Τρίτη 3 Σεπτεμβρίου 2019

ΟΚΤΩΒΡΙΟΣ 30. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΣΤΕΡΙΟΣ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΥ 30!!
ΑΣΤΕΡΙΟΥ & ΤΩΝ ΑΥΤΑΔΕΛΦΩΝ ΑΥΤΟΥ
ΚΛΑΥΔΙΟΥ, ΝΕΩΝΟΣ & ΝΕΟΝΙΛΛΗΣ ΜΑΡΤΥΡΩΝ
 (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀγάπῃ τῇ θείᾳ πτερωθείς, Ἀθλητὰ Ἀστέριε, τὰ ἐν τῷ κόσμῳ κατέλιπες, πάντα ὡς πρόσκαιρα, καὶ στεῤῤῶς ἀθλήσας, σὺν τοῖς αὐταδέλφοις σου, βασάνους ἀνυποίστους ἠνέγκατε, Χριστὸν δοξάσαντες, ᾧ πρεσβεύσατε δεόμεθα, δοῦναι πᾶσι, πταισμάτων συγχώρησιν.

Ἀνδρείᾳ ψυχῆς τοὺς αἰκισμούς, τῆς σαρκὸς ὑπήνεγκας, μεγαλομάρτυς Ἀστέριε, ὡς ἄλλου πάσχοντος, καὶ τῆς δυσσεβείας, τὴν ἰσχὺν κατήσχυνας, ὁμοῦ σὺν τοῖς στεῤῥοῖς σου ὁμαίμοσι· μεθ’ ὧν ἱκέτευε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ξεσμοὺς καὶ κατάφλεξιν πυρός, ὥσπερ ἄλλου πάσχοντος, ὑπὲρ Χριστοῦ χαίρων ἤνεγκας, Μάρτυς Ἀστέριε, ἔχων δυναμοῦσαν, δύναμιν τὴν ἄνωθεν· διὸ καὶ τὸν ἀγῶνα τὸν μέγιστον, σὺν τοῖς συγγόνοις σου, τῆς ἀθλήσεως ἠνύσατε, καὶ στεφάνων, θείων ἠξιώθητε.

Μαρτύρων ἡ θεία τετρακτύς, ἀνυμνείσθω σήμερον, Κλαύδιος Νέων Ἀστέριος, οἱ γενναιότατοι, σὺν τῇ Νεονίλλῃ, τούτων τῇ ὁμαίμονι· τῇ φύσει γὰρ καὶ πίστει συνδούμενοι, κατηγωνίσατο, ὡς αὐτάδελφοι θεόφρονες, τῆς ἀπάτης, ἅπασαν ἐπίνοιαν.

Δόξα. Ἦχος δ΄.
Ἀδελφικῇ ἀγάπῃ ἡνωμένοι, ὁμοφρόνως ἐχωρήσατε, πρὸς τὸ μέγα σκάμμα τῆς ἀθλήσεως, Ἅγιοι αὐτάδελοι· καὶ στεῤῥῶς ἀγωνισάμενοι, νικηταὶ ἀπεφάνθητε, κατὰ πάσης δυναστείας τοῦ ἀλάστορος, ἐν τῇ ἄνωθεν ῥοπῇ. Ἀλλ’ ὦ Ἀστέριε μακάριε, καὶ Κλαύδιε καὶ Νέων σὺν Νεονίλλῃ, ἀδιαλείπτως πρεσβεύετε, σώζεσθαι τοὺς πίστει ὑμᾶς μακαρίζοντας.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.











Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἑφραθᾶ.
Ἤθλησας καρτερῶς, Ἀστέριε θεόφρον, ὡς τοῦ Χριστοῦ ὁπλίτης, καὶ πᾶσαν τὴν μανίαν, καθεῖλες τοῦ ἀλάστορος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πᾶσαν τιμωριῶν, ἰδέαν ὑπομείνας, Ἀστέριε παμμάκαρ, ἀνδρειοτάτῃ γνώμῃ, ἀθλητικῶς δεδόξασαι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Νέων καὶ σὺν αὐτῷ, Ἀστέριος ὁ μέγας, καὶ Κλαύδιος ὁ θεῖος, ὁμοῦ σὺν Νεονίλλῃ, ᾀσματικῶς ὑμνείσθωσαν.

Δόξα. Τριαδικόν.
Μίαν σε ἐν τρισίν, οὐσίαν χαρακτῆρσι, τετρὰς ἡ τῶν Μαρτύρων, Τριὰς Ὑπεραγία, ἀθλητικῶς ἐκήρυξε.

Καὶ νῦν. Θεοτοκίον.
Σθένος τὸ ἀῤῥαγές, ἐκ τοῦ Υἱοῦ σου Κόρη, οἱ Μάρτυρες οἱ θεῖοι, λαμπρῶς ἐνδεδυμένοι, ὑπερφυῶς ἠρίστευσαν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.




























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἀστέρα πολύφωτον, δι’ ἀθλήσεως λάμψαντα, Ἀθλητὰ Ἀστέριε εὐφημοῦμέν σε· σὺ γὰρ ἀνδρείως ἐχώρησας, τῷ πόθῳ τοῦ Κτίστου σου, ἀφειδήσας τῆς σαρκός, πρὸς ἐπίπονα σκάμματα, τῆς ἀθλήσεως, καὶ καθεῖλες τῆς πλάνης τὴν ἀπάτην· διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.

Ἀδελφὰ συμφρονήσαντες, ὡς αὐτάδελφοι ἔνθεοι, καὶ Χριστοῦ τῷ ἔρωτι πυρπολούμενοι, γνώμῃ μιᾷ ἠγωνίσασθε, καὶ πεῖραν κολάσεων, ἐνεγκόντες χαλεπῶν, τοῦ Σωτῆρος τὸ ὄνομα, ἐδοξάσατε, Νεονίλλα Ἀστέριε καὶ Νέων, σὺν Κλαυδίῳ· διὰ τοῦτο, ὑμᾶς ὁμοῦ μακαρίζομεν.

Οὐ θυμὸς τοῦ δικάζοντος, οὐ βασάνων ἐπίτασις, οὐ ξεσμοὶ τοῦ σώματος οἱ ἐπώδυνοι, οὔτε πυρὸς ἡ κατάφλεξις, χωρίσαι δεδύνηται, τῆς ἀγάπης τοῦ Χριστοῦ, Ἀθλοφόρε Ἀστέριε, ἀλλ’ ἀπτόητος, σὺν τοῖς αὐταδέλφοις ἠγωνίσω, καὶ τῆς νίκης τὰ βραβεῖα, παρὰ Χριστοῦ ἐκομίσασθε.

Ἕτερα. Ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Πάντα τὰ ἐπίγεια, οἷα φθαρτὰ καὶ λυόμενα, οὐρανίῳ φρονήματι, παρεῖδες Ἀστέριε καὶ τοῦ μαρτυρίου, ὑπῆλθες τὸ σκάμμα, ἀνδρειοτάτῳ λογισμῷ, σὺν τοῖς συγγόνοις σου παμμακάριστε, μεθ’ ὧν τὰ ἐπουράνια, κατεκληρώσω βασίλεια ὑπὲρ πάντων δεόμενος, τῶν τελούντων τὴν μνήμην σου.

Βάσανα πολύπλοκα, ὥσπερ ἀσώματος ἤνεγκας, τῆς σαρκὸς μὴ φεισάμενος, παμμάκαρ Ἀστέριε, σὺν τοῖς αὐταδέλφοις· ξεσμοὺς γὰρ καὶ τρώσεις, καὶ ἀναρτήσεις καὶ εἱρκτάς, ὑπὲρ ἀγάπης τοῦ Παντοκράτορος, ὥσπερ τρυφὰς ἠγήσασθε, καὶ ἀφθαρσίας τὸν στέφανον, ὡς ἀήττητοι Μάρτυρες, οὐρανόθεν ἐδέξασθε.

Νέων καὶ Ἀστέριος, καὶ Νεονίλλα καὶ Κλαύδιος, ὁμοφρόνως ἀθλήσαντες, φύσεως τὸν σύνδεσμον, πίστεως ἀγῶσιν, ἐλάμπρυνας πλέον, ὡς ἀδελφοὶ θεοειδεῖς, καὶ τῶν Ἀγγέλων δήμοις συνήφθησαν, τὸν δρόμον ἐκτελέσαντες, καὶ τῷ Σωτῆρι πρεσβεύουσι, πάσης θλίψεως ῥύεσθαι, τοὺς πιστῶς τούτους μέλποντας.

Δόξα. Ἦχος β΄.
Τῆς εὐσεβείας στοιχειωθεὶς τοῖς τρόποις, πρὸς ἀθλητικὸν ἀπεδύσω ἀγῶνα, θεολήπτῳ ψυχῇ, Ἀθλοφόρε Ἀστέριε· ὑπεραρθεὶς γὰρ τῶν φθαρτῶν, ὡς τὰ ἄνω ποθῶν, τυραννικῶν ἀπειλῶν, καὶ ποικίλων αἰκισμῶν, ἀνώτερος ὤφθης ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· καὶ καλῶς ἀγωνισάμενος, σὺν τοῖς τρισὶν αὐταδέλφοις, τῆς Ὑπερουσίου Τριάδος τὴν χάριν ἐξεφήνατε, ἐν τῇ ὑπερφυεῖ ἀθλήσει. Καὶ νῦν ἀμέσως καθορῶντες, τὴν τοῦ Σωτῆρος δόξαν, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τις μὴ μακαρίσει Σε…





Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.







Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τῇ ἄνωθεν ἰσχύϊ, κατηγωνίσω τὸν πολέμιον, ἐν τῇ στεῤῥᾷ ἀθλήσει σου, Ἀθλοφόρε Ἀστέριε· ἐν ἀσθενείᾳ γὰρ φύσεως, ὑπερφυῶν ἄθλων περιεγένου, καὶ ἀξίων ἐπάθλων, παρὰ Χριστοῦ ἠξίωσαι, σὺν τοῖς αὐταδέλφοις, οὕς συναθλητὰς ἐκτήσω, μεθ’ ὧν ἱκέτευε δεόμεθα, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἁγίαν μνήμην σου.

Ἦχος β΄.
Τὴν τῶν Ἀθλητῶν τετρακτὺν ὑπέρτιμον, ὡς ὑπὲρ Χριστοῦ ἠγωνισμένων, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· ἀδελφικῇ γὰρ συμφωνίᾳ εὐσεβῶς πολιτευόμενοι, ὁμοφροσύνῃ καρδίας, τὸ τῆς ἀθλήσεως διήνυσαν στάδιον, τῶν ἀντικειμένων τὰς ἀπειλάς, καὶ τιμωρίας μὴ δείσαντες. Αὐτοῖς οὖν βοήσωμεν· χαίροις Ἀστέριε θεόφρον, ὁ πολύφωτος ἀστήρ, ἐν τῇ ἀθλητικῇ χορείᾳ· χαίροις Κλαύδιε μακάριε· χαίροις Νέων στεῤῥέ, ἔμψυχοι ἀδάμαντες, ἐν τῷ στεφάνῳ τῆς Ἐκκλησίας· χαίροις σεμνὴ Νεονίλλα, ἡ ἐν γυναικείᾳ φύσει, ἀνδρικῶς ἀριστεύσασα. Ἀλλ’ ὦ αὐτάδελφοι Μάρτυρες, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε.

Ἦχος γ΄.
Τοῖς πολυτρόποις αἰκισμοῖς, ὡς χρυσὸς ἐν χωνείᾳ δοκιμασθείς, ὑπὲρ ἥλιον ἔλαμψας, τῇ ἀνενδότῳ καρτερίᾳ, Ἀθλοφόρε Ἀστέριε· καὶ σὺν τοῖς συγγόνοις ἀθλῶν, πρὸς αλλήλους ἐλέγετε· Μὴ ἀποκάμωμεν ὦ ἀδελφοί, ἐν τῇ παραστάσει τῶν δεινῶν ἀλλ’ ἀνδρείως ὑπομείνωμεν, τῶν ἀλγηδόνων τὴν δριμύτητα· καὶ ὡς θυσίαι καθαραί, καὶ ἱερεῖα ἄμωμα, προσενεχθέντες Χριστῷ, μὴ παύσησθε πρεσβεύοντες, ἐλεθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.
Ἐν τῷ σταδίῳ τῆς ἀθλήσεως ἀριστεύσαντες, ἀνδρειοτάτῃ ψυχῇ ἀντικατέστητε, τοῖς διώκουσιν ὑμᾶς, τετράριθμοι Μάρτυρες, καὶ νίκης μέγα τρόπαιον ἐγείραντες, μεγάλων ἀμοιβῶν ἠξιώθητε, ὡς τοῦ Σωτῆρος Ἀθληταὶ ἀήττητοι. Ἀλλ’ ὦ Ἀστέριε καὶ Κλαύδιε καὶ Νέων, σὺν Νεονίλλῃ τῇ σεμνῇ, μὴ παύσησθε ἱλεούμενοι ἡμῖν, τὸν μόνον ἀγαθὸν καὶ φιλάνθρωπον Κύριον.

Δόξα. Ὁ αὐτός.
Τῇ μαρτυρικῇ σου ἐνστάσει, τῆς ευσεβείας τὴν ἀκαταμάχητον δύναμιν, πᾶσιν ὑπέδειξας, Ἀθλοφόρε Ἀστέριε· ὡς οὐδὲν γὰρ ἐλογίσω, τὰς τῶν βασάνων προσβολάς, καὶ σφοδρῶς αἰκιζόμενος ἔχαιρες, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· τὸ γὰρ πῦρ τῆς θείας ἀγάπης, ἀναλῶσαν τὴν φθοράν, οὐρανοχάλκευτον φάσγανόν σε ἔδειξε, κατὰ τῆς ἐναντίας δυνάμεως. Καὶ νῦν ἐν τῇ ἀλήκτῳ ζωῇ, σὺν τοῖς αὐταδέλφοις ἀγαλλόμενος, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.


Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου…








Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἀδικίᾳ τῷ κριτῇ, ἔστης ἀπτοήτῳ καρδίᾳ, Μάρτυς Ἀστέριε, τότε ὡμολόγησας, ἁγίῳ στόματι, τοῦ Σωτῆρος τὸ ὄνομα, μὴ πτήξας οὐδόλως, ἀπειλὰς καὶ μάστιγας, στεῤῥῷ φρονήματι, ὅθεν, σὺν τοῖς σοῖς ἀυταδέλφοις, ἤνυσας τὸν μέγαν ἀγῶνα, καὶ τῆς ἄνω δόξης ἠξιώθητε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ξέσεις, ὑπομείναντες πολλάς, καὶ τὰς ἀναρτήσεις ἐν ξύλῳ, καὶ πᾶσαν ἄλλην ποινήν, Ἅγιε Ἀστέριε, ἀκαταπλήκτῳ ψυχῇ, σὺν τοῖς θείοις συγγόνοις σου, καὶ ξίφει τμηθέντες, πᾶσαν ἀπετέματε, ἐχθροῦ τὴν δύναμιν, ὅθεν, δοξασθέντες ἀξίως, πάντοτε Χριστὸν δυσωπεῖτε, πάσης ἡμᾶς ῥύεσθαι κακώσεως.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, τετρακτὺς ἡ ἐκλεκτή, τῶν πανευκλεῶν αὐταδέλφων, καὶ Ἀθλητῶν τοῦ Χριστοῦ, Ἅγιε Ἀστέριε, Νέων καὶ Κλαύδιε, Νεονίλλα ἡ πάνσεμνος, Χριστοῦ τοῦ Σωτῆρος, θύματα τὰ ἄμωμα, καὶ προσφοραὶ λογικαί, χαίρετε ἡμῶν οἱ προστάται, καὶ πρὸς τὸν Δεσπότην τῶν ὅλων, πρέσβεις καὶ μεσῖται ἀξιόθεοι.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν δρόμον τῆς ἀθλήσεως, ἀκλινῶς διανύσαντες, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι ἐσκηνώσατε, αὐτάδελφοι Μάρτυρες· καὶ τοῖς οἰκείοις αἵμασι, πορφυρώσαντες ἑαυτούς, τὸν χειμάῤῥουν τῆς τρυφῆς, αἰωνίως ἐκληρώσασθε, ὡς κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ μακάριοι. Καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς, ἀμέσως ἐντρυφῶντες, Ἀστέριε καὶ Νέων, καὶ Κλαύδιε σὺν Νεονίλλη, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς ἄστρον πολύφωτον, κατὰ τὴν κλῆσιν σοφέ, ἀθλήσει ἐξέλαμψας, ἐν Ἀθλητῶν τῷ χορῷ, Ἀστέριε ἔνδοξε, ὅθεν Χριστὸν δυσώπει, σὺν τοῖς σοῖς αὐταδέλφοις, ἄφεσιν τῶν πταισμάτων, καὶ παθῶν θεραπείαν, διδόναι τοῖς γεραίρουσι, τὴν θείαν σου ἄθλησιν.
Δόξα. Ἕτερον, κοινὸν τῶν Μαρτύρων. Ἦχος πλ. Α΄. Τὸν Συνάναρχον Λόγον.
Τετρακτὺν τὴν ἁγίαν ἀνευφημήσωμεν, τῶν αυταδέλφων Μαρτύρων καὶ Ἀθλητῶν τοῦ Χριστοῦ, τοὺς ἀθλήσαντας στεῤῥῶς πόθῳ τῷ κρείττονι, Κλαύδιον Νέωνα ὁμοῦ, καὶ Ἀστέριον κλεινόν, συνάμα τῇ Νεονίλλῃ, ὅτι Χριστὸν δυσωποῦσιν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος…

Ἀπόλυσις.




ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τετράφωτος λαμπάς, τῷ φωτὶ τῶν ἀγώνων, ἐφάνητε ἡμῖν, Ἀθλοφόροι Κυρίου, Ἀστέριε καὶ Κλαύδιε, Νεονίλλα σὺν Νέωνι, καὶ διώκετε, τῶν παθημάτων τὸν ζόφον, ὅθεν σήμερον, τὴν φωταυγῆ ὑμῶν μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν πάντων Ποιητήν, ἀποῤῥήτως τεκοῦσα, ἀνύψωσας ἡμῶν, τὴν πεσοῦσαν οὐσίαν, διὸ κἀμὲ ἀνύψωσον, πεπτωκότα εἰς βάραθρα, παραπτώσεων, Θεογεννῆτορ Παρθένε, καὶ καρδίωσον, θείῳ με ἔρωτι Κόρη, τὸν Σὲ μεγαλύνοντα.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὡς ἀστὴρ ἀειφανής, ἐν τοῖς ὁμαίμοσι τοῖς σοῖς, διαλάμπεις νοητῶς, ἀπεριτρέπτῳ λογισμῷ, καὶ καρτερίᾳ Ἀστέριε τῶν ἀγώνων, ὅθεν σὺν αὐτοῖς, στεῤῥῶς ἠγώνισαι, καὶ ὤφθητε ὁμοῦ, Ἀγγέλων σύσκηνοι, μεθ’ ὧν Χριστὸν ἀεὶ δυσωπεῖτε δεόμεθα, λύσιν πταισμάτων καὶ ἔλεος, εὑρεῖν τοὺς πόθῳ, ὑμῶν τὴν μνήμην, πανηγυρίζοντας Ἅγιοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐξ αἱμάτων σου ἁγνῶν, ὁ Ὑπερούσιος Θεός, σωματωθεὶς δίχα τροπῆς, κόσμον διέσωσεν Ἁγνή, ἐκ τῆς ἀρχαίας τοῦ Ἀδὰμ παραβάσεως. Ὅθεν ὡς Αὐτοῦ, Μήτηρ πανάφθορος, ῥῦσαί με φθορᾶς, παθῶν καὶ θλίψεων, καὶ μετανοίας μοι πάρεχε δάκρυα, ὡς ἄν τὸν βόρβορον πλύνω μου, τὸν τῆς καρδίας, καὶ τύχω Κόρη, τῆς σωτηρίας ὁ δείλαιος.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. Α΄. Τὸν Συνάναρχον Λόγον.
Μαρτυρίου ἀνύσας τὸ σκάμμα Ἅγιε, και αἰκισμοὺς ὑπομείνας καὶ ἀλγηδόνας πικράς, κατεπάτησας ἐχθροῦ πᾶσαν τὴν δύναμιν, καὶ ἐπαξίως ἐκ Χριστοῦ, σὺν ὁμαίμοσι τοῖς σοῖς, ἐδέξω βραβεῖα νίκης, Ἀστέριε Ἀθλοφόρε, μεθ’ ὧν δυσώπει, ἡμᾶς σώζεσθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Παρθένε ἡμῶν προσφύγιον, τοὺς καταφεύγοντας πίστει ὑπὸ τὴν σκέπην σου, τῆς μανίας τοῦ ἐχθροῦ θᾶττον ἀπάλλαξον, καὶ καθοδήγει ἀσφαλῶς, πρὸς σωτηρίας τὰς ὁδούς, τῇ θείᾳ σου ἀντιλήψει, ἵνα ἀπαύστως ὑμνῶμεν, τὰ μεγαλεῖά σου Πανάχραντε.

Τὸ α΄ ἀντίφωνον τοῦ δ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὅρθρῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ἡ τετρακτὺς τῶν θείων αὐταδέλφων, ἐν οἷς Ἀστέριος ὁ εὐκλεὴς ἐμπρέπει, μυριάριθμον πληθύν, τῶν ἀοράτων ἐχθρῶν τροπωσαμένη, ἀθλητικοῖς καμάτοις, ταῖς μυριάσι τῶν Ἁγίων Ἀγγέλων συνήφθη, τῆς ἀλήκτου ζωῆς ἀπολαύουσα. Αὐτῶν πρεσβείαις, Τριὰς ὁ Θεὸς ἡμῶν, σῶζε τοὺς πιστῶς σοι λατρεύοντας.



Οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Τετράδα μέλπω τῶν Αθλοφόρων. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τριὰς ὁμοούσιε, Πάτερ Υἱὲ Πνεῦμα Ἅγιον, τὸν νοῦν μου καταύγασον, ἵνα ὑμνήσω φαιδρῶς, τῶν τεσσάρων σου, Μαρτύρων τοὺς ἀγῶνας, δι’ ὧν σε ἐδόξασαν, καλῶς ἀθλήσαντες.
Ἑνούμενοι Ἅγιοι, φύσεως νόμῳ ὁμότροποι, ἐν βίῳ ὡράθητε, καὶ ἐναθλήσαντες, ὦ αὐτάδελφοι, μιᾷ ὁμοῦ καρδίᾳ, ἰσότιμοι ὤφθητε, δόξῃ τῇ κρείττονι.
Τοῖς πόνοις τὸ σῶμά σου, κατατεινόμενον Ἅγιε, τὸν νοῦν ἀνεπτέρωσας, πρὸς τὰ οὐράνια, καὶ ὡς ἄσαρκος, Ἀστέριε ἀθλήσας, τῆς ἄνω λαμπρότητος, ὤφθης συμμέτοχος.
Θεοτοκίον.
Ῥημάτων ἐπάκουσον, τῆς ταπεινῆς μου δεήσεως, καὶ δίδου μοι Πάναγνε, ἰσχὺν καὶ δύναμιν, ὡς ἄν Ἄχραντε, εἰς τέλος ἀποκρούσω, ἰσχὺν τὴν ὀλέθριον, τοῦ πολεμήτορος.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἁπάντων ὑπέρτεροι φανέντες, τερπνῶν σφαλλομένων τῶν ἐν γῇ, αὐτάδελφοι τετράριθμοι, ἀνδρείως ὑπεισήλθατε, τοὺς πόνους τῆς ἀθλήσεως, Πνεύματι θείῳ ῥωννύμενοι.
Δυνάμει Ἀστέριε τῇ θείᾳ, σαρκὸς οὐκ ἐφρόντισας σφοδρῶς, αἰκιζομένη Ἅγιε, ἀλλ’ ἕστης ἀπερίτρεπτος, ὑμνολογῶν ἐν ἅπασι, τὸν τὴν ἰσχύν σοι παρέχοντα.
Ἀστέριον μέλψωμεν συμφώνως, καὶ Κλαύδιον Νέωνα ὁμοῦ τοὺς τὸν Χριστὸν δοξάσαντας, ἀθλητικοῖς παλαίσμασι, σὺν τούτοις μακαρίζοντες, καὶ Νεονίλλαν τὴν σύναθλον.
Θεοτοκίον.
Μαρίαν τὴν μόνην Θεοτόκον, τὴν τέξασα ὕλῃ τῆς σαρκός, Θεὸν τὸν Ὑπερούσιον, τὸν σώσαντα τὸν ἄνθρωπον, χρεωστικῶς ὑμνήσωμεν, ὡς σωτηρίας ὑπόθεσιν.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Αὐτάδελφοι Μάρτυρες, καὶ στρατιῶται Χριστοῦ, Ἀστέριε Κλαύδιε, καὶ Νέων ὁ θαυμαστός, Ἀγγέλων ἰσότιμοι, ἅμα σὺν Νεονίλλῃ, δυσωπεῖτε ἀπαύστως, ἔχοντες παῤῥησίαν, τὸν Σωτῆρα τῶν ὅλων, ὑπὲρ τῶν ἀνυμνούντων ὑμῶν τὰ παλαίσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν ὅν ἐκύησας, ἐκ τῶν αἱμάτων τῶν σῶν, Παρθένε Πανάμωμε, δι’ εὐσπλαγχνίαν πολλήν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν τοῖς πίστει, τὴν σὴν ἄῤῥητον δόξαν, ὑμνοῦσι Θεοτόκε, καὶ σὲ μεγαλύνουσι.











ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἐπὶ ξύλου ἀνηρτήθης Ἀθλοφόρε Ἀστέριε, καὶ ξεσμοὺς ὑπέστης καὶ τὴν ἀνομίαν κατέξανας, τῇ σῇ στεῤῥᾷ καρτερίᾳ ψάλλων Ἅγιε, σὺν ὁμαίμοσι· δόξα Χριστὲ τῇ δυνάμει σου.
Λαμπρυνόμενοι τῷ φέγγει τῆς ἀρίστης ἀθλήσεως, ὡς τρυφὰς τοὺς πόνους καὶ τὰς ἀλγηδόνας τοῦ σώματος, ὑπὲρ Χριστοῦ ἐλογίσασθε αὐτάδελφοι, ἀνακράζοντες· δόξα Χριστὲ τῇ δυνάμει σου.
Πίστεως τῇ συμφωνίᾳ καὶ τῷ νόμῳ τῆς φύσεως, ὡς συνδεδεμένοι Ἅγιοι τετράριθμοι Μάρτυρες τῆς ἀνομίας τὸν σύνδεσμον ἐλύσατε, δι’ ἀθλήσεως, Χριστοῦ τὴν δόξαν κηρύξαντες.
Θεοτοκίον.
Ὡς ἀμόλυντον Παρθένον καὶ Μητέρα πανάφθορον, Κεχαριτωμένη μόνη Θεοτόκε ὑμνοῦμέν σε· σὺ γὰρ Θεὸν ἐν ἁγνείᾳ ἀπεκύησας, καὶ τῷ τόκῳ σου, φθορᾶς τὴν φύσιν ἐξήρανας.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τῷ σθένει τῆς πίστεως σθενούμενος Ἀστέριε, ἤνεγκας ἀνδρείως τὰς αἰκίας, δι’ ὧν καθεῖλες τὸν παλαιὸν πτερνιστήν, καὶ πυρὶ φλεγόμενος σοφέ, δρόσον τὴν οὐράνιον, ἀοράτως εἰσδέδεξαι.
Ὡς θείοι ὁμαίμονες ὁμονοοῦντες Ἅγιοι, ἐν ὁμοφροσύνῃ πρὸς ἀγῶνας, τοῦ μαρτυρίου ἐναπεδύσασθε Κλαύδιε, Ἀστέριε σοφέ, Νεονίλλα πάνσεμνε, καὶ ὁ Νέων ὁ ἔνδοξος.
Νοΐ ἀτενίζοντες πρὸς μόνα τὰ οὐράνια, ἔφερον τοὺς πόνους ἀνενδότως, Νέων καὶ Κλαύδιος καὶ Αστέριος, καὶ ἡ Νεονίλλα ἡ σεμνή, καὶ πρὸς λῆξιν ἄπονον, ἐν χαρᾷ κατεσκήνωσαν.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες ἀφθόρως ἀπεκύησας, τὸν Δημιουργὸν καὶ πάντων Κτίστην, πρὸς τὴν ἀρχαίαν ἀνακαλούμενον, δόξαν καὶ ζωὴν ἐκ τῆς φθορᾶς, Κόρη τοὺς ὑμνοῦντάς σου, τὴν ἀπόῤῥητον κύησιν.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Θύματα τέλεια ὤφθηττε, καὶ θεῖα ἱερεῖα καὶ ἄμωμα, Μάρτυρες ἔνδοξοι. Χριστοῦ τοῦ πάντων δεσπόζοντος, ὑπὲρ αὐτοῦ νομίμως ἀνδραγαθήσαντες.
Λυχνία ὄντως τετράφωτος, ἐδείχθητε τετράριθμοι Μάρτυρες, Νέων Ἀστέριε, καὶ Νεονίλλα καὶ Κλαύδιε, φωτὶ τῆς εὐσεβείας ἡμᾶς πυρσεύοντες.
Ὅλον τὸν πόθον ἀνέτεινες, Αστέριε πρὸς μόνον τὸν Κύριον· ὅθεν ὑπέμεινας, τὰς ἀλγηδόνας τοῦ σώματος, καὶ χαίρων μετετέθης πρὸς τὰ οὐράνια.
Θεοτοκίον.
Φέγγει Παρθένε τῆς δόξης σου, καταύγασον ψυχῆς μου τὰ ὄμματα, καὶ σκότους ῥῦσαί με, ἁμαρτιῶν τε καὶ θλίψεων, ἵνα ὑμνῶ σε Κόρη τὴν πολυΰμνητον.










Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Στρατιώτης ἄριστος, Χριστοῦ ἐδείχθης, Ἀθλητὰ Ἀστέριε, καταβαλὼν τὸν δυσμενῆ, ἀθλητικοῖς σου παλαίσμασι, σὺν τοῖς σεπτοῖς αὐταδέλφοις σου Ἅγιε.
Οἶκος.
Τὴν τετραυγῆ τῶν Μαρτύρων χορείαν, Ἀστέριον, Κλαύδιον, καὶ Νέωνα σὺν Νεονίλλῃ τῇ κλεινῇ, συμφώνως πάντες φιλομάρτυρες τιμήσωμεν· ἐκ μιᾶς γὰρ ῥίζης προελθόντες, ἐν ἑνὶ φρονήματι καὶ μιᾷ τῇ καρδίᾳ, ὡς ἀδελφοὶ θεόφρονες, ὑπὲρ Χριστοῦ ἠγωνίσαντο· τῇ γὰρ θείᾳ ἀγάπῃ νευρούμενοι, σκληρῶν τιμωριῶν, καὶ ξεσμῶν καὶ βασάνων καὶ πυρὸς κατεφρόνησαν, αἰσχύναντες εἰς τέλος, τοὺς τὰ τοιαῦτα μηχανωμένους, καὶ ξίφει τμηθέντες, ἐπαξίων ἐπάθλων παρὰ Χριστοῦ ἠξιώθησαν. Ἀλλ’ ὦ Ἀστέριε μάκαρ, ὑπὲρ ἡμῶν ἀεὶ τῇ Παναγίᾳ Τριάδι πρέσβευε, σὺν τοῖς σεπτοῖς αὐταδέλφοις σου Ἅγιε.

Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ καλλινίκου Μάρτυρος Ἀστερίου καὶ τῶν αὐταδέλφων καὶ συμμαρτύρων αὐτοῦ, Κλαυδίου, Νέωνος καὶ Νεονίλλης.
Ἀστέριος, Κλαύδιος, ἀλλὰ καὶ Νέων,
ἄθλῳ ξίφους ὤφθησαν ἀστέρες νέοι.
Ἐπὶ ξύλου ταθεῖσα ἡ Νεονίλλα,
ξύλου παλαιοῦ ἐξερεύγεται βλάβην.
Ἀστερίοιο τριακοστῇ, ἠθ’ ἑτάρων δειρὴν τάμον.
Ἐν ὑπατείᾳ Διοκλητιανοῦ τὸ πρῶτον, ἡγεμονεύοντος Λυσίου τῆς Κιλικίας, ἦσαν οἱ Ἅγιοι οὗτοι Χριστιανοί, ἀλλὰ δὴ καὶ αὐτάδελφοι, ἅμα οἰκοῦντες, καὶ χρήματα ἔχοντες ἰκανά. Τῆς οὖν μητρὸς αὐτῶν τελευτησάσης, εἶχον μητρυιάν, καὶ μετὰ ταῦτα τελευτήσαντος καὶ τοῦ πατρός, σπεύδουσα ἡ μητρυιὰ ἀποκερδῆσαι τῶν γονέων αὐτῶν τὰ πράγματα, προδέδωκεν αὐτοὺς τῷ Ἡγεμόνι ὡς Χριστιανούς. Οἱ δὲ νέοι, ἀνακρινόμενοι, εἶπον τῷ Ἡγεμόνι: Ἡμεῖς μὲν ἤδη καταφρονοῦμεν πάντων, ὦ Ἡγεμών, καὶ ἕνεκα τῆς πίστεως ἡμῶν πᾶν ἐπελθὸν ἡμῖν ὑπομενοῦμεν. Ἡ δὲ εἰς τόπον τῆς μητρὸς ἡμῶν ἐκλεγεῖσα οὐ καλῶς, οὐ τὴν θρησκείαν διεκδικοῦσα, παρέστησεν ἡμᾶς τῷ βήματί σου, ἀλλὰ τὴν πατρώαν ἡμῶν καὶ μητρώαν κληρονομίαν σπεύδουσα ἐναποκερδῆσαι, πολλὴν οὖσαν.
Ταῦτα ἀκούσας ὁ Ἡγεμών, τοῦ αὐτοῦ ἐφάνη καὶ οὗτος γενόμενος σκοποῦ, ἰδίῳ τέλει. Καὶ εὐθέως τὸν Κλαύδιον σύραντες ἐκ τεσσάρων, ῥάβδοις τὸν νώτον αὐτοῦ κατέξαινον. Εἰθ’ οὕτως ἐξ ἄκρων τῶν χειρῶν κρεμασθείς, τοὺς πόδας τοῖς ἄνθραξιν ἐνεπυρίζετο, καὶ τὰς πλευρὰς πλήκτροις κατεχαράσσετο· καὶ ὀστράκοις ἀνατρίψαντες, κατέφλεξαν ἐν παπύροις. Ὁ δὲ Ἅγιος, ὡς διόλου ἀκούων ἦν: Θῦσον τοῖς θεοῖς καὶ ἀπαλλάγηθι, ἅπαξ εἰπών. Περὶ τῆς τοῦ Χριστοῦ μου πίστεως καὶ αὐτοῦ τοῦ θανάτου καταφρονῶ, ποίει ὅ θέλεις, ἀπεκρίνατο, καὶ καταγαγόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, τῇ φυλακῇ ἐναπέῤῥιψαν.
Τὸν δὲ Ἀστέριον παρέστησαν πρὸς ὅν ὁ Λυσίας φησί: Τί σου τὸ ὄνομα; Καὶ ὡς σιωπῶν ἦν, θλασθῆναι τοὺς ὀδόντας αὐτοῦ προσέταξεν, ἀκούειν δὲ τὸν Ἅγιον διὰ τοῦ κήρυκος: Θῦσον τοῖς θεοῖς. Ὁ δε: ὁ βούλει ὦ Ἡγεμών, ποιεῖν, ποίει, ἀντέφησεν, ἐγὼ γὰρ οὐ πώποτε τὸν Χριστόν, καὶ Θεόν μου ἀρνήσομαι. Τότε, κρεμασθεὶς κατεξέετο, καὶ ἀνθρακιᾶς ὑποστρωθείσης, οἱ πόδες αὐτοῦ κατεφλέγοντο· εἶτα ῥάβδοις μαστίξαντες, τῇ φυλακῇ παραδεδώκασι, καὶ τὸν Νέωνα παρέστησαν. Ὅς καὶ τὶ τὸ ὄνομα ἐρωτηθείς, ἔφη: Εἰ τὸ ὄνομα βούλει ὦ Ἡγεμών, μαθεῖν, Νέων καλοῦμαι, πλέον δὲ τούτου ἐξ ἐμοῦ μὴ ἐλπίσῃς, αὐτάδελφος ὤν τῶν ἐμοῦ τιμωρηθέντων, διαιρεθῆναι ἀπὸ τούτων οὐ δύναμαι ἀλλὰ ὑπὲρ τῆς τοῦ Χριστοῦ μου ὁμολογίας, καὶ μὴ μένε ποιεῖν ὅ βούλει. Τότε τείναντες καὶ αὐτόν, σφοδρῶς ἔτυψαν, ὑποστρώσαντες καὶ τοῖς ποσὶν αὐτοῦ ἄνθρακας, καὶ τύψαντες ἐπὶ πολλὰς ὥρας τῇ φυλακῇ ἐναπέθεντο.
Τῇ δὲ ἑξῆς προκαθίσαντος τοῦ Λυσίου, παρέστησαν τὸν Ἅγιον Κλαύδιον. Καὶ ὁ Λυσίας: Εἰ σεαυτὸν νουθετήσας καὶ μεταβαλών, ἔφη, κρείττονος γέγονας λογισμοῦ, φράσον ἡμῖν. καὶ ὁ Ἅγιος: Τολμηρώτερός σοι παρίσταμαι ὑπὲρ τὴν χθές, ῥωμαλεώτερος καὶ θαρσαλεώτερος ταῖς βασάνοις σου γεγονώς. Καὶ εὐθέως τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτοῦ ἀσφαλῶς δήσαντες, ἀπῃώρησαν, καὶ ἀρθρέμβολα καὶ χειρολάβους ἐνεγκόντες, τοὺς ἁρμοὺς τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτοῦ ἐξήρθρωσαν, καὶ μετὰ πολλὰς ὥρας τῆς ἀναρτήσεως, καταγαγόντες αὐτὸν ἡμιθανῆ, τῇ φυλακῇ παρέδωκαν.
Ὡς οὖν παρέστη ὁ Ἅγιος Νέων, καὶ ὁ αὐτὸς πάλιν ἦν, τείναντες καὶ αὖθις τοῖς βουνεύροις κατέξαινον, καὶ τὰς προτέρας πληγὰς ἐπαναξάναντες, καὶ ἕν τραῦμα τὸ ὅλον σῶμα ἀπαρτίσαντες, τῇ φυλακῇ ἐναπέῤῥιψαν.
Τότε καὶ τὴν Ἁγίαν ἀδελφὴν Νεονίλλαν ἀχθῆναι ὁ Ἡγεμὼν ἐκέλευσε, καὶ ὡς καὶ ταύτην εὗρε στερεωτέραν πέτρας τῇ πρὸς Χριστὸν πίστει, τὸ πρόσωπον αὐτῆς τύπτειν προστάσσει, τοὺς πόδας τε ἅμα δεθῆναι, καὶ τὰ πέλματα τῶν ποδῶν αὐτῆς λώροις καταικίζεσθαι, καὶ τούτων γενομένων, ἐξ ἄκρων χειρῶν δήσαντες ἀπῃώρησαν. Εἶτα τὴν κεφαλὴν ξυρίσαντες, καὶ ἐκ τεσσάρων τείναντες, λώροις ὠμοῖς κατέξαινον τὰς σάρκας αὐτῆς. Μετὰ δὲ ταῦτα ὑπτίαν ἐν τῇ γῇ ἁπλώσαντες, ἀνθρακιὰν τεθείκασι κατὰ τῶν σπλάγχνων αὐτῆς ζέουσαν, καὶ τοῦ ζῆν διὰ ταύτης ἀπήλλαξαν. Εἰθ’ οὗτω τὸ τίμιον αὐτῆς σῶμα σάκκῳ ἐμβαλόντες, κατὰ μέσον τῆς θαλάσσης ἠκόντισαν. Τοὺς δὲ Ἁγίους Κλαύδιον, Ἀστέριον, καὶ Νέωνα, ἔξω τοῦ τείχους καρατομήσαντες οἱ στρατιῶται, βορὰν τοῖς θηρίοις ἔῤῥιψαν καὶ οὕτως ἐτελειώθησαν οἱ Ἅγιοι καὶ καλλίνικοι τοῦ Χριστοῦ Μάρτυρες καὶ αὐτάδελφοι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων.
Συγκαρτερεῖ σοι Ζηνόβιε, τὸ ξίφος,
ἡ καρτερόφρων, κἄν γυνή, Ζηνοβία.
Οὗτοι ὑπῆρχον ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ, εὐσεβῶν γεννητόρων τέκνα. Καὶ ὁ μὲν Ζηνόβιος συλληφθείς, παρέστη τῷ ἡγεμόνι. Ὡς δὲ ἠρωτᾶτο, ἐπέδωκεν ἑαυτὴν καὶ ἡ ἀδελφὴ αὐτοῦ Ζηνοβία. Τύπτονται οὖν ἀμφότεροι, καὶ εἰς λέβητα πίσσης ἐμβάλλονται. Διατηρηθέντες οὖν τῇ τοῦ Χριστοῦ χάριτι ἀβλαβεῖς, τὴν διὰ ξίφους δέχονται τελευτήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.
Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην,
Διὰ βρόχου κτείνουσιν οἱ χριστοκτόνοι.
Οὗτος, χειροτονηθεὶς ὑπὸ Πέτρου τοῦ Ἀποστόλου, ἀπεστάλη ἐν Συρακούσαις τῆς Σικελίας. Ὅς τοὺς τῶν εἰδώλων ναοὺς εὐχῇ καταστρεψάμενος, καὶ πολλοὺς πρὸς τὴν ἀλήθειαν ἐπαναγαγών, καὶ σημείοις καὶ τέρασι καταπλήξας, υἱοὺς φωτὸς ἀπειργάσατο. Ὅθεν φθόνῳ βαλλόμενοι οἱ Ἰουδαῖοι, μὴ ἐνεγκόντες τὴν παῤῥησίαν αὐτοῦ, κτείνουσιν αὐτὸν θανάτῳ βιαίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν.
Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον,
Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου.
Ἰουλιανὸς καὶ Μακάριος ξίφει,
Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην.
Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε,
Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει.
Οὗτοι οἱ Ἅγιοι ἤθλησαν ἐπὶ Δεκίου Βασιλέως ἐν Ἀλεξανδρείᾳ. Πρῶτος δὲ Ἀλέξανδρος ἐνεχθείς, καὶ μὴ δυνάμενος στῆναι ὀρθός, διὰ τὸ ποδαλγίαν νοσεῖν, σὺν Κρονίωνι, οἰκείῳ αὐτοῦ ὄντι, καμήλοις ὀχούμενος, διὰ μέσης θεατρίζονται, καὶ μετεώρως μαστιχθέντες, τέλος, ἀσβέστου ζέοντος κατ’ αὐτῶν ἐκχυθέντος, τὰ πνεύματα τῷ Κυρίῳ παρέδωκαν. Ἰουλιανὸς δὲ καὶ Μακάριος, μετὰ πολλὰς τιμωρίας, τὰς κεφαλὰς ἀποτέμνονται. Τῶν δὲ λοιπῶν δεκατριῶν οἱ μὲν ξεσθέντες διαφόρως, οἱ δὲ καυθέντες, οἱ δὲ ξίφεσιν ὑποβληθέντες, καὶ τὴν πίστιν αὐτῶν μὴ προδόντες, ἅπαντες τὸν διὰ μαρτυρίου στέφανον ἠνέγκαντο.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας.
Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες,
Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίου.
Αὕτη διεβλήθη τῷ ἡγεμόνι Ἀπελλιανῷ ὡς χριστιανή, καὶ ὡς ἀσχολουμένη ἐν ταῖς φυλακαῖς, καὶ περιποιουμένη τοὺς ἐναποκλείστους Ἁγίους. Καὶ ἐν πρώτοις μὲν κρεμασθεῖσα, λαμπάσι κατεφλέχθη. Ἐλογίζετο δὲ τὴν φλόγα ὡς ὕδωρ, καὶ διεβεβαίου τοῖς πᾶσιν ἄνδρα ὁρᾶν φοβερόν, καταψύχοντα καὶ δροσίζοντα ταύτην, ὅν καὶ οἱ στρατιῶται ἔβλεπον. Εἶθ’ οὕτω σφοδροτέρως κολασθεῖσα, ἐν αὐταῖς ταῖς βασάνους παρέδωκε τὸ πνεῦμα τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κλεόπα.
Οὐχ ὡς τὸ πρὶν βλέπει σε Κλεόπας, Λόγε,
ἀλλὰ τρανῶς νῦν ἐντρυφᾷ σου τῇ θέᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωσήφ, Πατριάρχου Κωνσταντινουπόλεως.
Ἐν Πατριάρχαις Ἰωσὴφ λάμψας μέγα,
Σὺν Πατριάρχαις Οὐρανὸν σκηνὴν ἔχει
Οὗτος, ἐπατριάρχευσε μετὰ τὸν Γερμανὸν τὸν Γ΄, ἐν ἔτει ᾳσό (1270), ἐπὶ τῆς βασιλείας Μιχαὴλ τοῦ Παλαιολόγου τοῦ λατινόφρονος καὶ Ἀζυμίτου καλουμένου, ἦτο δὲ γέρων καὶ μὲ πολυχρόνιον ἄσκησιν καὶ ἀπράγμονα βίον, διατρίβων εἰς τὸ Γαλλήσιον ὄρος. Ἐπειδὴ δὲ ἦτο πάντη ἀμέτοχος παιδείας ἑλληνικῆς, καὶ ἁπλοῦς τὸν τρόπον, διὰ τοῦτο ὁ βασιλεὺς Μιχαήλ, πνευματικῶς ὡμίλει μὲ αὐτόν, καὶ τοὺς λογισμούς του εἰς αὐτὸν ἐξωμολογεῖτο. Ὅθεν καὶ εἰς τὴν πρώτην λειτουργίαν, τὴν ὁποίαν ἐτέλει μετ’ ἄλλων ἀρχιερέων, προσελθὼν ὁ βασιλεὺς ἔπεσε πρηνὴς εἰς τὰ πρόθυρα τοῦ ἱεροῦ Βήματος, καὶ ἔλεγεν ὅτι ὑπέπεσεν εἰς δύο ἁμαρτήματα, τῆς παραβάσεως τῶν ὄρκων τοὺς ὁποίους ἐποίησε, καὶ τῆς τυφλώσεως τοῦ υἱοῦ τοῦ βασιλέως, καὶ δι’ αὐτὰ ἐζήτει συγχώρησιν. Πρῶτος λοιπὸν ὁ Πατριάρχης οὗτος Ἰωσήφ, ἐπιστὰς τῷ βασιλεῖ πρηνεῖ καὶ ὑποκεκλιμένῳ, ἀνέγνωσεν αὐτῷ ἔγγραφον εὐχήν, καὶ ἀκολούθως ἀνέγνωσαν αὐτῷ καὶ ἕκαστος τῶν ἀρχιερέων τὸν τῆς συγχωρήσεως λόγον, καὶ οὕτως ἐξῆλθεν ὁ βασιλεὺς χαίρων, νομίζων ὅτι μὲ τὴν συγχώρησιν τοῦ πατριάρχου καὶ τῶν ἀρχιερέων ἔμελλε νὰ καταστήσῃ καὶ τὸν Θεὸν ἵλεων καὶ εὐμενῆ. Ἐπειδὴ δὲ ὁ Ἰωσὴφ οὗτος δὲν ἐδέχθη τὴν ἕνωσιν μὲ τὴν ὁποίαν διεπραγματεύθη ὁ Μιχαήλ, μὲ τὸν Ῥώμης Γρηγόριον τὸν Ι΄, παρῃτήθη τοῦ θρόνου, καὶ μετέβη εἰς τὸ Μοναστήριον τὸ καλούμενον Βόσπορον, ἵνα διέλθῃ ἐν ἡσυχίᾳ τὸ λοιπὸν τῆς ζωῆς του. Ἀντὶ δὲ τούτου ἔγινε Πατριάρχης ὁ λατινόφρων Ἰωάννης ὁ Βέκκος, ἐν ἔτει ᾳσοδ΄ (1274) ἀφ’ οὗ δὲ ἀνεχώρησεν ὁ Βέκκος, πάλιν ἔγινε Πατριάρχης ὁ θεῖος οὗτος Ἰωσήφ, ἐπὶ τῆς βασιλείας Ἀνδρονίκου τοῦ Παλαιολόγου. Καταβεβλημένος δὲ ὤν ὑπὸ τοῦ γήρατος καὶ τῆς ἀσθενείας, τρεῖς μῆνας μόνον ἐπατριάρχευσε καὶ ἀναχωρήσας ἀπὸ τὸν θρόνον διὰ τὴν τότε συμβᾶσαν στάσιν τῶν ἐκκλησιαστικῶν, ὀλίγον ὕστερον ἀπέθανε.














Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων εκ τῶν Ἑβδομήκοντα, Τερτίου, Μάρκου, Ἰούστου, καὶ Ἀρτεμᾶ.
Ὑπογραφεὺς σὺ τῶν λόγων τῶν τοῦ Παύλου,
ἐγὼ δὲ σός, Τέρτιε, συγγραφεὺς νέος.
Ὑπηρέτην σε τῶν Ἀποστόλων ἔγνων,
ἀλλ’ αὖθις οἶδα καὶ συνεργάτην Μάρκε.
Εὑρὼν Ἰησοῦν Ἰησοῦς σωτηρίαν,
Σωτὴρ ἐδείχθη τοῖς ἄλλοις φερωνύμως.
Δόξης μετέσχεν Ἀρτεμᾶς τῆς τῶν νόων,
Τὸν νοῦν φυλάξας ἄρτιον τῷ Κυρίῳ.
Οὗτοι εισὶν ἐν τῶν Ἑβδομήκοντα, ἐν τῇ πρὸς Θεὸν πίστει πεφωτισμένοι.
Καὶ ὁ μὲν Τέρτιος, ἐπίσκοπος δεύτερος Ἰκονίου μετὰ Σωσίπατρον, και τούτου τὸ ὑστέρημα ἀνεπλήρωσε, καὶ τοὺς παραληφθέντας πάντας τῷ Ἁγίῳ Βαπτίσματι ἀνεκαίνισε, θαυματουργὸς ἐξαίσιος γεγονώς.
Μάρκος δὲ ὁ τοῦ Βαρνάβα πρὸς ἀδελφοῦ ἀνεψιός, οὗ ὁ Ἀπόστολος ἐν ταῖς ἐπιστολαῖς μέμνηται, καὶ αὐτὸς Ἀπολλωνιάδος Ἐπίσκοπος προκεχείριστο, ἐξολοθρεύσας ἐν τῷ τῆς ἀληθείας κηρύγματι, τὰ τῶν εἰδώλων σεβάσματα.
Ἰοῦστος δὲ ὁ καὶ Ἰησοῦς, Ἐλευθερουπόλεως ἐπίσκοπος γέγονε, πάντα ἑλκύσας εἰς ἐπίγνωσιν τῆς ἀληθείας, τῷ λόγῳ τῆς διδασκαλίας αὐτοῦ.
Ἀρτεμᾶς δὲ Λύστροις ἐπισκοπεῖ, πᾶσαν δαιμονικὴν λύσας στραγγαλιάν, ὡς τοῦ Χριστοῦ δόκιμος ὑπηρέτης. Οὗτοι ὑπὲρ τῆς εὐσεβείας ἀγωνισάμενοι, καὶ πειρασμοῖς οὐ τοῖς τυχοῦσι περιπεσόντες, ἐν εἰρήνῃ τὰ πνεύματα αὐτῶν τῷ Κυρίῳ παρέθεντο.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἐννέα Μάρτυρες, πυρὶ τελειοῦνται.
Πρὸς τὴν κάμινον θαρσύνει τοὺς ἐννέα,
Θείου πόθου κάμινος ἐκκεκαυμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μανουήλ, ξίφει τελειοῦται.
Ξίφει χεθήτω, κἄν κοτύλη φησί μοι,
ὁ Μανουὴλ πέφυκεν αἵματος μία.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δομέτιος, ξίφει τελειοῦται.
Νῦν καταφέρει τὴν σπάθην Δομετίου,
ὁ δεινὸν οὗτος εἰσορῶν σπαθηφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δήμιός τις τὸν Χριστὸν ἐπιγνούς, καὶ ἐν ζοφώδει φρουρᾷ βληθείς, τελειοῦται.
Εἱρκτὴν σκοτεινήν, Δήμιος κατεκρίθη,
Γνοὺς Χριστόν, ἐξάγοντα φῶς ἀπὸ σκότους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀπολλωνίας τῆς παρθένου καὶ πρεσβύτιδος, καὶ τῶν σὺν αὐτῆς ἐν Ἀλεξανδρείᾳ Μάρτυρες κατὰ τὸν 3ο αἰώνα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεράποντος τοῦ ἐν Λυθροδόντᾳ τῆς Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ὁσίων αὐταδέλφων Στεφάνου Μιλιούτιν καὶ Θεοκτίστου καὶ τῆς μητρὸς αὐτῶν Ἑλένης τῶν Σέρβων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ΄ Οὐκ ἐλάτρευσαν.
Οἱ καλλίνικοι, Χριστοῦ μεγαλομάρτυρες, Νέων Ἀστέριος καὶ Κλαύδιος ὁ κλεινός, συμφώνως τιμάσθωσαν, σὺν Νεονίλλῃ ὁμοῦ, ἐναθλήσαντες, καὶ τὸν ἐχθρὸν αἰσχύναντες, ἀνενδότῳ καρτερίᾳ.
Ῥώμῃ ἄνωθεν, τῇ θείᾳ δυναμούμενοι, κατεπαλαίσατε, ὁμοφροσύνῃ ψυχῆς, αὐτάδελφοι ἔνδοξοι, ἐχθρὸν τὸν δόλιον, καὶ ἐδείξατε, τοῖς πᾶσι τὸ ἀήττητον, εὐσεβείας θεῖον κράτος.
Ὥσπερ ἄσαρκος, ξεσμοὺς καὶ τὴν κατάφλεξιν, πυρὸς ὑπέμεινας καὶ ἀναρτήσεις δεινάς, τῇ δρόσῳ τοῦ Πνεύματος Μάρτυς Ἀστέριε, ὅθεν ἔφλεξας, τοῖς ἄνθραξι τῶν πόνων σου, πᾶσαν ὕλην τῆς ἀπάτης.
Θεοτοκίον.
Νεκρωθέντα με, τοῖς δήγμασι τοῦ ὄφεως, πρὸς σὲ κατέφυγον, τὴν τὸν ζωοῦντα νεκρούς, Χριστὸν σωματώσασαν, ἵνα ζωώσῃς με, τῇ σῇ χάριτι, Ὑπεραγία Δέσποινα, τῶν βροτῶν ἡ σωτηρία.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γνώμῃ ἐν μιᾷ καὶ συμφωνίᾳ, ἁγίᾳ τοῦ μαρτυρίου διανύσαντες, ἀγῶνα τὸν μέγιστον, ἅγιοι αὐτάδελφοι, μεγίστων ἠξιώθητε παρὰ Χριστοῦ ἀμοιβῶν, μεγάλων ὅθεν ῥύεσθε πόνων, τοὺς ἐπιτελοῦντας, ὑμῶν τὴν θείαν μνήμην.
Ἔχοντες τὸν νοῦν προσηλωμένον, πρὸς μόνον τὸ τοῦ Σωτῆρος κάλλος Ἅγιοι, βάσανα πολύπλοκα, ὥσπερ ἄλλου πάσχοντος, γενναίως ὑπομείνατε ὁμοῦ κραυγάζοντες· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥείθροις τῶν αἱμάτων τῆς κακίας, τὴν κάμινον Ἀθλοφόροι κατασβέσαντες, ἅπασαν ἡρδεύσατε, εὐσεβῶν διάνοιαν, πρὸς εὐκαρπίαν κρείττονα ὑμᾶς γεραίρουσαν, Ἀστέριε καὶ Κλαύδιε Νέων, σὺν τῇ Νεονίλλῃ, Ἀγγέλων συμπολῖται.
Θεοτοκίον.
Ἄχραντε Παρθένε Θεοτόκε, Ἀγγέλων καὶ Ἀρχαγγέλων ἀγαλλίαμα, Ἀθλητῶν ἐνίσχυμα, Ἀσκητῶν τὸ καύχημα, καὶ πάντων τῶν ὑμνούντων σε θερμὸν προσφύγιον, μὴ παύσῃ προστατεύουσα Κόρη, τῶν ὑπερυψούντων, τὸν ἄφραστόν σου τόκον.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Στέφανον ζωῆς, καὶ δόξα ἀμάραντον καὶ φῶς ἀΐδιον, Ἅγιε Ἀστέριε, ξίφει τὴν κάραν τμηθεὶς ἀπέλαβες, παρὰ Χριστοῦ μακάριε, σὺν τοῖς ὁμαίμοσι, μεθ’ ὧν αἴτει, δοῦναι ἡμῖν ἄφεσιν, καὶ παθῶν πολυτρόπων ἐκλύτρωσιν.
Ἴσον ἐπὶ γῆς, ἀγῶνα ἀνύσαντες Ἅγιοι Μάρτυρες, ὡς σοφοὶ αὐτάδελφοι, Νέων καὶ Κλαύδιε καὶ Ἀστέριε, καὶ Νεονίλλα πάνσεμνε ἴσως ἐτύχετε, τῶν βραβείων ἐκ Θεοῦ μακάριοι, ἐν σκηναῖς οὐρανῶν ἀγαλλόμενοι.
Μνήμην τὴν σεπτήν, τὴν σὴν ὦ Ἀστέριε πανηγυρίζοντες, ὡς προστάτην ἕτοιμον, καὶ πρεσβευτήν σε πρὸς τὸν Φιλάνθρωπον, ὑμνοῦμεν καὶ βοῶμέν σοι οἱ σοὶ ὁμώνυμοι· τὸν Δεσπότην, σὺ τοῖς αὐταδέλφοις σου, ὑπὲρ πάντων ἡμῶν καθικέτευε.
Ὅρμῳ γαληνῷ, τῆς ἄνω λαμπρότητος Ἅγιοι Μάρτυρες, ἤδη προσωρμίσθητε, τὸ τῶν βασάνων πλεύσαντες πέλαγος, τῇ αὔρᾳ τῇ τοῦ Πνεύματος οἰακιζόμενοι, καὶ τοῖς πᾶσιν, εἰρήνην καὶ ἔλεος, ἐκ Θεοῦ ἐξαιτούμενοι πάντοτε.
Θεοτοκίον.
Ὕμνοις καὶ ᾠδαῖς, τὴν σὴν μεγαλύνομεν μεγαλειότητα, Κόρη παντευλόγητε, ὅτι μεγάλων πόνων ἐρῥύσθημεν, τῇ ὑπὲρ νοῦν κυήσει σου καὶ ἀπελάβομεν, τὴν ἀρχαίαν, δόξα καὶ λαμπρότητα, ἐξ ἧς πάλαι δολίως πεπτώκαμεν.



Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Μαρτύρων τὴν αὐτάδελφον, χορείαν καὶ τετράριθμον, ὑμνήσωμεν ἐκβοῶντες· Ἀστέριε ἀθλοφόρε, σὺν τοῖς κλεινοῖς συγγόνοις σου, ἀπαύστως καθικέτευε, ὑπὲρ ἡμῶν δεόμεθα, ὡς ἄν ῥυώμεθα πάσης, ἀνάγκης καὶ ἐπηρείας.
Θεοτοκίον.
Μαρία Μητροπάρθενε, Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν βροτῶν σωτηρία, σῶζε ἡμᾶς σαῖς πρεσβείαις, ἐκ πάσης περιστάσεως, καὶ προσβολῶν τοῦ ὄφεως, καὶ τῶν ἐν βίῳ θλίψεων, καὶ αἴτει Θεογεννῆτορ, ἡμῖν πταισμάτων τὴν λύσιν.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν αὐταδέλφων Μαρτύρων καὶ Ἀθλητῶν τοῦ Χριστοῦ, τὴν μνήμην ἐκτελοῦντες, ἐκβοήσωμεν τούτοις· Ἀστέριε καὶ Νέων σὺν τῇ σεμνῇ, Νεονίλλῃ καὶ Κλαύδιε, ὑπὲρ ἡμῶν δυσωπεῖτε διὰ παντός, ἡμῖν δοῦναι θεῖον ἔλεος.

Τοὺς σπαραγμοὺς τῆς σαρκός σου στεῤῥῷ φρονήματι, Ἀστέριε ἐνέγκας, δι’ ἀγάπην τὴν θείαν, εἰς τέλος τὴν ἀπάτην τῶν δυσμενῶν, διεσπάραξας Ἅγιε, καὶ ἐναθλήσας νομίμως ὑπὲρ Χριστοῦ, νίκης στέφανον ἀπείληφας.

Τὰς ἀπειλὰς τῶν τυράννων μηδὲν ἡγούμενος, Ἀστέριε παμμάκαρ, σὺν τοῖς σοῖς αὐταδέλφοις, ποικίλων ἀλγηδόνων πόθῳ Χριστοῦ, ἀληθῶς κατισχύσατε, καὶ κεφαλὰς ἐκτμηθέντες πρὸς οὐρανόν, νικηφόροι ἀνεδράμετε.

Τῆς ὑπὲρ νοῦν εὐφροσύνης τρυφῶντες Μάρτυρες, Ἀστέριε τρισμάκαρ, σὺν τοῖς σοῖς αὐταδέλφοις, ἀπαύστως δυσωπεῖτε ὑπὲρ ἡμῶν, τὸν Φιλάνθρωπον Κύριον, ἵνα ῥυώμεθα πάσης ἐπιφορᾶς, δυσπραγίας τε καὶ θλίψεως.

Δόξα. Ἦχος πλ. Α΄.
Ἀδελφικῇ ἀγάπῃ συνδούμενοι, τοὺς μαρτυρικοὺς ἀγῶνας, ὁμοῦ διηνύσατε, ἐν μιᾷ καρδίᾳ τετράριθμοι Μάρτυρες, θεοπρεπῶς γὰρ ἀριστεύσαντες, ἔξω κόσμου καὶ σαρκὸς γεγόνατε, τῇ ἐπαγωγῇ τῶν ἀνυποίστων αἰκισμῶν, καὶ τὴν πλάνην καταβαλόντες, νικητοῖς στεφάνοις παρὰ Χριστοῦ ἐκοσμήθητε, ὡς Ἀθληταὶ ἀήττητοι. Ἀλλ’ ὦ Ἀστέριε, σὺν τοῖς αὐταδέλφοις , ἀδιαλείπτως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε…

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὦ Ἀστέριε Ἀθλητά, ὁ ἐν τοῖς συγγόνοις διαλάμπων ὥσπερ ἀστήρ, χαίροις συνωνύμων, τῶν σῶν θερμὸς προστάτης, οὕς φύλαττε καὶ σκέπε τῇ ἀντιλήψει σου.








ΠΑΡΑΚΛΗΣΙΣ

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ Τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ μαρτυρίου τὸν ἀγῶνα τελέσας Μάρτυς Ἀστέριε, λαμπρὸς ἐδοξάσθης παρὰ Χριστοῦ ὡς Ἀθλητὴς ἀήττητος, ὅθεν ἀεὶ πρέσβευε πάσης ῥύεσθαι βλάβης καὶ παντοίων θλίψεων, καὶ παθῶν καὶ κινδύνων, τοὺς ἐκζητοῦντας Ἅγιε πιστῶς, τῆς βοηθείας τῆς σῆς τὴν ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…

Ὁ Ν΄ ψαλμός, καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς: Ἀστέριε, σῷζε σοὺς οἰκέτας. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, Ἀστέριε μάρτυς ἀνομίας πάσης ἡμᾶς, ταῖς σαῖς ἀπολύτρωσαι πρεσβείαις, ὡς ἄν Κυρίῳ ἀμέμπτως λατρεύσωμεν.
Σωμάτων ὀδύνης καὶ τῆς ψυχῆς, ἀπάλλαξον Μάρτυς ἱκεσίαις σου πρὸς Χριστόν, τοὺς πίστει καὶ πόθῳ σὲ τιμῶντας, καὶ τῶν πταισμάτων ἡμῖν αἴτει ἄφεσιν.
Τοῖς πόνοις σου ᾔσχυνας τὸν ἐχθρόν, Ἀστέριε Μάρτυς διὸ πόνων ἡμᾶς πολλῶν, λιταῖς σου ἀπάλλαξον καὶ δίδου, ἡμῖν ἰσχὺν καθαρῶς πολιτεύεσθαι.
Θεοτοκίον.
Ἐτέχθη ἀφθόρως ἐκ σῆς γαστρός, ὁ ἄχρονος Λόγος, ἀλογίας ἐλευθερῶν, τοὺς πίστει τιμῶντάς σε Παρθένε, διὸ φθορᾶς τῶν παθῶν κἀμὲ λύτρωσαι.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ῥύπου πάσης κακίας τοῖς ῥυπτικοῖς νάμασι, τῶν σῶν πρεσβειῶν Ἀθλοφόρε ἡμᾶς ἀπόπλυνον, καὶ ἀσινεῖς ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ Βελίαρ, φύλαττε Ἀστέριε τοὺς σὲ γεραίροντας.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν παθῶν ἴασιν, καὶ πλημμελημάτων παντοίων τὴν ἀπολύτρωσιν, Μάρτυς Ἀστέριε, ὡς παῤῥησίαν μεγίστην, μετὰ τῶν συγγόνων σου, ἔχων πρὸς Κύριον.
Ἐκτενῶς ἐκδυσώπει τὸν ἀγαθὸν Κύριον, δοῦναι τοῖς ἱκέταις σου Μάρτυς εἰρήνην ἄνωθεν, καὶ φῶς οὐράνιον, σὺν τοῖς κλεινοῖς ἀδελφοῖς σου, ὡς ἄν βίον ἔνθεον, πολιτευσώμεθα.
Θεοτοκίον.
Σωτηρίας τεκοῦσα τὸν ἀρχηγὸν Ἄχραντε, σάρκα τὴν ἡμῶν εἰληφότα, δι’ ἀγαθότητα αὐτὸν ἱκέτευε, σῶσαι κἀμὲ τὸν ἀχρεῖον, τὸν παραπικράναντα, αὐτοῦ τὸν εὔσπλαγχνον.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀστέριε Ἀθλοφόρε, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ…

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς Μάρτυς στεῤῥὸς Χριστοῦ τοῦ Παντοκράτορος, δυσώπει ἀεὶ Ἀστέριε μακάριε, μετὰ τῶν αυταδέλφων σου, τοῦ ἐχθροῦ καὶ δεινοῦ κοσμοκράτορος, ἐπηρειῶν ἐκλυτροῦσθαι ἡμᾶς, τοὺς μέλποντας Ἅγιε τοὺς ἄθλους σου.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς θερμὸς ἀντιλήπτωρ μου, ῥύου με Ἀστέριε πάσης θλίψεως, καθ’ ἑκάστην ἐπορέγων μοι, χεῖρας βοηθείας τῷ οἰκέτῃ σου.
Ζάλης πάσης ἀπάλλαττε, τῆς κατὰ ψυχῆς καὶ σῶμα δεόμεθα, τοὺς προστρέχοντας Ἀστέριε, τῇ συμπαθεστάτῃ προστασίᾳ σου.
Ἐν Χριστῷ δυναμούμενοι, Μάρτυρες αὐτάδελφοι ἠγωνίσασθε, και καθείλετε τὸν τύραννον, καὶ προστάται πάντων ἡμῶν ὤφθητε.
Θεοτοκίον.
Σαρκωθεῖς ἐξ αἱμάτων Σου, Ὁ τὸ εἶναι πᾶσι παρέχων Κύριος, προστασίαν Σε ἀνέδειξε, πάντων τῶν ἀνθρώπων Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, οικτιρμῶν Χριστοῦ τὸ ἔλεος, ταῖς πρὸς Κύριον πρεσβείαις σου σοφέ, ἵνα πόθῳ σὲ γεραίρομεν Ἀστέριε.
Ὕψωσον ἡμᾶς, ἐκ βυθοῦ τῶν παραπτώσεων, ἐπὶ πέτραν μετανοίας ἀσφαλῆ, τοὺς προστρέχοντας Ἀστέριε τῇ σκέπῃ σου.
Σύμφρων ἐν παντί, τοῖς συγγόνοις σου γενόμενος, σὺν αὐτοῖς κατηγωνίσω τὸν ἐχθρόν, οὗ τῆς λύμης ἡμᾶς λύτρωσαι Ἀστέριε.
Θεοτοκίον.
Ὄρος ὑψηλόν, καὶ κατάσκιον τοῦ Κτίσαντος, ὕψωσόν μου τὴν διάνοιαν Ἁγνή, πρὸς ἀγάπην τοῦ ἐκ σοῦ Παρθένε λάμψαντος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰσχύϊ, τῇ θεϊκῇ τὰς ὀδύνας, στεῤῥοτάτῃ καθυπέμεινας γνώμῃ, ὅθεν ἡμᾶς ὀδυνῶν πολυτρόπων, καὶ πειρασμῶν όλεθρίων ἀπάλλαξον, Ἀστέριε Μάρτυς Χριστοῦ καὶ χαρὰν ἡμῖν δίδου ούράνιον.
Καθεῖλες, τὸν πολυμήχανον ὄφιν, ἀνενδότῳ σου ἀθλήσει παμμάκαρ, ὅθεν ἡμᾶς τῆς αὐτοῦ πονηρίας, καὶ κακουργίας ἀτρώτους διάσωζε, πρεσβείαις σου πρὸς τὸν Χριστόν, Ἀθλοφόρε Ἀστέριε ἔνδοξε.
Ἐκ πάσης, φθοροποιοῦ ἀλγηδόνος, καὶ παντοίων παθημάτων καὶ νόσων, καὶ συνοχῆς καὶ στενώσεως πάσης, ἐπερχομένων κινδύνων καὶ θλίψεων, Ἀστέριε Μάρτυς Χριστοῦ, ἀνωτέρους ἡμᾶς διαφύλαττε.
Θεοτοκίον.
Τὸν πάντων, Δημιουργὸν καὶ Δεσπότην, ὅν ἀφράστως ἀπεκύησας Κόρη, ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀπαύστως, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν, μετάνοιαν εἰλικρινῆ, Θεοτόκε καὶ βίου διόρθωσιν.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀστέριε Ἀθλοφόρε, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε…

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὥσπερ ἀστὴρ ἐν τοῖς Μάρτυσιν ἔλαμψας, καὶ καταυγάζεις ἡμῶν τὴν διάνοιαν, καὶ νῦν τῶν παθῶν τὴν σκοτόμαιναν, ἐκ τῶν ψυχῶν ἡμῶν λῦσον Ἀστέριε, φωτὶ πρεσβειῶν σου δεόμεθα.






Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ἄστρον φαεινότατον, ἐν Ἀθλοφόροις ἐδείχθης, καὶ σὺν τοῖς ὁμαίμοσι, τὸν τοῦ σκότους ἄρχοντα καταβέβληκας, Ἀθλητὰ ἔνδοξε, Ἀστέριε μάκαρ, διὰ τοῦτό σου δεόμεθα, ἀπαύστως πρέσβευε, μετὰ τῶν κλεινῶν αὐταδέλφων σου, Χριστῷ τῷ πανοικτίρμονι, ἄφεσιν πταισμάτων δωρήσασθαι, καὶ ἰσχὺν διδόναι, πατεῖν τὰς μεθοδείας τοῦ ἐχθροῦ, τοὺς εὐλαβῶς μακαρίζοντας, τοὺς στεῤῥοὺς ἀγῶνάς σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Αἰκισμοὺς δριμυτάτους ὑπομείνας κουφίζεις ἡμῶν ἑκάστοτε, τοὺς πόνους καὶ τὰ ἄλγη, τῇ σῇ ἐπιστασίᾳ, τῶν βοώντων Ἀστέριε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Συνοχῆς ὀλεθρίου και παθῶν ἀκαθάρτων ψυχῆς καὶ σώματος, καὶ πάσης ἁμαρτίας ἀπάλλαττε ἀπαύστως, τοὺς βοῶντας Ἀστέριε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γνώμην ἔχοντες μίαν ὁμοφρόνως ἠθλήσατε παναοίδιμοι, τετρὰς ἡ τῶν Μαρτύρων, διὸ ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ τηρήσατε, ἀπεριτρέπτους ἡμᾶς, αὐτάδελφοι ὁπλῖται.
Θεοτοκίον.
Ἐξ ἐχθρῶν ἀοράτων καὶ ποικίλων σκανδάλων και περιστάσεων, διάσωζε ἀτρώτους, Παρθένε Θεοτόκε, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε ἡμῶν προσφυγή, καὶ πάντων προστασία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, ψυχῆς καὶ σώματος Μάρτυς, τοῖς ὑμνοῦσί σου Ἀστέριε τοὺς ἄθλους, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἄνωθεν Μάρτυς, δίδου ἡμῖν ἀοράτως, τὴν ταχεῖάν σου βοήθειαν ἐν πᾶσι, τοῖς ἀνευφημοῦσι, τοὺς ἱεροῦς σου ἄθλους.
Σύντριψον Μάρτυς, τὸν πολυμήχανον ὄφιν, ὠρυόμενον κατὰ τῶν οἰκετῶν σου, καὶ τῆς τούτου βλάβης, ἀτρώτους ἡμᾶς τήρει.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ ἐκκάθαρον τὸν νοῦν μου ῥυπωθέντα, ῥεῖθροις σωτηρίοις, τῶν οἰκτιρμῶν σου Κόρη.




ᾨδὴ θ΄ . Κυρίως Θεοτόκον.
Μαρτύρων ταῖς χορείαις, σὺν τοῖς αὐταδέλφοις, συναγελάζων παμμάκαρ Ἀστέριε, σὺν αὐτοῖς αἴτει διδόναι ἡμῖν τὰ κρείττονα.
Ὤ Μάρτυς τοῦ Σωτῆρος, Ἀστέριε μάκαρ, τῆς σωτηρίας ἡμᾶς καταξίωσον, ταῖς πρὸς αὐτὸν μεσιτείαις σου δυσωποῦμέν σε.
Ὑδάτων ζωηῤῥύτων, ἐντρυφῶν ἀΰλως, σὺν τοῖς κλεινοῖς ἀδελφοῖς σου Ἀστέριε, σταγόνα χάριτος θείας κἀμοὶ ἀπόμβρησον.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ χαῖρέ σοι κράζομεν, σὺ γὰρ ἐπήγασας κόσμῳ τὴν ἀγαλλίασιν.

Ἄξιόν ἐστι, καὶ τὰ Μεγαλυνάρια.
Ἄστρον εὐσεβείας θεοφεγγές, Ἀστέριε Μάρτυς ταῖς ἀκτῖσι ταῖς νοηταῖς, τῆς σῆς προστασίας, παθῶν λῦσον τὸν ζόφον, καὶ εὐφροσύνης φέγγος ἡμῖν ἀνάτειλον.
Ἤθλησας Ἀστέριε ἀνδρικῶς, σὺν τοῖς αὐταδέλφοις καὶ κατήσχυνας τὸν ἐχθρόν, οὗ τῆς πονηρίας, ἀπήμονας συντήρει, τοὺς ἐκζητοῦντας Μάρτυς τὴν σὴν βοήθειαν.
Πόνους ἀφορήτους ὑπενεγκών, πόνων ἐκλυτροῦσαι Ἀθλοφόρε καὶ ὀδυνῶν, τοὺς ἐν εὐλαβείᾳ, τῇ θείᾳ σου εἰκόνι, Ἀστέριε ἑστῶτας καὶ εὐφημοῦντάς σε.
Χαίροις αὐταδέλφων τετρὰς σεπτή , Ἀστέριε Νέων Νεονίλλα ἡ θαυμαστή, μετὰ τοῦ Κλαυδίου, τὰ πανευώδη ἄνθη, τὰ πνέοντα τοῖς πᾶσιν, ὀσμὴν οὐράνιον.
Χαίρων ἠγωνίσω ὑπὲρ Χριστοῦ, σαρκὸς ἀφειδήσας, οὐρανόφρονι λογισμῷ, ὅθεν Ἀσωμάτων, συνόμιλος ἐγένου, σὺν τοῖς τρισὶν Ἀστέριε αὐταδέλφοις σου.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Ἀστέριε Μάρτυς, σὺν τοῖς θείοις σου ἀδελφοῖς, ὅπως ἐν εἰρήνῃ, διάγωμεν τὸν βίον, καὶ δόξης οὐρανίου ἀξιωθείημεν.
Πᾶσαι τῶν Ἀγγέλων…

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, ἔχων πρὸς αὐτὸν παῤῥησίαν ἀπαύστως πρέσβευε, Ἅγιε Ἀστέριε, σὺν τοῖς ὁμαίμοσι, πάσης ῥύεσθαι θλίψεως, καὶ πάσης ἀνάγκης, τοὺς θερμῶς προστρέχοντας, τῇ ἀντιλήψει σου, λύων συμφορῶν τὸν χειμῶνα, καὶ χαρὰν τὴν θείαν παρέχων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου...

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου