Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 14. ΑΓΙΟΣ ΣΑΒΒΑΣ ΣΕΡΒΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΙΔ΄!!
ΣΑΒΒΑΣ ΣΕΡΒΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐκ νεότητος Χριστῷ, ὕψωσας ψυχῆς σου τὸν πόθον, τελειοτάτῳ νοΐ, τότε τὴν βασίλειον, δόξαν κατέλιπες, καὶ τὸν πλοῦτον τὸν πρόσκαιρον, ἐμφρόνως μισήσας, βίον τὸν ἰσάγγελον, Πάτερ ἠγάπησας· ὅθεν, ἐν τῷ Ἄθῳ ἐκλάμψας, ὤφθης περιβόητος πᾶσι, Σάββα θεοφόρε τῇ ἀσκήσει σου.

Οἶκος, οὐρανίων ἀρετῶν, καὶ πνευματικῶν χαρισμάτων, σκεῦος γενόμενος, Σάββα ἱερώτατε, Σέρβων ὡράϊσμα, Μονὴν θείαν ἀνήγειρας, ἐν ᾗ τύπος ὤφθης, ἐναρέτων πράξεων, βίου λαμπρότητι· πράξει, ἀρετῶν γὰρ ἐκλάμπων, ἤρθης θεωρίας εἰς ὕψος, καὶ φωτὸς πεπλήρωσαι τῆς χάριτος.

Ψήφῳ, θεϊκῇ Ἀρχιερεύς, Σάββα θεοφόρε ἐδείχθης, ὡς καθαρὸς τὴν ψυχήν· ὅθεν κατεφώτισας, λόγοις καὶ θαύμασι, καὶ ἐνθέοις σου πράξεσι, πᾶσαν τὴν Σερβίαν ὡς ἄλλος Ἀπόστολος, καὶ ὁδηγὸς πρὸς Θεόν, ἤθη γὰρ ψυχῶν ἐκκαθαίρων, καὶ αἱρετικῶν πλάνην λύων, ὤφθης Ὀρθοδόξων στῦλος ἄσειστος.

Πᾶσαν, τὴν Σερβίαν διδαχαῖς, Σάββα Ἱεράρχα ἰθύνας, πρὸς τὴν εὐθεῖαν ὁδόν, ἐνταλμάτων Ἅγιε, τοῦ σὲ δοξάσαντος, ποιμὴν ὤφθης θεόσοφος, καὶ πάνσοφον στόμα, καὶ λύχνος πολύφωτος, τῆς Ἐκκλησίας Χριστοῦ, ἥτις, τὴν ἁγίαν σου μνήμην, πόθῳ ἑορτάζουσα Πάτερ, τὰ σὰ μεγαλύνει προτερήματα.

Δόξα. Ἦχος δ΄.
Τῆς βασιλείου ἀξίας, τὴν ἀσκητικὴν πολιτείαν ἑλόμενος, ἀγγελικῶς ἐν κόσμῳ διέπρεψας, Σάββα παμμακάριστε. Τὸ γεῶδες γὰρ φρόνημα, τῇ ἐν Χριστῷ ζωῇ ὑποτάξας, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, τῇ συντονίᾳ τῶν ἀρετῶν, καὶ ταῖς πρὸς τὸ κρεῖττον ἀναβάσεσι. Καὶ πολλῶν χαρισμάτων ἀξιωθείς, Ἱεραρχίᾳ ἔφανας, καὶ ἀποστολικῶς τὸν λαὸν τοῦ Κυρίου ἐποίμανας. Διὸ τὴν ἁγίαν μνήμην σου ἑορτάζοντες, Χριστὸν δοξάζομεν Πάτερ, τὸν λαμπρῶς σε θαυμαστώσαντα.


Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σε τὸν ἐν Πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καθορῶν ὁ Βαπτιστής, ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων ἐβόα λέγων· Οὐ τολμῶ κρατῆσαι τὴν κορυφήν σου τὴν ἄχραντον· σὺ με ἁγίασον Δεσπότα τῇ ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέγας ἐν ἀρεταῖς, γενόμενος ἐν βίῳ, Ἀρχιεράρχης θεῖος, Χριστοῦ τῆς Ἐκκλησίας, ἐδείχθης Σάββα Ὅσιε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χάριν ὁμολογεῖ, ἠ τῆς Σερβίας χώρα, τῷ λόγῳ σου τῷ θείῳ, λαμπρῶς καταυγασθεῖσα, ὦ Σάββα ἱερώτατε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πᾶσι περιφανής, ἄρχουσι καὶ δημόταις, τῶν ἀρετῶν τῷ πλούτῳ, ἐδείχθης Πάτερ Σάββα, ὡς Ἱεράρχης ἔνθεος.

Δόξα. Τριαδικόν.
Ἕνα Σε ἐν τρισίν, οὐσίᾳ χαρακτῆρσι, Θεὸν ἀνακηρύττει, ὁ θεοφόρος Σάββας, Τριὰς ἀπειροδύναμε.

Καὶ νῦν. Θεοτοκίον.
Βίῳ ἀγγελικῷ, ὁ θεοφόρος Σάββας, ἐκλάμψας ἐν τῷ Ἄθῳ, Παρθένε Θεοτόκε, κηρύττει Σου τὰ θαύματα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀρετῶν ταῖς ἀκτῖσι καταλαμπόμενος, Ἀρχιερεὺς θεοφόρος ὤφθης καὶ θεῖος ποιμήν, τῆς Σερβίας ὁ φωστὴρ Σάββα μακάριε, καὶ Ἀποστόλων μιμητής, γεγονὼς ως ἀληθῶς, στηρίζεις τὴν Ἐκκλησίαν, καὶ τῷ Σωτῆρι πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. τῆς ἑορτῆς
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς γ’. Ἦχος β΄. Ἰδιόμελα. Ἰωάννου Μοναχοῦ.
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ὧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὢ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Καὶ τοῦ Ἁγίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς τρωθεὶς θείῳ ἔρωτι, ἐκ παιδὸς καταλέλοιπας, δόξαν τὴν βασίλειον καὶ λαμπρότητα, καὶ τῆς σαρκὸς τὴν εὐπάθειαν, καὶ πόνοις ἀσκήσεως, σεαυτὸν ὑποβαλών, σκεῦος ὤφθης πολύτιμον, θείου Πνεύματος, καὶ ζωῆς μακαρίας ὑποφήτης, πανταχοῦ Σάββα ἐκλάμπων, τῶν ἀρετῶν σου τὰς χάριτας.

Τῆς Σερβίας τὸ βλάστημα, καὶ φωστῆρα τὸν μέγιστον, καὶ ζωῆς τῆς κρείττονος τὸν διδάσκαλον, ὡς Ἀποστόλων ὁμότροπον, καὶ βίου σεμνότητος, φυτουργὸν θεοειδῆ, Σάββαν πάντες ὑμνήσωμεν, ἀνακράζοντες· χαῖρε κλέος ἀνάκτων Ὀρθοδόξων, θεοῤῥῆμον Ἱεράρχα, καὶ τῶν Ὁσίων καλλώπισμα.

Καὶ ἐν Ἄθῳ διέλαμψας, καὶ Σιὼν τὴν περίβλεπτον, ἱερῶς κατέλαβες Σάββα Ὅσιε, καὶ ἐν Σινᾷ καὶ Αἰγύπτῳ δέ, ὡς ἄστρον ἐπέφανας, πανταχοῦ προσεφαπλῶν, τὰς ἀκτῖνας τοῦ βίου σου, τὴν Σερβίαν δέ, τὴν πατρίδα σου πᾶσαν ἁγιάσας, ὡς αὐτῆς Ἀρχιεράρχης, χαίρων μετέστης πρὸς Κύριον.


Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἑωσφόρος λαμπρὸς ἀνέτειλεν, ἡ τοῦ Ἱεράρχου Σάββα πανήγυρις, τὴν Ἐκκλησίαν καταυγάζουσα. Τοὺ γὰρ ἐν Ἰορδάνῃ ἐπιφανέντος Χριστοῦ, τὸ φῶς ἐπιφέρεται, καὶ τῷ φωτὶ τῶν θείων δωρεῶν λαμπρύνει, τοὺς βοῶντας πρὸς αὐτόν· χαίροις, ὁ τῶν ἀνάκτων βαστός, καὶ τοῦ Βασιλέως τῆς δόξης θεράπων θερμότατος, ὡς ἀρετῶν Ὁσίων κειμήλιον· χαίροις, Ἀποστόλων ὁμότροπε, ὁ τὴν Σερβίαν πᾶσαν, Εὐαγγελικῷ ἀρότρῳ νεουργήσας, πρὸς ἀληθείας ἐπίγνωσιν· χαίροις, τῶν ἐν Ἄθῳ Ὁσίων καλλονή, καὶ τῆς οἰκείας Μονῆς προστάτης, καὶ ἀῤῥαγὴς θεμέλιος. Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, Πάτερ ἁγιώτατε.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδὼν σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε, Χριστὲ ὁ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἐν Σερβίᾳ Ἐκκλησία τοῦ Θεοῦ, Σάββαν τὸν μέγαν Ἱεράρχην, ὁδηγὸν πλουτοῦσα, καὶ ποιμένα πανάριστον. Τὴν γὰρ ἄνωθεν ἔλλαμψιν, ἐν τῷ Ἄθῳ δεξάμενος, ἀποστολικῶν ἐπλήσθη χαρισμάτων, καὶ εὐσεβείας τὸ μέγα μυστήριον, πᾶσι κηρύττει. Καὶ τύπον καὶ παράδειγμα, ἑαυτὸν προθέμενος, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, μυρίων καλῶν, πρόξενός σοι γέγονε. Τὴν γὰρ ὁδὸν τὴν σωτήριον, ἀσφαλῶς σοι ὑπέδειξεν, αἱρέσεων ῥυσάμενος, καὶ Ὀρθοδόξοις τειχίσας δόγμασι. Νῦν δὲ πρεσβεύει Κυρίῳ, διδόναι πᾶσι τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Ἱερωσύνης κληρωσάμενος τὸ ἔνδυμα, Ἱεράρχης ὅσιος καὶ ἄκακος, κατὰ Παῦλον τὸν μέγαν, ἀληθῶς ἐχρημάτισας, Σάββα ἱερώτατε· ἱερουργῶν γὰρ ἀμέμπτως, τὸ Εὐαγγέλιον Χριστοῦ, ὡς θυσίαν ἄμωμον Αὐτῷ προσήγαγες, τὰ κατορθώματα τοῦ βίου. Καὶ τῷ λόγῳ τῆς χάριτος, πολλὰς καθάρας ψυχάς, ταύτας καθιέρωσας Κυρίῳ, καὶ λαὸν περιούσιον Θεῷ ἀνέδειξας, τοὺς πρὶν τῇ κυβεία τῆς πλάνης, δολίως ῥιπιζομένους. Διὸ ὡς στόμα Κυρίου, προφητικῶς σε γεραίρομεν, καὶ ὡς Ἀπόστολον ἄλλον, καὶ φωστῆρα ἀπλανῆ, ἡ ἐν Σερβίᾳ Ἐκκλησία μακαρίζει· ἣν ἀεὶ διάσωζε, ἐκ πάσης ἐναντιότητος.

Ἦχος γ΄.
Τῆς ἀγγελικῆς σου ζωῆς, τὰς παμφαεῖς ἀρετάς, καὶ τοὺς λαμπροὺς ἀγῶνας, ἅπας ὁ Ἄθως κηρύττει, Σάββα Πάτερ θεόληπτε· ἐν αὐτῷ γὰρ Ὅσιε, πᾶσιν ἔδειξας, τοῦ θείου ἔρωτος τὴν δύναμιν, βασιλικὸν παριδὼν ἀξίωμα, καὶ πτωχεύσας τῷ πνεύματι, ἐν Χριστῷ τῷ δυναμοῦντί σε· ἔνθεν Σερβία ἡ πατρίς σου, ὧν ἠξίωσε ἀγαθῶν πεπλήρωται· ὡς γὰρ ἄγγελος ἐν αὐτῇ ἐπέστης, καὶ λαμπαδοῦχος τῆς χάριτος, καὶ φυτοκόμος ἀρετῶν, καὶ γεωργὸς ἀρίστων πράξεων. Διὸ καὶ καυχωμένη ἐν σοί, λαμπροφανῶς ἑορτάζει τὴν ἁγίαν μνήμην σου.

Δόξα. Ἦχος δ΄.
Τὴν τοῦ βίου σου λαμπρότητα, βασιλεῖς καὶ ἄρχοντες ᾐδέσθησαν, μονασταὶ ἠγάσθησαν, καὶ πᾶς ὁ τοῦ Θεοῦ λαός, ὡς ἐν ἐσόπτρῳ δι’ αὐτῆς, συνεῖδε τεκμαιρόμενος, τὸν κεκρυμμένον ἐν σοὶ πλοῦτον, τῶν ἀπὸ Θεοῦ χορηγουμένων ἀγαθῶν· τὰ πάντα γὰρ τοῖς πᾶσιν, ἀποστολικῶς ἐγένου, σωτηρίας ἀφορμὰς παρέχων, καὶ τοῖς χρήζουσι ταχεῖαν βοήθειαν. Ἀλλ’ ὦ Ἱεράρχα θεόσοφε, Σάββα ἰσαπόστολε, πᾶσιν αἴτει ἱλασμὸν καὶ φωτισμόν, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον.




Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν ἀρετῶν ὁ κανών, τῶν βασιλέων τὸ περίβλεπτον καύχημα, τῶν Σέρβων τὸ μέγα κλέος, καὶ ὁδηγὸς πρὸς Θεόν, καὶ ποιμὴν ὁ μέγας καὶ θεόσοφος, δογμάτων τῆς πίστεως, παναρμόνιον ὄργανον, Ὀρθοδοξίας, ὑποφήτης θεόληπτος, καὶ ἑδραίωμα, ἀῤῥαγὲς καὶ ἀκλόνητον, ἥλιος ὁ πολύφωτος, ἠθῶν καθαρότητος, ὁ ἑωσφόρος ὁ μέγας, τῶν διδαγμάτων τῆς πίστεως. Χριστὸν ἐκδυσώπει, ὑπὲρ πάντων Πάτερ Σάββα, τῶν εὐφημούντων σε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, Ἀρχιερέων λαμπτήρ, τῶν ἐν τῷ Ἄθῳ ἱερὸν ἐγκαλλώπισμα, ἀγάπης διπλῆς ὁ πλοῦτος, τῆς ἀπαθείας λειμών, ἀρετῶν ὁσίων σκεῦος πάγχρυσον, Ἀγγέλων ἐφάμιλλος, ταπεινώσεως σκήνωμα, πεπλανημένων, ὁδηγὸς ὁ σωτήριος, τῶν αἱρέσεων, ἡ ἀμφίστομος μάχαιρα, στόμα τὸ θεοκίνητον, τῆς θείας χρηστότητος, ὁ τῆς πατρίδος τὴν χθόνα, πάσης καθάρας αἱρέσεως. Χριστὸν ἐκδυσώπει, ὑπὲρ πάντων Πάτερ Σάββα, τῶν εὐφημούντων σε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῆς Σερβίας φωστήρ, καὶ στηριγμὸς καὶ τῶν κρειττόνων διδάσκαλος, ἐν ταύΤῃ γὰρ ὤφθης Πάτερ, ἀπὸ Θεοῦ κινηθείς, Ἀπόστολος ἄλλος θείῳ Πνεύματι. Διὸ ὡς ποιμένα σε, καὶ πρωτόθρονον ἔνθεον, καὶ λαμπαδοῦχον, εὐσεβείας σωτήριον, μακαρίζουσα, ὁμοφρόνως κραυγάζει σοι· Σάββα θεομακάριστε, ἐμὸν καταφύγιον, καὶ πρεσβευτὰ πρὸς τὸν Κτίστην, καὶ ἐν κινδύνοις ἀνάῤῥυσις, μὴ παύσῃ πρεσβεύων, τοῦ διδόναι τὴν εἰρήνην, τοῖς σὲ γεραίρουσι.








Δόξα. Ἦχος πλ. δ΄.
Τοῦ Παρακλήτου τὴν ἔλλαμψιν, ἐν Ἄθῳ κληρωσάμενος, τὸν ἐν Σερβίᾳ λαὸν τοῦ Θεοῦ, Μωσαϊκῶς ὁδηγήσας, Ὅσιε, πρὸς τὴν μυστικὴν τῆς ἐπαγγελίας γῆν· τῷ γὰρ λόγῳ τῆς χάριτος, τῆς εὐσεβείας τὸ ἀκίβδηλον, πᾶσι παρέθου. Καὶ ἐν θαύμασι δοξαζθείς, ἐπανάγεις πρὸς ζωήν, τὸν θανόντα ὁμαίμονα, τυχεῖν τοῦ ἐφετοῦ· καὶ ἀποστολικῶς τὸν δρόμον τελέσας, ἐπαξίων ἐπάθλων ἠξίωσαι, Σάββα μακάριε, Ἱεραρχῶν ἐγκαλλώπισμα.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες, ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀρετῶν ταῖς ἀκτῖσι καταλαμπόμενος, Ἀρχιερεὺς θεοφόρος ὤφθης καὶ θεῖος ποιμήν, τῆς Σερβίας ὁ φωστὴρ Σάββα μακάριε, καὶ Ἀποστόλων μιμητής, γεγονὼς ως ἀληθῶς, στηρίζεις τὴν Ἐκκλησίαν, καὶ τῷ Σωτῆρι πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. τῆς ἑορτῆς
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις












ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ἐν Σερβίᾳ ἐπέστης, καὶ ηὔγασας τὸ φῶς, ἐν αὐτῇ Ἱεράρχα, δογμάτων ὀρθότητος, καὶ ἁπάσης σεμνότητος, Σάββα Ὅσιε, Ἱεραρχῶν ὡραιότης· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ πάντων Ποιητής, καὶ Θεὸς καὶ Δεσπότης, ἐν ῥείθροις ποταμοῦ, Ἰορδάνου  ἐπέστη, ὡς ἄνθρωπος καὶ βάπτισμα, διὰ πλοῦτον χρηστότητος, κατεδέξαντο, ὑπὸ χειρῶν τοῦ Προδρόμου, ῥύπον ἅπαντα, πλύνων τῆς πάλαι κατάρας, ἡμῶν ὡς φιλάνθρωπος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βασίλειον ἔνδυμα ἀποβαλὼν νουνεχῶς ἐν Ἄθωνι ἔδραμες, ἐν εὐτελείας στολῇ, ὡς ξένος καὶ ἄγνωστος· ἔνθεν τῇ ἰσαγγέλῳ, λαμπρυνθεὶς πολιτείᾳ, Σάββα ἐθαυμαστώθης, ἐπιπνοίᾳ τῇ θείᾳ· διό σε μακαρίζομεν, ὡς θεῖον θεράποντα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν• ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν• Σῶσον τὸν κόσμον σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀποστόλων τὸν ζῆλον πεπλουτηκώς, ποιμενάρχης καὶ θεῖος φωταγωγός, ἐν λόγοις καὶ θαύμασι, καὶ ἁγίοις διδάγμασι, τοῖς ἐν Σερβίᾳ ὤφθης, καὶ πάσῃ χρηστότητι, τοῖς ἐν Σερβίᾳ ὤφθης, καὶ πάσῃ χρηστότητι, τοῦ Πνεύματος τῇ θείᾳ, κινούμενος χάριτι· ὄθεν βασιλέων, ῥυθμιστὴς ἐν τῷ βίῳ, καὶ πᾶσι περίβλεπτος, ἀνεδείχθης τοῖς τρόποις σου, Σάββα Πάτερ θεόσοφε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τῶν αἰώνων ὁ Κτίστης καὶ Βασιλεύς, Ἰορδάνου τὰ ῥεῖθρα οἷα βροτός, ἑκὼν περιβάλλεται, καὶ τὸ βάπτισμα δέχεται, ὑπὸ χειρῶν Προδρόμου, τὴν φύσιν τὴν βρότειον, ἀνακαθαίρων ὅλην, τῶν ῥύπων τοῦ χείρονος· ὅθεν καὶ τὸ Πνεῦμα, οἷα πέλεια ὤφθη, φωνὴ δὲ τοῦ Γεννήτορος, Υἱὸν τοῦτον ἐκήρυξε, τῷ Πατρὶ ὁμοούσιον. Δεῦτε καὶ ἡμεῖς ἀδελφοί, τὴν Τριάδα πάντες προσκυνήσωμεν, τὴν ἐν τῷ Ἰορδάνῃ, γνωσθεῖσαν τοῖς πέρασι.




Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον ὁ θεοφόρος Σάββας, ὁ τῆς Σερβίας ἑωσφόρος φαεινός, καὶ πάσης Ἐκκλησίας ἀνέσπερος ἀστήρ, πνευματικὴν προβάλλεται τράπεζαν, τὰς ἀριστείας αὐτοῦ, πᾶσι προθέμενος. Τρυφήσωμεν ἅπαντες, ἐν τῇ μυστικῇ ταύτῃ πανδαισίᾳ, καὶ τῷ Σωτῆρι βοήσωμεν· Κύριε, ὁ τὸν Σὸν Ἱεράρχην ἐνισχύσας καὶ δοξάσας, ταῖς αὐτοῦ πρεσβείαις, δίδου ἡμῖν τὰ ἐλέη σου, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τὸν θεοῤῥήμονα Σάββαν, μέλπω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τριάδος τὴν ἔλλαμψιν, λαμπρῶς δεχόμενος Ἅγιε, τὸν νοῦν μου καταύγασον, ταῖς ἱκεσίαις σου, ἵνα μέλψω σου, τὴν θείαν μνήμην Σάββα, καὶ τῆς πολιτείας σου, Πάτερ τὰ σκάμματα.
Ὁ λύχνος ὁ πάμφωτος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ὁ νοῦς ὁ οὐράνιος, στόμα τὸ ἔνθεον, ἀνυμνείσθω μοι, ὁ Ἱεράρχης Σάββας, Σερβίας ὁ μέγιστος, ποιμὴν καὶ ἄριστος.
Νοός σου τὴν ἔφεσιν, ἀπὸ νεότητος Ὅσιε, Κυρίῳ ἀνέτεινας· ἔνθεν κατέλιπες, τὴν βασίλειον, πορφύραν Πάτερ Σάββα, ἀσχέτῳ σου ἔρωτι, Χριστῷ ἑπόμενος.
Θεοτοκίον.
Θεοῦ Μῆτερ ἄχραντε, παντοβασίλισσα Δέσποινα, τὸν νοῦν μου ἐκκάθαρον, πάσης φαυλότητος, καὶ πολίτην με, τῆς ἄνω Βασιλείας, ἀνάδειξον δέομαι, ταῖς ἱκεσίαις σου.











ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.
Ἐτρώθης τῇ θείᾳ ἀγαπήσει, ἰδὼν ὡς ἐπόθεις ἐκ ψυχῆς, τὸν θεοφόρον Γέροντα, καὶ τούτῳ ἠκολούθησας, ἀμείψας σου τὸ ἔνδυμα, Σάββα τελείῳ φρονήματι.
Ὁσίως σαυτὸν καθυποτάξας, ἐν Ἄθῳ θεόφρονι ψυχῇ, ἐπλήσθης θείας χάριτος, καὶ ἐναρέτων πράξεων, λαμπρὸν ὤφθης ὑπόδειγμα, τοῖς μονασταῖς Σάββα Ὅσιε.
Ῥημάτων σου θείων τῇ δυνάμει, αἱρέσεων πᾶσα συστροφή, εὐτόνως διαλέλυται, καὶ φῶς θεῖον ἀνέτειλεν, Ὀρθοδοξίας Ἅγιε, τοῖς ἐν τῇ πλάνῃ καθεύδουσι.
Θεοτοκίον.
Ῥοαῖς τῶν πλουσίων οἰκτιρμῶν Σου, ῥυπῶσάν μου πλῦνον τὴν ψυχήν, τῆς ἁμαρτίας πάθεσι, καὶ ταύτην Κόρη ἔνδυσον, τῆς μετανοίας χάριτι, καταστολὴν τὴν σωτήριον.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀσκητικῶς ἀγωνισθεὶς ἐν τῷ Ἄθῳ, ἱερωσύνης τὴν στολὴν ἐκληρώσω, καὶ Ἱεράρχης ὅσιος καὶ ἄκακος, Πάτερ ἐχρημάτιας, κατὰ Παῦλον τὸν μέγαν, καὶ καλῶς ἐποίμανας, τὸν λαὸν τοῦ Κυρίου, Εὐαγγελίου Σάββα ταῖς νομαῖς· διὸ Ἀγγέλων, τῆς δόξης ἠξίωσαι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ ἐν τοῖς ῥείθροις βαπτισθεὶς Ἰορδάνου, καὶ τοῦ Ἀδὰμ τὴν ἁμαρτίαν καθάρας, καὶ τῷ Πατρὶ προσαγαγὼν τὸν ἄνθρωπον, μόνε πολυέλεε, Ἰησοῦ Ζωοδότα, πάσης ἡμᾶς λύτρωσαι, ἁμαρτίας καὶ πλάνης, ταῖς τοῦ Προδρόμου Δέσποτα λιταῖς, ὅπως δοξάζομεν Σῶτερ τὸ κράτος Σου.

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
Ἤνυσας ἐν Ἄθῳ ἀγγελικήν, πρώην ποιτείαν ὡς ἄσαρκος, εἶτα ποιμένων, θείῳ χρίσματι χρισθείς, Ἀρχιερεὺς θεόληπτος, Σάββα ἀνεδείχθης ἐν πνεύματι.
Μέγαν Ἱεράρχην σε καὶ ὁδηγόν, ὡς τῶν Ἀποστόλων ὁμότρπον, ἡ ἐν Σερβίᾳ, Ἐκκλησία τοῦ Θεοῦ, Σάββα σοφὲ ἐγνώρισεν· ὅθεν κατὰ χρέος γεραίρει σε.
Ὅλος ἐνθεώτατος Σάββα σοφέ, Τόπους τοὺς Ἁγίους κατέλαβες, καὶ ἡγιάσθης, ἐπαφαῖς ταῖς μυστικαῖς, καὶ ἅπασι μετέδωκας, τὸν ἁγιασμὸν τὸν σωτήριον.
Θεοτοκίον.
Νέκρωσον τὸ φρόνημα τὸ τῆς σαρκός, τὸ καταμολύνον με ἄχραντε, καὶ θεῖον φόβον, οἷα Μήτηρ τοῦ Θεοῦ, ἐνθεῖσα τῇ καρδίᾳ μου, σῶσόν με τὸν δείλαιον δέομαι.



ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Αἰδέσιμος ἄρχουσι, καὶ βασιλεῦσι γέγονας, τῇ σῇ περιβλέπτῳ πολιτείᾳ, καὶ τοῖς θεόθεν Σάββα χαρίσμασι, καὶ τῶν ἀτακτούντων παιδευτής, καὶ βίου σεμνότητος, φυτοκόμος πανάριστος.
Σαρκὸς τὴν εὐπάθειαν, νεκρώσας τοῖς ἀγῶσί σου, σκεῦος πολυτίμητον ἐδείχθης, τῆς ἐνεργείας τοῦ θείου Πνεύματος· ὅθεν καὶ Μονὴν περιφανῆ, ἐν τῷ Ἄθῳ ἤγειρας, εἰς ψυχῶν περιποίησιν.
Ἀπάθειαν ἤνθησας, καὶ ἔλλαμψιν σωτήριον, τῇ συντονωτάτῃ σου ἀσκήσει, καὶ Ἀποστόλων λαβὼν τὸ χάρισμα, τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, κήρυξ καὶ διδάσκαλος, ἀληθῶς Σάββα πέφηνας.
Θεοτοκίον.
Βυθῷ πεπτωκότα με, ἁμαρτιῶν ἐξέγειρον, Κόρη τῇ πολλῇ μου ἀφροσύνῃ, καὶ γεωργεῖν με φόβον σωτήριον, δίδου μοι ἰσχὺν Μῆτερ Θεοῦ, ὅπως τοῦ ἀλάστορος, ἀποκρούσω τὴν δύναμιν.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Βασιλικὴν περιφάνειαν, λιπὼν  ἐπουρανίῳ φρονήματι, Χριστοῦ ἠγάπησας, Σάββα πτωχείαν τὴν ἔνθεον, δι’ ἧς κατεπλουτίσθης, πολλοῖς χαρίσμασι.
Ἁγίους Τόπους κατέλαβες, καὶ Αἴγυπτον σοφὲ καὶ Βυζάντιον, καὶ Ἀντιόχειαν, καθάπερ μέλισσα Ἅγιε, τῆς ἀρετῆς τὸ μέλι, Σάββα θηρώμενος.
Νεκρώσας Πάτερ τὸ φρόνημα, σαρκὸς τῆς φθειρομένης τοῖς πόνοις σου, νεκρὸν ἀνέστησας, τὸν ἀδελφὸν ὢ τοῦ θαύματος! Τυχεῖν οὗπερ ἐξ ὅλης, ψυχῆς ἐφίετο.
Θεοτοκίον.
Μὴ φλέξας Κόρη τὴν μήτραν Σου, Θεὸς ἐν Σοὶ ἀφλέκτως ἐσκήνωσε, καὶ σὰρξ γεγένηται, καὶ κόσμῳ ὤφθη ὡς ἄνθρωπος, μείνας ὃ ἦν Παρθένε, δι’ ἀγαθότητα.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς Ἀποστόλων μιμητὴν καὶ ἰσοστάσιον, καὶ τῆς Σερβίας ποιμενάρχην καὶ διδάσκαλον, ἀνυμνοῦμέν σε οἱ δοῦλοί σου Ἱεράρχα· ἀλλ’ ὡς πλήρης τῆς ἐλλάμψεως τοῦ Πνεύματος, τῷ φωτὶ τῶν πρεσβειῶν σου φωταγώγησον, τοὺς βοῶντάς σοι· Χαίροις Σάββα Πατὴρ ἡμῶν.
Ὁ Οἶκος.
Ἄγγελος τῶν κρειττόνων, ἐν Σερβίᾳ ὡράθης, καὶ θεῖος ἰσαπόστολος Σάββα. Καὶ ἀρότρῳ εὐαγγελικῷ, τὰς κεχερσωμένας ψυχὰς ἐνέωσας, ἐκτίλας ἅπαν σκάνδαλον, ἐκ τῶν βοώντων σοι τοιαῦτα·
Χαῖρε, βλαστὸς πιστῶν βασιλέων·
χαῖρε, ἀστὴρ Ὁσίων Πατέρων.
Χαῖρε, τῆς Σερβίας φωστὴρ παμφαέστατος·
χαῖρε, τῶν ἐν Ἄθῳ λαμπτὴρ τηλαυγέστατος.
Χαῖρε, κλῆμα τὸ κατάκαρπον, τῆς ἀμπέλου τῆς ζωῆς·
χαῖρε, γλῶσσσα ἡ μελίῤῥυτος, οὐρανίου διδαχῆς.
Χαῖρε, αἱρετιζόντων διαλύων τὴν πλάνην·
χαῖρε, τοῖς Ὀρθοδόξοις νέμων ἄφθονον χάριν.
Χαῖρε, Χριστοῦ θεράπων θερμότατος·
χαῖρε, σοφὸς τῶν Σέρβων διδάσκαλος.
Χαῖρε, κλεινῶν Ἀποστόλων ὁ τύπος·
χαῖρε, λαῶν Ὀρθοδόξων ὁ λύχνος.
Χαίροις, Σάββα Πατὴρ ἡμῶν.





















Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Σάββα κτήτορος τῆς Μονῆς Χιλανδαρίου.
Σάββα συνωνύμῳ σοι ἡγιασμένῳ,
Νῦν σαββατίζεις τῇ ἄνω λήξει.
Δεκάτῃ δὲ τρίτῃ μεγαλήτωρ Σάββας ἔνθεν ἀπέπτη.
Ὁ Ὅσιος Σάββας, ἦν υἱὸς τοῦ βασιλέως τῆς Σερβίας Στεφάνου Νεμάνια, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Συμεών, καὶ ἤκμαζε περὶ τὰ τέλη τοῦ δωδεκάτου καὶ ἀρχαῖς τοῦ δεκάτου τρίτου αἰῶνος. Ἐκ νεαρᾶς ἡλικίας ἠγάπησεν ἐξ ὅλης καρδίας τὸν Χριστόν. Διὸ καταλιπὼν λάθρα γονεῖς, βασιλείους τιμὰς καὶ δόξας καὶ ἡδονάς, ἐλήλυθε τῷ Ἁγιωνύμῳ Ἄθῳ, ἀκολουθῶν ἐναρέτῳ τινὶ μοναχῷ. Καὶ καρεὶς μοναχὸς ἐν τῇ τοῦ Ἁγίου Παντελεήμονος Μονῇ, ἐκδέδωκεν ἑαυτὸν ἐν θερμότητι ζήλου, τοῖς ἀσκητικοῖς καμάτοις, τύπος γενόμενος τοῖς πᾶσι. Μετά τινα χρόνον παρεγένετο τῇ τοῦ Βατοπεδίου Μονῇ, ἐν ᾗ ἀφικόμενος καὶ ὁ τούτου τοκεύς Συμεών, λιπὼν τὴν βασιλείαν, ἐγένετο μοναχός, καὶ ἠγωνίζοντο ἄμφω τὸν καλὸν τῆς αἰωνίου ζωῆς ἀγῶνα.
Θεῖον δὲ δεξάμενοι ἄνωθεν χρησμόν, ἀνεχώρησαν ἐκεῖθεν καὶ ἐλθόντες ᾠκοδόμησαν τὴν τοῦ Χιλανδαρίου λεγομένην περιφανῆ Μονήν, ἐν ᾗ ὁ Ὅσιος Συμεὼν ἐκοιμήθη τὸν Ἁγίοις πρέποντα ὕπνον, τῇ ΙΓ΄ Φεβρουαρίου μηνός, ἐν ἔτει ᾳσ΄ (1200). Μύρον δὲ εὐῶδες ἤρξατο ἀναβλύζειν ὁ τάφος αὐτοῦ, τῇ πλουσιοδώρῳ τοῦ Παρακλήτου χάριτι, ἁγιάζον τοὺς πιστούς, ἐξ οὗ καὶ Μυροβλύτης κέκληται. Καὶ κλῆμα ἐξ αὐτοῦ φυέν, ἄχρι τῆς δεῦρο σωζόμενον, λύει τῆς ἀπαιδίας καὶ τῆς στειρώσεως τὰ δεσμά, τῶν εὐλαβῶς λαμβανόντων ἐκ τῶν ἐξηραμμένων αὐτοῦ σταφύλων, πρὸς δόξαν Θεοῦ, καὶ τιμὴν τοῦ Ὁσίου Αὐτοῦ θεράποντος Συμεών.
Ὁ δὲ θεῖος Σάββας περιβόητος πανταχοῦ καὶ περίβλεπτος γενόμενος δι’ ἀρετῆς τελειότητα, ἐπέμφθη παρὰ τοῦ Πρώτου τοῦ Ἁγίου Ὄρους εἰς Νίκαιαν, συναντήσων τῷ τηνικαῦτα ἐκεῖσε βασιλεύοντι, ὃς ἀγάμενος τῶν ἀρετῶν αὐτοῦ τὸν πλοῦτον, κεχειροτόνηκεν ἀρχιερέα, καὶ ἀπεστειλε τῇ ἑαυτοῦ πατρίδι Σερβίᾳ ἀρχιεπίσκοπον. Ἐν ᾗ παραγενόμενος ὁ Ἅγιος πλήρης Πνεύματος Ἁγίου καὶ σοφίας καὶ χάριτος, ἴσος ὤφθης τοῖς τοῦ Χριστοῦ Ἀποστόλοις. Τὸν γὰρ λόγον τοῦ Εὐαγγελίου πανταχοῦ ἐκήρυττε, τῶν αἱρέσεων τὰ ζιζάνια ἀνέσπα, τῆς Ὀρθοδόξου πίστεως τὰ δόγματα ἐκράτυνε, τοὺς πεπλανημένους ἐπέστρεφε, τῆς ἀρετῆς τὸν σπόρον ταῖς ψυχαῖς τῶν πιστῶν ἐγεώργει. Καὶ τὴν ἐκεῖσε Ἐκκλησίαν παρέστησε τῷ Χριστῷ, ὡς νύμφην ἁγίαν καὶ ἀμόλυντον, κεκαλωπισμένην ἀληθεῖ εὐσεβείᾳ καὶ πράξεσιν ἐναρέτοις. Ἔνθεν ἐπεσκέψατο τὴν Ἁγίαν Σιών, τὴν Αἴγυπτον, τὴν Θηβαΐδα, τὸ Σινᾶ, τὴν Ἀντιόχειαν, θείῳ κινούμενος Πνεύματι ὠφελῶν καὶ ὠφελούμενος, καὶ πάσι ποθητός, καὶ αἰδέσιμος φανείς, καὶ βασιλεῦσι καὶ ἄρχουσι, καὶ δημόταις καὶ θαύματα πλεῖστα κατεργασάμενος μετέστη τῷ Κυρίῳ τῇ ΙΔ΄ μηνὸς Ἰανουαρίου ἐν ἔτει1236, τελέσας ἀποστολικῶς τὸν δρόμον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων.
Σπάθαι τὸ πράξαν ὧδε τοὺς πολλοὺς φόνους,
Τὸ δ' αὖ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι.
Οὗτοι, τὸν ἀσκητικὸν βίον ποθοῦντες, πᾶσι τοῖς τοῦ κόσμοι χαίρειν εἰπόντες, κατῴκουν τὴν ἔρημον. Μεθ’ ὧν ἧν καὶ ὁ μακάριος Νεῖλος, Ἔπαρχος γεγονὼς Κωνσταντινουπόλεως, ὁ καὶ δυνάμει λόγου, καὶ τοῦ Ἁγίου Πνεύματος χάριτι, κάλλιστα συγγράμματα συνθείς, πρὸς ἄσκησιν ὑπαλειφόντα, καὶ τὴν διαγωγήν, καὶ αἱχμαλωσίαν, καὶ ἀναίρεσιν τῶν Ὁσίων Πατέρων τούτων διαγράψας. Οὗτοι γὰρ ἀνῆρέθησαν ὑπὸ τῶν βαρβάρων, οὕτω λεγομένων Βλεμμύων, ἀπὸ Ἀραβίας ἕως Αἰγύπτου, καὶ Θαλάσσης ἐρυθρᾶς κατὰ ἔρημον παρατεταμένων.
Πρὸ δὲ χρόνων πολλῶν, ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ τοῦ βασιλέως, καὶ Πέτρου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, ἀνῃρέθησαν καὶ ἕτεροι, ἡσυχάζοντες καὶ αὐτοὶ ἐν τῷ Σινᾷ ὄρει. Ἐξελθόντες γὰρ οἱ καὶ αὐτοὶ κατοικοῦντες ἐν τῷ Σινᾷ ὄρει Σαρακηνοί, ἀποθανόντος τοῦ φυλάρχου αὐτῶν, πολλοὺς ἐφόνευσαν τῶν ἀσκητῶν. Τῶν δὲ λοιπῶν φυγόντων εἰς τὸ ὀχύρωμα, ἐφάνη τοῖς Σαρακηνοῖς διὰ τῆς νυκτὸς φλὸξ πυρὸς κατακαίουσα ὅλον τὸ Ὄρος, ἡ δὲ φλὸξ ἀνήρχετο ἕως τοῦ οὐρανοῦ. Καὶ ἰδόντες οἱ Σαρακηνοὶ ἐφοβήθησαν, καὶ ῥίψαντες τὰ ὅπλα αὐτῶν, ἔφυγον.
Οἱ δὲ πρῶτον σφαγέντες ἦσαν τριάκοντα ὀκτώ, ἔχοντες πληγὰς διαφόρους ἐν τοῖς σώμασιν αὐτῶν. Ἐξ αὐτῶν δὲ εὑρέθησαν δύω ζῶντες, Σάββας καὶ Ἡσαΐας. Οἱ δὲ φονευθέντες, οἱ μὲν τὰς κεφαλὰς ἀπετμήθησαν τελείως, τῶν δὲ ἐκ τοῦ ἑνὸς μέρους ἐκράτει τὸ δέρμα, ἄλλοι μέσον ἐκόπησαν. Οὕς ἔθαψαν οἰ δύω Μοναχοί, οἱ καὶ τὰ περὶ αὐτῶν εἰπόντες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθῷ ἀναιρεθέντων.
Ὡς πρὶν Ῥαχὴλ τὰ τέκνα, νῦν τοὺς Ἀββάδας,
Κλαίει Ῥαϊθώ, συγκεκομμένους σπάθαις.
Οὗτοι οἱ μακάριοι Πατέρες, τὸν ἀσκητικὸν ἀγῶνα διήνυον, ἔνθα είσὶν αἰ δώδεκαι πηγαὶ τῶν ὐδάτων, καὶ οἰ ἑβδομήκοντα στέλεχοι τῶν φοινίκων. Βλεμμύων δὲ τριακοσίων ἐπιβάντων ξύλοις μεγάλοις, καὶ περασάντων τὸ πέλαγος Αἰθιοπίας, καὶ ἐλθόντων, εἰς τόπον τινά, καὶ εὑρόντων πλοῖον, καὶ ἐμβάντων ἐν αὐτῷ, καὶ διαπερασάντων εἰς τὴν χώραν τῶν Φαρανιτῶν, ἐξῆλθον οἱ Φαρανῖται εἰς συνάντησιν αὐτῶν, καὶ ἐνικήθησαν ὐπὸ τῶν Βλεμμύων, καὶ ἐσφάγησαν ἄνδρες τεσσαράκοντα ἑπτά. Οἱ δὲ Βλέμμυες, ἐπαράντες τὰς γυναῖκας καὶ τὰ παιδία τῶν Φαρανιτῶν, ἀπῆλθον εἰς τὸ Κάστρον, ὅπου εἶχον τὴν Ἐκκλησίαν οἱ Ἅγιοι Πατέρες, οἵ καὶ κλείσαντες τὴν θύραν, ἐξεδέχοντο τὸν θάνατον. Ἐλθόντες οὖν οἱ βάρβαροι, καὶ μὴ εὑρόντες χρήματα, πάντας ἐφόνευσαν. Καὶ λαβόντες τὴν αἰχμαλωσίαν, ἀπῆλθον πρὸς τὸ περάσαι. Μὴ εὑρόντες δὲ τὸ πλοῖον, ὅπερ οἱ ἀγγαρευθέντες ἐβύθισαν καὶ ἔφυγον, ἐμάνησαν, καὶ ἔσφαξαν τὴν αἰχμαλωσίαν πᾶσαν, ἐσφάγησαν δὲ καὶ αὐτοὶ πάντες ὑπ’ ἀλλήλων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδούλου, υἱοῦ Νείλου τοῦ σοφοῦ.
Ὁ Θεόδουλος ἀρεταῖς ὤφθη μέγας,
Μιμούμενος μάλιστα πατρὸς τὸν βίον.
Οὗτος ὑπῆρχεν υἱὸς Νείλου τοῦ σοφοῦ, τοῦ γεγονότος μὲν ἐπάρχου Κωνσταντινουπόλεως, καταλιπόντος δὲ τὴν δόξαν τοῦ κόσμου, καὶ ἀπελθόντος καὶ μονάσαντος ἐν τῷ ὄρει Σινᾷ μετὰ τοῦ υἱοῦ αὐτοῦ. Τούτων οὖν καὶ ἑτέρων ἐκεῖσε διαγόντων, καὶ τὴν ἀσκητικὴν πολιτείας διανυόντων, ἐξαίφνης ἐπιπεσόντων βαρβάρων, καὶ ἀρξαμένων κατασφάζειν τοὺς Ἁγίους Πατέρας, ὁ μὲν Νεῖλος ἠδυνήθη φυγεῖν, ὁ δὲ υἱὸς αὐτοῦ Θεόδουλος ἐκρατήθη αἰχμάλωτος, μετὰ καὶ ἄλλου τινὸς νέου, καὶ δεθέντες ἐσύροντο. Κατασκηνώσαντες δὲ οἱ βάρβαροι, ἐβούλοντο σφάξαι τοὺς νέους, καὶ θῦσαι τῷ πρὸ τοῦ ἡλίου ἀνατέλλοντι ἄστρῳ. Καὶ ὁ μὲν εἷς ἔφυγεν, οἰ δὲ βάρβαροι κοιμηθέντες, τοῦ ἡλίου ἀνατείλαντος, καὶ τοῦ ἄστρου κρυβέντος, οὐκ ἔσφαξαν τὸν Θεόδουλον. Καὶ γυμνώσας, τὸ ξίφος εἷς, ἦλθε σφάξαι αὐτόν. τότε ἠγόρασεν αὐτὸν ὁ Ἐπίσκοπος, καὶ ἀπέλυσε, καὶ καλῶς βιώσας, ἐκοιμήθη.









Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου.
Τῷ Χηνολάκκου τὴν Μονὴν δειμαμένῳ.
Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου.
Οὗτος, ὑπῆρχε τῶν ἀφ’ ἡλίου ἀνατολῶν, εὐγενής, κατὰ τὸν μέγαν Ἰώβ, ἐξ ἀρχῆς τὸν ἀσκητικὸν βίον ζηλώσας, καὶ ἐπὶ τῶν ἀνδρῶν μοναστήρια, τὰ κατὰ τὸν Ἰορδάνην καὶ τὴν ἔρημον, καὶ τοῦ Ἁγίου Εὐθυμίου καὶ Σάββα καὶ Θεοδοσίου, καταφοιτήσας, καὶ ἑκάστου τὴν διαγωγὴν καταμαθών, ὕστερον κατέλαβε τὴν Κωνσταντινούπολιν, ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ Ἰσαύρου. Ξενίας δὲ τυχὼν παρὰ τῷ ἁγιωτάτῳ Πατριάρχῃ Γερμανῷ, καὶ παρ’ αὐτῷ χρόνον τινὰ καταμείνας, πλεῖστα παρ’ αὐτοῦ καταμαθὼν εἰς ὠφέλειαν, καὶ ἐν τοῖς πρακτέοις σύμβουλον αὐτὸν χρηστὸν προσλαβών, ἔνθα νῦν ἐστιν ἡ τοῦ Χηνολάκκου λεγομένη μονή, συσταθεῖσα παρ’ αὐτοῦ, κατεβίωσε, πλῆθος μοναχῶν συναθροίσας. Οὕς παιδείᾳ καὶ νουθεσίᾳ ἐξέθρεψε τοῦ Κυρίου, καὶ εἰς μέτρον ἡλικίας κατέστησε τοῦ πληρώματος τοῦ Χριστοῦ. Καλῶς δὲ διανύσας τὸν βίον, καὶ τῆς ἐκεῖθεν δόξης καὶ μακαριότητος ἐνθένδε τὰς ἀποδείξεις λαβών, ἐν τῷ μέλλειν ἐκδημεῖν, προπεμπομένης αὐτοῦ τῆς ψυχῆς μετὰ δόξης, ὡς οἰ διὰ καθαρότητα θεασάμενοι πολλοῖς διηγήσαντο, ἀπὸ τῶν κάτω πρὸς τὰ ἄνω κατοικίας ἀπέπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται.
Ἁγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους,
Πάμφωτον αὐτῇ προύξένησαν οἰκίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀδάμ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἰσαποστόλου Νίνας, τῆς φωτίστριας τῆς Γεωργίας.
Σταυροῦ ῥωσθεῖσα ἰσχύϊ Νίνα φέγγος,
Χριστοῦ ἀνέτειλας λαῷ Γεωργίας
Οὗτη κατήγετο ἐκ τῆς τῶν Καππαδόκων χώρας. Γόνος εὐσεβῶν γονέων, τοῦ γενναίου στρατιωτικοῦ Ζαβουλῶνος καὶ τῆς εὐσεβοῦς Σωσάννης, ἠκολούθησεν αὐτοῖς ἐκ μικρᾶς ἡλικίσς εἰς Ἱεροσόλυμα θεοφιλῶς ἐκεῖσε ἀνατραφεῖσα ὑπό τινος εὐλαβεστάτης γεροντίσσης. Πόθον ἔχουσα προσκυνῆσαι τὸν ἄῤῥαφον χιτῶνα τοῦ Κυρίου ἐν τῇ Ἰβηρίᾳ (Γεωργίᾳ) καὶ τὸ φῶς τοῦ Εὐαγγελίου ἐκεῖ ἀνάψαι ἀποστόλων ταῖς τρίβοις ἠκολούθησε. Μετὰ τριάκοντα πέντε ἄλλων παρθένων, Ῥιψιμίας τῆς Μάρτυρος, καὶ Γαϊανῆς τῆς πνευματικῆς αὐτῶν μητρός, ἤρξαντο τῆς πρὸς Ἀρμενίαν ὁδοιπορίας. Φεύγουσα τὴν μανίαν τοῦ ἄφρονος βασιλέως τῆς Ἀρμενίας Τηριδάτου χάριτι θείᾳ καὶ τὸ μαρτύριον τῶν αὐτῆς συνοδοιπόρων θεασαμένη ἦλθεν εἰς Γεωργίαν, ἔνθα τὸ σκότος τῆς ἐκεῖσε βασιλευούσης ἀθεΐας διέλυσε.
Θεοφιλῶς πολιτευσαμένη, τὸν λόγον τοῦ Εὐαγγελίου διέσπειρε, θαύματα πλεῖστα ἐπετέλεσε, τοὺς βασιλεῖς τῆς χώρας ταύτης Μιριὰν καὶ Νανὰς εἰς τὴν ὀρθὴν πίστιν εἵλκυσε καὶ χειραγωγὸς ἀσφαλὴς τοῦ λαοῦ εἰς Χριστὸν γέγονεν. Ἐκοιμήθη ἐν εἰρήνῃ περὶ τὰ μέσα τοῦ τετάρτου αἰῶνος, καὶ πανδήμως ἐτάφη παρὰ τὴν κώμην Μπόντμπε τῆς Καχέτης τῆς Γεωργίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Σαλώμης, μαθήτριας τῆς Ἁγίας Νίνας

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰωαννικίου, ἀρχιεπισκόπου Τυρνόβου Βουλγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀκακίου, ἐπισκόπου Τβὲρ καὶ Κασίν, τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μελετίου ἐπισκόπου τοῦ Ῥιαζάν

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πλάτωνος, Ἐπισκόπου Ἐσθονίας, ἀθλήσαντος ἐν ἔτει, χιλιοστῷ ἐνιακοσιοστῷ δεκάτῳ καὶ ἐνάτῳ, καὶ τυφεκισμῷ τελειωθέντος· καὶ τῶν ἁγίων ἐπιλοίπων Νεομαρτύρων Πρεσβυτέρων, Διακόνων, Πρεσβυτέρων καὶ κοσμικῶν Ἐσθονῶν ποικίλοις τρόποις βασανισθέντων καὶ τελειωθέντων. Ἡ μνήμη αὐτῶν ἐστιν ἡ 14η Ἰουνίου, ἀλλὰ διά τε τὴν ὁμοήθειαν καὶ τὸ κοινὸν γένος τῷ ἁγίῳ Πλάτωνι ἑορτάζεται μετ' αὐτοῦ ἐν τῇ αὐτῇ
Ἱερόαθλε Πλάτων τῆς Ἐσθονίας,
τυφεκισμῷ ἐπεράτωσας τὸν βίον.
ἅγιος Ἱερομάρτυς Πλάτων ἐγεννήθη εἰς τὰς δέκα τρεῖς (13) Ἰουλίου τοῦ 1869,εἰς  τήν  ἐπαρχίαν Pätnu τῆς Ἐσθονίας. Ἐφοίτησε ἐν διαφόροις θεολογικαῖς σχολαῖς χειροτονηθεὶς Ἱερεύς. Περιώδευε κηρύττων τὸν λόγον τοῦ Θεοῦ εἰς πάσας τὰς Ὀρθοδόξους ἐνορίας τῆς Ἐσθονίας. Ἐχειροτονήθη Ἐπίσκοπος Ἐσθονίας εἰς τὰς 31 Δεκεμβρίου τοῦ 1917, ἐπιδείξας μεγάλην δραστηριότητα καὶ ἀγῶνα διὰ τὴν ἀνόρθωσιν τῶν Ὀρθοδόξων Ἐνοριῶν. Τὸ 1919 συνελήφθη ὑπὸ τοῦ ἀθέου καθεστῶτος τῆς Μόσχας καὶ βασανισθεὶς ποικιλοτρόπως ἐτελεύτησε τυφεκισθεὶς ὑπὸ τῶν κομμουνιστῶν, τὴν 14ην ἡμέραν Ἰανουαρίου μηνός.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ἐξεχύθη σου ἡ χάρις ἡ τοῦ Πνεύματος Σάββα τοῖς χείλεσιν· ὅθεν τῷ λόγῳ τῷ σῷ, πολλὰς καθοδήγησας, ψυχὰς πρὸς Κύριον, ὡς θεόσοφος, ποιμὴν καὶ ἐνθεώτατος, οἰκονόμος τῶν ἀῤῥήτων.
Λαμπρυνόμενος Πάτερ τῇ πολιτείᾳ σου θαύματα μέγιστα, τελεῖς εἰς δόξαν Χριστοῦ· πολλοὺς γὰρ ὑγίωσας, πάσχοντας Ἅγιε, καὶ συγκύπτοντας, ἠνώρθωσας καὶ ἔλυσας, παθημάτων τὰς ὀδύνας.
Πλήρης Πνεύματος ὑπάρχων Σάββα Ὅσιε χαρᾶς ἐπλήρωσας, τὴν σὴν ἰδόντα ζωήν, ἐν ὄρει τοῦ Ἄθωνος, τὸν σὲ βλαστήσαντα, οὗ τὸ ἅγιον, τέλος ἰδὼν ἐδόξασας, τὸν Σωτῆρα τῶν ἁπάντων.
Θεοτοκίον.
Ὡς παλάτιον τοῦ πάντων Βασιλεύοντος καὶ θρόνος πύρινος, καὶ ἐκλεκτὸς τοῦ Θεοῦ, Παρθένε πανάμωμε, ἀπὸ κοπρίας με, παθῶν ἔγειρον, καὶ βαίνειν με ἐνίσχυσον, σωτηρίας πρὸς τὰς τρίβους.







ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Γνώσει διαλάμπων ἀληθείας, ὡς θεῖος Ἀρχιεράρχης Σάββα Ὅσιε, ἄλλος ἰσαπόστολος, ὤφθης τῇ πατρίδι σου, αἱρέσεων ζιζάνια, τέμνων τῷ λόγῳ σου, ψυχὰς τῶν Ὀρθοδόξων στηρίζων, καὶ ναοὺς ἐγείρων, εἰς δόξαν τοῦ Σωτῆρος.
Ἔχει ἡ Σερβία ἡ πατρίς σου, θεμέλιον ἀῤῥαγέστατον ἐν θλίψεσιν, Ἐκκλησίας στήριγμα, εὐσεβείας σάλπιγγα, καὶ μετανοίας κήρυκα καὶ λύχνον ἄσβεστπον, καὶ βίου, ἐναρέτου σε στήλην, Σάββα Ἱεράρχα· διό σε καὶ γεραίρει.
Ῥήμασί σου Πάτερ θεοσόφοις, στηρίζων καὶ διατρέφων τὸ σὸν ποίμνιον, παιδευτὴς σωτήριος, βασιλέων πέφηνας, ὑποδεικνύων ἅπασι τὰς ἐντολὰς τοῦ Θεοῦ, ἠθῶν δέ, ἐσφαλμένων ἐκτέμνων, τιμητικῷ σου λόγῳ, τὰς ῥίζας Ἱεράρχα.
Θεοτοκίον.
Ἄγγελος τὸ χαῖρέ Σοι Παρθένε, ἐκραύγαζε μετὰ δέους παριστάμενος, ἡμεῖς δὲ οἱ δοῦλοί Σου, Κόρη οἱ ἀνάξιοι, ἐν φόβῳ Σοι κραυγάζομεν καὶ κατανύξει θερμ«ξ· ἐκ πάσης, ἡμᾶς ῥύου κακίας, κεχαριτωμένη, καὶ βλάβης τοῦ βελίαρ.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Στῦλόν σε φωτός, ἡ χάρις ἀνέδειξε τοῦ θείου Πνεύματος, καὶ νεφέλην ἔμψυχον, ἐπισκιάζουσαν Σάββα Ὅσιε, τὸν ἐν Σερβίᾳ Ἅγιε λαὸν χριστώνυμον, ὃν μὴ παύσῃ, μεταστὰς πρὸς Κύριον, ὁδηγῶν πρὸς ὁδὸν τὴν σωτήριον.
Ἴθυνας καλῶς, καὶ λόγοις καὶ πράξεσι, καὶ πλείστοις θαύμασι, τὴν σὴν ποίμνην Ἅγιε, ἐπὶ τὴν πόαν τῆς θείας πίστεως, καὶ ἱερῶς τελέσας σου δρόμον τὸν ἅγιον, μετετέθης, πρὸς φῶς τὸ ἀνέσπερον, Πάτερ Σάββα τῆς ἄνω λαμπρότητος.
Μέγαν θησαυρόν, τὸ θεῖόν σου λείψανον δέδωκας Ἅγιε, Σάββα τῇ Ἐκκλησίᾳ, ἀναπηγάζον θαυμάτων χάριτας, ὃ Ἄγαρ οἱ ἀπόγονοι πυρὶ παρέδωκαν, μετὰ τέλος, μαρτυρίου στέφος σοι, ὡς οὐκ ᾤοντο πλέξαντες ἔνδοξε.
Ὄμβρησον κἀμοί, σταγόνα οὐράνιον ἐλέους Ὅσιε, ταῖς σαῖς παρακλήσεσι, πρὸς τὸν οἰκτίρμονα καὶ φιλάνθρωπον, τῷ τοὺς παρόντας ὕμνους σου προθύμως πλέξαντι, καὶ πταισμάτων, αἴτει μοι τὴν ἄφεσιν, θεοδόξαστε Σάββα μακάριε.
Θεοτοκίον.
Ὕμνοις ἱεροῖς, τὴν μόνην πανύμνητον, ὑμνολογήσωμεν, τὴν τὸν ὑπερύμνητον, καὶ ζωοδότην Χριστὸν κυήσασαν, ζωώσαντα τοὺς θνήξαντας δόλῳ τοῦ ὄφεως, ἐκβοῶντες· χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.


Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἱερωσύνης χρίσματι, εὐκλεὴς Ἱεράρχης, καὶ ποιμενάρχης ἄριστος, τῆς Χριστοῦ Ἐκκλησίας, Σάββα θεόφρον ἐδείχθης, ἀρετῶν ταῖς ἀκτῖσι, φωταγωγῶν θεόπνευστε, τῶν πιστῶν τὰς καρδίας καὶ ὁδηγῶν, πρὸς ὁδὸν τῶν θείων δικαιωμάτων, τῶν εὐσεβῶν τὸ πλήρωμα, λόγοις ὁμοῦ καὶ ἔργοις.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἐν Ἰορδάνῃ Κύριε, ὡς βροτὸς ἐβαπτίσθης, ἑκὼν ὁ ὑπεράγαθος, τοῦ Ἀδὰμ ἀποπλύνων, οἰκτίρμον τὴν ἁμαρτίαν, καὶ ζωὴν καὶ εἰρήνην, καὶ φωτισμὸν καὶ λύτρωσιν, τοῖς ἀνθρώποις παρέχων ὡς ἀγαθός· διὸ πάντες Δέσποτα προσκυνοῦμεν, τὴν σὴν ὑπὲρ κατάληψιν, συγκατάβασιν Σῶτερ.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Σάββα θεόφρον Πατὴρ ἡμῶν, τὰς βασιλείους αὐλάς, πτερωθεὶς θείῳ ἔρωτι, καὶ δόξαν εὐμάραντον, νουνεχῶς κατέλοιπας, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, Χριστῷ ὁσίως κατηκολούθησας· ὢ τῶν ἀγώνων σου! δι’ ὧν εὐηρέστης τῷ Ποιητῇ, καὶ πολλῆς ἠξίωσαι, χάριτος Ἅγιε.

Σάββα Ἱεράρχα Ὅσιε, ὥσπερ ἀστὴρ φαεινός, ἐν τῷ Ἄθῳ ἐξέλαμψας, πόνοις τῆς ἀσκήσεως, λαμπρυνθεὶς θείῳ Πνεύματι, καὶ Ἀποστόλων χάριν δεξάμενος, τοὺς ἐν Σερβίᾳ λαοὺς ἐφώτισας, θείοις διδάγμασι, καὶ θαυμάτων χάρισιν, αἱρετικῶν, λύσας τὴν σκοτόμαιναν, φωτὶ τῆς χάριτος.

Σάββα ποιμενάρχα πάνσοφε, Ὀρθοδοξίας φωστήρ, πλανωμένων ἀνόρθωσις, βίου καθαρότητος, γεωργὸς πρακτικώτατος, τῶν βασιλέων θεῖος διδάσκαλος, καὶ ἀσθενούντων ἰατρὸς ἕτοιμος, ὡς ἰσαπόστολος, μέγας ἀναδέδειξαι· διὸ φαιδρῶς, ἡ Σερβία ἅπασα, τιμᾷ σε Ἅγιε.

Σάββα ἀρετῶν κειμήλιον, Ἱεραρχῶν καλλονή, Ἀποστόλων ὁμότροπε, τῶν Ὁσίων καύχημα, καὶ ἀνάκτων διάδημα, ὁ ἑωσφόρος Σέρβων ὁ μέγιστος, καὶ Ἐκκλησίας πάσης ἀγλάϊσμα, τοὺς ἑορτάζοντας, τὴν ἁγίαν μνήμην σου, πάσης ὀργῆς, ἀσινεῖς διάσωζε, ταῖς ἱκεσίαις σου.











Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν τῷ πνεύματι, καὶ σκιρτήσωμεν εὐφραινόμενοι, τῇ φωτοφόρῳ πανηγύρει τοῦ Ἱεράρχου Χριστοῦ· βασιλεῖς καὶ ἄρχοντες συνελθέτωσαν, καὶ τὸν ἀπὸ ῥίζης βασιικῆς φυέντα, καὶ Χριστὸν δοξάσαντα πολιτείας τῇ λαμπρότητι καὶ φωτὶ ἱερωσύνης εὐφημείτωσαν. Ποιμένες καὶ διδάσκαλοι, τὸν ἐν Ἱεράρχαις θεόσοφον ποιμένα, συνδραμόντες ἀνυμνήσωμεν. Τῶν Ἀποστόλων τὸν ζηλωτήν, τῶν ἀρετῶν τὸ ταμεῖον, τῆς εὐσεβείας τὸν ὑποφήτην, τῆς χάριτος τὸν θησαυρόν, τῆς Ὀρθοδοξίας τὸ στόμα, τῶν αἱρέσεων τὸν καθαιρέτην, βίου σεμνότητος τὸν φυτοκόμον, τὸ μέγα τῆς ἐν Σερβίᾳ Ἐκκλησίας κλέος, καὶ θεῖον πρωτοστάτην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Σάββα ἱερώτατε, πάσης ἡμᾶς ῥύου ἀνάγκης καὶ βλάβης, καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐπεφάνης ἐν τῷ κόσμῳ, ὁ τὸν κόσμον ποιήσας, ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου