, ἁμαρτιῶν ἡμῖν λύσιν, δοῦναι Ὅσιε, καὶ φωτισμὸν καὶ εἰρήνην, καὶ βίου διόρθωσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν Ἄθωνι ἁγνή, τῷ Ἁγίῳ Σου Ὄρει, καθάρας ἑαυτόν, Παρακλήτου τὴν χάριν, πλουσίως ὑπεδέξατο, ὁ θεόφρων Φιλόθεος, καὶ θεόσοφος, ἀρχιερεὺς ἀνεδείχθη, ὡς τοῦ Κτίσαντος, ὑμνολογῶν Σε Μητέρα, καὶ Κόρην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῷ σοφῷ Γρηγορίῳ συνήθης γέγονας, καὶ τῶν αὐτοῦ χαρισμάτων Πάτερ ἐτρύφησας, θεολόγος ἱερὸς ἀναδεικνύμενος, καὶ Ἱεράρχης θαυμαστός, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Φιλόθεε θεηγόρε· διό σου ἐπιτελοῦμεν, τὴν θείαν μνήμην  ἀγαλλόμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ὑπέρθεον Λόγον σάρκα γενόμενον, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων ἀφράστως τέτοκας, καὶ μετὰ τόκον τὸν φρικτὸν παρθένος ἔμεινας, ἀειπάρθενε Ἁγνή, τῶν Ἀγγέλων χαρμονή, καὶ κόσμου ἡ σωτηρία· διό Σου τὰ μεγαλεῖα, ἀκαταπαύστως μεγαλύνομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τῇ σοφίᾳ τῇ θείᾳ καθοπλισθείς, Ἱεράρχης ἐδείχθης περιφανής, καὶ τὴν Βασιλεύουσαν, ὀρθοδόξως ἐποίμανας, ἐπὶ λειμῶνας θείους, εἰσάγων τὸ ποίμνιον, καὶ τῶν αἱρετιζόντων, ἐκλύων τὴν ἔνστασιν· ὅθεν ἐπαξίως, ὡς σοφὸν οἰκονόμον, Χριστός σε ἐδόξασε, καὶ Ἁγίοις ἠρίθμησε, θεηγόρε Φιλόθεε· ᾯ πρέσβευε διδόναι ἡμῖν, τῶν πταισμάτων ἄφεσιν δεόμεθα, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Δεσπότην τῶν ὅλων καὶ Ποιητήν, συλλαβοῦσα ἀφλέκτως ἐν τῇ γαστρί, τῷ κόσμῳ ἐκύησας, Θεὸν ἅμα καὶ ἄνθρωπον, ἡμᾶς ἐκ τῆς ἀρχαίας κατάρας λυτρούμενον, καὶ πρὸς τὴν πρώτην δόξαν, ἁγνὴ ἐπανάγοντα· ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦμέν Σε Δέσποινα, καὶ προστάτιν καὶ ἔφορον, καὶ πιστῶς ἐκβοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, Παρθένε τῇ σκέπῃ Σου.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Θεολογίας τῷ φωτί, τῆς ἀληθείας ἐκφαίνων τὸν πλοῦτον, τῶν ἀρετῶν γεωργεῖς τὸν σπόρον, Ἱεράρχα Φιλόθεε· καὶ τῷ πυρὶ τοῦ Πνεύματος, τὰς φρυγανώδεις αἱρέσεις ἀναλίσκων, πρὸς θεῖον ἔρωτα ἐκκαίεις, τὰς διανοίας ἡμῶν, καὶ πᾶσι πρεσβεύεις τὸ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Θεοῦ φίλος, Φιλόθεε ὤφθης. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεοῦ τὴν λαμπρότητα ἐν τοῖς ὑψίστοις Φιλόθεε, ὁρῶν καὶ θεούμενος, θείαις μεθέξεσι, φῶς μοι αἴτησαι, καὶ λόγον Ἱεράρχα, ὡς ἂν σοι ἑόρτιον, ᾄσω μελώδημα.
Ἐν σοὶ κατεσκήνωσε τοῦ Παρακλήτου ἡ ἔλλαμψις, τὸν νοῦν ἐκκαθάραντι, ἐνθέοις πράξεσιν· ὅθεν γέγονας, ποιμὴν τῆς Ἐκκλησίας, παμμάκαρ Φιλόθεε, καὶ λύχνος πάμφωτος.
σίως ἐβίωσας καὶ ἰσαγγέλως ἐν Ἄθωνι, καὶ σκεῦος ἐπάξιον, ὤφθης τῆς χάριτος, τῷ γὰρ κρείττονι, τὸ χεῖρον ὑποτάξας, Θεῷ προσῳκείωσαι, Πάτερ Φιλόθεε.
Θεοτοκίον.
ψίστου ἀνάκτορον καὶ φωταυγὲς ἐνδιαίτημα, ἐδείχθης πανάμωμε, τοῦτον κυήσασα, καὶ ὡς νήπιον, κρατήσασα ἀγκάλαις· διὸ μεγαλύνομεν, τὰ μεγαλεῖά Σου.












ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Φωτὶ ἐλλαμφθεὶς τῷ ἀπροσίτῳ, φιλίας ἐῤῤύσθης τῶν παθῶν, καὶ φερωνύμως γνήσιος, φίλος Θεοῦ γεγένησαι, Φιλόθεε μακάριε, τῶν ἀρετῶν ἐνδιαίτημα.
σχὺν ἐνδυσάμενος τὴν θείαν, ποιμὴν καὶ ἡγέτης ἱερός, τῆς Λαύρας ἐχρημάτισας, τῆς ἐν τῷ Ἄθῳ Ὅσιε, ἀσκητικοῖς παλαίσμασι, καὶ θείῳ λόγῳ κοσμούμενος.
Λαμπόμενος θείαις φωταυγίαις, τῇ νεύσει Θεοῦ ὡς ἀληθῶς, ἀρχιερεὺς θεόληπτος, τῆς Ἡρακλείας πέφηνας, Φιλόθεε μακάριε, Θεσσαλονίκης ἀγλάϊσμα.
Θεοτοκίον.
Λόγος ἐν Σοὶ ἁγνὴ σκηνώσας, μηδόλως λιπὼν τοὺς οὐρανούς, δι’ ἄκραν ἀγαθότητα, σάρκα ἐκ Σοῦ προσείληφε, καὶ τοῦ Ἀδὰμ τὴν ἔκπτωσιν, Θεογεννῆτορ ἠνώρθωσε.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ ἐπιπνοίᾳ, ἱεράτευσας, Θεῷ ἀμέμπτως, Ἱεράρχα θεόφρον Φιλόθεε, καὶ ὡς θυσίαν Κυρίῳ προσήγαγες, τὰ τῆς ζωῆς σου λαμπρὰ κατορθώματα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὄρος ἅγιον, πεπυκασμένον, πολλαῖς χάρισι, Κόρη ἐδείχθης, ὡς οἱ Προφῆται ἐν νόμῳ προήγγειλαν, ἐκ Σοῦ Θεὸς γὰρ ἡμῖν ἐπεδήμησε, καὶ τῶν ἀνθρώπων τὴν φύσιν ἀνέπλασεν· ὅθεν πρέσβευε, Παρθένε Θεογεννήτρια, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
Σάλπιγγι τῶν λόγων σου Πάτερ σοφέ, τῆς Ὀρθοδοξίας τὰ δόγματα, σοφῶς κηρύττεις, ὡς ποιμὴν ἀληθινός, τῆς Κωνσταντινουπόλεως, καὶ τῶν Ἀποστόλων ὁμότροπος.
Φλέγει διδαγμάτων σου Πάτερ τὸ πῦρ, ὕλην τῶν παθῶν εὐκατάπρηστον, Πνεύματι θείῳ, καὶ τὸν νοῦν φωταγωγεῖ, πρὸς γνῶσιν τὴν σωτήριον, τῶν σοὶ προσιόντων Φιλόθεε.
θυνας πρὸς τρίβους Πάτερ σοφέ, θείων ἐντολῶν τὸ σὸν ποίμνιον, λόγοις καὶ ἔργοις, ὡς σοφὸς μυσταγωγός, τῆς ὑπὲρ νοῦν λαμπρότητος, μάκαρ Ἱεράρχα Φιλόθεε.
Θεοτοκίον.
Λάμπρυνον τὸν νοῦν μου θείῳ φωτί, τὸν ἐσκοτισμένον τοῖς πάθεσι, Θεογεννῆτορ, καὶ μανίας τοῦ ἐχθροῦ, ἀπάλλαξόν με δέομαι, τὸν θερμῶς Σοι Κόρη προστρέχοντα.



ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
νοῦς ὁ οὐράνιος, τὸ στόμα τὸ θεόφθογγον, τῆς Τριαδικῆς θεολογίας, ὁ Βυζαντίου ποιμὴν περίδοξος, πάσης Ἐκκλησίας δὲ φωστήρ, ἀνυμνείσθω ᾄσμασιν, ὁ θεόφρων Φιλόθεος.
Θεοῦ τὴν λαμπρότητα, ἰδὼν Πάτερ Φιλόθεε, καὶ παθῶν κατὰ τὸν θεηγόρον, πρὸς τὴν ἀγάπην, τῶν ὑπὲρ νοῦν δωρεῶν, λόγων σου συνθήκη τῇ σοφῇ, ἡμῶν τὴν διάνοιαν, διεγείρεις ἑκάστοτε.
κκέχυται ἄνωθεν, τοῖς χείλεσί σου Ὅσιε, Πνεύματος ἡ χάρις ἡ πλουσία· ἔνθεν ὡς ῥήτωρ θεοειδέστατος, διδαχὰς ὀθνείας καὶ σαθράς, Βαρλαὰμ τοῦ ἄφρονος, Ἱεράρχα κατήσχυνας.
Θεοτοκίον.
κ Σοῦ ἀνατέταλκε, σαρκὸς ἐν ὁμοιώματι, ὑπὲρ νοῦν καὶ λόγον Θεοτόκε, δικαιοσύνης ὁ μέγας Ἥλιος, καὶ θεογνωσίας τῷ φωτί, ἅπασαν ἐφώτισεν, οἰκουμένην ὑμνοῦσάν σε.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
ς κοινωνὸς καὶ ὁμότροπος, τοῦ θείου Γρηγορίου Φιλόθεε, στεῤῥῶς ἠγώνισαι, καὶ κενολόγων αἱρέσεων, διήλεγξας τὸ θράσος, σοφίᾳ κρείττονι.
Φίλος Θεοῦ ἐνθεώτατος, καὶ λύχνος Ἐκκλησίας πολύφωτος, ὤφθης Φιλόθεε, ὡς Ἱεράρχης θεόσοφος, καὶ Βυζαντίου Πάτερ, πρόεδρος ἔνδοξος.
Θεοῦ τὸ φῶς τὸ ὑπέρφωτον, παρ’ οὗ θεοπρεπῶς φωτιζόμενος, ἄκτιστον Ὅσιε, ὡς ἀληθῶς ἀνεκήρυξας, ὃ ἐν Θαβὼρ τοῖς μύσταις, Χριστὸς παρέδειξε.
Θεοτοκίον.
λίου πάμφωτον σκήνωμα, τοῦ τῆς δικαιοσύνης γεγένησαι, Κόρη πανάχραντε· διὸ τὸ σκότος ἀπέλασον, φωτὶ τοῦ Σοῦ προσώπου, τῆς διανοίας μου.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐναρέτοις πράξεσι, κεκοσμημένος, Ἱεράρχης Ὅσιος, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὤφθης παμμάκαρ Φιλόθεε, Ὀρθοδοξίας ἐκφαίνων τὴν ἔλλαμψιν.
Ὁ Οἶκος.
Φιλοθέως ἀνύσας τὸν βίον σου, καὶ παθῶν σεαυτὸν καθηράμενος, τῷ Θεῷ ᾠκειώθης Φιλόθεε, καὶ πολλῶν χαρισμάτων τετύχηκας, παρὰ τοῦ πάντων Ποιητοῦ, οἷάπερ φίλος Αὐτοῦ, καὶ θεράπων πιστός, θεολογίας γὰρ ὤφθης θησαύρισμα, ὡς ἀρετῆς ὑπογραμμός, καὶ σοφίας παναρμόνιον ὄργανον, καὶ θείᾳ ψήφῳ Ἱεράρχης μέγας γεγονώς, καλῶς ἐποίμανας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, καὶ τοὺς τὴν ὀρθὴν ὁμολογίαν κιβδηλεύοντας, Βαρλαὰμ καὶ Ἀκίνδυνον, ἄφρονας ἀπέδειξας, τῇ τῶν ἁγίων δογμάτων πανσόφῳ διδασκαλίᾳ· καὶ ἐν πάσῃ εὐσεβείᾳ Θεῷ ἱεράτευσας, Ὀρθοδοξίας ἐκφαίνων τὴν ἔλλαμψιν.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Φιλοθέου τοῦ Κοκκίνου, πατριάρχου Κωνσταντινουπόλεως.
Θεοῦ φίλος πέφηνας Ἀρχιεράρχα,
Θεὸν ὡς ἐδόξασας λόγῳ καὶ ἔργῳ.
Δεκάτ’ ἠδὲ πρώτῃ, Φιλοθέοιο δέμας κτερέϊξαν
Οὗτος ἦν τῷ 15ῳ αἰῶνι. Πατρίδα ἔσχε τὴν μεγαλόπολιν Θεσσαλονίκης, προελθὼν ἐκ γονέων πλούτῳ καὶ εὐσεβείᾳ κομώντων, παρ’ ὧν καλῶς καὶ θεοφιλῶς ἀναχθείς, ἐγένετο κάτοχος ἀμφιλαφοῦς παιδείας, καὶ πάσης τῆς θύραθεν σοφίας. Θείῳ τρωθεὶς ἔρωτι, κατέλιπε πάντα, καὶ ἔδραμε τῷ τῆς ἁγιότητος ἐπωνύμῳ Ὄρει, τῷ οὐρανογείτονι φημὶ Ἄθωνι, ἔνθα, ἄρας τὸν τοῦ Κυρίου Σταυρόν, ἐγένετο μοναχός. Παρευδοκιμήσας δὲ τῇ ἐν Χριστῷ ἀσκήσει, ἐκρίθη ἄξιος ἡγεῖσθαι τῆς τοῦ Ὁσίου Ἀθανασίου Μεγίστης Λαύρας, ἐξ ἧς μετακληθεὶς ὑπὸ τοῦ βασιλέως Ἀνδρονίκου τοῦ Β΄, ἐγένετο Μητροπολίτης Ἡρακλείας, καὶ ἐπὶ Κατακουζηνοῦ ἐξελέγη Πατριάρχης Κωνσταντινουπόλεως, δὶς ἀνελθὼν τὸν Οἰκουμενικὸν θρόνον.
Ἐποίμανε τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ πάσῃ σοφίᾳ, ὡς ποιμὴν καλὸς καὶ μιμητὴς Ἀποστόλων, καθάρας αὐτὴν τῶν ζιζανίων τῆς αἱρέσεως τοῦ μανικοῦ Βαρλαὰμ καὶ τῶν αὐτοῦ συνεργῶν, τῇ ἀναπτύξει τῶν ὀρθοδόξων δογμάτων, ἐν δυνάμει λόγου καὶ σοφίας θείας, ὡς τοῦ μεγάλου Γρηγορίου τοῦ Παλαμᾶ φίλος καὶ μύστης καὶ συνήθης, οὗτινος καὶ τὸν θαυμαστὸν συνεγράψατο βίον, καὶ τὰ ὑπὲρ τῆς Ὀρθοδοξίας τρόπαια.
Ἀλλὰ καὶ ἑτέρους λόγους σύνεγραψε, μεστοὺς πάσης γνώσεως καὶ ὠφελείας, καὶ κοιμηθεὶς ἐν γήρατι καλῷ, κατετέθη τὸ τίμιον αὐτοῦ λείψανον ἐν πομπῇ βασιλικῇ, εἰς τὴν τοῦ Ἀκαταλήπτου Μονήν, πηγὰς θαυμάτων καὶ ἰαμάτων τοῖς πίστει προσιοῦσι παρεχόμενον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἠμῶν Εὐστρατίου, Ἀρχιεπισκόπου Μηθύμνης, ἑνὸς τῶν 365 Πατέρων τῆς ἐν Νικαίᾳ ἑβδόμης Οἰκουμενικῆς Συνόδου
Εἰκόνα τιμῶν Εὐστράτιος καὶ λείψανα,
Τὸν κόσμον λιπὼν εἰκόνι οὐ πορεύεται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ.
Ὁ Γραπτὸς ἐν γῇ τὴν θέαν Θεοφάνης,
Καὶ κλῆσίν ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ.
Οὗτοι, γονέων εὐσεβὼν ὑπάρχοντες, τὴν Παλαιστίνην οἰκούντων, καὶ τὴν φιλοξενίαν ἐπιμελουμένων, τῇ τῶν γονέων σπουδῇ πᾶσαν φιλοσοφίαν ἐξεπαίδευθησαν, τήν τε ἱερὰν καὶ τῆν τῶν Ἑλλήνων, καὶ τὸν μοναστὴν ὑπῆλθον βίον, εἶθ’ οὗτω χειροτονοῦνται πρεσβύτεροι. Θεοφίλου δὲ τοῦ δυσσεβοῦς κατὰ τῶν Ἁγίων Εἰκόνων λυττήσαντος καὶ κωλύοντος ταύτας προσκυνεῖν, ἀποστέλλονται οὗτοι οἱ πάνσοφοι παρὰ τοῦ τηνικαῦτα πατριαρχοῦντος τῆς Ἁγίας Πόλεως πρὸς τὸν μισόχριστον βασιλέα μετὰ Λιβέλλου. Οὗ, κατὰ πρόσωπον στάντες, καὶ θεόμαχον αὐτὸν ἀπελέγξαντες, ἐγκλείονται ἀμφότεροι ἐν τῇ εἱρκτῇ ἐπὶ πολὺν χρόνον. Εἶτα, τὸν μακάριον Θεόδωρον ἐκ τοῦ δεσμωτηρίου ὁ ἀνόσιος ἐφ’ ἑαυτὸν καλέσας καὶ τύψας σφοδρῶς καὶ ταῖς ὄψεσιν αὐτοῦ ἐγκολάψας στίχους ἰάμβους, πάλιν τῆ φρουρᾷ παραπέμπει.
Θεοφάνην δὲ τὸν Ἅγιον, τὰ αὐτὰ τῶ ἀδελφῶ πεπονθότα, εἰς Θεσσαλονίκην ὑπερορίζει· ὅς, μετὰ τὴν καταστροφὴν τοῦ δυσσεβοῦς Θεοφίλου, ἀνακληθεὶς ὑπὸ Μιχαὴλ καὶ Θεοδώρας τῶν εὐσεβῶν βασιλέων, προβάλλεται Μητροπολίτης τῆς κατὰ Νίκαιαν Ἐκκλησίας παρὰ Μεθοδίου Πατριάρχου, τοῦ τὴν χριστιανομάχον αἵρεσιν καταλύσαντος. Καὶ οὕτω θεοφιλῶς τὴν Ἐκκλησίαν καὶ τὸ ποίμνιον κυβερνήσας, τῆς παρούσης ζωῆς ὑπεξίσταται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
Ὧν περ διηκόνησας ἐν γῇ πραγμάτων,
Ἐν οὐρανοῖς Φίλιππε μισθὸν λαμβάνεις.
Οὗτος, ἦτον ἀπὸ τὴν Καισάρειαν τῆς Παλαιστίνης, τέσσαρας θυγατέρας ἔχων προφητευούσας, καθὼς περὶ τούτου ἀναφέρει ὁ θεῖος Λουκᾶς εἰς διάφορα μέρη τῶν Πράξεων, καὶ Εὐαγγελιστὴν αὐτὸν ὀνομάζει λέγων· Τὴν ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον, ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ Εὐαγγελιστοῦ (τοῦ ὄντος ἐκ τῶν ἑπτά), ἐμείναμεν παρ’ αὐτῷ. Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι (Πράξεις κα΄, 8). Μαρτυρεῖ δὲ ὁ αὐτός, καὶ ὅτι ὁ Ἀπόστολος οὗτος κατεστάθη διάκονος ὑπὸ τῶν Ἀποστόλων, ἐπὶ τὰς χρείας καὶ τραπέζας τῶν πτωχῶν καὶ χηρῶν, ὁμοῦ μὲ τὸν Στέφανον καὶ τοὺς ἄλλους πέντε (Πράξεις στ΄). Οὗτος, ἐνέπλησε τὴν Σαμάρειαν ἀπὸ τὸ κήργμα τοῦ Εὐαγγελίου τῷ 35 ἔτει, καὶ τὸν Σίμωνα μάγον ἐβάπτισεν, ὑποκριθέντα ὅτι ἐδέχθη τὴν πίστιν τοῦ Χριστοῦ. Ἁρπαγεὶς δὲ ἀπὸ Ἄγγελον Κυρίου, ἔφθασεν εἰς τὸν δρόμον τὸν εὐνοῦχον τῆς βασιλίσσης Κανδάκης, καὶ κατηχήσας αὐτόν, ἐβάπτισε. Ἔπειτα πάλιν, ἐφέρθη ἀπὸ τὸν Ἄγγελον εἰς τὴν Ἄζωτον, καὶ ἐφώτισεν αὐτὴν μὲ τὴν διδασκαλία τοῦ Εὐαγγελίου. Μετὰ ταῦτα, ὑπῆγεν εἰς τὴν Τράλλην, τὴν εὑρισκομένην ἐν τῇ Μικρᾷ Ἀσίᾳ, καὶ διὰ τῆς διδασκαλίας του, ἔπεισεν ὅλους τοὺς ἐκεῖ εὑρισκομένους νὰ πιστεύσωσιν εἰς τὸν Χριστόν. Εἰς αὐτὴν δὲ τὴν πόλιν, κτίσας καὶ Ἐκκλησίαν, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τοῦ θαυματουργοῦ, τοῦ ἐν χωρίῳ Περγάμῳ.
Εἰ καὶ μετέστης πρὸς τὸν πόλον ,
Ἰωνᾶ θαυμάσιε πρὸς τὴν ἀγήρω.
Ἔκθανεν Ἰωνᾶς Ὀκτωβρίου δέκα πρὸς μίαν.
Ἅγιοι τριακόσιοι, ἐκ διαφόρων τόπων, ἦλθον εἰς τὴν Ἁγίαν Ἱερουσαλὴμ διὰ χάριν προσκυνήσεως. Καὶ εἰσερχόμενοι μὲ τὸ πλοῖον εἰς τὴν Κύπρον, εἰς τὸ μέρος τῆς Πάφου, ἀπὸ ἐνάντιον ἄνεμον ἔσπασεν τὸ πλοῖον, Θεοῦ συνεργοῦντος ἐβγῆκαν οἱ Ἅγιοι καλὰ γεροί, καὶ διεσκορπίσθησαν εἰς ὅλον τὸ νησὶ τῆς Κύπρου. Ὁ δὲ Ἅγιος Ἰωνᾶς, ἦλθεν εἰς τὰ μέρη τῆς Τραχιάδος, εἰς χωρίον λεγόμενον Πέργαμον, ἔμεινεν ἐκεῖ, δὲν ἔχοντας οὔτε σπήλαιον, οὔτε σκηνήν, οὔτε καλύβην νὰ ἠμπορῇ μὲ τοῦτο νὰ ἀποκρίνῃ τὰς ἀνάγκας τῆς φύσεως. Διατί, κάποιαν φορὰν ἔξαφνα νὰ τοῦ ἔλθῃ μία ἀῤῥώστια κοιλιακή, μετὰ βίας τὸν ἐκατάπεισε νὰ ἀφήσῃ ἐκείνους ὅπου ἐπηγαίνασιν πρὸς αὐτὸν νὰ στραφοῦσιν εἰς τὴν κατοικίαν αὐτῶν, διδάσκοντάς τους τὸν περὶ εὐσεβείας λόγον. Μάλιστα, μισεύοντας καὶ ἐκεῖνοι, ἐβασάνιζον τὸν ἑαυτόν τους, παρακινώντας τοὺς καὶ ἡ φύσις ὥστι ὅπου ἔφθασεν ἡ ἑσπέρα. Οὗτος καθὼς εἴπομεν,ἔχοντας στέγασιν τὸν οὐρανόν, τόσον ἦτον ὑπομονητικὸς εἰς ὅλα τὰ πράγματα, εἰς τὸ κείμενον, ὡσὰν νὰ ἤθελεν ἀγωνίζεται εἰς ξένον κορμίν. Ἐβάρυνε δὲ τὸ κορμί του μὲ σίδηρα ἀπὸ μέσα, μὲ τριψίας ὅπου εἴχασι δύο τερτζέλια καὶ δύο ζώματα ἀπ’ ἐμπρὸς καὶ ἀπὸ πίσω καὶ δὶς τοὺς βραχίονας ἕνα καθένα. Τροφὴν δὲν εἶχε κάθε βράδυ φακῆν ζεστήν. Καὶ ἀπὸ τούτους τοὺς κόπους ἐπῆρε τὰ θεῖα χαρίσματα, διότι ἔτυχεν νὰ ποθάνῃ ἕν παιδίον, καὶ νὰ κλαίῃ ὁ πατέρας του, καὶ νὰ λέγῃ πρὸς τὸν Ἅγιον· Ἠξεύρω δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι νὰ ἐπικαλεσθῇς εἰς τὸν Θεόν, καὶ ἀναστήσῃς τὸν υἱόν μου. Βλέπων ὁ Ἅγιος τὴν πίστιν ὅπου εἶχεν, καὶ κλίνας τὰ γόνατα ἐπικαλούμενος τὸν Θεόν, ἀνέστησεν τὸ παιδίον καὶ τὸ παρέδωκεν ὑγιῆ εἰς τὸν πατέραν του.
Εἶναι δὲ πολλὰ τὰ τοῦ Ἁγίου ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος ἀφήοντες τὰ πολλά, ἄς εἴπωμεν τοῦτο· Ὁ Ἅγιος, πειρασθεῖς πολλὰ ὑπὸ τοῦ δαίμονος, τὸν ἐδίωξεν μὲ τὴν προσευχήν καὶ τὸν ἀπομάκρυνεν. Κάποιος δέ, φέρνων τοῦ Ἁγίου νερὸν ἀπὸ μακρόθεν ἑκάστη ἑβδομάδα, ἐζήλευσεν ὁ διάβολος καὶ ἤθελεν νὰ ὐστερήσῃ τὸ νερόν. Μετεμορφώθη ὡσὰν ὁ Ἅγιος, καὶ ἐπήγαινεν κάθε μέρα ἐμπρὸς τοῦ ἀνθρώπου καὶ τοῦ ἔπαιρνε τὸ νερόν. Ἰδὼν δὲ ὀ δαίμων, ὅτι δὲν κατόρθωσεν τὸν Ἅγιον νὰ τὸν φέρῃ εἰς τὰ νερά του, ἔφυγεν ἄπρακτος. Εἰς καιρόν, ὁ ὑπηρέτης φέρων νερὸν πάλιν εἰς τὸν Ἅγιον, τοῦ ἀπεκρίθη οὗτος λέγων· Ὦ τέκνον, ἐπέρασεν πολὺ καιρὸς ποῦ δὲν ἦλθες νὰ φέρῃς νερόν, καὶ ἦλθον εἰς μεγάλον θυμὸν ἕνεκα τῆς δίψας. Ἐκεῖνος δὲ ἀπεκρίθη καὶ εἶπεν· Ὦ Πάτερ, ἔφερνον τὸ νερόν κατὰ τὴν ὁρισμένην ὥραν καὶ ἡμέραν καὶ ἐρχόσουν ἐμπρός μου, πότε ἐδῶ καὶ πότε ἐκεῖ, καὶ δὲν τὸν ἄφηνες νὰ ἔλθω εἰς τὴν κατοικίαν σου, νὰ φέρω τὸ νερόν. Ἐννοήσας ὁ Ἅγιος τὸ γενόμενον λέγει εἰς τὸν ἄνθρωπον· Ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς ἐὰν μὲ δῇς καὶ χίλιες φορὲς εἰς τὸν δρόμον σου, οὐδέποτε νὰ μου δώσῃς τὸ πρᾶγμα δίχως νὰ ἔλθῃς εἰς τὴν κατοικίαν μου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων.
Εἰρηνικῶς ὕπνωσαν εἰρήνης φίλαι,
Ἡ Φιλονίλλα Ζηναΐς τε αἱ δύο.
Αὕται αἰ Ἅγιαι γυναῖκες, ἦσαν ἀπὸ τὴν Ταρσὸν τῆς Κιλικίας, συγγενεῖς Παύλου τοῦ Ἀποστόλου. Ἀφήσασαι δὲ τὴν πατρίδα των, καὶ ἀρνηθεῖσαι τὰ ὑπάρχοντά των μετεχειρίζοντο κατὰ μὲν τὸ φαινόμενον τὴν ἰατρικὴν τέχνην, κατὰ δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν, ἐποίουν ἔργον ἀποστολικὸν κηρύττουσαι τὸν Χριστόν. Ὑπῆγαν λοιπὸν εἰς τὴν πόλιν Δημητριάδα καλουμένην, καὶ ἐισελθοῦσαι ἐντὸς σπηλαίου, ἐνήστευον καὶ ἡγρύπνουν, καὶ ἰάτρευον πᾶσαν ἀσθένειαν πολυχρόνιον καὶ πᾶσαν μαλακίαν, ἦτοι ἀῤῤώστιαν ὀλιγοχρόνιον. Ἐνήργουν δὲ καὶ ἄλλα διάφορα θαύματα, ὅθεν διαλάμψασαι μὲ ζωὴν ἐνάρετον, μὲ λόγον εὐαγγελικὸν καὶ μὲ θαύματα, καὶ πολλοὺς ἀπίστους ἐπιστρέψασαι εἰς τὴν πίστιν τοῦ Χριστοῦ, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδήμησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου.
Ὁ Νεκτάριος οὐ τὸ τοῦ μύθου Λόγε,
Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει.
Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας,
Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθη πλέον.
Ἀσινὲς ἦραν πνεῦμα τὸ Σισινίου,
Οὐ συνιασθὲν μηχαναῖς τῶν δαιμόνων.
Ὁ ἐν Ἁγίοις Πατὴρ ἠμῶν Νεκτάριος, πατρίδα μὲν εἶχε τὴν ἐν Κιλικίᾳ Ταρσόν, Συγκλητικὸς δὲ τὸ γένος, καὶ ἐπιεικὴς τὸν τρόπον, ὥστε παρ’ ὅλων ἐθαυμάζετο, εἶχε δὲ καὶ τὸ τοῦ Πραίτορος ἀξίωμα, καὶ ἀδελφὸς κατὰ σαρκὰ ἧν τοῦ Ἀρσακίου, τοῦ μετὰ τὸν Ἅγιον Ἰωάννην τὸν Χρυσόστομον πατριαρχεύσαντος. Τὸν καιρόν, καθ’ ὅν ὁ Ἅγιος Γρηγόριος ὁ Θεολόγος διὰ τὸ σκάνδαλον τινῶν ἀρχιερέων, (Αἰγυπτίων ὡς ἐπὶ τὸ πλεῖστον), παρητήθη τοῦ πατριαρχικοῦ θρόνου τῆς Κωνσταντινουπόλεως, καὶ σκέψις ἐγένετο περὶ ἐκλογῆς νέου, τότε ὁ θεῖος Νεκτάριος ἔτυχε διατρίβων ἐν Κωνσταντινουπόλει. Καὶ ἐτοιμασθεὶς ἴνα ἐπιστρέψῃ εἰς τὴν ἑαυτοῦ πατρίδα, ὑπῆγε πρὸς τὸν Διόδωρον, τὸν ἐπίσκοπον τῆς Ταρσοῦ, καὶ ἠρώτησεν αὐτόν, ἐὰν ἔχῃ ἐπιστολὰς ἀποστεῖλαι εἰς τὴν πατρίδα, διότι βούλεται ἐκεῖ ἀπελθεῖν. Ὁ δὲ Διόδωρος, ἔτυχε τότε διανοούμενος καθ’ ἑαυτὸν περὶ τῆς ἐκλογῆς πατριάρχου, καὶ τίνα χρὴ προβάλλεσθαι εἰς τὴν σπουδαζομένην χειροτονίαν. Ὤς δὲ εἶδε τὸν Νεκτάριον, εὐθὺς ἔκρινε καὶ ἀπεφάσισεν εἰς ἑαυτόν, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ πατριάρχης, εἰδὼς τὴν πολιὰν τοῦ ἀνδρός, καὶ τὸ ἱεροπρεπὲς εἶδος, καὶ τὸ προσηνὲς τῶν τρόπων. Ὅθεν, λαβὼν αὐτόν, ἔφερε πρὸς τὸν πατριάρχην τῆς Ἀντιοχείας Ἅγιον Μελέτιον, ὄντα τότε καὶ αὐτὸν ἐκεῖσε, καὶ ἤρξατο ἐπαινῶν αὐτὸν καὶ λέγων, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ πατριάρχης. Ὁ δὲ θεῖος Μελέτιος ἀνάρμοστον ἐνόμισε τούτο τὸ πρόβλημα, ἤ μᾶλλον γελοῖον, διότι ὁ Νεκτάριος οὐχὶ μόνον οὐκ εἰσέτι κληρικός, ἀλλ’ οὐδὲ βεβαπτισμένος, καὶ ὅτι ὑπάρχουσι πολλοὶ ἕτεροι κρείττονες αὐτοῦ, καὶ εἰς τὴν τοῦ κλήρου τάξιν ἐντεταγμένοι. Ὅμως, διὰ χάριν τοῦ Διοδώρου, ἤ καὶ διὰ θείαν ἔμπνευσιν, καλέσας τὸν Νεκτάριον, ἐκέλευσεν αὐτὸν περιμένειν βραχύ τινα χρόνον. Ὅταν δὲ ἦλθεν ὁ διορισμένος καιρὸς περὶ ἐκλογῆς καὶ ψήφου τοῦ πατριάρχου, συνήθροισεν ὁ τότε βασιλεὺς Μέγας Θεοδόσιος ὅλους τοὺς τότε ἐκεῖ εὑρισκομένους ἀρχιερεῖς, καὶ ἐπρόσταξεν ἵνα εἰς ὅν ἕκαστος βούλεται δώσῃ τὴν ψήφον, ἑαυτὸν δὲ ἐφύλαξεν εἰς τὸ τέλος. Ὅθεν, οἱ άρχιερεῖς ἔγραψαν ὁ καθεὶς ὅντινα ἐβούλετο. Ὁ δὲ τῆς Ἀντιοχείας πατριάρχης, ἔγραψε καὶ αὐτός τινας οὕς ἠθέλησεν, ἔσχατον δὲ πάντων ἔθηκε καὶ τὸν Νεκτάριον, διὰ τὴν πρὸς τὸν Διόδωρον χάριν. Τούτου γενομένου, λαβὼν ὁ βασιλεὺς τὸν κατάλογον ἀνεγίνωσκεν. Ὅταν δὲ ἔφθασεν εἰς τὸν Νεκτάριον, ἐστάθη ἐκεῖ συλλογιζόμενος καθ’ ἑαυτόν, καὶ ἐπιθεὶς ἐκεῖ τὸν δάκτυλον, ἤρξατο πάλιν ἀπ’ ἀρχῆς ἀναγινώσκειν, καὶ ὅταν ἔφθασε πάλιν ἐπὶ Νεκτάρι0ον ἐστάθη. Ὅθεν, καὶ εἰς θαυμασμὸν παρεκίνησε τοῦτο τοὺς ἀρχιερεῖς, ἐρωτῶντος δὲ τοῦ βασιλέως, τίς ἐστιν οὗτος ὁ Νεκτάριος καὶ πόθεν, καὶ ὁποῖος τὸ ἐπιτήδευμα, ἔμαθον ὅτι εὐγενὴς πάνυ έστιν, καὶ Πραίτορος ἀξίωμα ἔχων, ἀβάπτιστος ὅμως εἰσέτι, διὸ καὶ περισσότερον ἐθαύμασαν, μάλιστα δὲ καὶ αὐτὸς ὁ τῆς Ταρσοῦ Διόδωρος, διότι καὶ αὐτὸς οὐκ ἐγνώριζεν ὅτι ὁ Νεκτάριος ἧν ἀβάπτιστος, εἰμὴ οὐκ ἔδιδεν εἰς τοῦτον τὴν ψῆφον. Τοῦτο τὸ περίεργον ἐθεωρήθη ὡς θαῦμα, καὶ παρεκίνησε τὸν βασιλέα ἵνα ψηφίσῃ τὸν Νεκτάριον, καὶ κατ’ ἀρχὰς μὲν ἀντέτεινον τινὲς ἀρχιερεῖς εἰς τοῦτο, ὕστερον δὲ ὅλοι συνεφώνησαν. Ὅθεν, βαπτισθεὶς ὁ θεῖος Νεκτάριος, καὶ ἔτι τὰ τοῦ βαπτίσματος λευκὰ ἐνδύματα φορῶν, κοινῇ ψήφῳ τῆς Συνόδου, Πατριάρχης Κωνσταντινουπόλεως ἐχειροτονήθη. Μετὰ δὲ ταῦτα, συνελθόντες αὐτός τε ὁ θεῖος Νεκτάριος καὶ οἱ ἄλλοι ἀρχιερεῖς, ἐψηφίσαντο τὰ τῆς ἐν Νικαίᾳ Οἰκουμενικῆς πρώτης Συνόδου, πραχθέντα βέβαια καὶ ὀρθὰ εἶναι, καὶ τὴν τοῦ Ἀρείου καὶ Μακεδονίου καὶ πᾶσαν ἄλλην αἵρεσιν ἀπεκήρυξαν καὶ ἀνεθεμάτισαν, καὶ τὸ Σύμβολον τῆς Πίστεως ἀνεπλήρωσαν. Ἐδιώρισαν δὲ καὶ ἐνομοθέτησαν, ἵνα ὁ Πατριάρχης Κωνσταντινουπόλεως Νεκτάριος καὶ οἱ μετὰ τοῦτον, τὰ ἴσα πρεσβείᾳ ἔχειν τῆς τιμῆς τοῦ τῆς παλαιᾶς Ῥώμης ἀρχιεπισκόπου, διὰ τὸ εἶναι αὐτὴν νέαν Ῥώμην. Ὅμοίως, καὶ εἰς τοὺς ἄλλους Πατριάρχας έθέσπισαν, τὸν Ἀντιοχείας λέγω, Ἀλεξανδρείας τε καὶ Ἱεροσολύμων, ἵνα δηλαδὴ ἔχωσι καὶ αὐτοὶ εἰς τὰς ἑαυτῶν ἐπαρχίας, τὴν ἰδίαν τιμὴν καὶ ἰσχύν. Καὶ ταῦτα μὲν οὕτως. Ὁ δὲ βασιλεὺς Μέγας Θεοδόσιος, ἔβαλε πᾶσαν σπουδὴν καὶ ἐπιμέλειαν, ἵνα ὅλους τοὺς αἱρετικοὺς ἑνώσῃ μετὰ τῶν ὀρθοδόξων, ὅθεν, ἐκοινολόγησε τὸν ἑαυτοῦ σκοπὸν πρὸς τὸν Πατριάρχην Νεκτάριον, καὶ παρήγγελεν αὐτόν, ὅπως οἵῳ τρόπῳ καὶ μηχανῇ δυνηθείη ποιῆσαι τοῦτο, καὶ ἑνωθήσεται ἡ Ἐκκλησία, καὶ παύσουσιν αἱ αἱρέσεις καὶ τὰ σχίσματα. Τούτου ἀκούσας ὁ θεῖος Νεκτάριος, ἔμφροντις καὶ ἐναγωνίος διὰ θεῖον ζῆλον ἐγένετο. Ὅθεν, πρῶτος προσεκάλεσε τὸν τῶν Ναυατιανῶν Πατριάρχην Ἀγέλιον καὶ τοὺς σὺν αὐτῷ, καὶ πολλὰ εἰς αὐτοὺς ὡμίλησε περὶ τῆς Ὀρθοδόξου πίστεως. Μετὰ ταῦτα δέ, καὶ τοὺς τῶν ἄλλων αἰρέσεων ἐπισκόπους προσεκάλεσε, Δημόφιλον δηλαδὴ τῶν Ἀρειανῶν, καὶ Εὐνόμιον τὸν Εὐνομιανῶν, καὶ Ἐλεύσιον τῆς τῶν Μακεδονιανῶν, καὶ γενομένης πολλῆς καὶ ἐκτεταμένης συνδιαλλέξεως, παρὼν ὁ εὐσεβὴς βασιλεὺς ἐκέλευσεν, ἴνα ἕκαστος τούτων γράψῃ εἰς χάρτην τὸν ἑαυτοῦ ὅρον. Καὶ τούτου γενομένου, ἔλαβεν αὐτοὺς εἰς χεῖρας ὁ βασιλεύς, καὶ ἀφ’ οὗ ἐκτενῶς ηὔξατο πρὸς τὸν Θεὸν εἰς τὸ συνεργῆσαι αὐτῷ πρὸς τὴν τῆς ἀληθείας ἐπιλογήν, εἶτα, ἀναγνοὺς τούτους, τοὺς μὲν τῶν αἱρετικῶν μεμψάμενος ἀπέῤῥιψε, ὡς χωρισμὸν τῆς Παναγίας Τριάδος ποιοῦντας, τὸν δὲ τῆς Ὀρθοδόξου πίστεως ἐκράτησε, καὶ ἐπῄνεσε. Διὰ τούτου τοῦ τρόπου, πολλοὶ τῶν αἱρετικῶν ἔγιναν ὀρθόδοξοι, ὅσοι δὲ μὴ στέρξαντες, ἐξωρίσθησαν μακρὰν τῆς Πόλεως, ἡ δὲ Ὀρθόδοξος πίστις μετὰ ταῦτα ὁσήμεραι, καὶ ἐκραταιοῦτο, τῆ συνεργείᾳ τοῦ εὐσεβοῦς βασιλέως Μεγάλου Θεοδοσίου, καὶ τοῦ ἁγιωτάτου Πατριάρχου Νεκταρίου. Πατριαρχεύσας ὁ ἀοίδιμος Νεκτάριος χρόνους ἕξ, ἐτελεύτησεν ἐν τῇ εἰκοστῇ ἑβδόμῃ τοῦ Σεπτεμβρίου μηνός. Διάδοχος αὐτοῦ ἐγένετο ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος.
Ὁ Ἀρσάκιος δὲ οὗτος, ἦτο ἀδελφὸς τοῦ Ἁγίου Νεκτάριου, ἄνθρωπος γέρων, ὅστις ἐπατριάρχευσε δύο μόνους χρόνους.
Ὁ δὲ Σισίνιος, ἔγινε Πατριάρχης μετὰ τὸν Ἀττικόν , καὶ ἀφ’ οὗ ἐπατριάρχευσε χρόνους δύο, ἔγινε Πατριάρχης ὁ κακόφρων Νεστόριος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφάνους, ἐπισκόπου Σολέας Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἐθελμπούργκας (Ethelburga)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κέννεθ (Kenneth)
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Στῦλος ἄσειστος τῆς Ἐκκλησίας πέφηνας Πάτερ Φιλόθεε, οἷα θεράπων Θεοῦ, σοφίᾳ τοῦ λόγου δέ, τὰ σαθρὰ δόγματα, ἐστηλίτευσας, δοκησισόφων Ὅσιε, χαλεπῶς φρυαττομένων.
Γνώσει κρείττονι τὸν νοῦν καταλαμπόμενος Πάτερ Φιλόθεε, τῶν εὐσεβῶν τὰς ψυχάς, πρὸς φόβον τὸν ἔνθεον, σοφῶς ὡδήγησας, ὡς τοῦ Πνεύματος, δοχεῖον πανυπέρτιμον, καὶ σοφὸς ἀρχιεράρχης.
γκαυχᾶταί σου ἐν τοῖς σπαργάνοις Ὅσιε καὶ τῇ λαμπρότητι, τῆς σῆς ἁγίας ζωῆς, καὶ πόθῳ γεραίρει σου, τὴν μνήμην Ἅγιε, ἡ περίβλεπτος, Θεσσαλονίκη ᾄδουσα, τῷ Σωτῆρι θεῖον ὕμνον.
Θεοτοκίον.
ώμην δίδου μοι καὶ δύναμιν πανάχραντε καθικετεύω Σε, καταπατεῖν τοῦ ἐχθροῦ, παγίδας καὶ ἔνεδρας, καὶ ἅπαν σκάνδαλον, ἵνα κράζω Σοι· χαῖρε Παρθένε ἄχραντε, γηγενῶν ἡ προστασία.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
παντα τὸν βίον Ἱεράρχα, διέθου ὑπὲρ τῆς δόξης τοῦ παντάνακτος, τῶν γὰρ ἐντολῶν Αὐτοῦ, γεωργὸς πανάριστος, καὶ Ἐκκλησίας πρόμαχος ὤφθης Φιλόθεε, τὸν Κύριον, ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στόματι σοφῷ Πάτερ κηρύττων, τὰ δόγματα τὰ θεοπαράδοτα, Βαρλαὰμ ἐφίμωσας, στόμα τὸ ἀσύνετον, καὶ Ἀκινδύνου ᾔσχυνας τὰ φληναφήματα, ὁμοῦ, καὶ τῶν αὐτοῖς συμφρονούντων, λόγοις τῶν Ἁγίων, ἑπόμενος Πατέρων.
σος καὶ ἰσόῤῥοπος ἐδείχθης, τῷ ζήλῳ καὶ τοῖς ἀγῶσι καὶ τοῖς σκάμμασι, τοῦ λαμπρῶς ἐκλάμψαντος, ὑπὲρ τῆς θείας πίστεως Πάτερ Φιλόθεε, Ἁγίου, Γρηγορρίου τοῦ πάνυ, οὗ καὶ τοὺς ἀγῶνας, πανσόφως συνεγράψω.
Θεοτοκίον.
Μόνη ἀνεδείχθης Θεοτόκος, τεκοῦσα ἐν παρθενίᾳ ὑπὲρ ἔννοιαν, Θεὸν τὸν ἀσώματον, σώζοντα τὸν ἄνθρωπον, ἐκ τῆς ἀρχαίας πτώσεως, δι’ ἀγαθότητα· διό Σε, Θεοτόκε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, τὸν ἄφραστόν Σου τόκον.







ᾨδὴ θ’. Ἅπας γηγενής.
θεοειδής, καὶ θεῖος διδάσκαλος τῆς Έκκλησίας Χριστοῦ, Ἅγιε Φιλόθεε, ῥῦσαι φιλίας με τῆς τοῦ χείρονος, καὶ τῷ Θεῷ οἰκείωσαι, ταῖς ἱκεσίαις σου, τοὺς τελοῦντας, τὴν ἁγίαν μνήμην σου, καὶ ὑμνοῦντας τὰ σὰ προτερήματα.
μνοις ἱεροῖς, Φιλόθεε πάνσοφε ὑμνολογοῦμεν σε, καὶ πιστῶς βοῶμέν σοι· σὺν Δημητρίῳ ἀεὶ ἱκέτευε, καὶ Γρηγορίῳ Ἅγιε τῷ θεομάκαρι, ἡμῖν, δοῦναι λύσιν παραπτώσεων, καὶ παντοίων παθῶν ἀπολύτρωσιν.
Μύστης ἀληθῶς, τῆς θείας χρηστότητος ὤφθης Φιλόθεε, οἷα χριστομίμητος, ἡμᾶς προσάγων τῷ παντοκράτορι· ἀλλὰ ὡς συμαπθέστατος κἀμοῦ τὴν αἴνεσιν, ταύτην δέξαι, καὶ τὸ σκότος δίωξον, τοῦ νοός μου φωτὶ τῆς σῆς χάριτος.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, ἁγνὴ ἀειπάρθενε, θεοχαρίτωτε, τῆς μανίας ῥῦσαί με, τοῦ ἐφορμῶντός μοι παναλάστορος, καὶ μετανοίας λάμψον μοι φῶς τὸ σωτήριον, καὶ παθῶν μου, λῦσον τὴν σκοτόμαιναν, ὡς ἐλπίς μου καὶ σῶσόν με δέομαι.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Θεολογίας ἔλλαμψιν, ὡς τὸν νοῦν ἐκκαθάρας, ἐπλούτησας Φιλόθεε, διὰ Πνεύματος θείου· ἔνθεν σοφὸς Ἱεράρχης, καὶ ψυχῶν οἰκονόμος, καὶ Ἐκκλησίας στήριγμα, ἀνεδείχθης θεόφρον καὶ δυσμενῶν, ἅπασαν κατήργησας φληναφίαν· διὸ τὴν φωτοφόρον σου, ἑορτάζομεν μνήμην.
Θεοτοκίον.
Θεὸν ἀφράστως τέτοκας, ἐξ ἁγνῶν Σου αἱμάτων, σωματωθέντα ἄχραντε, εἰς βροτῶν σωτηρίαν· διὸ τὰ Σὰ μεγαλεῖα, καὶ τὴν ἄφραστον δόξαν, δοξολογοῦμεν λέγοντες· χαῖρε θρόνε Κυρίου, χαῖρε ἁγνή, χαῖρε ἀγαλλίαμα τῶν Ἀγγέλων, καὶ τῶν ἀνθρώπων πάναγνε, προστασία καὶ σκέπη.













Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀληθῆ Ἱεράρχην Χριστοῦ Φιλόθεον, τῶν φιλοθέων δῆμοι, εὐφημήσωμεν πάντες· Χριστῷ γὰρ μεσιτεύει ὑπὲρ ἡμῶν, οὗ τῷ θρόνῳ παρίσταται, ἵνα ῥυσθῶμεν κινδύνων καὶ πειρασμῶν, καὶ πταισμάτων λύσιν λάβωμεν.

Τῶν ἀρετῶν γεωργήσας τὸν σπόρον Ὅσιε, τῆς ἀρχιερωσύνης, ἐκομίσω τὴν χάριν, καὶ μέγας Ἱεράρχης ἀναδειχθείς, θεηγόρε Φιλόθεε, Ὀρθοδοξίας ἐφ’ ὕδωρ λόγῳ τῷ σῷ, τὴν σὴν ποίμνην καθοδήγησας.

Θεσσαλονίκη καυχᾶται ἐν σοὶ Φιλόθεε, βλαστόν σε θεοφόρον, ἐξενέγκασα κόσμῳ, καὶ σὺν τῷ Γρηγορίῳ τῷ Παλαμᾷ, χαρμοσύνως γεραίρει σε· μεθ’ οὗ δυσώπει ἀπαύστως δοῦναι ἡμῖν, ἱλασμὸν καὶ θεῖον ἔλεος.

Ταῖς ὑπερφώτοις ἀκτῖσι καταλαμπόμενοι, Τριάδος τῆς Ἁγίας, Ἱεράρχαι Κυρίου, Γρηγόριε παμμάκαρ σὺν τῷ κλεινῷ, Φιλοθέῳ πρεσβεύσατε, ἡμῖν διδόναι οὐράνιον φωτισμόν, καὶ πταισμάτων τὴν συγχώρησιν.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, Ἱεράρχα Φιλόθεε, καλῶς διακονήσας τῇ Ἐκκλησίᾳ, ἐπαξίως ἐδέξω τὸν μισθὸν τῶν καμάτων σου· ὁσίως γὰρ διήγαγες, τὴν σοὶ δοθεῖσαν ἐξουσίαν, καὶ αἱρετικῶν τῆς λύμης, ἀλώβητον διέσωσας, Ὀρθοδοξίας τὴν ὁμολογίαν, σοφίᾳ καὶ ἀρετῇ κεκοσμημένος. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, καὶ φωτὸς θείου κληρονόμος, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὦ Φιλόθεε ἱερέ, τῆς Θεσσαλονίκης θεῖον βλάστημα καὶ σεπτόν· χαίρις Βυζαντίου, ὁ μέγας ποιμενάρχης, καὶ τῶν πιστῶν ἁπάντων πρέσβυς πρὸς Κύριον.

ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἰεράρχης καὶ ποιμὴν θεοφόρος, μὴ διαλίπῃς ἐκτενῶς ἱκέτευειν, ὑπὲρ ἡμῶν Φιλόθεε μακάριε, ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, καὶ πικρῶν ἀλγηδόνων; Καὶ ἐν εἰρήνῃ ζήσαντες ἐν γῇ, τῆς οὐρανίου, χαρᾶς μετασχοίημεν.  
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Φιλίας με, ῥῦσαι παθῶν, Πάτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, παθῶν μου τὸ σκότος, διασκέδασον ὁλικῶς, Φιλόθεε Πάτερ Ἱεράρχα, ἵνα ὑμνῶ τὴν θερμὴν προστασίαν σου.
άτρευσον Πάτερ ὡς συμπαθής, ψυχῆς μου τὴν νόσον, τῇ θερμῇ σου ἐπισκοπῇ, καὶ αἴτει πταισμάτων μοι τὴν λύσιν, παρὰ Χριστοῦ θεοῤῥῆμον Φιλόθεε.
Λαμπόμενοι θείαις μαρμαρυγαῖς, Τριάδος τῆς θείας, πᾶσιν αἴτει τὸν φωτισμόν, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, τῇ φωταυγεῖ σου πρεσβείᾳ Φιλόθεε.
Θεοτοκίον.
σχύν μοι παράσχου Μῆτερ Θεοῦ, ὡς ἂν κατισχύσω, τῆς κακίας τοῦ δυσμενοῦς, καὶ φῶς μοι παράσχου τῇ καρδίᾳ, ἐσκοτισμένῃ παθῶν ἀμαυρότητι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
νωτέρους συντήρει πάσης φθορᾶς Ὅσιε, καὶ τῶν πονηρῶν βουλευμάτων τοῦ πολεμήτορος, τοὺς καταφευγόντας, τῇ σῇ θερμῇ προστασίᾳ, καὶ ὡς Θεοῦ φίλον σε, Πάτερ γεραίροντας.
Σωτηρίαν ἐξαίτει παρὰ Χριστοῦ Ὅσιε, τὴν κατὰ ψυχήν τε καὶ σῶμα, ἡμῖν δεόμεθα, καὶ τῶν βελῶν τοῦ ἐχθροῦ, φύλαττε πάντας ἀτρώτους, τοὺς σὲ μακαρίζοντας, Πάτερ Φιλόθεε.
Μολυσμῶν ἡμῶν ῥύου τῶν ψυχικῶν Ἅγιε, καὶ σωματικῶν νοσημάτων πάντας ἀπάλλαττε, ταῖς ἱκεσίαις σου, τοὺς ὡς θεράποντα θεῖον, πόθῳ μακαρίζοντας, Πάτερ Φιλόθεε.
Θεοτοκίον.
ξ ἁγνῶν Σου λαγόνων ὑπερφυῶς ἔλαμψε, τῆς δικαιοσύνης Παρθένε ὁ μέγας Ἥλιος, ὕλης παχύτητι, οὗ ταῖς ἀΰλοις ἀκτῖσι, τὴν ψυχήν μου λάμπρυνον, μόνη πανύμνητε.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Φιλόθεε Ἱεράρχα, πάσης βλάβης καὶ πολυτρόπων κακώσεων, τοὺς τὴν θερμήν σου ἀντίληψιν ἐκζητοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν ἀεὶ Χριστῷ τῷ πανοικτίρμονι, μὴ παύσῃ σοφέ, ὑπὲρ ἡμῶν δεόμεθα, ὡς ἂν πάσης ῥυώμεθα, συμφορᾶς καὶ ἀνάγκης Φιλόθεε, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, μετάσχωμεν μετὰ τέλος Ἅγιε.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
άβδῳ Πάτερ Φιλόθεε, τῆς σῆς προστασίας ἡμᾶς ὁδήγησον, πρὸς τὴν τρίβον τὴν σωτήριον, οἷα ποιμενάρχης ἡμῶν ἔνθεος.
δωρ Πάτερ ἐπόμβρησον, θείας εὐφροσύνης τε καὶ ἀφέσεως, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Σοφιστείας ἀπάλλαξον, καὶ δεινῆς μανίας Πάτερ Φιλόθεε, τοῦ δολίου πολεμήτορος, τοὺς τῇ σῇ πρεσβείᾳ καταφεύγοντας.
Θεοτοκίον.
ειπάρθενε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἡμῖν κυήσασα, τῆς παθῶν ἐπικρατείας με, τῇ Σῇ προστασίᾳ ἀπολύτρωσαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
δε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι Φιλόθεε σοφέ, τὴν κατ’ ἄμφω εὐρωστίαν ἱκετεύω σε.
Πλήρης φωτισμοῦ, ὢν Φιλόθεε μακάριε, τοὺς τυφλώττοντας ψυχῆς μου ὀφθαλμούς, καταφώτισον φωτὶ τῆς προστασίας σου.
νωθεν ἡμᾶς, ἐποπτεύοις Πάτερ ἵλεως, ἀπαλλάττων χαλεπῶν ἐπιβουλῶν, καὶ παρέχων τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον.
Θραῦσον τὰ πικρά, τοῦ βελίαρ μηχανήματα, ἃ τεκταίνει Θεοτόκε καθ’ ἡμῶν, καὶ παράσχου τὴν εἰρήνην τῇ ζωῇ ἡμῶν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
ς μέγιστος, Ἱεράρχης καὶ θεῖος, καὶ Ἀγγέλων συμπολίτης Ἁγίων, μεγάλων πόνων καὶ θλίψεων ῥῦσαι, ἀρχιεράρχα Φιλόθεε Ἅγιε, ταῖς πρὸς Θεόν σου προσευχαῖς, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Ναμάτων, πεληρωμένος ἀΰλων, ἐκ πηγῶν τοῦ σωτηρίου θεόφρον, βλῦσον ἡμῖν, γλυκασμὸν σωτηρίας, καὶ τῶν παθῶν τὴν πικρίαν κατάκλυσον, Φιλόθεε Πάτερ σοφέ, ὡς ἡμῶν πρεσβευτὴς πρὸς τὸν Κύριον.
Ποικίλων, πειρατηρίοις ἀτρώτους, καὶ σκανδάλων χαλεπῶν τῶν ἐν βίῳ, καὶ κακοτρόπων ἀνθρώπων κακίας, ἡμᾶς ἀεὶ ἀσινεῖς διαφύλαττε, τῇ σῇ θερμῇ ἐπισκοπῇ, ὥσπερ φίλος Θεοῦ ἐνθεώτατος.
Θεοτοκίον.
γίων, ἁγιωτέρα ἁπάντων, ἀσυγκρίτως Θεοτόκε ὑπάρχεις, ὡς τὸν πανάγιον Λόγον τεκοῦσα, τὸν ἐκ τῆς πλάνης ἡμᾶς λυτρωσάμενον· διὸ ἁγίασον κἀμέ, ἐναγῆ ὄντα Κόρη τοῖς πάθεσι.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Φιλόθεε Ἱεράρχα, πάσης βλάβης καὶ πολυτρόπων κακώσεων, τοὺς τὴν θερμήν σου ἀντίληψιν ἐκζητοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου..
Ὡς Ἱεράρχης καὶ μύστης τῆς χάριτος, καὶ Ἐκκλησίας προστάτης καὶ πρόβολος, ἀπαύστως δυσώπει Φιλόθεε, πάσης ἀνάγκης καὶ θλίψεως ῥύεσθαι, τοὺς σπεύδοντας Πάτερ τῇ σκέπῃ σου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνη καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, Ι-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Θρόνῳ παριστάμενος, τοῦ Βασιλέως τῆς δόξης, καὶ φωτὶ λαμπόμενος, τῷ ὑπὲρ κατάληψιν ἱερώτατε, πειρασμῶν κόπασον, τὸν πικρὸν χειμῶνα, καὶ τὸ ἔαρ τῆς χρηστότητος, τῆς θείας ἅπασι, καὶ τῆς εὐφροσύνης ἀνάτειλον, θερμαῖς σου παρακλήσεσι, πρὸς Χριστὸν τὸν μόνον φιλάνθρωπον, Πάτερ Ἱεράρχα, Φιλόθεε θεράπον τοῦ Χριστοῦ, καὶ θείῳ φόβῳ στοιχείωσον, τοὺς σὲ μακαρίζοντας.









ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν λαμπρότητα Πάτερ καθορῶν τοῦ Κυρίου καὶ τὴν τερπνότητα, κατὰ Δαβὶδ τὸν θεῖον, παθῶν ἐπικρατείας, τοὺς βοῶντας ἐκλύτρωσαι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Εὐφροσύνης τῆς θείας τὰς ψυχὰς ἡμῶν πλῆσον Πάτερ Φιλόθεε, καὶ πάσης ἀθυμίας, καὶ λύπης καὶ κακίας, τοὺς βοῶντας ἀπάλλαττε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
υπωθεὶς τὴν καρδίαν ταῖς πολλαῖς ἁμαρτίαις Πάτερ Φιλόθεε, προστρέχων σοι κραυγάζω· καθάρισόν με πάσης, ψυχικῆς ῥυπαρότητος, ῥείθροις τῶν σῶν προσευχῶν, σοφὲ ἱερομύστα.
Θεοτοκίον.
Γνόφῳ πάσης ἀπάτης καὶ διενῆς ἐμπαθείας ἁγνὴ προσέπεσον, Σὺ οὖν τῇ φωταυγεῖ Σου, Παρθένε προμηθείᾳ, τούτου τάχος με λύτρωσαι, καὶ ἴθυνόν με πρὸς φῶς, γνησίας μετανοίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
ν τρίβοις Πάτερ, τῶν ἐντολῶν τοῦ Κυρίου, ἐνδυνάμωσον βαδίζειν θεοφρόνως, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
ῦσαι ἐκ πάσης κακοπραγίας ἐν βίῳ, καὶ δεινότητος ἐπερχομένων πόνων, Πάτερ Ἱεράρχα, τοὺς σὲ ἀνευφημοῦντας.
γίων δήμοις, συνὼν Φιλόθεε Πάτερ, καθικέτευε ῥύεσθαι πάσης βλάβης, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σῶσόν με Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ παράσχου μοι μετάνοιαν γνησίαν, ἵνα Σε δοξάζω, τὴν κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
λύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, πρεσβευτικαῖς σου ἀρδείαις Φιλόθεε, καὶ φωτισμοῦ οὐρανίου με καταξίωσον.
Μεγίστης εὐκληρίας, κατηξιωμένος, ἀρχιεράρχα Κυρίου Φιλόθεε, ἐκ γεηρῶν φρονημάτων ἡμᾶς ἀπάλλαξον.
θεῖος Ἱεράρχης, Φιλόθεε Πάτερ, τῆς γεηρᾶς με φιλίας ἀπάλλαξον, καὶ τὰ Θεῷ φίλα πράττειν με ἐνδυνάμωσον.
Θεοτοκίον.
ψίστου χαῖρε θρόνε, κεχαριτωμένη· χαῖρε ἡμῶν προστασία καὶ ἔφορος· χαῖρε Παρθένε Κυρίου Μῆτερ ἀνύμφευτε.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τῆς Θεσσαλονίκης θεῖος βλαστός, ὤφθης Ἱεράρχα, καὶ Ὁσίων συγκοινωνός, καὶ τοῦ Βυζαντίου, ποιμὴν ὡς φωτὸς πλήρης, Φιλόθεε παμμάκαρ· διὸ ὑμνοῦμέν σε.
Ἔλαμψας ἐν Ἄθῳ ἀσκητικῶς, καὶ τοῦ Παρακλήτου, ἀνεδείχθης σκεῦος λαμπρόν, καὶ Ἀρχιερέων, Φιλόθεε λαμπρότης· διὸ τῆς οὐρανίου, δόξης ἠξίωσαι.
Κωνσταντινουπόλεως ὁ ποιμήν, καὶ φίλος Κυρίου, καὶ θεράπων ὁ εὐκλεής, ὕμνοις εὐφημείσθω, Φιλόθεος ὁ θεῖος, οἷα θερμὸς μεσίτης, ἡμῶν πρὸς Κύριον.
Τῶν ὀρθῶν δογμάτων ὑφηγητής, Φιλόθεε πέλων, ὡς τῆς χάριτος θησαυρός, τῶν αἱρετιζόντων, καθεῖλες τὰς ἐπάρσεις, καὶ ὤφθης Ἐκκλησίας, θεῖος διδάσκαλος.
Σὺν τῷ Γρηγορίῳ τῷ ἱερῷ, οὗ μύστης ὡράθης, καὶ οἰκεῖος καὶ συνεργός, δυσώπει ἀπαύστως, Φιλόθεε τρισμάκαρ, διδόναι ἡμῖν λύσιν, τῶν παραπτώσεων.
Πάσης ἀθυμίας καὶ προσβολῆς, τοῦ δεινοῦ βελίαρ, ἀνωτέρους τήρει ἀεί, ταῖς σαῖς ἱκεσίαις, Φιλόθεε θεόφρον, τοὺς πόθῳ προσιόντας, τῇ προστασίᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Φίλος, φερωνύμως τοῦ Θεοῦ, ὡς θεοειδὴς Ἱεράρχης, πέλων Φιλόθεε, πρέσβευε ἑκάστοτε, τῷ πανοικτίρμονι, πάσης βλάβης καὶ θλίψεως, καὶ πάσης ἀνάγκης, ῥύεσθαι δεόμεθα, τοὺς σὲ γεραίροντας, λύσιν δὲ πταισμάτων διδόναι, καὶ φωτὸς ἀκτῖνα θεόθεν, πᾶσι τοῖς προστρέχουσι τῇ σκέπῃ σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου