ΔΕΚΕΜΒΡΙΟΣ ΚΣΤ΄!!
(Ή Α΄ ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΗ)
ΙΩΣΗΦ ΜΝΗΣΤΩΡ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός. Στιχολογία οὐ γίνεται.
Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' Καὶ ψάλλομεν τῆς Ἑορτῆς Στιχηρὰ
Ἰδιόμελα. Ἦχος β'. Γερμανοῦ
Δεῦτε
ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ
φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ
τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην
διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς
ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ
τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν,
ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός,
ἐλέησον ἡμᾶς.
Ὁ
αὐτός. Ἀνατολίου
Τοῦ
Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα·
Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης
ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὁ
αὐτός.
Ἡ
Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου,
ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου
Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ· φῶς ἐκ
φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε,
τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου
Θεός, ἐλέησον ἡμᾶς.
Καὶ
τοῦ Ἁγίου γ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὠς
θεράποντα γνήσιον, τοῦ Θεοῦ εὐφημοῦμέν σε, ἐναρέτοις πράξεσι διαλάμποντα, ὥσπερ
μνηστῆρα θεόφρονα, καὶ φύλακα ἔνθεον, τῆς Παρθένου καὶ ἁγνῆς, τὰ σεπτὰ
προτερήματα, μακαρίζοντες, Ἰωσὴφ τῆς εὐθείας σου καρδίας, καὶ ἠθῶν τὴν
εὐκοσμίαν, καὶ τὴν τῶν τρόπων χρηστότητα.
Προειδὼς
τὴν εὐγένειαν, τῆς ψυχῆς σου ὁ Κύριος, καὶ τῆς πολιτείας σου τὴν σεμνότητα, ὡς
καθαρῷ σοι παρέθετο, τὴν μόνην ἀκήρατον, ἐξ ἧς ἔμελλε σαρκί, προελθεῖν ὁ
φιλάνθρωπος, ἣν ἐφύλαξας, ταῖς ὁσίαις χερσί σου μέχρι τέλους, ὡς ἁγνὴν Θεοῦ
παστάδα, καὶ παρθενίας κειμήλιον.
Ὡς
ἐπέστη κατ’ ὄναρ σοι, Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐδοκίᾳ κρείττονι σοὶ ἐβόησε· μὴ
φοβηθῇς τὴν πανάχραντον, λαβεῖν ὡς ἀμόλυντον, Ἰωσὴφ υἱὲ Δαυΐδ, ἐξ Ἁγίου γὰρ
Πνεύματος, Υἱὸν τέξεται, ὃς Υἱὸς τοῦ Θεοῦ σύνθρονος πέλει, καὶ Σωτὴρ τοῦ κόσμου
ἔσται, δι’ εὐσπλαγχνίας ἀμέτρητον.
Δόξα.
Ἦχος πλ. β΄.
Τὴν
τῶν Δικαίων καλλονήν, καὶ τῶν Ἁγίων δόξα, τὸ σκεῦος τῶν χαρίτων, καὶ τῶν
ἀμέμπτων ἠθῶν τὸ ὑπόδειγμα, συνελθόντες ὦ φιλέορτοι μελῳδικοῖς ἐφυμνίοις,
τιμήσωμεν λέγοντες· χαίροις ὁ τῆς Παρθένου Μνηστήρ, καὶ φύλαξ ἱερὸς καὶ
παραστάτης ἔνθεος· χαίροις, Ἀγγέλων συνόμιλε, καὶ τῆς Χριστοῦ κενώσεως ὑπηρέτης
θεόληπτος· χαίροις, τῆς σωφροσύνης πολύτιμον δοχεῖον, καὶ τῆς ταπεινώσεως
περίβλεπτον ὕψωμα. Καὶ νῦν παμμάκαρ Ἰωσήφ, μὴ παύσῃ πρεσβεύων τῷ νομισθέντι σοι
υἱῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν εὐκλεῆ καὶ
παγγέραστον μνήμην σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Δόξα
ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον
διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς
δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον. Ἦχος βαρύς: Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ
Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στ.: Ἐγνώρισας ἐν
τοῖς λαοῖς τὴν δύναμίν σου.
Στ.: Καὶ εἶπα· Νῦν
ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ τὴν
ἀληθῆ εὐφροσύνην, Ἰωσὴφ μακάριε πάντων Δικαίων ἐγκαλλώπισμα· ἄμεμπτος γὰρ καὶ
δίκαιος ἐν τῷ Νόμῳ γενόμενος, τῆς ἐν Χριστῷ δικαιοσύνης ἐδέξω τελείωσιν.
Αὐτόπτης γὰρ ὤφθης, τῆς πρὸς ἡμᾶς μετὰ σώματος ἐπιδημίας αὐτοῦ, καὶ πατὴρ
ἐλογίσθης τοῦ πρὸ Ἑωσφόρου ἐκλάμψαντος, ἐκ τοῦ ἀνάρχου Θεοῦ καὶ Πατρός, ᾯ καὶ
ἀμέσως κοινωνήσας ἡγιάσθης ψυχῇ καὶ σώματι, καὶ ἐθεώθης κατὰ μέθεξιν. Ἀλλ’ ὡς
ἔχων παῤῥησίαν μεγίστην, ἱκέτευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τῇ καθαρότητι προσέχων τοῦ
βίου σου, ὁ τῶν ἁπάντων Θεὸς διαφερόντως σε τετίμηκεν, ὑπὲρ πάντας δικαίους
Ἰωσὴφ παμμακάριστε. Τῆς γὰρ ἀχράντου Μητρὸς αὐτοῦ, τὴν φυλακήν σοι ἐνεχείρισε
διὰ μνηστείας θεοκρίτου, καὶ τῆς αὐτοῦ οἰκονομίας τὸ μέγα μυστήριον, θαυμαστῶς
σοι ἐφανέρωσεν, ἀγγελικαῖς ἐπιστασίαις· ὡς γὰρ ἄγγελος οὐράνιος ἐλειτούργησας
αὐτῷ, ἐν ἀπλάστῳ ψυχῇ καὶ ἐν πᾶσι πειθήνιος, ὁλοτρόπῳ σπουδῇ τῷ θελήματι
ἐδείχθης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τοῦ λαμπρῶς σε μεγαλύναντος.
Ἦχος γ΄.
Τίς ἐπαξίως ὑμνήσει τὰς
ἀρετάς σου πανεύφημε, καὶ τῆς δοθείσης σοι χάριτος τὴν δόξαν καὶ λαμπρότητα;
Μετὰ τὴν ἄχραντον Παρθένον γάρ, Θεός σε ἐξελέξατο εἰς ὑπουργίαν κρείττονα, τῆς
ἀποῤῥήτου αὐτοῦ σαρκώσεως, ὡς οἰκεῖον αὐτοῦ θεράποντα. Μακάριος εἶ ὅτι Θεὸν
σεσαρκωμένον ἑώρακας, καὶ τὸν ἀναφῆ ὡς βρέφος ἐψηλάφησας. Καὶ πατὴρ ἐκλήθης, ᾯ
Ἀγγέλων αἱ τάξεις, μετὰ δέους παρίστανται. Τῇ πρὸς αὐτὸν οὖν οἰκειότητι
κεχρημένος, ὑπὲρ ἡμῶν ἀπαύστως ἱκέτευε, θεοφόρε Ἰωσήφ, τὸν μόνον εὐΐλατον.
Δόξα.
Ἦχος δ΄.
Θεοπρεπῆ
πολιτείαν ἐπιδειξάμενος, ὑπερφυῶν ἠξιώθης πραγμάτων, καὶ ξένων μυστηρίων
αὐτόπτης ἐγένου, ἀξιομακάριστε Ἰωσήφ· ἃ γὰρ παλαιοὶ Προφῆται καὶ Δίκαιοι,
τύποις καὶ αἰνίγμασι προέβλεψαν, καὶ ὧν τὴν ἡμέραν ἐπεθύμουν ἰδεῖν, αὐτὸς
ἀμέσως ἐθεάσω καὶ κοινωνὸς ἐγένου, καὶ ὑπουργὸς ἐνθεώτατος. Χριστὸν γὰρ τὴν
προσδοκίαν τῶν ἐθνῶν, ὡς βρέφος κατεῖδες, καὶ τὸ κατὰ σάρκα διήγαγες, καὶ ὡς
υἱὸν ἐνηγκαλίσω, καὶ πατρικῷ φιλήματι ἠσπάσω· ὅθεν θαυμαστῶς ἐδοξάσθης, καὶ
πολλαπλοῖς ἐμεγαλύνθης χαρίσμασι, πρεσβεύων ἐκτενῶς ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Σπηλαίῳ
παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν.
Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον,
βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε
Εἰς
τὸν Στίχον. Ἦχος δ’. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ
τοῦ Ὑψίστου Θεοῦ Υἱὸς καὶ Λόγος, γενόμενος ἄνθρωπος δι’ ἀγαθότητα, ἐκ τῆς ἁγνῆς
Θεομήτορος, ἀνερμηνεύτως, σῶσαι βουλόμενος κόσμον ἅπαντα, πατέρα σε ἔσχηκεν ὁ
ὑπερούσιος, τὴν ἀρετήν σου ἀγάμενος καὶ καθωρᾶτο, ἐν Ναζαρέτ σοι ὑποτασσόμενος·
ὅθεν ἀξίως τεθαυμάστωσαι, Ἰωσὴφ τῶν Δικαίων ἀγλάϊσμα, καὶ πρεσβεύεις ἀπαύστως,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Καθυπουργήσας
τῷ θείῳ μυστηρίῳ, τῆς θείας σαρκώσεως
τοῦ Παντοκράτορος, ὡς καθαρὸς τὴν διάνοιαν, καὶ τὴν καρδίαν, καὶ εὐλαβείας
πλήρης καὶ πίστεως, τὸν σάρκα γενόμενον Θεὸν ἑώρακας, καὶ ταῖς χερσὶν
ἐψηλάφησας, οἷάπερ βρέφος, τὸν ἀπερίληπτον καὶ ἀοράτον· ὅθεν πλουσίως
κατετρύφησας, δωρεῶν καὶ ἀΰλων ἐλλάμψεων, Ἰωσὴφ θεοφόρε, πρεσβευτὰ τῶν
εὐφημούντων σε.
Στ.: Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ
καὶ
ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Τῇ
τοῦ Ἀγγέλου κελεύσει ὑπακούσας, φανέντος κατ’ ὄναρ σοι βουλῇ τῇ κρείττονι,
φεύγεις σπουδαίως εἰς Αἴγυπτον, μετὰ Μαρίας, καὶ τοῦ ἐκ ταύτης σαρκὶ τεχθέντος
Θεοῦ, ἐκεῖθεν ἀνήγαγες ἐπὶ τὴν γῆν Ἰσραήλ, τὸν πάντα φέροντα νεύματι,
παντοδυνάμῳ, βρέφος ὀφθέντα καὶ ὃ ἧν μείναντα, καὶ ἐπὶ πόλιν κατῳκήσατε,
Ναζαρὲτ Ἰωσὴφ παμμακάριστε· διὰ τοῦτο τιμῶμεν, τὰ σεπτά σου προτερήματα.
Δόξα.
Ἦχος πλ. δ’.
Τῇ
τοῦ Ἀγγέλου ὀμφῇ, παραλαβὼν τὴν ἄχραντον Παρθένον, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν
ὁσίαις ἐτιθηνήσω χερσί. Καὶ πατὴρ ἐνομίσθης, τοῦ ἐξ ἀνάρχου Πατρὸς ἀχρόνως
γεννηθέντος, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων σαρκὶ προσομιλήσαντος, ὡς ἂν ἡμεῖς
ἀπολαύωμεν, τὴν ἐν Θεῷ καὶ Πατρὶ υἱοθεσίαν κρείττονα. Καὶ νῦν μακάριε Ἰωσήφ,
σὺν τῇ ἀειπαρθένῳ Κόρῃ πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἰωάννου Μοναχοῦ
Ἐν
Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν
Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε
δόξα σοι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θείας
πράξεσι, κεκοσμημένος, Μνήστωρ ἔνθεος, τῆς Θεοτόκου, ἀνεδείχθης Ἰωσὴφ
ἀξιάγαστε, καὶ ὁλοψύχῳ σπουδῇ διηκόνησας, τῷ σαρκωθέντι Θεῷ ὥσπερ Ἄγγελος· ὅθεν
πρέσβευε δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ'
Ἡ
γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν
αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν,
τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Τῆς Ἑορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Δεῦτε
ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ
ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως
ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον
ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Τῆς Ἑορτῆς. Ἦχος δ'. Ὅμοιον.
Τί
θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα
φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω
Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις,
ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Μετὰ
δὲ τὸν Πολυέλεον, Κάθισμα. Τοῦ Ἁγίου. Ἦχος δ. Ὁ ὑψωθείς.
Δικαιοσύνῃ
τῇ ἐν νόμῳ ἐμπρέπων, δίκαιος ὤφθης ταπεινός τε καὶ πρᾶος, καὶ ἐκ καρδίας τὸν
Θεὸν φοβούμενος· ὅθεν σε ἠξίωσεν, ἀποῤῥήτω πραγμάτων, Ἰωσὴφ μακάριε, ὁ τῶν ὅλων
Δεπσότης· τῆς γὰρ αὐτοῦ σαρκώσεως σοφέ, τὸ ὑπὲρ λόγον, κατεῖδες μυστήριον.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ
Ὁ
ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις
τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν,
ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως,
μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων
ἀναπληρῶσαι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ
καὶ
ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Εὐαγγέλιον, τοῦ Ὄρθρου τῆς 25ης Δεκεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ θεοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Θεοπρεπεῖ
ὑπηρετήσας ἐννοίᾳ τῷ σαρκωθέντι Θεῷ, εὐκλεῶς παρ’ Αὐτοῦ ἐδοξάσθης, ὡς οἰκεῖος
αὐτῷ Ἰωσὴφ ἀξιάγαστε. Καὶ νῦν τῆς δόξης Αὐτοῦ ἀμέσως ἀπολαύων, καὶ θέσει
θεούμενος ἱκέτευε δεόμεθα, τῷ φωτὶ τῆς χάριτος λαμπρυνθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα οἱ Κανόνες. Τῆς
ἑορτῆς δύο, καὶ τοῦ Μνήστορος.
Ὁ α΄ τῆς ἑορτῆς. Τοῦ
κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε: Χριστὸς
βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.
ᾨδὴ α' Ἦχος α
Ὁ Εἱρμὸς
«Χριστὸς
γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε
τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν
κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς,
αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον
χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς,
ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.
Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν
τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας
ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.
Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε
διὰ στίχων Ἡρωελεγείων
Εὐεπίης
μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει
Υἷα
Θεοῦ μερόπων ἕνεκα τικτόμενον
Ἐν
χθονί, καὶ λύοντα πολύστονα πὴματα κόσμου.
Ἀλλ'
Ἄνα. ῥητῆρας ῥύεο τῶν δε πόνων.
ᾨδὴ α' Ἦχος ὁ αὐτὸς. Ὁ Εἱρμὸς
«Ἔσωσε
λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν
θαλάσσης κῦμα χερσώσας πάλαι.
Ἑκὼν
δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου
τίθησιν ἡμῖν, ὃν κατ οὐσίαν,
Ἶσόν
τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».
Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,
Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,
Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,
Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,
Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.
Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,
Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,
Σαφῶς πενιχρὸν εἰς σπέος τὸν
συμπαθῆ,
Σὲ σπαργάνοις ἑλικτόν, ὃν γεγηθότες,
Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
Ὁ Κανὼν τοῦ Μνήστορος, οὗ ἡ Ἀκροστιχίς: Χριστοῦ σε μέλπω δεξιὸν παραστάτην. Ἰωσήφ.
Χριστοῦ
θεράπον μακάριε, Χριστοῦ τοῦ σαρκωθέντος διάκονε, Χριστοῦ πατὴρ νομιζόμενος,
τούτῳ σὺν παρρησίᾳ, παρεστηκώς, αἴτησαι εἰρήνην, καὶ δεινῶν ἀπαλλαγήν, τοῖς
εὐφημοῦσί σε.
Ῥημάτων
θείων ὑπήκοος, πραγμάτων παραδόξων διάκονος, Παρθένου Μνήστωρ θεόπαιδος,
δίκαιος κατὰ πάντα καὶ ἀληθής, Ἰωσὴφ ἐδείχθης, καὶ δικαίων, ἐν σκηναῖς
ἐπαναπέπαυσαι.
Ἰδεῖν
Χριστὸν κατηξίωσαι, μορφῇ τῇ καθ' ἡμᾶς νηπιάσαντα, καὶ τούτου Πατὴρ ὠνόμασαι·
μεγίστη σου ἡ δόξα, ὡς ἀληθῶς! μέγα ὑπὲρ πάντας, τὸ ἀξίωμα! διὸ ἀνευφημοῦμέν
σε.
Θεοτοκίον
Σαρκὶ
Χριστὸν ἀπεκύησας, ἁγνὴ ἐν Βηθλεὲμ Ἀπειρόγαμε, σπαργάνοις αὐτὸν εἱλήσασα· οὗ
τὴν ἐπιδημίαν καταπλαγείς, Ἰωσὴφ σὺν φόβῳ, μεγαλύνει προσκυνεῖ τὴν τούτου
δύναμιν.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Τῶ
πρὸ τῶν αἰώνων, ἐκ πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου,
σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ
Κύριε».
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω
Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ
ἐξορῶν, ὁ δι' ἐμὲ κατ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας
Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς
πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα
βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν
Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Νεῦσον
πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ
ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,
Φέρων
τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν
ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ,
μελῳδοὺς τῇ βάσει τῆς πίστεως».
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον
Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,
Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.
Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,
Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,
Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ' ἐπ' ἐσχάτων
Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,
Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Τοῦ
Μνήστορος. Τῷ πρὸ τῶν αἰώνων
Τοῦ
πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀπορρήτως ἐκλάμψαντος, καὶ ἐκ Παρθένου ἐπ' ἐσχάτων,
σαρκωθέντος ἀφράστως, Πατὴρ ὠνομάσθης ἔνδοξε, καὶ μυστηρίου φρικτοῦ θεωρός,
Μάκαρ ἐχρημάτισας.
Ὃν
αἱ ἄνω τάξεις, ὡς Θεὸν ἀπερίγραπτον τρέμουσι, τοῦτον τεχθέντα ἐκ Παρθένου,
Ἰωσὴφ ταῖς χερσί σου, κρατεῖς καθαγιαζόμενος, τῇ ἐπαφῇ τῇ φρικώδει σοφέ· ὅθεν
σε γεραίρομεν.
Ὕψος
μυστηρίου, γενεαῖς μὴ γνωσθέντος ταῖς πρώην Σοφέ, κατεπιστεύθης τῇ καρδίᾳ,
καθαρὸς δεδειγμένος· δι' οὗ ἅπαντες ἐσώθημεν, οἱ τὴν φωσφόρον καὶ θείαν πιστῶς,
μνήμην σου δοξάζοντες.
Θεοτοκίον
Σάρκα
εἰληφότα, ἐξ ἁγνῶν σου αἱμάτων Παρθένε Ἁγνή, καὶ ἐν σπηλαίῳ γεννηθέντα, καὶ ἐν
φάτνῃ τεθέντα, ἰδὼν Ἰωσὴφ ὁ δίκαιος, τὸν καθ' ἡμᾶς ὁραθέντα Θεόν, ὕμνοις
ἐμεγάλυνε.
Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος γ' Αὐτόμελον.
Ποίημα Ῥωμανοῦ τοῦ
Μελῳδοῦ
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον
τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων
δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον
νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὁ Οἶκος
Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν·
τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου.
Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν· ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον, οὗ
πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν· ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς,
τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, Παιδίον
νέον, ὁ πρὸ αἰώνων Θεός.
Κάθισμα.
Ἦχος α'. Χορὸς Ἀγγελικός
Πατρὸς
ὡς ἀληθῶς, οὐρανίου θεράπων, ἐγένου Ἰωσήφ, καὶ Πατὴρ τοῦ ἀνάρχου, Υἱοῦ σὺ
νενόμισαι, τοῦ σαρκὶ νηπιάσαντος· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην,
ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, πιστῶς ἀνυμνοῦντές σε.
Δόξα...
Καὶ νῦν... ὅμοιον
Χορὸς
τῶν Προφητῶν, ἑορτάζει ἐνθέως, τὸ θαῦμα τὸ ἐν σοί, γεγονὸς ὦ Παρθένε· Θεὸν
σεσαρκωμένον γάρ, ἐπὶ γῆς ἀπεκύησας, Μάγοι πίστει δέ, σὺν Ἰωσὴφ ἐκβοῶσι, τῷ
Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι.
ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ῥάβδος
ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ
ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός·
Δόξα τῇ δυνάμει σου Κύριε».
Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν
Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες
προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων
μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα,
Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους, ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.
Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης
ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων
νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει
σου Κύριε.
Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Γένους
βροτείου τὴν ἀνάπλασιν πάλαι,
ᾌδων
Προφήτης Ἀββακούμ, προμηνύει,
Ἰδεῖν
ἀφράστως ἀξιωθεὶς τὸν τύπον·
Νέον
βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε
λαῶν, εἰς ἀνάπλασιν Λόγος».
Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,
Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,
Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,
Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,
Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.
Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.
Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,
Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,
Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,
Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.
Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε,
Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,
Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.
Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,
Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.
Τοῦ
Μνήστορος. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί
Ἔχων
λογισμὸν ταῖς θεϊκαῖς, ὑπείκοντα προστάξεσι, καὶ καθαρὸς ὅλος γενόμενος, τὴν
μόνην ἐν γυναιξί, καθαρὰν καὶ ἄμωμον, μάκαρ Ἰωσὴφ σὺ ἐμνηστεύσω, τηρῶν Παρθένον
ἁγνήν, πρὸς ὑποδοχὴν τοῦ Ποιήσαντος.
Μόνῳ
Γαβριὴλ ἐν οὐρανῷ, καὶ μόνῳ σοι ἀοίδιμε, μετὰ τὴν μόνην Ἀπειρόγαμον, τὸ μόνον
ὑπερβολῇ, φοβερὸν μυστήριον, μάκαρ Ἰωσὴφ ἐνεπιστεύθη, τὸν μόνον φθοροποιόν,
ἄρχοντα τοῦ σκότος τροπούμενον.
Ἔμψυχος
ναὸς φωτοειδής, ὑπάρχων τοῦ Ποιήσαντος, ἐπιμελείᾳ θείων πράξεων, ἐκ τοῦ ἁγίου
Ναοῦ, τὸν Ναὸν τὸν ἅγιον, σὺ παραλαβεῖν κατηξιώθης, τὴν μόνην ἐν γυναιξί, μάκαρ
Ἰωσὴφ Ἀειπάρθενον.
Θεοτοκίον
Λύων
τοῦ νοός σου προφανῶς, ἐπέστη ὁ ἀόρατος, ἀμφιβολίαν πᾶσαν, λέγων σοι· Μὴ
φοβηθῇς Ἰωσήφ, Μαριὰμ τὴν Ἄχραντον, νῦν παραλαβεῖν· γαστρὶ γὰρ φέρει, τόν
φέροντα τῇ αὐτοῦ, θεϊκῇ δυνάμει τὰ σύμπαντα.
ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Θεὸς
ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον
ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες,
δοξολογοῦμέν σε Φιλάνθρωπε».
Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης
πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ
καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.
Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν
γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς
καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.
Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Ἐκ
νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης
Ἱλασμὸν
ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν
σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,
Ἔλθοις
πορίζων εὐχερῆ τε τὴν τρίβον,
Καθ'
ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος».
Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,
Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,
Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,
Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,
Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.
Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,
Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας.
Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,
Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,
Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.
Τοῦ
Μνήστορος. Θεὸς ὢν εἰρήνης
Πραότητι
λάμπων, σοφὲ Ἰωσήφ, ἐν τῇ γῇ τῶν πραέων ἐσκήνωσας, Χριστοῦ τοῦ πράου ῥήματι,
Πατὴρ ὀνομασθείς, ὃν ἐν ταῖς σαῖς ἀγκάλαις, κρατήσας ἡγιάσθης, καὶ ἰδὼν
ἐδοξάσθης, σάρκα βροτείαν περικείμενον.
Ὡς
θείαν Νεφέλην, τὴν μόνην Ἁγνήν, ἐν τοῖς κόλποις τὸν Ἥλιον κρύπτουσαν, εἰς
Αἴγυπτον μετήγαγες, ἐκ πόλεως Δαυΐδ, τὸ ταύτης λῦσαι σκότος, τῆς εἰδωλομανίας,
Ἰωσὴφ μυστηρίου, ὑπὲρ κατάληψιν διάκονε.
Δίκαιος
ὑπάρχων, δικαίαις ὁδοῖς, τοῦ δικαίου Δεσπότου πεπόρευσαι, τοῦ κρίναντος δικαίως
σε, τοιούτῳ φοβερῷ, Παμμάκαρ μυστηρίῳ, πιστῶς καθυπουργῆσαι, τῆς ἀρρήτου
λοχείας, δι' ἧς βροτοὶ ἐδικαιώθημεν.
Θεοτοκίον
Εὑρέθη
ὡς ἔφη, Προφήτης Δαυΐδ, ἐν γαστρὶ ἡ Παρθένος χωρήσασα, τὸν φύσει ἀπερίγραπτον,
Θεὸν Ἐμμανουήλ· ὅπερ μὴ ἐννοήσας, ὁ θεῖος ἐδιδάχθη, Ἰωσὴφ ὑπ' Ἀγγέλου, νυκτὶ
καθεύδων ὁ ἀοίδιμος.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Σπλάγχνων
Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος,
καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν
τεκοῦσαν κατέσχεν ἀπήμαντον».
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν,
γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων,
ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς
παραπτώσεων.
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη
Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων,
καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ
τῆς κτίσεως.
Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Ναίων
Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν
ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς
ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ
προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
θᾶττον
μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».
Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,
Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,
Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,
Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ
Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.
Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,
Λυγρῶς πεσόντας, ἐν σκότει τῶν
πταισμάτων,
Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,
Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.
Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.
Τοῦ
Μνήστορος. Σπλάγχνων Ἰωνᾶν
Ξένῳ
τοκετῷ, ἐκ Κόρης θεόπαιδος, τοῖς ξένοις ἡμῖν ἐπιδημήσαντα, τὸν ἀΐδιον τοῦ
Πατρὸς Θεὸν λόγον, λαβὼν Ἰωσήφ, τὴν πρὸς Αἴγυπτον παμμάκαρ ξένην κάθοδον,
χαίρων, σὺν αὐτῷ πεποίησαι, καθυπείκων τοῖς θείοις προστάγμασιν.
Ἵστασο
Θεῷ, σαρκὶ νηπιάσαντι, σοφὲ Ἰωσὴφ διακονούμενος, ὥσπερ Ἄγγελος· καὶ ἀμέσως πρός
τούτου ηὐγάσθης σαφῶς, τὰς ἀκτῖνας τὰς ἀΰλους εἰσδεχόμενος, μάκαρ, καὶ
φωτοειδέστατος, καὶ ψυχῇ καὶ καρδίᾳ δεικνύμενος.
Ὅλος
ἐπαφῇ, τῇ θείᾳ πανεύφημε, καθαγιασθεὶς ψυχῇ καὶ σώματι, μεταβέβηκας, πρὸς
ἀΰλους μονὰς ἁγιάζων νυνί, τοὺς τελοῦντάς σου τὴν μνήμην Δίκαιε, ὄντως, Ἰωσὴφ
πανάγιε, παναγίας μνηστὴρ Θεομήτορος.
Θεοτοκίον
Νέον
ἐπὶ γῆς, παιδίον ἑώρακας, Παρθένου Ἁγνῆς ἀποτικτόμενον, τὸν προτέλειον, καὶ πρὸ
πάντων αἰώνων ἐκφύντα Πατρός· καὶ Ἀγγέλων ἀνυμνούντων τοῦτον ἤκουσας, ἔνδον τοῦ
σπηλαίου κείμενον, Ἰωσὴφ ἐπὶ φάτνης πανεύφημε.
Κοντάκιον. Ἦχος
γ’. Ἡ Παρθένος σήμερον.
Ἰωσὴφ
τὸν Μνήστορα, τῆς Θεοτόκου Παρθένου, ἱεροῖς ἐν ᾄσμασιν, ἀνευφημήσωμεν πάντες·
οὗτος γάρ, δικαιοσύνῃ πάσῃ ἐκλάμπων, γέγονε, τοῦ σαρκωθέντος Θεοῦ αὐτόπτης, ᾯ καὶ πάντοτε πρεσβεύει, ἡμῖν δοθῆναι, πταισμάτων
ἄφεσιν.
Ὁ
Οἶκος.
Ἰωσὴφ
τὸν Δίκαιον, τὸν ἐν δικαιοσύνῃ τῇ κατὰ Νόμον ἐκλάμψαντα, καὶ Θεοῦ θεράποντα
ἐνθεώτατον ὀφθέντα, κατὰ χρέος μακαρίσωμεν πάντες. Θείᾳ γὰρ ὑπηρετῶν βουλῇ, τὴν
ἁγνὴν Παρθένον ἐμνηστεύσατο, εἰς περιποίησιν θείαν καὶ φύκαξιν, ὡς καθαρὸς καὶ
σῶμα καὶ ψυχὴν καὶ διάνοιαν. Καὶ τῷ ἐξ αὐτῆς ἀφράστως γεννηθέντι Θεῷ, ἀμέμπτως
καὶ εὐλαβῶς διακονῶν, υἱὸς αὐτοῦ ἐκλήθη ὁ ἐκ Πατρὸς Ἀνάρχου, πρὸ Ἑωσφόρου
ἐκλάμψας συνάναρχος Θεός. Καὶ ἦν αὐτῷ ἐν Ναζαρὲτ ὑποτασσόμενος, Οὗ τῷ νεύματι
καθυπείκει ὁρατὴ καὶ ἀόρατος κτίσις· ὅθεν ὡς ἄγγελος ἐπὶ γῆς διαπρέψας, μετέστη
πρὸς δόξαν οὐράνιον, καὶ πάντοτε
πρεσβεύει, ἡμῖν δοθῆναι, πταισμάτων ἄφεσιν.
Συναξάριον.
Τῇ
Κστ΄ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῆς Ὑπεραγίας
Δεσποίνης ἡμῶν Θεοτόκου.
Λεχὼ ἄμωμον
ἀνδρὸς μὴ γνοῦσαν λέχος,
Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις.
Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις.
Μολπὴν
ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω.
Περὶ
τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου.
Ἥκοντα πρὸς
σέ, τὸν πάλαι πλήξαντά σε,
Αἴγυπτε φρίττε, Καὶ Θεὸν τοῦτον φρόνει.
Αἴγυπτε φρίττε, Καὶ Θεὸν τοῦτον φρόνει.
Μετὰ
τὸ ἀποφήνασθαι τὸν Ἡρῴδην ἀναιρεθῆναι πάντας τοὺς ἐν Βηθλεὲμ παῖδας, Ἄγγελος
Κυρίου κατ᾿ ὄναρ ἐφάνη τῷ Ἰωσὴφ λέγων· Ἐγερθείς, παράλαβε τὸ Παιδίον καὶ τὴν
Μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον. Φεύγει δὲ εἰς Αἴγυπτον ἡ Θεοτόκος μετὰ
τοῦ Βρέφους καὶ τοῦ Ἰωσήφ, διὰ τὰ δύο ταῦτα· Ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ
Προφήτου· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου· καὶ ἵνα ἐμφραγῇ πᾶν στόμα τῶν
αἱρετικῶν· εἰ γὰρ οὐκ ἔφυγεν, ἀλλ᾿ ἐκρατήθη τὸ Βρέφος, εἰ μὲν ἐφονεύθη,
ἐνεποδίζετο ἡ τῶν ἀνθρώπων σωτηρία· εἰ δὲ οὐκ ἐφονεύθη ἢ διὰ ξίφους τινὸς ἢ
ἑτέρας τιμωρίας, διὰ τὸ πληρῶσαι τὴν οἰκονομίαν, δόξαι εἶχε τοῖς πολλοῖς, ὅτι
κατὰ φαντασίαν ἐγένετο καὶ οὐ κατὰ ἀλήθειαν ἐφόρεσεν ἀνθρωπίνην σάρκα· εἰ γὰρ
ἐφόρει σάρκα, ἐκόπτετο ἂν ὑπὸ τῆς σπάθης· ὅπου γε καὶ προφάσεως μὴ γενομένης,
ἐτόλμησαν οἱ ἄθεοι αἱρετικοὶ τοῦτο εἰπεῖν, ὅτι κατὰ φαντασίαν ἐγεννήθη. Διὰ
τοῦτο οὖν φεύγει εἰς Αἴγυπτον, ἵνα καὶ τὰ ἐκεῖσε συντρίψῃ εἴδωλα καὶ τὴν
οἰκουμένην ὅλην σώσῃ, κατὰ τὸν καιρὸν τῆς σωτηρίου Σταυρώσεως.
Τῇ αὐτῇ ἡμέρα, τὴν Μετὰ τὴν Χριστοῦ Γέννησιν, Μνήμη τῶν
Ἁγίων· Ἰωσὴφ τοῦ Μνήστορος, Ἰακώβου τοῦ ἀδελφοθέου καὶ Δαβίδ τοῦ Προφήτου.
Τιμῶ Ἰωσὴφ
Μνήστορα τῆς Παρθένου,
Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.
Σὺ τέκτονος παῖς, ἀλλ' ἀδελφὸς Κυρίου,
Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ Μάκαρ.
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαυῒδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;
Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.
Σὺ τέκτονος παῖς, ἀλλ' ἀδελφὸς Κυρίου,
Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ Μάκαρ.
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαυῒδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;
Μνήστορος
Ἰωσὴφ θεσπεσίοιο εὐκλείην ἀείδω.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Εὐθυμίου, Ἐπισκόπου
Σάρδεων τοῦ Ὁμολογητοῦ.
Χριστῷ
παραστάς, Εὐθύμιε τρισμάκαρ,
Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.
Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.
Οὗτος
ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης· καὶ πρότερον μὲν ἐν τῇ
μοναδικῇ πολιτείᾳ, δίκην ἀστέρος ἔλαμψεν· ἔπειτα Ἀρχιερεὺς γεγονώς, ἐν τῇ κατὰ
Νίκαιαν δευτέρᾳ Συνόδῳ τοὺς αἱρετικοὺς κατὰ κράτος ἀνέτρεψε. Διό, οὕτως ἔχοντα
τοῦτον οἱ βασιλεῖς θεασάμενοι, εἰς δημοσίας καὶ διαφόρους πρεσβείας στέλλουσι.
Τοῦ δὲ Νικηφόρου τὴν βασιλείαν κρατήσαντος, εἰς Παταλαρέαν τῆς Ἑσπέρας ὁ Ἅγιος
σὺν ἄλλοις Ἐπισκόποις Ὀρθοδόξοις διὰ κόρην τινὰ ἀποκεῖραι στέλλεται. Ἔκτοτε οὖν
καὶ μέχρι τῆς ἀθλοφορίας ὁ πανόλβιος, οὐκέτι γέγονεν ἐγκρατὴς τῆς ἰδίας
Μητροπόλεως, χρόνων ἐννέα καὶ εἴκοσι παρῳχηκότων ἤδη.
Ἐκποδὼν
δὲ γενομένων τῶν κρατησάντων βασιλέων, καὶ Λέοντος τοῦ θηριωνύμου τὰ Ῥωμαϊκὰ
σκῆπτρα διαδεξαμένου, ἐκ τῆς ὑπερορίας ὁ Ἅγιος μεταστέλλεται, καὶ πρὸς αὐτοῦ
ἐρωτᾶται, Εἰ ταῖς Εἰκόσι νέμει σέβας. Τοῦ δὲ Ἁγίου τῇ ἐξ ἔθους παῤῥησίᾳ
χρησαμένου καὶ ἀναθέματι τοῦτον ὑποβαλόντος, ὁ τύραννος ὀργισθείς, ἐν τῇ Ἄσῳ
τοῦτον ὑπερορίζει καὶ αὖθις. Μαχαίρας δὲ ἔργον τοῦ κακίστου Λέοντος γενομένου,
πρὸς τοῦ μετ᾿ αὐτὸν κρατήσαντος, τῆς Ἄσου ὁ μακάριος ἀνακαλεῖται, καὶ σέβας
ταῖς ἁγίαις Εἰκόσι μὴ προσάγειν ἀναγκάζεται. Ὁ δὲ αὖθις, καὶ τοῦτον λόγοις
καταβροντήσας καὶ τό, Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐν
Εἰκόνι περιγραπτόν, ἤτω ἀνάθεμα, ἐκβοήσας, παίεται, καὶ ἐν τῷ Ἀκρίτᾳ
ὑπερορίζεται, καὶ ἐν εἱρκτῇ ζοφωδεστάτῃ ἐγκλείεται. Ἔπειτα ἐκ τεσσάρων
τείνεται, καὶ βουνεύροις ὠμοῖς ἐπὶ πολὺ καταξαίνεται. Ὅθεν ὁ Ἅγιος, δίκην ἀσκοῦ
ἐκ τῶν ἀφορήτων ἐκείνων πληγῶν ὀγκωθείς, ὀκτὼ μόνας ἡμέρας μετὰ τὴν ἄθλησιν
ἐκαρτέρησε· καὶ ὑπὲρ ἥλιον λάμψας, τὸ πνεῦμα αὑτοῦ εἰς χεῖρας Θεοῦ παρατίθεται.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κωνσταντίνου τοῦ ἐξ
Ἰουδαίων.
Ὡς ἐξ ἀκανθῶν
τῶν Ἰουδαίων ῥόδον,
Ὁ θεῖος ἀνθεῖ καὶ θανὼν Κωνσταντῖνος.
Ὁ θεῖος ἀνθεῖ καὶ θανὼν Κωνσταντῖνος.
Τούτῳ
πατρὶς μὲν ἦν ἡ Συνάδων, πατέρες δὲ τῇ τοῦ νόμου σκιᾷ λατρεύοντες· Ἰουδαῖοι γὰρ
τὴν θρησκείαν ὑπῆρχον· Νήπιος δὲ ὑπάρχων κομιδῆ, καὶ τῇ μητρὶ συνεπόμενος, ἰδὼν
τινὰ χριστιανὸν χάσματι περιπεσόντα καὶ τὸν τύπον τοῦ Σταυροῦ τῷ στόματι
ἐγχαράξαντα, καὶ αὐτὸς ἔκτοτε τὰ ὅμοια ἐποίει, τὸν θεαθέντα μιμούμενος, καὶ τὰ
χριστιανῶν κατησπάζετο καὶ θερμῇ διεπράττετο πίστει· διὸ τὸ πρόσωπον
καταλάμπεται, καὶ τὰ χριστιανῶν θεόθεν μυεῖται, ἄσιτος ἐπί τινας ἡμέρας
διατελέσας.
Τούτῳ
κόρη τις Ἑβραία ἑταιρικῶς ποτὲ ἐπεπήδησεν· ὁ δὲ τῷ τοῦ Σταυροῦ σημείῳ νεκρὰν
ταύτην ἀπέδειξε, καὶ αὖθις ἐζώωσε. Νεφέλῃ δὲ θείᾳ ποδηγούμενος, καταλαμβάνει
ψυχῶν φροντιστήριον, λεγόμενον Φουβούτιον, ἐν ᾧ μεγίστων ἀνδρῶν ἐξέλαμπεν
ἀρετή, τὸν ἀσκητικὸν βίον διανυόντων.
Ὡς
δὲ τῷ Προεστῶτι τὰ καθ᾿ ἑαυτὸν διηγήσατο, κελεύει ἐκεῖνος ἐνεχθῆναι Σταυρόν,
καὶ προστάττει αὐτὸν ἀσπάσασθαι. Ὡς δὲ τὴν βάσιν ἠσπάζετο περιδεῶς ὁ μακάριος,
ὅλῳ τῷ ἰκρίῳ καὶ τοῖς κέρασι τὸ σεβάσμιον ὅπλον ἐκεῖνο κατὰ τῆς ὁσίας ἐπικλιθὲν
κεφαλῆς, σταυροειδῆ τύπον εἰργάσατο ἐν αὐτῇ, ἀνεξάλειπτον φυλαχθέντα μέχρις ἐξόδου
αὐτοῦ. Εἶτα τοῦ θείου Βαπτίσματος ἀξιωθείς, Κωνσταντῖνος μετονομάζεται· ἐν ᾧ δὲ
τόπῳ ἔστη, ἐξελθὼν τῆς Κολυμβήθρας, ἐκτυποῦνται τὰ ἴχνη αὐτοῦ· καὶ πρὸς
πνευματικοὺς ἀγῶνας ἀποδύεται, ὑπερβαλέσθαι πάντας φιλονεικῶν τῇ σκληραγωγίᾳ·
καὶ τοῦ Ἀποστόλου Παύλου τὴν τέχνην μεταχειρίζεται. Ὁπηνίκα δὲ τὰς εὐχὰς τῷ Θεῷ
ἀπεδίδου, εὐωδίας ὁ τόπος ἐπληροῦτο· αὐτομάτως τε αὐτῷ αἱ θύραι τῆς Ἐκκλησίας
ἠνοίγοντο, καὶ τοὺς λογισμοὺς ἑκάστου τῶν ἀδελφῶν διὰ καθαρότητα ψυχῆς ἑώρα.
Ἔπειτα
τὸ τοῦ Ὀλύμπου ὄρος καταλαμβάνει· ἐν τοῖς Μύροις ἔρχεται· τῆς Κύπρου ἐπιβαίνει·
εἰς Ἀττάλειαν παραγίνεται· καὶ ναυσίπορον ποταμὸν ποσὶν οἰκείοις περαιοῦται·
καὶ πολλοὺς ἑτέρους τόπους περινοστήσας, πάλιν εἰς Ὄλυμπον ἔρχεται,
Τεσσαράκοντα ἡμέρας, οὐ μόνον νῆστις, ἀλλὰ καὶ μέχρις ὀσφύος ἐν λάκκῳ τινὶ
κεχωσμένος διετέλεσε. Μετὰ ταῦτα τὴν τοῦ Πρεσβυτέρου χειροτονίαν καὶ ἄκων
δέχεται, τῶν ἀγώνων ἐχόμενος· καὶ πρὸ ὀκτὼ ἐνιαυτῶν τὴν αὑτοῦ πρὸς Θεὸν
ἐκδημίαν μυεῖται· ὧν περαιωθέντων, πρὸς Κύριον μεθίσταται, τὰ περὶ ἑαυτοῦ πάντα
σαφέστατα προδηλώσας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐαρέστου.
Ἔσπευδεν
Εὐάρεστος ἔργῳ καὶ λόγῳ
Ἕως τελευτῆς εὐαρεστεῖν σοι, Λόγε.
Ἕως τελευτῆς εὐαρεστεῖν σοι, Λόγε.
Οὗτος
ἦν ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ Εἰκονομάχου, ἐκ γονέων ἐπιφανῶν. Ἐκδίδοται οὖν
εἰς τὴν τῶν μαθημάτων ἀνάληψιν, καὶ γίνεται τοῖς πᾶσι χρηστός. Εἰς δὲ
Κωνσταντινούπολιν ἀπάρας, ξενίζεται παρά τινι τῶν ἐν τέλει, συγγενεῖ αὐτοῦ
τυγχάνοντι, Βρυεννίῳ τοὔνομα, πατρικίῳ τὴν ἀξίαν, καί τινας ἡμέρας συνῆν αὐτῷ.
Ἔπειτα χρείας καταλαβούσης, ἀποστέλλεται παρὰ τῆς βασιλίδος Θεοδώρας πρέσβυς ὁ
πατρίκιος πρὸς Βουλγάρους, ἔχων μεθ᾿ ἑαυτοῦ τὸν τίμιον Εὐάρεστον· κατὰ δὲ τόν,
οὕτω λεγόμενον τόπον, Σκόπελον ἐλθόντων αὐτῶν καὶ μικρὸν διαναπαυομένων, ὁ
μακάριος, κατά τινα οἰκονομίαν, ἐντυχὼν πρεσβύτῃ, τὸν ἀσκητικὸν μετερχομένῳ
βίον, τοῦ ποθουμένου τυγχάνει· καὶ τὴν κόμην καρείς, προθύμως τὸν ἐλαφρὸν
ὑπῆλθε τοῦ Κυρίου ζυγόν.
Ὁ
δὲ γέρων ἐκεῖνος, εὐχῇ καὶ γράμμασι τοῦτον ἐφοδιάσας, τῇ Μονῇ τῶν Στουδίων
ἐξέπεμψε· καὶ εἰσδεχθείς, πρὸς τοὺς ἀγῶνας ἐχώρει. Ἕνα δὲ τῶν ἄλλων ἀδελφῶν
προκρίνας, ὡς κατ᾿ ἀρετὴν ὑπερέχοντα, τοῦτον κοινωνὸν τῶν σπουδασμάτων ἐτίθετο,
μηδενὸς ἑτέρου γευόμενος ἅπαξ τῆς ἑβδομάδος, πλὴν μικροῦ ἄρτου, καὶ τούτου ἐξ
ἀλφίτων κατεσκευασμένου καὶ ζωμοῦ λαχάνων. Περὶ δὲ τῶν ἄλλων αὐτοῦ σπουδασμάτων
καὶ ἀγώνων, ἀδύνατόν ἐστιν ἡμᾶς καταλέγειν· κύκλους γὰρ δύο πολυταλάντους τῶν
ὤμων ἀπαιωρήσας ἐν γυμνῷ τῷ σώματι, τὴν ὀσφὺν διεζώσατο. Ἐν τούτοις θεαρέστως
βεβιωκὼς καὶ τὸν ἑβδομηκοστὸν πέμπτον χρόνον τῆς αὑτοῦ ζωῆς συντετελεκώς, τὸ
πνεῦμα τῷ Θεῷ παρατίθεται. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα ἐν τῇ τοῦ Κοκκοροβίου ἀπετέθη
Μονῇ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος
Κωνσταντίου τοῦ Ῥώσου, ἀθλήσαντος ἐν Κωνσταντινουπόλει κατὰ τὸ 1743 ἔτος.
Βάλλεις τὸν
ἐχθρόν, ὅς σε βέβληκε πάλαι,
Κωνστάντιε σύ, καὶ λαμβάνεις βραβεῖον.
Κωνστάντιε σύ, καὶ λαμβάνεις βραβεῖον.
Οὗτος ὁ ἱερομόναχος, ἦτο ἀπὸ τὸ χριστιανικώτατον
Βασίλειον τῶν Ῥώσσων, ἐφημέριος τοῦ ἐπιτρόπου τῆς Ῥωσσίας εἰς τὴν Πόλιν, τοῦ
λεγομένου πρέσβεως. Εἰς δὲ τὸν καιρὸν τῶν τότε γενομένων πολέμων μεταξὺ Ῥώσσων
καὶ Τούρκων, αὐτὸς ἔμεινεν εἰς τὰ μέρη τῆς Τουρκίας, καὶ ἐλθὼν εἰς τὸ Ἅγιον
Ὄρος, ὑπῆγεν καὶ ἔμεινεν εἰς τὴν Μεγίστην Λαύραν ὀλίγον καιρόν, καὶ ἀπὸ ἐκεῖ
ἀπῆλθεν εἰς τὰ Ἱεροσόλυμα καὶ εἰς ἄλλους σεβασμίους τόπους, καὶ πάλιν
ἐπέστρεψεν εἰς τὸ Ἅγιον Ὄρος, καὶ ἔμεινεν εἰς τὴν αὐτὴν Μεγίστην Λαύραν,
περιμένων νὰ ποιήσωσιν εἰρήνην τὰ βασίλεια. Γενομένης δὲ εἰρήνης μεταξὺ Ῥώσσων
καὶ Τούρκων, ἀπῆλθεν πάλιν εἰς τὴν Πόλιν, καὶ ὑπῆγεν εἰς τὸν πρῴην πρέσβυν ὅπου
ἦτο ἐφημέριος, ὅστις ἦλθε πρέσβυς ἐκ τῶν Ῥώσσων, καὶ ποιήσαντες τὴν ἀγάπην, τὸν
ἐδιόρισεν πάλιν ἐφημέριον εἰς τὸν νέον πρέσβυν. Ἦλθον ὅμως εἰς διχόνοιαν μὲ τὸν
πρέσβυν, καὶ τέλος, ἤ ἀπὸ φόβον, ἤ ἀπὸ θυμόν, ἀπελθὼν ἐμπρὸς εἰς τὸν βασιλέα,
ἠρνήσατο τὴν τῶν χριστιανῶν ἄμωμον πίστιν, καὶ ἔλαβε μεγάλας τιμὰς ἀπὸ αὐτόν.
Ἀλλά, δὲν παρῆλθον ὀλίγαι ἡμέραι, καὶ ἐλθὼν εἰς ἑαυτόν, καὶ ἀνανήψας ὡς ἀπὸ
μέθην, καὶ μετανοήσας, ἔκλαιεν ἐκ καρδίας μετὰ πικρῶν δακρύων διὰ τὸ μέγα κακὸν
ὅπου ἔπαθεν, ὥσπερ ὀ μέγας Ἀπόστολος Πέτρος. Εἰς μεγάλην λοιπὸν κατάνυξιν
ἐλθών, καταφρονεῖ τὴν παροῦσαν ζωήν, καὶ ποθεῖ ὅλος νὰ μαρτυρήσῃ, καὶ ῥίψας τὸ
σχῆμα τῶν Ἀγαρηνῶν εἰς τὴν γῆν, καὶ καταπατήσας αὐτό, ἐφόρεσε ξεσχισμένον
ῥάσον, καὶ μὲ μαῦρον μανδήλιον δέσας τὴν κεφαλήν του, ὑπῆγε πάλιν ἐκεῖ ὅπου
ἠρνήθη τὸν Χριστόν, καὶ τὸν ὡμολόγησε παῤῥησία ἐνώπιον τοῦ Σουλτάνου Θεὸν
ἀληθινόν, τὴν δὲ θρησκείαν τῶν ἀγαρηνῶν καὶ τὸν τούτων προφήτην, ἐξεφαύλισε
πολύ. Οἱ δὲ κρατοῦντες, ταῦτα ἀκούσαντες καὶ κατεσχυθέντες, εὐθὺς ἀπέτεμον τὴν
ἁγίαν αὐτοῦ κεφαλήν ἔμπροσθεν τοῦ βασιλικοῦ παλατίου, καὶ τοιουτοτρόπως ἔλαβε
χαίρων τοῦ μαρτυρίου τὸν στέφανον.
Τῇ αὕτη ἡμέρα, ἀνάμνησιν ἄγομεν τῆς ἐλεύσεως ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ὁσίου Παύλου τῇ ἐν Ἀθῳ,
τῶν τιμίων Δώρων τοῦ Χριστοῦ, ἃ οἱ Μάγοι αὐτῷ προσεκόμισαν, ἅτινά εἰσι, χρυσός,
λίβανος καὶ σμύρνα.
Δώρων σου Χριστὲ τὴν ἔλευσιν αἰνοῦμεν
Ἐξ αὐτῶν γὰρ προεῖσιν ἄφθονος χάρις.
Τὰ τοῦ Σωτῆρος ὑπερτιμᾷ Δῶρα, χρυσός, λίβανος καὶ σμύρνα,
ἅ προσήνεγκαν αὐτῷ νηπιάσαντι οἱ τῶν Περσῶν Μάγοι, ἀσφαλῶς διετήρει ἡ Κυρία
Θεοτόκος· μέλλουσα δὲ ἐκδημῆσαι τῷ Υἱῷ καὶ Θεῷ αὐτῆς, ἐνεχείρισε ταῦτα εὐλαβέσι
παρθένοις, καὶ ἢν σῳζόμενα ἐν Ἱεροσολύμοις, εὐλαβῶς φυλαττόμενα. Βασιλεύοντος
δὲ Ἀρκαδίου ἐν Κωνσταντινουπόλει, ἐστάλησαν παρ᾿ αὐτοῦ ἄνδρες σφόδρα φοβούμενοι
τὸν Θεόν, καὶ μετεκόμισαν αὐτὰ ἐν τῇ βασιλίδι πόλει, ἔνθα καὶ ἐφυλάττοντο, ὡς
θησαυρὸς πολύτιμος καὶ θεῖον ἁγίασμα, παρὰ τῶν ἑκάστοτε βασιλέων, ἐν τοῖς
αὐτοκρατορικοῖς θησαυροῖς. Ἀλωθείσης δέ, παραχωρήσει Θεοῦ, τῆς βασιλευούσης
παρὰ τῶν Ἀγαρηνῶν, ἡ τοῦ Πορθητοῦ μήτηρ, ἧς ἡ κλῆσις Μάρω, χριστιανὴ οὖσα,
λαβοῦσα ταῦτα ἐκ τῶν βασιλείων, προσεκόμισε καὶ ἀφιέρωσεν αὐτὰ ἐν τῇ ἐν Ἄθῳ
ἱερᾷ Μονῇ τοῦ Ὁσίου Παύλου, θαυμαστῷ τρόπῳ, ἔνθα καὶ διασῴζονται ὡς δώρημα
θεόσδοτον καὶ ὄλβος ἀσύλητος, εὐωδίαν θείαν ἀποπνέοντα, καὶ ἰάματα πλεῖστα
παρέχοντα τοῖς εὐλαβῶς προσιούσιν αὐτοῖς.
Τῇ
αὕτη ἡμέρα, Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς
Βηθλεεμιτίσσης.
Τῇ
αὐτῇ ἡμέρᾳ, Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς
Ἀλεξιωτίσσης ἐν Πάτραις.
Τῇ
αὐτῇ ἡμέρᾳ, Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς
Θεοσκέπαστης ἐν τῷ Ἡμεροβιγλίῳ Σαντορίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς Παμμακαρίστου.
Εἰκὼν
πλαγχθεῖσα Μητροπαρθένου Κόρης,
Τιμᾶται σεπτῷ
Χριστοῦ παρθένων δόμῳ.
Ταῖς τῆς Μητρός Σου, καὶ
τῶν Ἁγίων Σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδη ζ' Ὁ Εἱρμὸς
«Οἱ
Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν
οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς
εἶ».
Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς
φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε
βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου,
οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες·
διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ
τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Τῷ
παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα
θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες
τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς
εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λέγουσιν·
Εἰς αἰῶνας εὐλογητὸς εἶ».
Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,
Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,
Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,
Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,
Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.
Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,
Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,
ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,
Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,
Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.
Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,
Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,
Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν.
Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,
Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.
Τοῦ
Μνήστορος. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες
Προρρήσεων
τὸ πέρας τῶν ἐνθέων Προφητῶν, ἑώρακας· ὃν γὰρ ἐκήρυξαν Χριστόν, ἐλευσόμενον ἐκ
Κόρης ἁγνῆς, ἐψηλάφησας, καὶ βρέφος κατενόησας, ὡς καθαρὸς τήν ψυχήν, Χριστοῦ
θεράπων.
Ἀμέμπτῳ
πολιτείᾳ, Ἰωσὴφ κεκοσμημένος ἔνδοξε, φύλαξ ἀμέμπτου ἀληθῶς, παρθενίας
ἐχρημάτισας, καὶ Πατὴρ τοῦ τικτομένου Παιδὸς κέκλησαι, μεγαλυνθεὶς τῇ σεπτῇ
προσηγορίᾳ.
Ῥήματι
ὁ τεκταίνων οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, κέκληται τέκτονος Υἱός, σοῦ
Παμμάκαρ ἀξιάγαστε, τοῦ ἀνάρχου σε, πατρὸς ὄντως δοξάσαντος, ὡς ἱερόν ὑπουργὸν
τῶν ὑπὲρ λόγον.
Ἁγίως
σου τὸν βίον, διανύσας Ἰωσὴφ πανάριστε, ἐν ταῖς λαμπρότησι νυνὶ τῶν Ἁγίων
κατεσκήνωσας, ἁγιάζων τοὺς πιστῶς τὴν παναγίαν σου, ἐκτελοῦντας ἀεὶ καὶ θείαν
μνήμην.
Θεοτοκίον
Συμβόλοις
ἱεροῖς σε, τυπουμένην Ἰωσὴφ ὁ δίκαιος, θεοχαρίτωτε ἁγνή, ἐγνωκώς ῥάβδῳ
κληροῦταί σου, τὴν μνηστείαν τὴν σεπτήν, ἐπιμνησθεὶς Ἀαρών, τῆς βλαστησάσης
ποτὲ ἁγίας Ῥάβδου.
ᾨδὴ η' Ὁ Εἱρμὸς
«Θαύματος
ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους,
ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν.
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας,
δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ
Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ
κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς·
οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ
μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω
ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών,
καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς
σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ
κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Μήτραν
ἀφλέκτως εἰκονίζουσι Κόρης,
Οἱ
τῆς παλαιᾶς πυρπολούμενοι νέοι,
Ὑπερφυῶς
κύουσαν, ἐσφραγισμένην.
Ἄμφω
δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς
πρὸς ὕμνον ἐξανίστησι χάρις».
Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,
Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.
Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,
Ἄδοξον εὖχος δειματουμένη φέρειν,
Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.
Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,
Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων,
Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν.
Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,
Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.
Τοῦ
Μνήστορος. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος
Τίμιος
ὡς ἀληθῶς ὁ θάνατός σου, κατενώπιον ὤφθη Κυρίου, Ἰωσὴφ πανόλβιε· σὺ γὰρ ὅλως
ὁσιωθείς, ἀπὸ βρέφους ἱερὸς φύλαξ γεγένησαι, τῆς εὐλογημένης, μεθ' ἧς ἔμελπες·
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἅπαντες
χοροὶ τῶν Ἀσωμάτων ὄνπερ τρέμουσι Θεὸν καὶ Κτίστην Ἰωσὴφ ὁ δίκαιος, παρρησίᾳ
πανευλαβῶς, περιπτύσσεται ὡς βρέφος καὶ ἀσπάζεται, καὶ φῶς νοητόν βοῶν
κομίζεται· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς
αἰῶνας.
Τέτρωσαι
τῷ γλυκυτάτῳ Μάκαρ πόθῳ, καὶ ὡς Ἄγγελος τῷ σαρκωθέντι, παρεστὼς προστάξεσι,
καθυπείκεις ταῖς θεϊκαῖς, δι' Ἀγγέλου ἐξ Αἰγύπτου μηνυόμενος, πρός γῆν Ἰσραὴλ
ἐπανελεύσεσθαι, μέτ' αὐτοῦ τοῦ Παιδίου καὶ τῆς Μητρὸς αὐτοῦ, οἷς συνεπανῆλθες,
τὸν Κύριον δοξάζων.
Θεοτοκίον
Νόμου
τὰς σκιὰς εἶδες λυθείσας, τῇ τῆς χάριτος φωτοχυσίᾳ, φωτεινὴν νεφέλην τε τὴν
Παρθένον τὸν νοητόν, ἀνατέλλουσαν σαρκί, Ἥλιον ἔβλεψας, καὶ ὥσπερ ἀστήρ πάντας
ἐφώτισας, τοὺς βοῶντας σοφὲ Ἰωσὴφ ἑκάστοτε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς
αἰῶνας.
Καταβασίαι, αἱ Ἰαμβικαὶ
μόνον, Ἔσωσε
λαόν, κ.τ.λ. Ἡ τιμιωτέρα οὐ στιχολογεῖται, ἀλλ' ἀντ'
αὐτῆς ψάλλεται ἡ θ' ᾨδή, μετὰ τῶν μεγαλυναρίων αὐτῆς.
ᾨδὴ θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ. Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ Ἦχος α'
Μεγάλυνον
ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. (Δίς)
Μεγάλυνον
ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Μεγάλυνον
ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Μεγάλυνον
ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Μεγάλυνον
ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα.
Μεγάλυνον
ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.
Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι,
Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.
Ἔτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα
Σήμερον
ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
Σήμερον
ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα,
σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ.
Σήμερον
ὁ Δεσπότης, ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος.
Σήμερον
πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης.
Οὐράνιαι
Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ.
Δόξα...
Μεγάλυνον
ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
Καὶ νῦν ...
Μεγάλυνον
ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ὁ Εἱρμὸς
«Μυστήριον
ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον·
τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες
μεγαλύνομεν».
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι,
ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο,
ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ,
οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο,
Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ
ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς
Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Στέργειν
μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον
σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους
ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές
ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση
πέφυκεν ἡ προαίρεσις δίδου».
Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,
Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,
Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,
Δοξούμενοί τε, τῆς ἀληθείας φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,
Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,
Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.
Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,
Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.
Τοῦ
Μνήστορος. Μυστήριον ξένον
Ἰσότιμος
πάντων, Ἀγγέλων γεγένησαι, Προφητῶν Μαρτύρων τε, Μάκαρ καὶ τῶν σοφῶν, Ἀποστόλων
συνόμιλος ὄντως· διὸ σὺν αὐτοῖς σε μακαρίζοντες, σοφὲ Ἰωσήφ, τήν ἱεράν σου
μνήμην σέβομεν.
Ὡς
ἐκ γένους, βασιλικοῦ καταγόμενος, τὴν Ἁγνὴν Βασίλισσαν, μέλλουσαν Ἰησοῦν
Βασιλέα, τίκτειν ἀπορρήτως, σοφὲ ἐμνηστεύσω, ὑπὲρ ἅπαντας ἐν γῇ προκριθείς,
τοὺς γηγενεῖς μακαριώτατε.
Σθενούμενος,
τῇ δυναστείᾳ τοῦ Πνεύματος, ἀρεταῖς κεκόσμησαι μάκαρ, ἐν βαθυτάτῳ τε γήρᾳ, πρὸς
τοὺς σοὺς μετέβης λαμπρῶς Ἰωσὴφ πατέρας, μέγιστος πατὴρ νομισθείς, τοῦ ἐκ Θεοῦ
Πατρὸς ἐκλάμψαντος.
Ἡ
μνήμη σου, πρὸς εὐφροσύνην τὰ πέρατα, συγκαλεῖ καὶ αἴνεσιν, Λόγου τοῦ σὲ
δοξάσαντος Μάκαρ, ᾧ σὺν παρρησίᾳ ἀεὶ παρεστώς, ἀπαύστως πρέσβευε, ἡμᾶς
λυτρωθῆναι, πειρασμῶν τοὺς εὐφημοῦντάς σε.
Θεοτοκίον
Φυλάττουσαν,
τὴν παρθενίαν ἀκήρατον, τὴν Ἁγνὴν ἐφύλαξας, Λόγος ἐξ ἧς Θεὸς ἐσαρκώθη, φυλάξας
Παρθένον αὐτήν, μετὰ γέννησιν ἀπόρρητον, μεθ' ἧς θεοφορε, Ἰωσὴφ ἡμῶν μνημόνευε.
Ἐξαποστειλάριον. Τοῦ Ἁγίου. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ Ἰωσὴφ ὁ Μνήστωρ, τῆς Θεοτόκου
καὶ ἁγνῆς, τὸ τῶν Δικαίων κλέος, καὶ πρέσβυς μέγας πρὸς Χριστόν, τῶν εὐσεβούντων
ἁπάντων, μελῳδικῶς ἀνυμνείσθω.
Ἐξαποστειλάριον Αὐτόμελον. Τῆς Ἑορτῆς.
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ
ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ
ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ
θεόφρον Ἰωσήφ, Μνήστωρ ἐνθεώτατος, τῆς Παναγίας Θεόπαιδος, καὶ φύλαξ ἄριστος,
θείᾳ ἐπινεύσει, ἀληθῶς γεγένησαι, καὶ ταύτην ἀσφαλῶς διετήρησας, ἐξ οὗ Κύριος,
ἐξ αὐτῆς τεχθεὶς ὡς ἄνθρωπος, μετὰ τόκον, Παρθένον ἐφύλαξε.
Παμμάκαρ
θεόφρον Ἰωσήφ, τόκον τὸν ἀπόῤῥητον, τῆς Παναγίας Θεόπαιδος, καὶ ἀκατάληπτον, ἐν
Σπηλαίῳ βλέπων, τὸ μέγα μυστήριον, τῆς θείας τοῦ Δεσπότου κενώσεως,
μεμυσταγώγησαι, καὶ προθύμως διηκόνησας, τῷ Τεχθέντι, ὥσπερ ἄλλος ἄγγελος.
Παμμάκαρ
θεόφρον Ἰωσήφ, τοῦ ἀμέμπτου βίου σου, τὴν ἀρετὴν προσηκάμενος, Χριστὸς ὁ
Κύριος, υἱός σου ἐκλήθη, καὶ σοὶ ὑπετάσσετο, ὡς παῖς ἐν Ναζαρὲτ καθορώμενος, ὁ
προαιώνιος· ὢ τῆς χάριτος ἧς ἔτυχες, καὶ τῆς δόξης, τῆς πολλῆς σου Ἅγιε!
Παμμάκαρ
θεόφρον Ἰωσήφ, τὸν ἀσπόρως λάμψαντα, ἐκ τῆς ἀχράντου Θεόπαιδος, καὶ σὲ
καλέσαντα, πατέρα δυσώπει, Χριστὸν τὸν Θεὸν ἡμῶν, δωρήσασθαι πταισμάτων
συγχώρησιν, τοῖς σὲ γεραίρους, καὶ πιστῶς πανηγυρίζουσι, τὴν ἁγίαν καὶ φωσφόρον
μνήμην σου.
Δόξα.
Ἦχος πλ. α’.
Τὴν
θεοπρεπῆ σου ζωήν, ὡς θυσίαν λογικὴν καὶ ἄμωμον, ὁ Σωτὴρ προσεδέξατο Ἰωσὴφζ
μακάριε. Τούτῳ γὰρ ἀμέμπτως λατρεύων, τύποις νομικοῖς ἐν τῷ ἀποῤῥήτῳ μυστηρίῳ,
τῆς πρὸς ἡμᾶς οἰκονομίας αὐτοῦ, διακονῆσαι προεκρίθης ὡς ἀθῶος ταῖς χερσί, καὶ
καθαρὸς τῇ καρδίᾳ κατὰ Δαυΐδ τὸν θεῖον· ὅθεν μεγάλως ἐδοξάσθης, καὶ μειζόνων
δωρεῶν ἠξιώθης, παρὰ τοῦ καλέσαντός σε πατέρα, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Αὐτὸν
ἱκέτευε δεόμεθα, δωρηθῆναι ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Μάγοι
Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα, Βασιλέα οὐράνιον, ὑπὸ
λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα,
χρυσὸν καὶ λίβανον καὶ σμύρναν, καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ
Σπηλαίῳ, βρέφος κείμενον τὸν Ἄχρονον.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῶν Δικαίων ἡ καλλονή, Ἰωσὴφ ὁ Μνήστωρ, τῆς τεκούσης τὸν Ποιητήν· χαίροις
ἀντιλήπτωρ, τῶν σὲ παρακαλούντων, καὶ πρὸς Χριστὸν μεσίτης, ἡμῶν θερμότατος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου