Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 27. ΟΣΙΟΣ ΘΕΟΔΩΡΟΣ ΓΡΑΠΤΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ ΚΖ΄!!
ΘΕΟΔΩΡΟΣ ΓΡΑΠΤΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’  καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τοὺς διωγμοὺς καὶ τὰς θλίψεις ὑπὲρ Εἰκόνος Χριστοῦ, ἡ ἐν ὑψίστοις Πάτερ, ἀληθὴς εὐφροσύνη, καὶ ἄληκτος φαιδρότης καὶ χαρμονή, διεδέξαντο Ἅγιε, ὧν μετασχεῖν ἐκδυσώπει τοὺς εὐλαβῶς, ἀνυμνοῦντάς σε Θεόδωρε.

Πυρὶ τῆς θείας ἀγάπης Πάτερ Θεόδωρε, ἐφλέχθης ὑπομένων, τῆς σαρκὸς τὰς στρεβλώσεις, σεβόμενος Εἰκόνα τὴν τοῦ Χριστοῦ, ὑπὲρ ἧς καὶ τὸ πρόσωπον, πυρὶ σιδηρῷ ἐγράφης καὶ πρὸς ζωήν, τὴν ἀθάνατον ἀνέδραμες.

Τὸν τοῦ Κυρίου ἐπ’ ὤμων Σταυρὸν ἀράμενος, Θεόδωρε τρισμάκαρ, εὐηρέστησας τούτῳ, ἐγράφης τῷ πρόσωπῳ καὶ μιμητής, τῶν παθῶν Αὐτοῦ γέγονας· ὅθεν τὸ στέφος ἐδέξω ἐν οὐρανοῖς, θεῖε Πάτερ τὸ ἀμάραντον.

Τῶν ἀρετῶν διαλάμπων τοῖς κατορθώμασιν, ὁμολογίας στόμα, ἀληθῶς ἀνεδείχθη, Εἰκόνων τῶν Ἁγίων κηρύξας τρανῶς, τὴν προσκύνησιν Ἅγιε, ὑπὲρ ὧν ἤνεγκας πόνους ἐν τῇ σαρκί, ὥσπερ ἄσαρκος Θεόδωρε.

Δόξα. Ἦχος δ΄.
Τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας τῷ πνεύματι, ναὸς τῆς Ἁγίας Τριάδος ἱερώτατος γέγονας, τῇ καθαρᾷ ζωῇ σου, παμμακάριστε Θεόδωρε, καὶ τῇ σεπτῇ σου ὁμολογίᾳ, ὑπὲρ τῶν Ἁγίων Εἰκόνων, στῦλος ἐδείχθης τῆς Ἐκκλησίας. Διὸ ἐν τοῖς οὐρανοῖς οἰκῶν, σὺν τῷ σῷ ἀδελφῷ Θεοφάνῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σπήλαιῳ παρώκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· δόξα τῇ συγκαταβάσει Σου, μόνε φιλάνθρωπε.


Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χάρις τοῦ παντουργοῦ, Πνεύματος σοὶ ἐδόθη, ὁμολογίας Πάτερ, καὶ ὤφθης τῶν Εἰκόνων, ὑπέρμαχος Θεόδωρε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Σκεῦος τῶν ἀρετῶν, κειμήλιον δογμάτων, σεπτὴ στηλογραφία, καὶ φύλαξ τῶν Εἰκόνων, Θεόδωρε γεγένησαι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τρίβον τῶν ἀρετῶν, βαδίσας θεοφόρως, ὁμολογίας στέφος, Θεόδωρε ἐδέξω, καλῶς ἀγωνισάμενος.

Δόξα. Τριαδικόν.
Φύσις τρισολαμπής, ὁμόδοξε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ Θεοδώρου, σῶζε τοὺς Σὲ δοξάζοντας.

Καὶ νῦν. Θεοτοκίον.
Πόνους καρτερικούς, ὑπήνεγκε προθύμως, Θεόδωρος ὁ θεῖος, ὑπὲρ τῆς Σῆς Εἰκόνος, καὶ τοῦ Υἱοῦ Σου πάναγνε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείοις στίγμασι, σεσημασμένος, δῶρον ἔμψυχον, τῷ Ζωοδότῃ, προσηνέχθης θεοφόρε Θεόδωρε· Ἀσκητικαὶς δωρεαὶς γὰρ κοσμούμενος, ὁμολογίας Ἀγώσι διέλαμψας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ συνεσταύρωσαι ἀσκητικῇ βιοτῇ, μισήσας ὡς πάνσοφος τὰς ἐφημέρους τρυφάς, καὶ πᾶσαν ἀπόλαυσιν· ὅθεν εἰκονομάχων, καθελὼν τοῖς σοῖς λόγοις, τιμήσας Θεόδωρε, τὴν Εἰκόνα τὴν θείαν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ὑμνούντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. 

Ἀπόλυσις.




ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων ἐξανατείλαντα, καὶ ὡς Υἱὸν ἐν κόλπῳ Πατρικῷ ἀεὶ ὄντα· αὖθις δὲ ἐπ' ἐσχάτων, ἀγκάλαις Μητρός, ὡς ἐν θρόνῳ καθήμενον, καὶ ὑπ Ἀγγέλων Ποιμένων, Μάγων τε νῦν , προσκυνούμενον ὑμνήσωμεν.

Ἐν Βηθλεὲμ συνελθόντες, πιστοὶ κατίδωμεν, τὸν τῶν ἁπάντων Κτίστην, κείμενον ἐν τῇ φάτνῃ, καὶ τοὺς ἐκ Χαλδαίων δῶρον καλόν, προσκομίζοντας τρίϋλον, ὡς Βασιλεῖ, ὡς Θεῷ τε καὶ δι' ἡμᾶς, τριημέρῳ ἐσομένῳ νεκρῷ.

Ἐκ τῆς Παρθένου ἐτέχθης, ὑπὸ τὸ Σπήλαιον· καὶ στρατιαὶ Ἀγγέλων, ἐπιστᾶσαι ἐβόων· Δόξα ἐν ὑψίστοις σοὶ τῷ Θεῷ, τῷ τεχθέντι ἐν δούλου μορφῇ, καὶ ἀναπλάσαντι κόσμον ἐν τῇ γαστρί, τῆς Παρθένου καὶ ἀνάνδρου Μητρός. 

Στιχηρὰ τοῦ Ὁσίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ξενιτείας τοῖς τραύμασι, προσετέθη σοι τραύματα, ἐξορίας Ὅσιε, χαλεπότητι, τοῦ παρανόμως διέποντος, τὸν θρόνον τὸν ἔννομον, καὶ συγχέοντος δεινῶς, τούς θεσμοὺς τοὺς τῆς πίστεως, καὶ τήν, Ἄχραντον, τοῦ Σωτῆρος Εἰκόνα καθελόντος, ὃν τῇ χάριτι τῇ θείᾳ Χριστοῦ θεράπον κατῄσχυνας. 

Οὐ φρουρὰ σὲ οὐ στένωσις, οὐδὲ σκότος ἀνήμερον, οὐ πληγαὶ καὶ μάστιγες, περιίσχυσαν, τῆς πρὸς Χριστὸν ἀγαπήσεως, χωρίσαι Θεόδωρε, οὐδὲ νόσος χαλεπή, καὶ μακρὰ καὶ δυσφόρητος· οὐδὲ ἔνδεια, τῆς τροφῆς θεορρῆμον· ἀλλ' ἀτρέπτως, ἐκαρτέρησας προβλέπων, τὴν τῶν σῶν πόνων ἀντίδοσιν. 

Ἀντὶ θλίψεως αἴνεσιν, ἀντὶ πόνων ἀπόλαυσιν, ἀντὶ σκότους ἔλλαμψιν, σοὶ δεδώρηται, ὁ Ἀθλοθέτης ὁ δίκαιος· ἀντὶ δὲ θεσπέσιε, τῆς ἐν ὄψει σου γραφῆς, ζωῆς βίβλῳ ἐγγέγραψαι· Ἐκκλησία δέ, πρωτοτόκων ἐτάγης, ἐν ὑψίστοις, καὶ Ἀγγέλων πανηγύρει, περιχαρῶς προσελήλυθας. 






Δόξα. Ἦχος β΄.
Ἀνάθημα Θεῷ εὐάρεστον, προθυμώτατα γενόμενος, τῆς ἐν Χριστῷ τελειότητος, θεῖον ὄργανον ὤφθης. Καὶ τὸν καλὸν διήνυσας δρόμον, καὶ ὑπὲρ τῶν Ἁγίων Εἰκόνων, ἀγωνισάμενος στεῤῥότατα, πᾶσιν ἐκήρυξας, τὴν τιμὴν αὐτῶν, παμμάκαρ Θεόδωρε. Διὸ Χριστὸς σὲ προσελάβετο, καὶ αἰωνίως σὲ ἐδόξασεν, ἐν τῇ ἀφθάρτῳ δόξῃ τῆς Αὐτοῦ Βασιλείας. ᾯ πρέσβευε Πάτερ, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.
Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! Παρθένος τίκτει, καὶ μήτρα οὐ φθείρεται, ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται· Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. 

Εἴσοδος. Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι,' 7. γ,' 13)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἰδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεοθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. ᾽Εγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.





Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι', 31)
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ, Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια, Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ', 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ, ἡ Ἐκκλησία σήμερον, Θεόδωρον τὸν Ὁμολογητήν, περιφανῶς ἀνυμνοῦσα. Εὐσεβείας γὰρ δειχθεὶς κανών, καὶ ἀσκητικῇ πολιτείᾳ, τύπος καὶ ὑπόδειγμα ἐναρέτου βίου ὤφθη. Καὶ ποικίλων βασάνων τὸν δρόμον στεῤῥῶς ἀνύσας, εἰκονομάχων δὲ τὰ φρυάγματα καταβαλών, τὴν ὀρθὴν τὴν Ἐκκλησίαν, δόξαν ἐτράνωσεν, ὡς θεῖον ὄργανον. Ἀπαύστως πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Προθύμως Θεῷ ἀναθέμενος, τῆς παρ’ Αὐτοῦ δεδομένης χάριτος ἐντρύφησας Πάτερ. Κατέβαλες στεῤῥότατα εἰκονομάχων τὰ φρυάγματα, ἀσκητικοῖς ἀγῶσι σαὐτὸν ἀπαρνησάμενος, εὐσεβείαν τοῖς πᾶσιν ἐδίδαξας. Ἐκκλησίας ἀδάμας καὶ στύλος ἄσειστος ὑπάρχων, Θεόδωρε μακάριε. Τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύων, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων τὴν μνήμην σου Ὅσιε.

Ἦχος γ΄.
Ὡς θεία Εἰκών, τῆς κατὰ Χριστὸν πολιτείας, τῆς τοῦ Δεσπότου ἐν ὑλικῇ μορφῇ Εἰκόνα, σιμῶν προσεκύνεις, ὁμολογηταὶ τῆς ἀληθείας, παμμάκαρ Θεόδωρε. Καὶ ἀγωνισάμενος ὑπὲρ αὐτῆς, κακουχίας καὶ θλίψεις ὑπέμεινας, καὶ τῷ προσώπῳ ἐγράφης πυρωμένῳ σιδήρῳ. Διὸ ὑπὲρ τῶν ἥλιον ἐκλάμψας, Πάτερ Ὅσιε, νῦν σὺν Χριστῷ ἐν οὐρανοῖς οἰκῶν, πρεσβεύων Αὐτῷ ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Τὸν ἐν Ὁσίοις Ὁμολογητήν, καὶ τοῦ Θεοῦ θεράποντα γνήσιον, Θεόδωρον τὸν μέγιστον, τὸν τῆς Ἐκκλησίας ἀῤῥαγέστατον στῦλον, ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν, ἐν ὁσιότητι γὰρ καὶ δικαιοσύνῃ φαιδρύνας τὸν βίον, ὁμολογίας ἀγῶσι τοὺς πιστοὺς ἐδίδαξεν, τὴν ὀρθὴν πίστιν φυλάττειν, καὶ τῶν Εἰκόνων ὑπέρμαχος γέγονεν. Διὸ καὶ τὸν στέφανον τῆς ἀφθαρσίας, παρὰ Χριστοῦ ἐδέξατο. ᾯ καὶ πρεσβεύει δοθῆναι ἡμῖν, ἱλασμὸν καὶ τὸ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε Πάτερ, Θεόδωρε μακάριε, τίς σε κατ’ ἀξάιν ἐπαινέσει; ἢ τίς δυνήσεται ἀληθῶς, ἐξειπεῖν τῆς ζωῆς σου, τὰ θαυμαστὰ προτερήματα; Χριστὸν γὰρ ἀγαπήσα,ς κόσμου τὰ τερπνὰ κατεφρόνησας, δοχεῖον τοῦ Πνεύματος ἐγένου. Καὶ βασάνους ὑπομείνας, τῷ προσώπῳ ἐγράφης, πυρωμένῳ σιδήρῳ, εἰκονομάχους κατεφρόνησας, καὶ τοῦ σοῦ Δεσπότου τὴν Εἰκόνα ἐτίμησας. Καὶ νῦν Αὐτῷ συμβασιλεύων ἐν οὐρανοῖς, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Παράδοξον μυστήριον, οἰκονομεῖται σήμερον, καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται. Ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν μοναζόντων κανών, ὁ τὸν ζυγὸν τοῦ Δεσπότου ἀράμενος, καὶ τούτῳ ἀκολουθήσας, ἐν ὁλοτρόπῳ σπουδῇ, καὶ πολλῇ ἀσκήσει βίου κρείττονος. Καὶ τούτου ἐτίμησας, τὴν Εἰκόνα τὴν ἄχραντον, μυρίοις πόνοις, ὁμιλήσας Θεόδωρε, καὶ κακώσεσιν, ἀνενδότῳ φρονήματι· ὅθεν ἡ ἐπουράνιος, τρυφὴ σὲ ἐδέξατο, καὶ ἡ ἀνέκφραστος δόξα, καὶ ἡ ζωὴ ἡ ἀΐδιος, ἐν ἧ σὺν Ἀγγέλοις, συγχορεύων ἡμῖν αἴτει, τὸ θεῖον ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν μοναζόντων φωστήρ, Εἰκονομάχων καθαιρέτης ὁ κράτιστος. Αὐτῶν γὰρ τὴν πλάνην Πάτερ, λόγοις καὶ ἔργοις ὁμοῦ, διελέγχων πᾶσιν ἐστηλίτευσας· ἐντεῦθεν ὑπέμεινας, ἐξορίας Θεόδωρε, ὁμολογήσας, τοῦ Κυρίου τὸ ὄνομα, καὶ τὸ πρόσωπον, τῷ πυρὶ σὺ ἐγγέγραψαι· ὅθεν τῶν ὑπὲρ ἔννοιαν, χαρίτων ἠξίωσαι, τῶν ἀγαθῶν κληρονόμος, τῶν αἰωνίων γενόμενος. Χριστὸν ἐκδυσώπει, καὶ ἡμᾶς ἀξιωθῆναι, τοὺς σὲ γεραίροντας.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῶν μοναζόντων κρηπίς, τῆς Ἐκκλησίας ἱερὸν σεμνολόγημα, πραότητος θεῖος οἶκος, ὁμολογίας κανών, προσευχῆς ἁγίας ἐργαστήριον, Θεόδωρε Ὅσιε, Παρακλήτου τὸ σκήνωμα, τῶν Ὀρθοδόξων, ὁδηγὸς ὁ σωτήριος, εἰκονομάχων, καθαιρέτης στεῤῥότατος· ὅθεν τοὺς ἑορτάζοντας, τὴν πάνσεπτον μνήμην σου, λιταῖς ἀόκνου σου ῥῦσαι, τῆς ἐπηρείας τοῦ ὄφεος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β'
Ὅτε ὁ δυσσεβὴς βασιλεὺς Θεόφιλος, διωγμὸν ἐπρόσταξεν τῶν Ἁγίων Εἰκόνων, τότε τοῦ Δεσπότου τὴν Εἰκόνα θεοφρόνως ἐτίμησας, Θεόδωρε πάνσοφε· ὅθεν καὶ γραφεὶς τῷ προσώπῳ, σὺν τῷ αὐταδέλφῳ Θεοφάνῃ, πυρωμένῳ σιδήρῳ. Νῦν δὲ ἐν οὐρανοῖς οἰκῶν, σὺν αὐτῷ πρέσβευε, ὅπως τύχωμεν καὶ ἡμεῖς τῶν χαρίτων τοῦ Ἁγίου Πνεύματος, καὶ κληρονόμοι γενώμεθα τῆς αἰωνίου μακαριότητος.




Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ , καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ Κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα καὶ Κύριον, ὅτι πᾶσα πλάνη, τῶν εἰδώλων πέπαυται, βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείοις στίγμασι, σεσημασμένος, δῶρον ἔμψυχον, τῷ Ζωοδότῃ, προσηνέχθης θεοφόρε Θεόδωρε· Ἀσκητικαὶς δωρεαὶς γὰρ κοσμούμενος, ὁμολογίας Ἀγώσι διέλαμψας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ συνεσταύρωσαι ἀσκητικῇ βιοτῇ, μισήσας ὡς πάνσοφος τὰς ἐφημέρους τρυφάς, καὶ πᾶσαν ἀπόλαυσιν· ὅθεν εἰκονομάχων, καθελὼν τοῖς σοῖς λόγοις, τιμήσας Θεόδωρε, τὴν Εἰκόνα τὴν θείαν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ὑμνούντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. 

Ἀπόλυσις.


















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὴν θύραθεν σοφίαν τῇ ἔσω ὑποτάξας, καὶ ἀσκητικῶς τῆς ψυχῆς σου, τὸ φρόνημα ὑψώσας, ἐφάνης ὑπέρμαχος στεῤῥός, Εἰκόνος τοῦ τῶν ὅλων Ποιητοῦ· διὰ τοῦτο σὲ τιμῶμεν χρεωστικῶς, Θεόδωρε μακάριε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν, θεῖον ὑπέρμαχον.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Ὁ θρόνῳ πυριμόρφῳ, ἐν ὑψίστοις καθήμενος, σὺν Πατρὶ τῷ Ἀνάρχῳ, καὶ τῷ θείῳ σου Πνεύματι, εὐδόκησας τεχθῆναι ἐν σαρκί, ἐκ Κόρης ἀπειράνδρου Ἰησοῦ· διὰ τοῦτο καὶ ἀστὴρ σε, τοῖς ἐκ Περσίδος Μάγοις καθυπέδειξε. Δόξα τῇ παναγάθῳ σου βουλῇ, δόξα τῇ ἐπιφανείᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς ἄκρᾳ συγκαταβάσει σου.

Μετὰ τὴν β' Στιχολογίαν. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἐν ἀσκήσει ἱερᾷ, καταπαλαίσας τὸν ἐχθρόν, τὴν Εἰκόνα τοῦ Χριστοῦ, τιμᾶν ἐκήρυξας σοφέ, Ὀρθοδοξίας τοῖς δόγμασι διαλάμπων. Θεόφιλος ὁ δεινός, πλείστοις ὑπέβαλε, πόνοις καὶ ποιναῖς, πάτερ Θεόδωρε, ἀλλὰ τῇ σῇ κατεπτοήθη στεῤῥότητι, καὶ ψυχικῇ ἀνδρειότητι· διό σε πάντες ἱερώτατε ὑμνοῦντες τιμῶμέν σε.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γάρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Ἀνέστη ἐκ νεκρῶν.
Ἀγάπῃ ὁλικῶς, τετρωμένος τῇ θείᾳ, Εἰκόνα τὴν σεπτήν, τοῦ Δεσπότου τιμήσας, καὶ ὤφθης διδάσκαλος, τῆς Ἐκκλησίας Πάτερ Θεόδωρε, τύπος καὶ χαρακτήρ τε· ὅθεν τελοῦντες πιστῶς τὴν μνήμην σου, ἐν ἐγκωμίοις πάντες οἱ πιστοί, τιμῶμέν σε συμφώνως.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Παράδοξον πιστοί, τὸ μυστήριον τοῦτο, Θεὸς ἐκ γυναικός, ἐγεννήθη ὡς οἶδε, τάγματα τῶν Ἀγγέλων, καταπλαγέντα τῇ καταβάσει αὐτοῦ, κράζουσι ἀνυμνοῦντα· ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.




Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοῖς ἀσκητικοῖς σου ἱδρῶσι, τοὺς τῶν εἰκονομάχων σβέσας ἄνθρακας, πυρωμένῳ σιδήρῳ ἐγράφης εἰς τὸ πρόσωπον, καὶ ὡς σεπτὸν ἀνάθημα, προσηνέχθης τῷ Κυρίῳ, Θεόδωρε μακάριε. Καὶ νῦν ἀμαράντων στεφάνων κοσμηθείς, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ ἡμῶν δεόμεθα Ὅσιε.

Ὁ Κανὼν τῆς Ἑορτῆς. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε:
Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.
ᾨδὴ α'. Ἦχος α'. Ὁ Εἱρμός
Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.
Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται. 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Τοὺς σούς, ἀδελφέ, γνησίους πλέκω κρότους. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος
Τὸν τίτλον τῆς σῆς τιμίας ὄψεως, ἰδόντα παραχωρεῖ, τὰ Χερουβὶμ τοῦ ξύλου τῆς ζωῆς· ἡ φλογίνη ῥομφαία δέ, πανευλαβῶς τὰ νῶτά σοι, δίδωσι πάνσοφε Θεόδωρε.
Ὁ τίτλος τῇ κορυφῇ ἐπέκειτο, τοῦ Βασιλέως Χριστοῦ, ἐγεγγραμμένος ξύλῳ τοῦ Σταυροῦ, ὁ σὸς τίτλος δὲ Πάνσοφε, ὄψει τῇ σῇ κεκόλαπται, κεχαραγμένος εὐπρεπέστατα.
Ὑψώθη ἐπὶ Σταυροῦ μὲν Κύριος, καὶ διενύγη πλευράν, σὺ δὲ ταθεὶς ἐν καμίνῳ καρτερῶς, τὰς κεντήσεις ὑπέμεινας, ὥσπερ κριὸς ἐπίσημος, Ἱερομύστα σφραγιζόμενος.
Σοφίᾳ παντοδαπῇ κοσμούμενος, Πάτερ Θεόδωρε, τὸν πρωτοστάτην ἤλεγξας σαφῶς, τῆς κακίστης αἱρέσεως, ὑπομονῇ τῶν ἔργων δέ, τούτου τὰς φρένας κατεπάτησας.
Θεοτοκίον
Σοφίας τῆς ὑπερσόφου γέγονας, δοχεῖον Πάναγνε, Θεογεννῆτορ μόνη τῶν πιστῶν, σωτηρία καὶ ὕμνησις· σὺ γὰρ ἡμῖν γεγέννηκας, τὴν πάντων θείαν ἀπολύτρωσιν. 

ᾨδὴ γ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν. 

Τοῦ Ὁσίου. Εὐφραίνεται ἐπὶ σοί.
Οὐκ ἔχων ὅ,τι ταῖς σαῖς, διδασκαλίαις ἀντειπεῖν Ὅσιε, ἐπ᾿ αἰκισμοὺς στρέφεται, ὁ βαρβαρικῆς βίας ἔμπλεως.
Ὑπέστης καρτερικῶς, τὰς ἐπὶ νῶτον καὶ στηθῶν μάστιγας, διὰ Χριστὸν θεόπνευστε, καὶ τὰ ἐπὶ κόῤῥης ῥαπίσματα.
Σοφίᾳ πνευματικῇ, καὶ προθυμίᾳ λογισμοῦ ᾔσχυνας, τὸν δυσσεβῆ Λέοντα, τοῖς ἱερωτάτοις σου δόγμασιν.
Ἀθραύστοις ὑπομοναῖς, καὶ καρτερίᾳ τῶν δεινῶν ἔθραυσας, τὴν μανικὴν Ὅσιε, βδέλλαν τῇ μαχαίρᾳ τοῦ Πνεύματος.
Θεοτοκίον
Δαυῒδ καθὰ κιβωτόν, ἐν Βηθλεὲμ προφητικοῖς ὄμμασι, Μήτηρ Θεοῦ βλέπει σε, βρέφος τὸν ὑπέρθεον φέρουσαν. 









Κάθισμα. Τοῦ Ὁσίου Ἦχος γ'. Θείας πίστεως.
Στόμα πέφηνας τῆς παῤῥησίας, θράσος τύραννον, μεγαλοφρόνως, καταισχύνας καρτερίᾳ τῶν ἄθλων σου· ἐκκεντηθεὶς γὰρ τὰς ὄψεις Θεόδωρε, διὰ Χριστοῦ τὴν εἰκόνα τὴν πάνσεπτον, ἐβεβαίωσας, τιμᾶν καὶ δοξάζειν ἅπαντας, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... . Ἦχος ὁ αὐτός. Τὴν ὡραιότητα
Πόνοις ἀσκήσεως, καλλωπιζόμενος, ἄθλους διήνυσας, Μαρτύρων Ὅσιε, ὑπὲρ Εἰκόνος τοῦ Χριστοῦ, Θεόδωρε μακάριε, καὶ ταῖς κακουχίαις σου, καὶ πολλαῖς ἐξορίαις σου, πᾶσαν καταβέβληκας, τῆς αἱρέσεως ἔπαρσιν. Καὶ νῦν συνὼν Ἀγγέλων τοῖς δήμοις, ἐξαίτει ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὅμοιον.
Θαῦμα παράδοξον, γέγονε σήμερον· ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ Σπηλαίῳ σαρκί, ὤφθη ἐκ Παρθένου δι' ἡμᾶς, καθὼς αὐτὸς ἐπίσταται. Μάγοι μετὰ δώρων δέ, ὡς Βασιλεῖ προσεκύνησαν. Ποιμένες μέτ' Ἀγγέλων τε, ἐδοξολόγουν αὐτόν· μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν αὐτῷ. Δόξα τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι. 


























ᾨδὴ δ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε.
Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.
Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε. 

Τοῦ Ὁσίου. Ἐπαρθέντα σε ἰδοῦσα
Ἐφηπλωμένος σανίδι κατεκεντήθης, ὡς προσκυνῶν Θεόδωρε, Χριστοῦ τὴν εἰκόνα, καὶ τῆς Θεομήτορος, Θρᾳκὸς ἀγριότητι, καὶ βαρβαρικῇ ἰταμότητι.
Λειτουργήσας ἐκ νεότητος τῷ Δεσπότῃ, καὶ πρὸς αὐτὸν ἀνένδοτον τὴν ἄφεσιν ἔχων, Μάκαρ δι' ἀσκήσεως, Μαρτύρων ἐν αἵματι, αὖθις ἐκοσμήθης φαιδρότατα.
Φαεινότατος ὡς ἥλιος Θεοφόρε, ἀνατολῆς ἐξώρμησας, ἀκτῖνας ἐκπέμπων, τῆς ὁμολογίας σου, καὶ τῆς μεγαλόφρονος, καὶ γενναιοτάτης ἐνστάσεως.
Θεοτοκίον
Εὐλογημένος ὁ ἐρχόμενος Θεὸς Λόγος, ἐν Βηθλεὲμ ὡς εὔσπλαγχνος, ἐξ ἀπειρογάμου, Πάναγνε κοιλίας σου, ὃν νῦν ἐκδυσώπησον, σῶσαι τοὺς πρὸς σὲ καταφεύγοντας. 












ᾨδὴ ε', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.
Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.
Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν. 

Τοῦ Ὁσίου. Σὺ Κύριέ μου φῶς.
Γῆν ξένην κατοικῶν, ξενιτείας ἐπ' ἄλγεσιν, ἀλγήματα ἐξορίας, καὶ φρουρὰς ὠμοτάτας, ὑπέστης καρτερόψυχε.
Νῦν χαίρεις ἀληθῶς, νικηφόρον στεφάνωμα, δεξάμενος ἐν ἡμέρᾳ τῇ φαιδρᾷ καὶ φωσφόρῳ τοῦ θείου Πρωτομάρτυρος.
Ἣν ἔσχες ἐκ παιδός, εὐσεβῶς ὑπόθεσιν, ἐτήρησας μέχρι τέλους, ἀπερίτρεπτος μείνας, ἀήττητε Θεόδωρε.
Θεοτοκίον
Σὲ ὅπλον ἀῤῥαγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα. 






















ᾨδὴ ς', τῆς Ἑορτῆς. Ὁ Εἱρμός.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως. 

Τοῦ Ὁσίου. Θύσω σοι, μετὰ φωνῆς.
Ἱδρῶτι, τῶν ἀγώνων εἰσέτι σταζόμενος, Ἀγωνοθέτῃ παρέστης, τῷ δικαίᾳ κρίσει, πᾶσαν τὴν Κτίσιν, κυβερνῶντι, θεοφόρε παμμάκαρ Θεόδωρε.
Οὐδὲν σε, τῆς εἰς Χριστὸν ἀγάπης ἐχώρισεν, οὐκ αἰκιζόμενον σῶμα, οὐ θανάτου ψῆφος ἀπειλουμένη, οὐ ζημία, τῶν προσόντων θεόφρον Θεόδωρε.
Υἱὸς ὤν, καὶ φωτὸς τῆς ἡμέρας Θεόδωρε, πλήρης φωτὸς μετετέθης, πρὸς τὸ φῶς τὸ θεῖον αὐξανομένης, τῆς ἡμέρας, καὶ νυκτὸς μειουμένης θεόληπτε.
Θεοτοκίον
Σὲ μόνην, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ἐκ τῆς γαστρός σου Λόγος προέρχεται. 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Προσευχαῖς καὶ δάκρυσιν, οἰκειωθεὶς τῷ Κυρίῳ, ὁμολογία τῇ σῇ Εἰκονομάχου καθεῖλες· πόνοις γάρ, τῆς ἐγκρατείας καλῶς ἐμπρέψας, τοῦ Χριστοῦ τὴν Εἰκόνα λαμπρῶς ἐτίμησας· διὰ τοῦτο Θεόδωρε, τιμῶντές σε, Ὀρθοδοξίας φωστήρ.
Ὁ Οἶκος.
Προθύμως τὸν Σταυρὸν ἀράμενος πανένδοξε, καὶ εἰς θώρακα δὲ τὴν πίστιν ἐνδυσάμενος, πρὸς πάλην ἐξῆλθες τῶν μιαρωτάτων εἰκονομάχων, Πάτερ Θεόδωρε, καὶ τούτων κατέβαλες τὰς παρατάξεις, σθένει τοῦ Πνεύματος. Οὗ ἐμφορούμενος πλουσίως Ὅσιε, κἀμοὶ παράσχου τὴν θείαν χάριν, φωταγωγοῦσάν μου τὸν νοῦν, ἀξίως τοῦ ὑμνῆσαι τοὺς ἀγῶνάς σου τοὺς γενναίους, Ὀρθοδοξίας φωστήρ


Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, τοῦ Ὁσίου Θεοδώρου τοῦ Γραπτοῦ
Αὐχεῖν ἔχει τι καὶ Θεόδωρος μέγα,
Ἐκ γῆς ἀπαίρων· ὡς μέγα, στίξις θέας.
Οὗτος, ἅμα τῷ ἀδελφῷ αὐτοῦ Θεοφάνει, ἐπὶ Θεοφίλου τοῦ βασιλέως, ὑπὲρ τῶν σεπτῶν καὶ Ἁγίων Εἰκόνων μεγάλως ἐπαῤῥησιάσαντο. Ὑφ’ οὗ καὶ τὰς ὄψεις κατεγράφησαν, καὶ εἰς ἐξορίαν παρεπέμφθησαν. Οὗτοι ἐν τοῖς μετώποις ἐγράφησαν, προστάξει Θεοφίλου τοῦ βασιλέως τοῦ εἰκονομάχου, δι’ ἰάμβων στίχων. Καὶ παραπεμφθέντες ἐν τῇ ἐξορίᾳ, πρὸς Κύριον ὁ Θεόδωρος ἐξεδήμησε. Λέγεται δὲ γέροντα τινά, ἐπιστάντα τῇ αὐτοῦ πρὸς Κύριον ἐκδημίᾳ, ἀγγελικῶν ἐπακοῦσαι ᾠδῶν, καὶ αὐτὸν ἕνα τῶν ᾀδόντων γενέσθαι.
Στίχοι Ἰαμβικοί, γραφέντες τῷ προσώπῳ τοῦ Ἁγίου Θεοδώρου, καὶ Ἀδελφοῦ αὐτοῦ Θεοφάνους, παρὰ Θεοφίλου Βασιλέως, ἐν σιδήρῳ πυρωθέντι. 
Πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν,
Ὅπου πάναγνοι τοῦ Θεοῦ Λόγου πόδες
Ἔστησαν, εἰς σύστασιν τῆς οἰκουμένης,
Ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ,
Σκεύη πονηρὰ δεισιδαίμονος πλάνης.
Ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας,
Πράξαντες δεινὰ αἰσχρὰ δυσσεβοφρόνως,
Ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται.
Πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες,
Οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας.
Ὅθεν γραφέντες ὡς κακοῦργοι, τὴν θέαν,
Κατακρίνονται καὶ διώκονται πάλιν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Μνήμη τοῦ Ἁγίου Ἀρχιδιακόνου καὶ Πρωτομάρτυρος Στεφάνου
Λόγων στεφάνοις, οἷα τιμίοις λίθοις,
Στέφω Στέφανον, ὃν προέστεψαν λίθοι.
Οὗτος, ζητήσεως γενομένης ποτὲ μεταξὺ Ἰουδαίων, καὶ Σαδδουκαίων καὶ Φαρισαίων, καὶ Ἑλλήνων, περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῶν μὲν λεγόντων, ὅτι Προφήτης ἐστί, τῶν δέ, ὅτι πλάνος, τῶν δέ, ὅτι Υἱὸς τοῦ Θεοῦ, στὰς ἐφ’ ὑψηλοῦ τόπου ὁ Στέφανος, εὐηγγελίσατο πᾶσι τὸν Χριστόν, εἰπών: Ἄνδρες ἀδελφοί, ἵνα τί ἐπληθύνθησαν ὑμῶν αἱ κακίαι, καὶ συγκέχυται πᾶσα Ἱερουσαλήμ; Μακάριος ἄνθρωπος, ὃς οὐκ ἐδίστασεν εἰς Χριστὸν Ἰησοῦν· οὗτος γάρ ἐστιν ὁ κλίνας οὐρανούς, καὶ καταβὰς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τεχθεὶς ἐκ Παρθένου ἁγίας καὶ καθαρᾶς, καὶ ἐκλελεγμένης πρὸ καταβολῆς κόσμου. Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασε. Τυφλοὺς γὰρ ἐποίησεν ἀναβλέψαι, λεπροὺς ἐκαθάρισε, καὶ τοὺς δαίμονας ἀπήλασεν.
Οἱ δέ, ἀκούσαντες, ἤγαγον αὐτὸν εἰς τὸ συνέδριον πρὸς τοὺς Ἀρχιερεῖς. Οὐκ ἴσχυον γὰρ ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Καὶ εἰσελθόντες, ὑπέβαλον ἄνδρας τινὰς λέγοντας: Ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάδφημα κατὰ τοῦ τόπου τοῦ Ἁγίου καὶ τοῦ Νόμου, καὶ τὰ λοιπὰ καταλέξαντες, καθὼς ἐν ταῖς ἱεραῖς Πράξεσιν ἐμφέρεται τῶν Ἀποστόλων. Ἀτενίσαντες δέ, καὶ ἰδόντες πάντες τὸ πρόσωπον αὐτοῦ, ὡσεὶ πρόσωπον ἀγγέλου, καὶ τὴν αἰσχύνην τῆς ἥττης μὴ φέροντες, λιθοβολήσαντες ἀναιροῦσιν ὑπερευχόμενον καὶ λέγοντα: Κύριε, μὴ στήσης αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.
Ἐπεὶ δὲ ἐξαίρετον πτῶμα, διὰ τῆς νομισθείσης αὐτοῦ πτώσεως, ὁ Πρωτομάρτυς τὸν ἀντίπαλον καταβαλών, τὸν γλυκὺν ὕπνον ἀνεπαύσατο, συγκομίζεται τὸ σκήνωμά του ὑπὸ ἀνδρῶν εὐλαβῶν, ἐν γλωσσοκόμῳ Περσέας (εἶδος δὲ τοῦτο φυτοῦ)· οἳ καὶ κατασφαλισάμενοι, ἐκ πλαγίων αὐτὸ κατέθεντο τοῦ Ναοῦ. Ὁ δὲ Νομοδιδάσκαλος Γαμαλιήλ, καὶ ὁ τούτου υἱὸς Ἀβελβοῦς, πιστεύσαντες εἰς Χριστόν, ὑπὸ τῶν Ἀποστόλων ἐβαπτίσθησαν.


Ποιμὴν ἄριστος Θεόδωρος ὡράθη,
ὡς ὢν μιμητὴς τοῦ μεγάλου Ποιμένος.
Οὗτος ὑπῆρχε τῆς αὐτῆς Πόλεως, γέννημα καὶ θρέμμα, ἐπὶ τῆς βασιλείας τοῦ εὐσεβεστάτου Κωνσταντίνου τοῦ Πωγωνάτου. Ἐγένετο δέ, διὰ τὴν πολλὴν αὐτοῦ εὐλάβειαν, Πρεσβύτερος τῆς ἁγιωτάτης Μεγάλης Ἐκκλησίας, εἶτα Σύγκελλος καὶ Σκευοφύλαξ, τοῦ δὲ Πατριάρχου Κωνσταντινουπόλεως τελευτήσαντος, ἐκβιασθεὶς ὑπὸ τῆς Συγκλήτου ἁπάσης, καὶ αὐτοῦ τοῦ βασιλέως, καὶ μᾶλλον ὑπὸ τῆς Συνόδου, τοὺς οἴακας τῆς Ἐκκλησίας ἐγχειρίζεται. Καὶ καλῶς αὐτὴν κυβερνήσας ἔτη δύο καὶ μῆνας τρεῖς, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λουκᾶ τοῦ Τριγλινοῦ
Tῆς γῆς ὁ Λουκᾶς ὑπεραρθεὶς ἐμφρόνως,
Tρανῶς τρυφᾷ νῦν τὴν Θεοῦ θεωρίαν.

Ὁ Mαυρίκιος γυμνὸς ἐγχρισθεὶς μέλι,
Kρίνει μελισσῶν ἡδὺ τὰς τρώσεις μέλι.
Ἔχων συνάθλους ἄνδρας ἑπτάκις δέκα,
Kαὶ συγχορευτὰς Mαυρίκιος λαμβάνει.
Οὗτος, ὑπῆρχε σὺν αὐτοῖς ἐν ταῖς ἡμέραις Μαξιμιανοῦ. Διερχομένου οὖν αὐτοῦ ἐκ τῆς Ἀπαμέων πόλεως, διεβλήθησαν αὐτῷ οἱ Ἅγιοι οὗτοι. Οἳ καὶ παραστάντες, καὶ χριστιανοὺς ἑαυτοὺς εἶναι φάμενοι, ἀφαιροῦνται τὰς ζώνας, καὶ τῇ φρουρᾷ ἐγκλείονται, καὶ μετὰ τρίτην ἡμέραν προσκληθέντες, ἐρωτῶνται. Ὡς δὲ ἔμενον ἀκαμπεῖς, τύπτονται σφοδρῶς, καὶ ἐπὶ πυρᾶς ῥίπτονται, εἶτα ξύλοις ἀναρτηθέντες, ξέονται τὰς πλευράς. Βουλόμενος δὲ ὁ Μαξιμιανὸς περισσοτέρως λυπῆσαι τὸν Ἅγιον Μαυρίκιον, Φωτεινὸν τὸν υἱὸν αὐτοῦ ἀποτμηθῆναι προστάττει, ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀκλινῆ τὴν πίστιν τηροῦντας, καὶ μὴ πειθαρχοῦντας, πέμπει αὐτοὺς ἐν τόπῳ ἀλσώδει, μέσον δύο ποταμῶν καὶ λίμνης κειμένῳ, σφηκῶν τε καὶ μυιῶν καὶ κωνώπων καὶ σκνιπῶν ὑπάρχοντι ἀναμέστῳ. Οἵ τινες ὑπὸ τούτων κατακεντούμενοι, ἐτελειώθησαν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.














ᾨδὴ ζ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ. 

Τοῦ Ὁσίου. Ἐν τῇ καμίνῳ.
Πεπυρσευμένος, τῷ ὀρθοδόξῳ ζήλῳ Πάνσοφε, πλάνην μιαρᾶς αἱρέσεως καὶ δεινῆς, θαρσαλέως ἐξηκόντισας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Λόγον σοφίας, λόγον δογμάτων, λόγον γνώσεως, λόγον διδαγμάτων, Πάτερ πανευσεβῶν, Θεὸς Λόγος σοι δεδώρηται· Εὐλογημένος εἶ, ὁ Θεός μου βοῶντι καὶ Κύριος.
Ἐξανατείλας, ἐκ τῆς Ἑῴας ὥσπερ ἥλιος, αἴγλην εὐσεβείας ἔσπειρας ἐπὶ γῆς, τῆς εἰκόνος τὴν προσκύνησιν, Χριστοῦ φωτίζουσαν, καὶ διδάσκουσαν Πάτερ Θεόδωρε.
Θεοτοκίον
Κεκοσμημένη, δεδοξασμένη ὑπερλάμπουσα, φέγγει Παρθενίας Μήτηρ Θεοῦ, μετὰ σώματος ἐγέννησας, καὶ ἐσπαργάνωσας, τὸν ὁμίχλῃ τὴν γῆν σπαργανώσαντα. 















ᾨδὴ η', τῆς Ἑορτῆς. Ὁ Εἱρμός.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. 

Τοῦ Ὁσίου. Χεῖρας ἐκπετάσας Δανιήλ
Ὡς λέων Παμμάκαρ πεποιθώς, ψυχῆς στερρότητι, οὐκ ἐδειλίασας, τὸν τῆς αἱρέσεως πρόβολον, τῆς μανίας τὸν ἐπώνυμον, ὃν καταπτήξας τοῖς λαοῖς, χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κοσμήσας ἀνδρείᾳ τὸν θυμόν, τῇ σωφροσύνῃ δέ, Μάκαρ τὴν ἔφεσιν, τὸν νοῦν φρονήσεως ἔμπλεων, κεκτημένος διετέλεσας, δικαιοσύνῃ δὲ τὰς σὰς φρένας ἐρρύθμισας, ἀνακράζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ῥαγδαίως φερόμενον τὸν ῥοῦν, τὸν τῆς αἱρέσεως Πάτερ ἐξήρανας, τοῖς σοῖς συντάγμασιν Ὅσιε, καὶ πανσόφοις ἀποδείξεσι, τὰς μηχανὰς τῶν ἀσεβῶν, καταστρεψάμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ὁ πλάσας τὴν φύσιν κατ' ἀρχάς, τὴν τῶν ἀνθρώπων Θεός, ταύτην ἐνδύεται, ἐκ τῆς ἀχράντου σου Πάναγνε, καὶ ἁγίας γαστρὸς σήμερον, ἐν Βηθλεὲμ προφητικῶς, ἀποτικτόμενος· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε. 








ᾨδὴ θ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον. 

Τοῦ Ὁσίου. Λίθος ἀχειρότμητος
Τῶ θείῳ βαλλόμενος πόθῳ, τῶν διωγμῶν τὰς παραστάσεις, ῥᾷον ὑποφέρεις θεόφρον, καὶ τοῦ διώκτου τὴν ἀγριότητα, καταβαλὼν ἀπείληφας, τὸν τῶν ἀγώνων Πάτερ στέφανον.
Ὄλβον ἐπουράνιον εὗρες, καὶ διαμένουσαν οἰκίαν, ἀντὶ τῆς μακρᾶς ἐξορίας, καὶ ξενιτείας καὶ μεταβάσεως, καὶ νῦν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.
Ὕμνον τῷ Δεσπότῃ προσφέρων, Μάκαρ δυσώπησον ἀπαύστως, ὑπὲρ τῆς ἐμῆς ἀσθενείας, καὶ συσκηνίας καὶ ἀδελφότητος, ὅπως ὁμοῦ βιώσαντες, τύχωμεν ἅμα τῆς θεώσεως.
Θεοτοκίον
Σὲ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἐν Βηθλεὲμ τὸν Θεὸν Λόγον, σήμερον τεκοῦσαν Παρθένε, καὶ ἐν σπαργάνοις τοῦτον εἱλήσασαν, ὡς ἀληθῶς Θεόπαιδα, καὶ Θεοτόκον μεγαλύνομεν. 










Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικοῖς παλαίσμασιν, εὐαρεστήσας Ὅσιε, τῶ πανοικτίρμονι Λόγῳ, σῇ προσευχῇ καὶ νηστείᾳ, Αὐτοῦ τὴν θείαν Εἰκόνα, ἐτίμησας Θεόδωρε· διὸ καὶ δόξης κρείττονος, σὺν τῷ σεπτῷ Θεοφάνῃ, κατηξιώθης παμμάκαρ.
Καὶ τῆς Ἑορτῆς. Ὅμοιον.
Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην οἴμοι ὁ τλήμων, δι’ ἀκρασίας τῆς πάλαι. Σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀῤῥήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτήρ με, παρθενικῶν ἐξ αἱμάτων.

Αἶνοι, τῆς Ἑορτῆς. Ἦχος α' Πανεύφημοι Μάρτυρες.
Ἰδοῦσα κρατούμενον χερσίν, ἑαυτῆς ἡ Πάναγνος, τὸν Ποιητὴν ἀπεφθέγγετο. Τέκνον γλυκύτατον, πῶς σὲ βρέφος βλέπω, καὶ νοεῖν οὐ δύναμαι, τὴν ἄπειρόν σου νῦν συγκατάβασιν, ὑμνῶ τὸ κράτος σου, προσκυνῶ τὴν εὐσπλαγχνίαν σου, δι' ἧς σῶσαι, κόσμον παραγέγονας. (Δίς)

Ὡς βρέφος με βλέπουσα ταῖς σαῖς, ἐπαναπαυόμενον, Μῆτερ ἀγκάλαις εὐφράνθητι· ἦλθον τὸν κόσμον γάρ, ὅλον διασῶσαι, καὶ Ἀδὰμ ὃν ἔπλασα, κακίστῃ συμβουλίᾳ τοῦ ὄφεως, ξύλου γευσάμενον, καὶ τρυφῆς ἔξω γενόμενον, Παραδείσου, καὶ καταφθειρόμενον.

Σὲ βρέφος Προτέλειε ὁρῶ, φάτνῃ προσκλινόμενον, οὐ συνορῶ μυστηρίου δέ, βάθος τὸ ἄφραστον· πῶς καὶ μετὰ τόκον, ἄφθορος διέμεινα, τοὺς νόμους ὑπερβᾶσα τῆς φύσεως. Τῖνα οὖν αἶνόν σοι, προσαγάγω; πῶς δοξάσω σε; ἡ Παρθένος, Κόρη ἀπεφθέγγετο. 

Δόξα. Ἦχος πλ. α΄.
Ὡς τῆς σοφίας σεπτὸν δοχεῖον, καρτεροψύχως διήνυσας, τοὺς διπλοὺς ἀγῶνας Πάτερ, ἐν ἀσκήσει γὰρ καθεῖλες, τὸν τοῦ σκότους ἄρχοντα, καὶ ἐν στεῤῥᾷ ὁμολογίιᾳ, τῶν ἐν τῇ Ἐκκλησίᾳ, θείων παραδόσωεν, θεοτύπωτον τὸ κῦρος ἔδειξας, τῷ τοῦ σοῦ προσώπου χαράγματι. Διὸ μεγάλων δωρεῶν, παρὰ Χριστοῦ ἠξίωσαι, ὡς ὑπέρμαχος τῶν σεπτῶν Εἰκόνων, σὺν Θεοφάνῃ τῷ σεπτῷ, μακάριε Θεόδωρε· ὅθεν πάντες ἡμεῖς ταῖς σαῖς διδαχαῖς ἑπόμενοι, γεραίρομεν τὴν μνήμην σου, ἱκετεύοντές σε, πρεσβεύειν πάντοτε τῷ σῷ Δεσπότῃ, διδόναι πᾶσι τὸ θεῖον ἔλεος.






Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν. Παρθένος τίκτει ἐν Σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνη ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον, κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν, Ποιμένες θαυμάζουσι· Μάγοι δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν ἀναλλοιώτως ὁ Ἐμμανουήλ.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Βίον διανύσας ἀγγελικόν, ὑπὲρ τῶν Εἰκόνων, ἠγωνίσω μαρτυρικῶς, σὺν τῷ Θεοφάνῃ, τῆς δόξης κοινωνήσας, ἐν πόλῳ νῦν ἀγάλλῃ, Πάτερ Θεόδωρε.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου