Δευτέρα 2 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 3. ΑΓΙΑ ΜΑΡΤΥΣ ΔΑΜΑΡΙΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ Γ΄!!
ΔΑΜΑΡΙΣ ΑΘΗΝΑΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Ἀθηναίων οἱ δῆμοι δεῦτε συνέλθωμεν, καὶ Δάμαριν τὴν θείαν, μακαρίσωμεν πάντες· πρώτη γὰρ τὸν λόγον τῆς πρὸς Χριστόν, ὑπεδέξατο πίστεως, ἐκ τῶν χειλέων τοῦ Παύλου καὶ εὐσεβῶς, τὸν Σωτῆρα ἐθεράπευσε.

Τοῦ θεοκήρυκος Παύλου σεμνὴ ἀκούσασα, ἐν τῷ Ἀρείῳ Πάγῳ, ἐπτερώθης τῷ πόθῳ, ἀγάπης τῆς ἁγίας καὶ τῷ Χριστῷ, ὁλοψύχως πιστεύσασα, τῶν ἐν Ἀθήναις ὦ Δάμαρις εὐσεβῶν, ἀπαρχὴ ὤφθης περίβλεπτος.

Ἀναστροφῆς τῆς ματαίας πάσαν συνάφειαν, τελειοτάτῃ γνώμῃ, ὡς ἐδέξω τὸν λόγον, τῆς χάριτος θεόφρον ἐν τῇ ψυχῇ, θεοφρόνως μισήσασα, τῆς ἀληθείας τὸν στάχυν καρποφορεῖς, ἐναρέτοις ἔργοις Δάμαρις.

Θεὸν τὸν ἄγνωστον Παῦλε θεομακάριστε, ἐν τῷ Ἀρείῳ Πάγῳ, φιλοσόφοις κηρύξας, πρώτους ἐπεσπάσω κλεινοὺς μαθητάς, τὸν σοφὸν Διονύσιον, καὶ τὴν θεόφρονα Δάμαριν ἧς φαιδρῶς, τὸ μνημόσυνον γεραίρομεν,

Τῶν ἐν Ἀθήναις σωφρόνως πρώτη πεπίστευκας, κηρύγματι τῷ θείῳ, τοῦ θεόφρονος Παύλου, καὶ τούτῳ κολληθεῖσα πίστει θερμῇ, παμμακάριστε Δάμαρις, τῶν Ἀθηνῶν Ἐκκλησίας ὤφθης λαμπάς, ἀγαθῶν καὶ θείων πράξεων.

Εὐαγγελίου τὸν λόγον καλλιεργήσασα, τῆς ἐν Ἀθήναις ὤφθης, Ἐκκλησίας ἁγίας, ὑπόδειγμα πρὸς ζῆλον θεῖον σεμνή, καὶ ἀγάπην τὴν κρείττονα· διὸ γεραίρομεν Δάμαρις τὴν σεπτήν, εὐλαβῶς καὶ θείαν μνήμην σου.





Δόξα. Ἦχος β΄.
Τὸ θαυμαστὸν φῶς τῆς χάριτος, ἀνατεῖλαν ἐν σοί, τῆς τῶν εἰδώλων πλάνης τὸν ζόφον, ἐκ τῆς ψυχῆς σου διέλυσε, προμηθείᾳ κρείττονι, Δάμαρις θεόληπτε· τῆς πρὸς Χριστὸν γὰρ πίστεως, τὸ μέγα μυστήριον, διὰ Παύλου τοῦ θεόφρονος, μυηθεῖσα σαφῶς, τῆς ἀληθείας ἐδέξω τὴν γνῶσιν, καὶ ἐν καινότητι πνεύματος, τῆς δωρεᾶς δοξάζεις τὸ μέγεθος· ἀξίως γὰρ τῆς κλήσεως, τὴν ζωὴν διήνυσας, καὶ τὸν στέφανον τῆς δόξης, παρὰ Χριστοῦ ἐκομίσω· ᾧ πρέσβευε σώζεσθαι, τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  













Λιτή. Ἦχος α΄.
Τῆς σωτηρίας τὸ κήρυγμα, ἐν Ἀρείῳ Πάγῳ ἐνωτισθεῖσα, προθύμως προσῆλθες τῷ Χριστῷ, μακαρία Δάμαρις· τὴν ψυχὴν γὰρ ἑτοίμην, πρὸς ὑποδοχὴν τῶν κρειττόνων, ἐπιμελείᾳ ἠθῶν, καὶ καταστάσει ζωῆς, ἀληθῶς ἐκέκτησο· καὶ πρώτη ἐν γυναιξί, τοῦ Εὐαγγελίου μαθήτρια, ἐν Ἀθήναις ἐδείχθης, καὶ τοῦ μακαρίου Παύλου, τῆς κοινωνίας ἠξίωσαι, καὶ τῆς χάριτος ἐτρύφησας, μεθ’ οὗ φαιδρῶς τιμῶντές σε, ἑορτάζομεν τὴν μνήμην σου.

Ὁ αὐτός.
Φιλοσοφίας τῆς κενῆς, ἐμφρόνως ἀπέστης, καὶ τῆς ἀπ’ οὐρανοῦ σοφίας, ἐδέξω τὴν ἐλλαμψιν· ὁ γὰρ λόγος τῆς χάριτος, τῇ καθαρᾷ ψυχῇ σου ἐνέργησας, τὸν παλαιὸν ἄνθρωπον, ἀποβαλεῖν σε ἱκάνωσε· καὶ τὸν Χριστὸν ἐνδυσαμένη, τῆς αὐτοῦ ἀγαθότητος, ἔγνως τὸν πλοῦτον· ἐξ οὗ καὶ ἡμῖν μετάδος, ταῖς πρὸς αὐτὸν πρεσβείαις σου, μακαρία Δάμαρις.

Ὁ αὐτός.
Ὅλη θεόληπτος ὤφθης, καὶ μετάρσιος τῷ πνεύματι, ὅτε ἤκουσας δημηγοροῦντος τοῦ θεοκήρυκος Παύλου, τῆς ἐν Χριστῷ οἰκονομίας τὸ μυστήριον, καὶ τὰς μελλούσας ἀξίας, τοῖς κατ’ αὐτὸ βεβιωμένοις· καὶ τῶν εἰδώλων ἀποστᾶσα τῆς λατρείας, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, τῷ Χριστῷ ἐλάτρευσας, Δάμαρις θεόφορν, σὺν τῷ σοφῷ γὰρ Διονυσίῳ, αὐτῷ ἠκολούθησας, μηδὲν ὑφορώμενη. Ἀλλὰ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. β΄.
Ἀποστολικῆς τυχοῦσα ὁμιλίας, τῆς ἐν Χριστῷ ἀναγεννήσεως, ἐνεδύσω τὸν χιτῶνα, Δάμαρις θεόληπτε· ὁ γὰρ λόγος τοῦ Χριστοῦ, ὡς φῶς σοι ἐνήστραψε, καὶ τέκνον σε ἀνέδειξεν, ἀρετῶν ἰδέαις, καὶ πίστεως ἔργοις, καὶ τῆς μελλούσης δόξης κληρονόμον· τὴν γὰρ τρίβον τῆς ζωῆς, προθύμως ἐβάδισας, καὶ τῆς Εἰκόνος τοῦ Σωτῆρος, τὰς γραμμὰς ἐκτήσω. Αὐτὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἤκουσας θεόληπτε, ἐν εὐθυτάτῃ καρδίᾳ σου, καὶ ψυχῆς καθαρότητι, Παύλου τοῦ θεόφρονος, ἐν Ἀρείῳ Πάγῳ, κηρύττοντος πᾶσι, τοῖς φιλοσόφοις τὸν Χριστόν, καὶ παραυτίκα τούτῳ προσέδραμες, μετὰ τοῦ θεοῤῥήμονος, Διονυσίου ὦ Δάμαρις, καὶ αὐτὸν ἐθεράπευσας, πολιτείας σεμνότητι.

Στ.: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Πρώτη ἐχρημάτισας, Εὐαγγελίου τῆς χάριτος, ἐν Ἀθήναις μαθήτρια, ἐν κοσμίοις ἔνδοξε, πρώτη δεξαμένη, Χριστὸν ἐν καρδίᾳ, διὰ τοῦ Παύλου τοῦ σοφοῦ, ἀποθεμένη πάντα τὰ γήϊνα· διὸ τῶν Ἀθηναίων σε, ἡ Ἐκκλησία γεραίρουσα μακαρίζει σε Δάμαρις, καὶ καυχᾶται τῷ τρόπῳ σου.

Στ.: Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
Χαίρουσα τῷ πνεύματι, τὴν τοῦ Σωτῆρος ταπείνωσιν, καὶ πτωχείαν ἠγάπησας, δι’ ἧς τὸν οὐράνιον, πλοῦτον καὶ σοφίαν, καὶ ἄῤῥητον δόξαν, ἀντεκομίσω ἐμφανῶς, καὶ κληρονόμος τῶν ὑπὲρ ἔννοιαν, καὶ μέτοχος καὶ σύσκηνος, τῶν Ἀποστόλων γεγέννησαι, παναοίδιμε Δάμαρις, ὡς Κυρίου θεράπαινα.

Δόξα. Ἦχος δ΄.
Τῆς εὐσεβείας γεωργήσασα τὸν σπόρον, ὡς γῆ καλὴ καὶ εὔκαρπος, τῆς ἀφθαρσίας ἐκαρποφόρησας τὸν ἄσταχυν, Δάμαρις τρισολβία· ἐξ οὗ ἡ ἐν Ἀθήναις Ἐκκλησία τοῦ Θεοῦ, νοητῶς μετέχουσα, ψυχῶν σωτηρίαν Χριστῷ προσάγει καὶ θυσίαν αἰνέσεως, ἐν τῇ ἁγίᾳ μνήμῃ σου, ἐν ᾗ δίδου πᾶσι κατ’ ἀξίαν τὰ πρόσφορα, ταῖς πρὸς αὐτὸν πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.








Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου ὡς ἤκουσας δημηγοροῦντος σοφῶς, ἐδέξω τὸ κήρυγμα τῆς σωτηρίας θερμῶς, Κυρίῳ πιστεύσασα· ὅθεν ἡ ἐν Ἀθήναις, Ἐκκλησία τιμᾶ σε, Δάμαρις μακαρία, ὡς θεράπαιναν θείαν, Χριστῷ οἰκειουμένην, τοὺς σὲ μακαρίζοντας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Προσῆλθες τῷ Χριστῷ, ὁλοψύχῳ ἐφέσει, μισήσασα σεμνή, τῶν εἰδώλων τὴν πλάνην, καὶ ἔργοις τοῖς τῆς χάριτος, σεαυτὴν κατεκόσμησας, ὡς συνόμιλος, τοῦ θεοκήρυκος Παύλου, μεθ’ οὗ Δάμαρις, θεοπρεπῶς σε τιμῶμεν, τελοῦντες τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυήσασα σαρκί, τὸν ὑπέρθεον Λόγον, ἐθέωσας ἁγνή, τοῦ Ἀδὰμ τὴν οὐσίαν, καὶ πάντας ἐπανήγαγες, πρὸς ζωὴν τὴν ἀνώλεθρον, ἀπειρόγαμε, θεοχαρίτωτε Κόρη, ἱλαστήριον, ἁμαρτανόντων ἀνθρώπων, καὶ πάντων προσφύγιον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῷ φωτισμῷ καταυγασθεῖσα τῷ θείῳ, λαμπὰς ἐδείχθης ἀληθῶς θείων ἔργων, καὶ ἀπαρχὴν ἐν γυναιξὶν εὐπρόσδεκτος, εὐσεβείας πέφηνας, ἐν Ἀθήναις Ἁγία· ὅθεν μακαρίζομεν, τῆς ψυχῆς σου τὸν πόθον, δι’ οὗ ἀξίως εὗρες τὸν Χριστόν, τὸν σὲ ὦ Δάμαρις, δόξῃ λαμπρύνοντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Λελαμπρυσμένη παρθενίας τῇ αἴγλῃ, καὶ ὑπὲρ ἥλιον ἐκλάμπουσα πᾶσι, τοῖς ὑπὲρ λόγον χάρισι τοῦ Πνεύματος, Μήτηρ ἀειπάρθενος, τοῦ Σωτῆρος ἐδείχθης, πάντων προστατεύουσα, μητρικῇ συμπαθείᾳ, καὶ χορηγοῦσα πᾶσιν ἱλασμόν, τοῖς προσιοῦσι, Παρθένε τῇ σκέπῃ Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Παύλου μαθήτρια, Δάμαρις πέφηνας, Διονυσίου δέ, τῇ πίστει σύμψυχος, ὡς τοῦ Σωτῆρος τὸν ζυγόν, ἐπ’ ὤμων σου ἀραμένη· ὅθεν καὶ κατάλληλον, πολιτείαν ἀνύσασα, χάριτος ἠξίωσαι, οὐρανίου καὶ κρείττονος, πρεσβεύουσα ἀπαύστως Κυρίῳ, δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυροφορήσασα, τὸν ὑπερούσιον, ἐν ὁμοιώματι, σαρκὸς πανάμωμε, ἀνακαλούμενον φθορᾶς, οὐσίαν τὴν τῶν ἀνθρώπων, ὤφθης ὑπερέχουσα, οὐρανίων δυνάμεων, καὶ ἁπάσης Δέσποινα, καὶ Κυρία τῆς κτίσεως· διό Σε ἀνυμνοῦμεν βοῶντες· χαῖρε ἡ Κεχαριτωμένη.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ.: Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
Εὐαγγέλιον, κατὰ Μάρκον, (ζήτει τῇ Δευτέρᾳ τῆς ιε’ ἑβδομάδος τοῦ Ματθαίου)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ἁγίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Εὐσεβείᾳ τὸν βίον κοσμήσασα, ἐν ἀληθείᾳ Χριστῷ ἐλάτρευσας, τρισολβία Δάμαρις· διὸ τῆς ἄνω δόξης ὁ στέφανος, θεόθεν σοι δέδοται, καὶ αἰωνίου ζωῆς ἡ ἀπόλαυσις· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Θεὸν πρεσβείαις Σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Τὴν σήν, ὦ Δάμαρις, μέλπω μνήμην. Γερασίμου.
ᾨδὴ α’. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Τῷ φωτὶ τῷ θείῳ τοῦ Χριστοῦ, Ὃν θερμῶς ἠγάπησας, καὶ θεαρέστῳ ζωῇ σου ἐδόξασας, λαμπομένη πάνσεμνε, ἀποδίωξον τοῦ νοός μου τὴν ζόφωσιν, ὅπως ἀνυμνήσω, Δάμαρις ἐν ᾄσμασι τὴν μνήμην σου.
τοῦ Παύλου γλῶσσα ἡ σοφή, τὸν Θεὸν τὸν ἄγνωστον, τοῖς φιλοσόφοις πανσόφως κηρύξασα, τὸν Χριστὸν καὶ Κύριον, σὲ μαθήτριαν εὐκλεῆ ἐπεσπάσατο, σὺν Διονυσίῳ Δάμαρις, τῷ θείῳ θεόφρονι.
Νεκρωθεῖσα κόσμου τοῖς τερπνοῖς, τὴν ζωὴν τὴν ἔνθεον, τὴν ἐν Χριστῷ κεκρυμμένην ἐβίωσας, Παύλου τοῖς διδάγμασι, τὴν διάνοιαν ἀσφαλῶς σου ἰθύνουσα, πρὸς τὴν ὑπὲρ λόγον, Δάμαρις θεόφρον, ἀγαθότητα.
Θεοτοκίον.
Σαρκωθεὶς ἐκ Σοῦ ἄνευ σαρκός, Λόγος ὁ συνάναρχος, καὶ συμφυὴς τῷ Πατρὶ καὶ τῷ Πνεύματι, Κόρη ἀειπάρθενε, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψε, πλούτῳ εὐσπλαγχνίας, ὁ ἐν ἀγαθότητι ἀσύγκριτος.












ᾨδὴ γ’. Ἐξήνθησε ἡ ἔρημος.
γάπησας τὸν Κύριον, ὅλῃ τῇ καρδίᾳ σου, καὶ τὰ ἐν κόσμῳ ἅπαντα, ἀπεσείσω, θεόφρον Δάμαρις, ὡς πίστεως ἐδέξω τὴν θείαν ἔλλαμψιν.
Νοΐ σοφῷ καὶ σώφρονι, εὐσεβῶς διέγνωσας, τὸ τοῦ Παύλου κήρυγμα, καὶ προθύμως αὐτῷ προσέδραμες, τῶν εἰδώλων λιποῦσα τὴν σκοτόμαιναν.
ς ἄνθος εὐωδέστατον, καὶ ἀρχὴν εὐπρόσδεκτον, τῆς πρὸς Χριστὸν τὸν εὔσπλαγχνον, εὐσεβείας καὶ ἐπιγνώσεως, ἡ Ἀθηναίων μέλπει Ἐκκλησία σε.
Θεοτοκίον.
Δυνάμωσον πανάμωμε, ἀσθενοῦσαν πάθεσι, τὴν ταπεινὴν καρδίαν μου, ἵνα πράττω τὸ θεῖον θέλημα, καὶ τῆς θείας μεθέξω ὡραιότητος.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ ἔνθεον βούλημα ἀποπληροῦσα πιστῶς, μεγίστης ἠξίωσαι τῆς εὐκληρίας σεμνή, Χριστὸν ἀγαπήσασα· Παύλου γὰρ ἐπληρώθης, διδαχῆς οὐρανίου, δείξασα τὴν ψυχήν σου, σκεῦος θείων χαρίτων, Δάμαρις μακαρία, Ἀγγέλων συνόμιλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Κτίστην τοῦ σύμπαντος καὶ ζωοδότην Χριστόν, ἀφράστως ἐκύησας πρὸς σωτηρίας ἡμῶν, Παρθένε πανύμνητε· ὅθεν τὸν ὑπὲρ νοῦν Σου, τοκετὸν ἀνυμνοῦμεν, μέλποντες τὰ πολλά Σου, εὐλαβῶς μεγαλεῖα· δι’ ὧν πάντας λυτροῦσαι, κινδύνων καὶ θλίψεων.

ᾨδὴ δ’. Ἐλήλυθας ἐκ Παρθένου.
κήκοας, τῶν ῥημάτων τῶν θείων τῆς χάριτος, καὶ ὡς καλὴ γῆ καὶ εὔκαρπος, σπόρον ἐγεώργησας ἑκατοστεύοντα Δάμαρις, τῆς θείας χρηστότητος.
Μετέστησας, εὐσεβῶς τῆς ψυχῆς σου τὸ φρόνημα, πρὸς τὸν θεῖον ἔρωτα, τὴν ἐν τῷ κόσμῳ τερπνότητα, ἅπασαν μισήσασα γνώμῃ θεόφρονι, καὶ Χριστῷ ἀμέμπτως ἐλάτρευσας.
κίβδηλον, πολιτείαν καὶ τρόπων σεμνότητα, καὶ λόγον ἐφάμιλλον, καθάπερ δῶρα πολύτιμα, τῷ Χριστῷ προσήγαγες, ὡς τούτῳ ἔνδοξε, ὅλῃ διανοίᾳ πεπίστευκας.
Θεοτοκίον.
υσθῆναί με, τοῦ ἐχθροῦ τῶν παγίδων ἐνίσχυσον, τὸν οἰκτρὸν οἰκέτην Σου, τῇ συμπαθεῖ προμηθείᾳ Σου, καὶ ἁγνῶς ἀνύσαι με Σύ με ἀξίωσον, Κόρη τὸν ὑπόλοιπον βίον μου.





ᾨδὴ ε’. Μεσίτης Θεοῦ.
σχὺν ἐκ Θεοῦ, Δάμαρις λαβοῦσα διὰ πίστεως, τῶν εἰδώλων ἔγνωκας, ὄντως τὸ ἀνίσχυρον καὶ ἔσπευσας, σαυτὴν ὑποτάξαι, Κυρίου τῷ θελήματι.
Σοφίᾳ κενῇ, οἱ τῶν Ἀθηνῶν πάλαι φιλόσοφοι, τὸν νοῦν φυσιούμενοι, Παύλου καταγέλων τοῦ κηρύγματος, ἀλλὰ τὴν ἐν τούτῳ, σοφίαν πίστει ἔγνωκας.
δόλῳ ψυχῇ, τὴν νεκρῶν ἀνάστασιν ὡς ἤκουσας, Δάμαρις θεόσοφε, ἐκ νεκροποιῶν ἔργων ἐμάκρυνας, καὶ ζωῆς τῆς ἀγήρω, ἐδέξω τὰ διδάγματα.
Θεοτοκίον.
Δοχεῖον Θεοῦ, καὶ ναὸς ἐγένου φωτοστόλιστος, Κόρη ἀειπάρθενε· ὅθεν τῆς αὐτοῦ κἀμὲ χρηστότητος, σκεῦος εὔχρηστον δεῖξον, τὸν νοῦν μου ἀποπλύνουσα.

ᾨδὴ στ’. Ἐν ἀβύσσῳ πταισμάτων.
ς τοῦ Παύλου συνόμιλος πάνσεμνε, καὶ Διονυσίου τῇ πίστει συμμέτοχος, σὺν τούτοις κατηξίωσαι, οὐρανίου καὶ θείας ἐλλάμψεως.
Μακαρίας τὸν βίον διήνυσας, Δάμαρις θεόληπτε Θεοῦ θεράπαινα, καὶ τῆς μακαριότητος, τῆς ἀλήκτου συμμέτοχος γέγονας.
Νοῦν τὸν σὸν τοῖς τοῦ Παύλου διδάγμασιν, εὐπειθῶς ὑπέσχηκας, θεόφρον Δάμαρις· ὅθεν τῆς ὑπὲρ ἔννοιαν, ἐπιπνοίας ἐπλήσθης ἀοίδιμε.
Θεοτοκίον.
ἀφράστως Θεὸν σωματώσασα, καὶ μετὰ τὴν κύησιν ἄφθορος μείνασα, εὐλογημένη πάναγνε, ἐκ φθορᾶς τῶν παθῶν με ἀνάγαγε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῖς τοῦ Παύλου ῥήμασι, καταυγασθεῖσα, τῷ Χριστῷ προσέδραμες, καὶ τὴν χρηστότητα αὐτοῦ, βίῳ ἀμέμπτῳ ἐδόξασας, ἐν ταῖς Ἀθήναις, θεόσοφε Δάμαρις.
Ὁ Οἶκος.
Τῆς οὐρανίου διδαχῆς, ἀκούσασα τοῦ Παύλου, ἀνακηρύττοντος σοφῶς τοῖς Ἀθηναίοις τὸν Χριστόν, ἐν τῷ Ἀρείῳ Πάγῳ, τοῦ Εὐαγγελίου τῆς ζωῆς, ἐδέξω τὴν ἐπίγνωσιν, καὶ τῆς πατροπαραδότου καὶ ματαίας ἀναστροφῆς, ἀπώσω τὴν συνάφειαν, τῆς ἐν Χριστῷ γὰρ ἀνακαινίσεως, πίστει ἐκοινώνησας, καὶ τῆς κατ’ αὐτὴν κλήσεως, καρποὺς πλουσίους προσήνεγκας, τῇ ἐν Ἀθήναις Ἐκκλησίᾳ τοῦ Θεοῦ, τῇ τιμώσῃ σου εὐλαβῶς τὸ μνημόσυνον, θεόσοφε Δάμαρις.





Συναξάριον
Τῇ Γ ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δαμάριδος τῆς Ἀθηναίας.
Ἄγνωστον Θεόν, τὸν Χριστὸν διὰ Παύλου,
Δάμαρις γνοῦσα πιστῶς, αὐτῷ προσῆλθε

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.
Τέμνῃ κεφαλήν· καὶ τὸ λοιπὸν ὡς μέγα!
Ἄρας γὰρ αὐτήν, Διονύσιε τρέχεις.
Οὗτος ἦτον Αθηναῖος, εἷς ἐκ τῶν ἐννέα βουλευτῶν τῆς βουλῆς τοῦ Ἀρείου Παγου, διακστηρίου περιβοήτου διὰ τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην τῶν συγκροτούτων αὐτό· ὑπερέβαινε δὲ τοὺς ἄλλους κατὰ τὴν σύνεσιν, τὴν σοφίαν, τὸν πλοῦτον καὶ τὴν δόξαν· ὑπῆρξε σύγχρονος τῶν Ἀποστόλων. Ἰδὼν τὸν σκοτασμὸν τοῦ ἡλίου εἰς τὸ πάθος τοῦ Κυρίου ἐγνώρισε διὰ τῆς σοφίας σου τὸ πρᾶγμα, καὶ εἶπεν: -Ἢ Θεὸς πάσχει, ἢ τὸ πᾶν ἀπόλλυται. Ἐλθόντος δὲ τοῦ Παύλου εἰς Ἀθήνας, καὶ κηρύττοντος τὸν Χριστὸν Θεὸν ἀληθῆ, καὶ περὶ Ἀναστάσεως νεκρῶν διαλεγομένου, ἀπεδέχθη τὸ κήρυγμα, καὶ ἐχειροτονήθη ἐπίσκοπος Ἀθηνῶν. Παρευρέθη δὲ εἰς τὴν Κοίμησιν τῆς Θεοτόκου μετὰ τῶν λοιπῶν Ἀποστόλων. Συνέγραψε περὶ οὐρανίου ἱεραρχίας καὶ περὶ θείων ἰδιοτήτων· ἔπειτα ἀπῆλθεν τὴν Ῥώμην, καὶ ἐκεῖθεν εἰς τὴν Γαλλίαν, ἔνθα κηρύττων παῤῥησίᾳ Θεὸν τὸν Χριστόν ξίφει τῇ κεφαλῇ ἀπετμήθη ὑπὸ Δομετιανοῦ βασιλέως ἐν ἔτει 82, μετὰ τῶν δύο του μαθητῶν Ῥουστικοῦ καὶ Ἐλευθερίου. Ἡ ἁγία του κάρα εὑρίσκεται εἰς τὴν Μονὴν τοῦ Δοχειαρίου ἐν τῷ Ἁγίῳ Ὄρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥουστικοῦ καὶ Ἐλευθερίου.
Ἐλευθέριον καὶ Ῥουστικὸν τὸ ξίφος,
Ἐλευθέρους τίθησι καὶ τῶν γηΐνων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου.
Κτίστῃ σέβας δοὺς Θεόκτιστος, οὐ κτίσει,
Χαίρων κεφαλῆς τὴν ἀφαίρεσιν φέρει.

Διονύσιος σὺν συνάθλων ὀκτάδι,
Ζόφου μεταστάς, φωτὸς οἰκεῖ χωρίον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεαγένης, πυρὶ τελειοῦται.
Ὡς ἦλθεν ἐν χρῷ τῆς πυρᾶς Θεαγένης,
Εἰσῆλθεν αὐτὴν οὐ ταραχθεὶς τῇ θέᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεότεκνος, λιθοβολιθεὶς τελειοῦται.
«Ἅπαξ ἐλεύσθην» καὶ Θεότεκνος λέγει,
Ὡς Παῦλος εἶπε, πρὸς Κορινθίους γράφων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Χοζεβίτου, Ἐπισκόπου Καισαρείας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ἀντίθεον πρόσταγμα.
Ματαίας ἐμάκρυνας σεμνὴ θρησκείας, καὶ πίστει προσέδραμες, Χριστοῦ τῇ καθαρότητι, ἐνθέοις διδάγμασι, παιδευομένη σοφῶς, Παύλου τοῦ θεοκήρυκος, μεθ’ οὗ τῆς ἀνω δόξης, λαμπρῶς τετύχηκας.
πόλις τοῦ Κέκροπος ἀγαλλιάσθω· ἰδοὺ γὰρ ὡς ἥλιον, ἐν σοὶ ὁ Παῦλος ἔλαμψε, καὶ ἄστρα πολύφωτα τῆς θείας χάριτος, τὸν μέγαν Διονύσιον, καὶ Δάμαριν τὴν θείαν, σαφῶς ἀνέδειξε.
Νοήσασα πάνσεμνε Εὐαγγελίου, τῶν λόγων τὴν δύναμιν, καὶ χάριτος τὴν ἔλλαμψιν, ἀξίως τῆς κλήσεως ἐπολιτεύσω τῆς σῆς, Δάμαρις θεόληπτε, Χριστὸν δοξολογοῦσα, τὸν πάντων Κύριον.
Θεοτοκίον.
Γαλήνην καὶ ἴασιν καὶ σωτηρίαν, παράσχου μοι πάναγνε, τῷ χαλεποῖς ἐν πάθεσιν, ἀεὶ περιπίπτοντι, καὶ θλιβομένῳ πικρῶς, καὶ τὸν τυραννοῦντά με, κατάβαλε βελίαρ, τῇ προστασίᾳ Σου.

ᾨδὴ η’. Κάμινος ποτέ.
γερσιν νεκρῶν, κηρύττοντος τοῦ Παύλου, ἐν τῷ Ἀρείῳ Πάγῳ ἔδοξε, ἀκούοντες ἔσκωπτον, τῆς κενῆς σοφίας κάτοχοι, σὺ δὲ πρὸς κατανόησιν ἤχθης, τῆς τοῦ Σωτῆρος σωτηριώδους σαρκώσεως.
ήματα ζωῆς, δεξάμενοι τῆς θείας, τοῦ θεηγόρου σου στόματος, ὦ Παῦλε πανεύφημε, ὁ θεόφρων Διονύσιος, καὶ ἡ Δάμαρις ἡ ἔνθεος, ἔλαμψαν ἐν Ἀθήναις, τῆς εὐσεβείας τῇ χάριτι.
μεμπτον ζωήν, σεμνῶς πολιτευθεῖσα, οἷα τοῦ Παύλου συμμέτοχος, καὶ βίιου συνόμιλος, Διονυσίου τοῦ μάκαρος, ὦ Δάμαρις θεόπνευστε, σὺν τούτοις τῆς αἰωνίου, κατηξιώθης λαμπρότητος.
Θεοτοκίον.
Σάρκα ἐκ τῶν Σῶν, ἁγνῶ λαβὼν αἱμάτων, δίχα φυρμοῦ τε καὶ συγχύσεως, ὁ Λόγος ὁ ἄσαρκος, βροτοῖς ὡράθη τέλειος, καὶ ἅπαντας διέσωσεν, ἄχραντε τῆς ἀρχαίας ἀπάτης, τοῦ πολεμήτορος.







ᾨδὴ θ’. Ἀνάρχου Γεννήτορος.
δεῖν κατηξίωσαι, ὧν Παῦλός σε ὁ ἔνθεος, τὰς λαμπρότητας πάλαι ἐμυσταγώγησεν, ὧν καὶ κληρονόμος ἐγένου, ἀπολυθεῖσα δεσμῶν τῆς ὕλης, θεόληπτε Δάμαρις, τῶν Ἀγγέλων ἰσοστάσιε.
Μονὰς κατοικήσασα, τὰς οὐρανίους πάνσεμνε, μετὰ Διονυσίου τοῦ οὐρανόφρονος, καὶ Ἱεροθέου τοῦ θείου, καὶ τῶν λοιπῶν Δάμαρις Ἁγίων, ἀπαύστως ἱκέτευε, ὑπὲρ ταύτης τῆς μερίδος σου.
σίως ἐβίωσας, ἀκολουθοῦσα ἴχνεσι, τοῦ παμμάκαρος Παύλου θεόφρον Δάμαρις, καὶ τῆς οὐρανῶν Βασιλείας, ἐν μετοχῇ ἤδη γεγονυῖα, ἀπαύστως ἱκέτευε, ταύτην σώζεσθαι τὴν πόλιν σου.
Θεοτοκίον.
ψίστου ἀνάκτορον, φωτοειδὲς καὶ πάγκαλον, Θεοτόκε Παρθένε θεοχαρίτωτε, τὴν ἐσκοτισμένην ψυχήν μου, ταῖς τῶν παθῶν Κόρη ἐνεργείαις, φωτὶ θείῳ λάμπρυνον, ἀπαθείας καὶ σεμνότητος.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τῆς διδαχῆς ὡς ἤκουσας, τῆς καινῆς ἐκ τοῦ Παύλου, τοῦ θεηγόρου στόματος, παραυτίκα ἀπέθου, τῆς παλαιᾶς ἐξαπάτης, τὴν παλαίωσιν ὄντως, τῆς ἐν Χριστῷ καινότητος, κοινωνήσασα Δάμαρις νουνεχῶς, πίστει καὶ ἀγάπῃ καὶ ἀληθείᾳ· διὸ σὲ μακαρίζομεν, ὡς τῆς χάριτος σκεῦος.
Θεοτοκίον.
Θεὸν τὸν ὑπερούσιον, ἐν οὐσίᾳ βροτείᾳ, ὑπερυφῶς γεγέννηκας, εἰς ἀνάπλασιν κόσμου, καὶ τῆς ἀρχαίας κατάρας, κατάλυσιν Θεοτόκε· διὸ Σὲ μεγαλύνομεν, ὡς Μητέρα πανάφθορον τοῦ Χριστοῦ, καὶ προστάτιν κόσμου καὶ σωτηρίαν, ὅτι τῇ Σῇ σωζόμεθα, μητρικῇ ἱκεσίᾳ.

















Αἶνοι. Ἦχος πλ. β΄. Αἱ ἀγγελικαί.
Τῇ θεοπρεπῆ, συγκατάβασιν τοῦ Λόγου, Δάμαρις σεμνή, διδαχῇ τοῦ θείου Παύλου, ἐνθέως μυηθεῖσα, ἐν Ἀθήναις φῶς ἔλαμψας, τῆς σῆς εὐσεβείας μακαρία, καὶ τῆς ζωῆς τῆς ἐναρέτου δι’ ἧς μέτοχος, τῆς Βασιλείας οὐρανῶν, σαφῶς ἀναδέδειξαι.

Στόματι λαμπρῷ, καὶ σοφίᾳ οὐρανίῳ, Παῦλος ὁ κλεινός, καὶ τῶν ἄνω ὑποφήτης, ἐν τῷ Ἀρείῳ Πάγῳ, ὡς Θεὸν πᾶσιν ἄγνωστον, τὸν Χριστὸν κηρύξας ἐπισπᾶται, πρὸς τὴν αὐτοῦ ἁγίαν πίστιν σεμνὴ Δάμαρις, σὲ τὴν ἐν βίῳ καθαρῷ, σαφῶς ἐπιλάμπουσαν.

Ἔγερσιν νεκρῶν, οἱ σοφοὶ αἰῶνος τούτου, ἔσκωπτον δεινῶς, Παύλου φήσαντος τοῦ θείου· ἀλλὰ σὺ μακαρία, τὴν τῶν λόγων ἀλήθειαν, πίστει δεξαμένη ἐν καρδίᾳ, φωτὶ τῷ θείῳ ἐφωτίσθης, σεμνὴ Δάμαρις, Διονυσίου τοῦ σοφοῦ, τὸν τρόπον ζηλώσασα.

Χαίρει Ἀθηνῶν, ἡ Μητρόπολις ἡ θεία, καὶ τὴν ἱεράν, ἑορτάζουσα Ἁγία, καὶ πάνσεπτόν σου μνήμην, παμμακάριστε Δάμαρις, σὺν Διονυσίῳ σε τῷ πάνυ, καὶ τῷ ἱερῷ Ἱεροθέῳ, φαιδρῶς μέλπει σε, ἣν διαφύλαττε ἀεί, ἐκ πάσης αἱρέσεως.

Δόξα. Ἦχος πλ. α΄.
Τῆς ἀμώμου πίστεως, δεξαμένη τὴν γνῶσιν, πράξει ταύτην ἐλάμπρυνας, Δάμαρις θεόσοφε· καὶ τρανῶς τὰς ἀποδείξεις, τῆς ἐκκαλυφθείσης σοι χάριτος, πᾶσι παρέχουσα, ἐν ζήλῳ τῶν κρειττόνων, τῷ Χριστῷ εὐηρέστησας. Ἀλλ’ ὡς ἈΠος΄τολοις συνοῦσα, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Πίστιν δεξαμένη τὴν τοῦ Χριστοῦ, Δάμαρις Ἁγία, ἐλαμπρύνθης θείῳ φωτί, καὶ τοῦ θείου Παύλου, συνόμιλος φανεῖσα, σὺν τούτῳ τῶν ἀφθάρτων, γερῶν ἠξίωσαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου