Δευτέρα 2 Σεπτεμβρίου 2019

1-7. ΠΡΩΤΗ ΚΥΡΙΑΚΗ ΟΚΤΩΒΡΙΟΥ. ΠΑΝΑΓΙΑ ΜΥΡΟΒΛΥΤΙΣΣΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΣ Α-Ζ΄. 1η ΚΥΡΙΑΚΗ!!
ΠΑΝΑΓΙΑ ΜΥΡΟΒΛΥΤΙΣΣΑ
ΜΟΝΗΣ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὡς ὄλβος τῶν θειων δωρεῶν, Κόρη τῆς προνοίας Σου, ἡ Σὴ Εἰκὼν ἡμῖν δέδοται, ἣν Μυροβλύτισσαν, προσφόρως καλοῦμεν, οἷα μύρον βλύσασαν, εὐφραῖνον τὰς ψυχὰς ἡμῶν Ἄχραντε, ἧσπερ τὴν ἔλευσιν, ἑορτάζοντες δοξάζομεν Θεοτόκε, τὴν ἄῤῥητον δόξαν Σου.

Προσπέσωμεν πάντες ἀδελφοί, πίστεως θερμότητι, καὶ ψυχικῇ καθαρότητι, τῆς Θεομήτορος, τῇ σεπτῇ Εἰκόνι, ἐξ ἧς μύρα ἔβλυσαν, καὶ χάρις νῦν παρέχεται ἄφθονος, καὶ ἐκβοήσωμεν· Μυροβλύτισσα πανάχραντε, τὴν Μονήν Σου ταύτην ἀεὶ φύλαττε.

Ἐκ Βύζαντος πάλαι εὐλαβῶς, Κόρη Μυροβλύτισσα, τὴν Σὴν Εἰκόνα τὴν πάντιμον, Παῦλος ὁ Ὅσιος, ἡμῶν ὁ δομήτωρ, ὧδε μετεκόμισεν, ὡς θεῖον καὶ οὐράνιον δώρημα, τῆς προστασίας Σου, ᾗ προσπίπτοντες λαμβάνομεν, εὐφροσύνην καὶ χάριν καὶ ἔλεος.

Ὡς μύρον Παρθένε νοητόν, τῆς Σῆς ἀγαθότητος, ὁ γλυκασμὸς ἀεὶ πρόεισιν, ἐκ τῆς Εἰκόνος Σου, καὶ παθῶν πικρίαν, κατακλύζει πάντοτε, καὶ νέμει ἀληθῆ ἀγαλλίασιν, τοῖς ἐκβοῶσί Σοι· Μυροβλύτισσα πανύμνητε, Σὺ εἶ σκέπη, ἡμῶν καὶ στήριγμα.

Δόξα. Ἦχος δ΄.
Τῇ μυστικῇ ἐνεργείᾳ τῆς Σῆς δόξης, ἀληθὲς ἁγιαστήριον ἔδειξας, τὴν Σὴν ἁγίαν Εἰκόνα, Θεοτόκε Παρθένε· ἁγιασμοῦ γὰρ μύρον βλύζει, καὶ δυσωδίαν παθῶν ἀπελαύνει, καὶ πᾶσι παρέχει, τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἀλλ’ ὦ πανάχραντε Κόρη, μὴ παύσῃ σκέπουσα ταύτην τὴν ποίμνην Σου, τὴν πρὸς Σὲ ἀεὶ ἀφορῶσαν, καὶ τὰ Σὰ θαυμάσια, ἀπαύστως κηρύττουσαν.

Καὶ νῦν. Τὸ Δογματικὸν Θεοτοκίον τοῦ Ἤχου.



Εἰς τὸν Στίχον. Ἦχος β΄ Οἶκος τοῦ Ἐφραθᾶ.
Μύρου τοῦ τῆς ζωῆς, ὡς θεια μυροθήκη, Παρθένε Θεοτόκε, μύρα ἡμῖν παρέχεις, ἐκ τῆς σεπτῆς Εἰκόνος Σου.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαίρει ἡ Σὴ Μονή, Παύλου τοῦ θεοφόρου, κατέχουσα ἐν κόλποις, τὴν θείαν Σου Εἰκόνα, Παρθένε Μυροβλύτισσα.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Δίδου τὴν νοητήν, καὶ θείαν εὐωδίαν, τοῖς πίστει προσιοῦσι, τῇ θείᾳ Σου Εἰκόνι, Παρθένε Μυροβλύτισσα.

Δόξα. Τριαδικόν.
Τέτοκας ἐν σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Ζωοδότην, Παρθένε Θεοτόκε, καὶ τὴν φθορὰν ἠφάνισας.

Καὶ νῦν. Θεοτοκίον.
Λύτρωσιν τῶν παθῶν, λαμβάνομεν ἀπαύστως, ἐν πίστει προσιόντες, τῇ θείᾳ Σου Εἰκόνι, Παρθένε Μυροβλύτισσα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν θείαν Σου Εἰκόνα μύρον πάλαι ἐκβλύσασαν, Μυροβλύτισσαν πάντες προσφυῶς ὀνομάζομεν, καὶ ταύτῃ προσιόντες εὐλαβῶς, πληρούμεθα ὀσμῆς πνευματικῆς, ἐξ αὐτῆς γὰρ τὴν Σὴν χάριν δίδως ἡμῖν, Παρθένε τοῖς βοῶσί Σοι· δόξα τοῖς θαυμασίοις Σου ἁγνή, δόξα τῇ Σῇ χρηστότητι, δόξα τῇ πρὸς ἡμᾶς Σου προμηθείᾳ ἄχραντε.

Ἀπόλυσις.













ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ τὸ μύρον Χριστόν, ἐν σαρκὶ κυήσασα, καὶ λύσασα τῆς ἀρᾶς, φορὰν τὴν ἄσχετον, Εἰκόνα τὴν ἑαυτῆς, μύρα βλυστάνειν εὐώδη ηὐδόκησεν, εὐφραίνοντα μυστικῶς, τῶν ἐκβοώντων ἀεὶ τὴν διάνοιαν· Κεχαριτωμένη χαῖρε, Κόρη Μυροβλύτισσα, ἡ παρέχουσα πᾶσιν, ἱλασμὸν καὶ θεῖον ἔλεος.

Βαβαὶ τῆς Σῆς προμηθείας ἁγνή! ὅτι ὥσπερ δῶρον, τιμαλφὲς καὶ πάντιμον, Εἰκόνα Σου τὴν σεπτήν, ἡμῖν δεδώρησαι, καὶ ταύτην ὑπερφυῶς, μύρου εὐώδους πηγὴν πάλαι ἔδειξας· ᾗ πάντες πανευλαβῶς, μετὰ σπουδῆς προσιόντες βοῶμέν Σοι· Κεχαριτωμένη χαῖρε, Κόρη Μυροβλύτισσα, ἡ παθῶν δυσωδίαν, τῇ Σῇ χάριτι ἐλαύνουσα.

Σκέπην Σου τὴν θείαν ἄχραντε, Ἀσωμάτων δῆμοι, καὶ πιστῶν ὁμήγυρις, τιμῶμεν πανευλαβῶς, περισκεπόμενοι, τῇ χάριτι τοῦ σεπτοῦ, Σοῦ Μαφορίου, δι’ οὗ σκέπεις ἅπαντας, τοὺς πόθῳ τελοῦντας νῦν, τὴν θαυματόβρυτον ταύτην πανήγυριν, Σοῦ τῆς παναγίας Σκέπης, νεφη ἐκδιώκουσα, πειρασμῶν καὶ κινδύνων, τοῦ δολίου πολεμήτορος.

Τὴν Σὴν Εἰκόνα τὴν πάνσεπτον, ἣν ἡμῶν ὁ κτίτωρ, Παῦλος ὁ θεόληπτος, ἐκ Βύζαντος εὐλαβῶς, ὧδε μετήνεγκε, κυκλοῦντες πίστει θερμῇ, τῶν μητρικῶν δωρεῶν Σου τὰς χάριτας, καρπούμεθα μυστικῶς, καὶ ἐν χαρᾷ Θεοτόκε βοῶμέν Σοι· Κεχαριτωμένη χαῖρε, Κόρη Μυροβλύτισσα, τῆς ἁγίας Μονῆς Σου, περιτείχισμα ἀτίνακτον.

Ἕτερα Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς πηγὴν ἁγιάσματος, καὶ ταμεῖον ἀκένωτον, Κόρη Μυροβλύτισσα τὴν Εἰκόνα Σου, ἡ Σὴ Μονὴ θησαυρίσασα, ὑμνεῖ Σου τὰ θαύματα, καὶ λαμπράν Σοι ἑορτήν, συγκροτοῦσα κραυγάζει Σοι· Χαῖρε ἄχραντε, θλιβομένων θερμὴ παραμυθία, καὶ βεβαία προστασία, τοῦδε τοῦ κλήρου Σου Δέσποινα.

Οἱ ἐν πόνοις καὶ θλίψεσι, καὶ δειναῖς περιστάσεσι, Κόρη περιπίπτοντες τῇ Εἰκόνι Σου, πίστει θερμῇ καταφεύγοντες, λαμβάνουσιν ἴασιν, καὶ παθῶν ἀπαλλαγήν, καὶ εὐσήμως κηρύττουσι, Μυροβλύτισσα, τῆς πολλῆς εὐσπλαγχνίας Σου τὴν χάριν· δι’ ἧς σώζεις καὶ παρέχεις, ἑνὶ ἑκάστῳ βοήθειαν.

Ἡ Μονὴ ἐπευφραίνεται, τῇ ἁγίᾳ Εἰκόνι Σου, Παύλου τοῦ θεόφρονος Κόρη πάναγνε, ἣ πάλαι μύρον ἀνέβλυσε, τῇ Σῇ ἀγάθοτητι, ἁγιάζον μυστικῶς, μοναστῶν τὴν διάνοιαν, καὶ ἑόρτια, ἀναμέλπει Σοὶ ᾄσματα Παρθένε, τὴν θερμήν Σου προστασίαν, μεγαλοφώνως κηρύττουσα.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Σήμερον ἡ πολυτίμητος μυροθήκη, τοῦ οὐρανίου μύρου, ἡ Θεοτόκος Μαρία, πρὸς εὐφροσύνην μυστικήν, ἡμᾶς συγκαλεῖται, μητρικῇ χρηστότητι· πρὸς εὐφροσύνην μυστικήν, ἡμᾶς συγκαλεῖται, μητρικῇ χρηστότητι· τὴν γὰρ Εἰκόνα αὐτῆς, πᾶσι προβάλλεται, ἐξ ἧς μυρα πάλαι ἔβλυσαν, ἐνεργείᾳ κρείττονι· διὸ καὶ τὴν φερώνυμον κλῆσιν, προσφόρως πλουτήσασα, ἁγιάζει ψυχὰς καὶ ῥώννυσι σώματα, καὶ δαιμονικὰς διαλύει ἐπηρείας, τῶν πίστει προσπιπτόντων, καὶ βοώντων ἐκ καρδίας· πανύμνητε Δέσποινα, τήνδε τὴν ποίμνην Σου ἄτρωτον φύλαττε, καὶ σῶζε τοὺς ὑμνοῦντάς Σε.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10-17)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη καὶ εἶπεν  Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.







Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27, Μδ΄, 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν : Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.













Λιτή. Ἦχος α΄.
Ἡ τοῦ Προφητάνακτος Δαβίδ, ἁγιόφθογγος ῥῆσις, ἐμφανῶς πληροῦται Παρθένε, ἐν τῇ προσκυνήσει τῆς θείας Εἰκόνος σου· ταύτῃ γὰρ προσπίπτοντες, τὸ πρόσωπόν Σου λιτανεύομεν, καὶ τῶν θείων Σου δόσεων, τὰς ἀποῤῥοίας κομιζόμεθα, καὶ δι’ αὐτῆς ἀναγόμενοι, τῇ ἡλιομόρφῳ Σου ὄψει, εὐλαβῶς βοῶμεν· Μυροβλύτισσα Κόρη, ῥύου ἡμᾶς τῆς τῶν παθῶν δυσωδίας, καὶ ἀξίωσον ἡμᾶς δεόμεθα, προσφέρειν Κυρίῳ, ὡς ὀσμὴν εὐωδίας, βίου καθαρότητα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ὡς κιβωτὸν ἁγιάσματος, καὶ τῆς πρὸς ἡμᾶς Σου προνοίας, ἀσφαλὲς ἐχέγγυον, τὴν παναγίαν Εἰκόνα Σου, ὁ θεοφόρος Παῦλος, ἐκ Βυζαντίου πάλαι μετήνεγκε, Θεοτόκε Παρθένε· καὶ ἐξαιρέτως ταύτην ἐχαρίτωσας, τῇ τοῦ μύρου ἐκβλύσει, καὶ τῇ σωτηρίῳ προϊούσῃ ἐνεργείᾳ, τῇ Σῇ ἐπισκιάσει· πᾶσι γὰρ παρέχει, ἐν ἀνάγκαις βοήθειαν, καὶ ψυχικῶν παθῶν λύει ζόφον, καὶ χαρᾶς πληροῖ τοὺς βοῶντας· Χαῖρε Κεχαριτωμένη Μυροβλύτισσα Παρθένε, τὸ μέγα ἡμῶν προσφύγιον.

Ἦχος γ΄.
Ὡς λαβὶς πυρίμορφος, ἡ Σὴ Εἰκὼν ἡμῖν δέδοται, Θεοτόκε Μυροβλύτισσα· τῷ νοητῷ γὰρ ἄνθρακι τῆς Σῆς προμηθείας, τὰ φρυγανώδη σκάνδαλα φλέγονται, καὶ ἀκαθάρτων πνευμάτων ὁ ἑσμός, πόῤῥω ἀπελαύνεται, τῇ ἐκλάμψει τῆς ἰσχύος Σου· καὶ τῇ μυστικῇ εὐωδίᾳ τῆς Σῆς ἐπισκιάσεως, ἡ παροῦσα ποίμνη Σου, ὡς εὐκληματοῦσα ἄμπελος, ἀρετῶν τοὺς βότρυας προσάγει, τῷ γεωργῷ τῶν ψυχῶν καὶ Σωτῆρι ἡμῶν, τῷ διὰ Σοῦ παρέχοντι ἡμῖν, πταισμάτων συγχώρησιν.

Δόξα. Καὶ νῦν. Ἦχος δ΄.
Χαρίτων θείων θησαυρόν, καὶ οὐρανίων ἀρωμάτων τὴν ὀσμήν, ἡμῖν ἀεὶ παρέχεις, ὑπερδεδοξασμένη Παρθένε, Θεοτόκε Μυροβλύτισσα· διὸ ἡ τοῦ Ὁσίου Παύλου Μάνδρα, τῇ θαυμαστῇ ἐμφερείᾳ τῆς παναγίας Σου μορφῆς, πίστει προσπίπτουσα, εὐφροσύνως βοᾷ Σοι· Χαῖρε Κεχαριτωμένη, ἡ πάσης χαρᾶς πρόξενος, τῷ γένει τῶν ἀνθρώπων, τὸν ἀρχηγὸν γὰρ τῆς ζωῆς, ὑπὲρ φύσιν κυήσασα, τὴν τοῦ θανάτου λύπην ἠφάνισας, καὶ πᾶσι βλυστάνεις, κρουνοὺς οἰκτιρμῶν, καὶ θείαν ἀγαλλίασιν.







Εἰς τὸν Στίχον.
Τὸ α’ Ἀναστάσιμον ἐκ τῶν ἀποστίχων τοῦ Ἤχου.

Καὶ τὰ ἑξῆς Στιχηρὰ Προσόμοια τῆς Εἰκόνος. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Θεογεννῆτορ ἁγνή, ἡ μυροθήκη τοῦ σεπτοῦ ἁγιάσματος, ἡ στάμνος ἡ μανναδόχος, μανναδοτοῦσα ἡμῖν, γλυκασμὸν τῆς θείας ἀγαθότητος, καθέδρα πυρίμορφος, τοῦ Δεσπότου τῆς κτίσεως, ζωῆς τὸ μύρον, τὸν Χριστὸν σωματώσασα, καὶ τὴν κρείττονα, ὀσμὴν πᾶσι παρέχουσα, Δέσποινα Μυροβλύτισσα, ἡμῶν ἡ βοήθεια, ἡ τὴν δυσώδη μανίαν, τὴν καθ’ ἡμῶν τοῦ ἀλάστορος, διώκουσα πόῤῥω, καὶ παρέχουσα τοῖς πᾶσι, χάριν καὶ ἔλεος.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαίροις, Παρθενομῆτορ ἁγνή, ἡ χαριτώσασα τὴν θείαν Εἰκόνα Σου, τοῦ μύρου τῇ ἀναβλύσει, ἐπισκιάσει τῆς Σῆς, ἀγλαΐας Κόρη καὶ χρηστότητος· ᾗ πίστει προσπίπτοντες, θειαν χάριν λαμβάνομεν, καὶ ἀκαθάρτων, λογισμῶν τοῦ ἀλάστορος, ἐκκαθαίρομεν, καὶ ψυχὴν καὶ διάνοιαν, Δέσποινα Μυροβλύτισσα, τοῦ Ἄθω ἀντίληψις, καὶ τῆς παρούσης Σου Μάνδρας, περιφανὲς καταφύγιον· ᾗ δίδου εἰρήνην, Θεοτόκε οὐρανόθεν, καὶ θεῖον ἔλεος.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαίρων, ἐκ Βυζαντίου ποτέ, ὁ θεῖος Παῦλος ὁ θεόφρων θεράπων Σου, μετήγαγεν ἐν τῷ Ἄθῳ, ὡς θησαυρὸν ἀληθῆ, τῆς Σῆς ἐμφερείας τὸ ἐκτύπωμα· διὸ μεγαλύνομεν, τὴν πολλήν Σου χρηστότητα, ὅτι οὐ παύεις, τῇ Σῇ ποίμνῃ παρέχουσα, τὰς πλουσίας Σου, δωρεάς τε καὶ χάριτας, Δέσποινα Μυροβλύτισσα, πηγὴ ἀνεξάντλητος, ἀγαλλιάσεως θείας, καὶ οἰκτιρμῶν καὶ χρηστότητος, ἡ πᾶσιν αἰτοῦσα, σωτηρίαν καὶ εἰρήνην, καὶ θεῖον ἔλεος.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Τὸ μύρον τῆς χάριτος, ὡς ἐλέους θεῖον ῥεῖθρον, ἡ Σὴ Εἰκὼν πηγάσασα, τὴν Σὴν ποίμνην εὔφρανε, Θεοτόκε πανύμνητε· τῇ γὰρ θείᾳ νεύσει Σου, ἐκ τῆς Μυρελαίου Μονῆς μετήχθη, ἐκφαίνουσα προφανῶς, τῶν μητρικῶν Σου οἰκτιρμῶν τὰ σπλάγχνα, καὶ τῆς πρὸς ἡμᾶς κηδεμονίας τὸν θησαυρόν. Καὶ νῦν Κόρη Μυροβλύτισσα, ἀπέλασον ἀφ’ ἡμῶν τὴν τῶν παθῶν δυσωδίαν, καὶ ὁδήγει ἡμᾶς, πρὸς ὁδὸν σωτηρίας, ὡς προστασία ἡμῶν καὶ ἔφορος.




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν θείαν Σου Εἰκόνα μύρον πάλαι ἐκβλύσασαν, Μυροβλύτισσαν πάντες προσφυῶς ὀνομάζομεν, καὶ ταύτῃ προσιόντες εὐλαβῶς, πληρούμεθα ὀσμῆς πνευματικῆς, ἐξ αὐτῆς γὰρ τὴν Σὴν χάριν δίδως ἡμῖν, Παρθένε τοῖς βοῶσί Σοι· δόξα τοῖς θαυμασίοις Σου ἁγνή, δόξα τῇ Σῇ χρηστότητι, δόξα τῇ πρὸς ἡμᾶς Σου προμηθείᾳ ἄχραντε.

Ἀπόλυσις.

































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα τοῦ Ἤχου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν θείαν Σου μορφήν, ἐν Εἰκόνι ὁρῶντες, πληρούμεθα ἁγνή, φωτισμοῦ οὐρανίου, καὶ θείαν ἀγαλλίασιν, ἐξ αὐτῆς κομιζόμεθα, καὶ ὀσμὴν ζωῆς, τῶν μυστικῶν δωρεῶν Σου, Μυροβλύτισσα, ὑμνολογοῦντες Παρθένε, τὰ θεῖά Σου θαύματα.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Μύρον εὔοσμον, τῆς Σῆς προνοίας, πάλαι ἔβλυσε, τῇ χάριτί Σου, ἐκ τῆς Ἁγίας Εἰκόνος Σου ἄχραντε, καθαγιάζον ἡμῶν τὰ νοήματα, καὶ ἀπελαῦνον δυσώδη παθήματα, Κόρη πάναγνε, ᾗ πίστει θερμῇ ἱστάμενοι, πληρούμεθα ὀσμῆς τῆς ὑπὲρ ἔννοιαν.
Καὶ νῦν. Ὅμοιον.
Χαίρων ἤνεγκεν, ἐκ Βυζαντίου, ὁ πανόσιος, Παῦλος Παρθένε, τὴν ἁγίαν Σου Εἰκόνα καὶ πάντιμον, ἣ Μυροβλύτισσα ὤφθη καὶ εὔφρανε, ταῖς μυστικαῖς ἐπομβρίαις τὴν ποίμνην Σου· ὅθεν μέλποντες, Παρθένε τὰ μεγαλεῖά Σου, κηρύττομεν θαυμάτων Σου τὸ μέγεθος.

Μετὰ τὸ Πολυέλεον, εὐθὺς τὰ Εὐλογητάρια. Αἴτησις παρὰ τοῦ ἱερέως, καὶ ἡ Ὑπακοὴ τοῦ Ἤχου χῦμα. Εἶτα, τὸ Κάθισμα τῆς Ἑορτῆς. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸ μύρον τῆς ζωῆς, σωματώσασα Κόρη, ἀρώμασι τῆς Σῆς, μητρικῆς προμηθείας, μυρίζεις τὰς ψυχὰς ἡμῶν, καὶ τὰ πρόσωπα Ἄχραντε, Μυροβλύτισσα, εὐλογημενη Μαρία, ὅτι ἔβλυσας, ἐκ τῆς Εἰκόνος Σου πάλαι, τὸ μύρον τῆς χάριτος. (Δίς).

Τὰ Ἀντίφωνα τοῦ Ἤχου καὶ ἡ τάξις τοῦ Ἐωθινοῦ Εὐαγγελίου.














Εἶτα, οἱ Κανόνες· ὁ Ἀναστάσιμος εἰς δ , ὁ Σταυροαναστάσιμος εἰς β’, καὶ τῆς Ἑορτῆς οἱ δύο εις η’.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Μυροβλύτισσα Παρθένε, χαῖρε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μαρία πανάχραντε, τῶν Προφητῶν περιήχημα, ἁγνὴ Μυροβλύτισσα, λόγον μοι δώρησαι, ἵνα μέλπω Σου, τὰ θεῖα μεγαλεῖα, καὶ μύρου τὴν ἔκβλυσιν, ἐκ τῆς Εἰκόνος Σου.
πὲρ τὰ ἀρώματα, τὰ αἰσθητὰ ὤφθη πάναγνε, τὸ μύρον ὃ ἔβλυσεν, ἐκ τῆς Εἰκόνος Σου· ὅθεν μέλπομεν, τὸ ξένον τοῦτο θαῦμα, καὶ πίστει κηρύττομεν, τὰ Σὰ θαυμάσια.
υπῶσαν ἐκκάθαρον, τῇ εὐωδίᾳ τοῦ μύρου Σου, τῇ Σῇ ἀγαθότητι, ὡς Μυροβλύτισσα, τὴν καρδίαν μου, Παρθένε Θεοτόκε, καὶ σκεῦός με ἔργασαι, ὀσμῆς τῆς κρείττονος.
Παῦλος ὁ Ὅσιος, ὡς θησαυρὸν πολυτάλαντον, τὴν θείαν Εἰκόνα Σου, ἐκ Βυζαντίου ἁγνή, ὧδε ἤγαγεν, ᾗ πίστει προσιόντες, λαμβάνομεν πάντοτε, χάριν καὶ ἴασιν.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ Παρθένου τὰ μεγαλεῖα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
περφυῶς τὸν Ποιητὴν κυήσασα, δίχα τροπῆς καὶ φυρμοῦ, Κεχαριτωμένη, μόνη παντευλόγητε, ὑπερφυῶς ἐδόξασας, τὴν σεπτήν Σου Εἰκόνα, πηγὴν γὰρ ταύτην ἀνέδειξας, μύρου πανευώδους πανύμνητε.
Μνήμην καινὴν χρεωστικῶς κροτοῦμέν Σοι, Θεογεννῆτορ ἁγνή, εἰς τιμὴν καὶ δόξαν, τῆς σεπτῆς Εἰκόνος Σου, καὶ ταύτῃ καινὰ ᾄσματα, ἀναμέλπομεν Κόρη, μεγαλοφώνως βοῶντές Σοι· Χαῖρε Μαριὰμ Μυροβλύτισσα.
Νομίμων δίχα φυσικῶν ἐκύησας, τὸν νομοδότην Θεόν, καὶ θεσμῶν Παρθένε, πόῤῥω τῶν τῆς φύσεως, βλυστάνειν τὴν Εἰκόνα Σου, μύρον ἔνευσας πάλαι, εἰς ἀληθῆ ἀγαλλίασιν, τῶν εἰλικρινῶς δοξαζόντων Σε.
ς ἧκε πάλαι ἡ Εἰκών Σου ἄχραντε, ἐκ Μυρελαίου Μονῆς, χερσὶ ταῖς ὁσίαις, Παύλου τοῦ δομήτορος, πηγὴ χαρᾶς γεγένηται, τῇ παρούσῃ Σου ποίμνῃ, καὶ εὐφροσύνης παραίτιος, τῇ ἐπισκιάσει τῆς δόξης Σου.









ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Βασίλειον πόλιν εἶχε πάλαι, ἀνάκτορον Κόρη μυστικόν, Εἰκών Σου ἡ ὑπέρτιμος, νῦν δὲ ἅγιον σκήνωμα, ταύτην τὴν θείαν Μάνδραν Σου, πηγὴν χαρίτων πηγάζουσα.
Λαμπὰς ὡς ἀείφωτος ὁρᾶται, Παρθένε ἐν ταύτῃ τῇ Μονῇ, Παύλου τοῦ θεομάκαρος, Εἰκών Σου ἡ ὑπέρτιμος, μύρον καινὸν πηγάσασα, νεύσει τῇ Σῇ Μυροβλύτισσα.
μνοῦμεν τὴν δόξαν Σου Παρθένε, κηρύττομεν στόματι λαμπρῷ, τὴν πρὸς ἡμᾶς Σου εὔνοιαν, ὅτι ὡς πλοῦτον ἄσυλον, μύρον ἡμῖν ἐκβλύσασαν, τὴν Σὴν Εἰκόνα δεδώρησαι.
Τὸ μύρον ὃ ἔβλυσε τὸ πάλαι, Εἰκών Σου κηρύττει ἐμφανῶς, τὰς τῆς κηδεμονίας Σου, πλουσίας ἡμᾶς χάριτας· διό Σε Μυροβλύτισσα, μεγαλοφώνως γεραίρομεν.

Ἕτερος. Οὐρανίας ἁψῖδος.
Πρὸς ἀγάπην τὴν θείαν, τοῦ Σοῦ Υἱοῦ ἄχραντε, ἅπαντας ἡ ὄψις ἀνάγει, ἡ τοῦ προσώπου Σου, ἐν τῇ Εἰκόνι τῇ Σῇ, καὶ συγκινεῖ πάντας κράζειν· Χαῖρε Μυροβλύτισσα, ἡμῶν ἑδραίωμα.
ναφθέντες τῷ πόθῳ, τῶν πρὸς ἡμᾶς ἄχραντε, θείων δωρεῶν Σου ὁσῶραι, πίστει ἱστάμεθα, ἐν τῇ Εἰκόνι τῇ Σῇ, καὶ εὐλαβῶς ἐκβοῶμεν· Χαῖρε Μυροβλύτισσα, ἡμῶν βοήθεια.
αντισμῷ τοῦ ἀΰλου, ὡς ἀληθῶς μύρου Σου, πλῦνον τὰς ψυχὰς ἡμῶν Κόρη, καὶ ταύτας λεύκανον, ὑπὲρ χιόνα ἁγνή, ὡς ἂν Χριστῷ ἐποφθῶμεν, σκεύη καθαρώτατα, βίου ὀρθότητι.
Θαυμαστῶς ἐδοξάσθη, ἡ Σὴ μορφὴ ἄχραντε, καὶ θαυματουργεῖ καθ’ ἑκάστην, τοῖς ταύτῃ σπεύδουσι, δαιμόνων λύει γάρ, τὰς πονηρὰς ἐπινοίας, καὶ εἰρήνην δίδωσι, καὶ θεῖον ἔλεος.

Τὸ Κοντάκιον καὶ ὁ Οἶκος τοῦ Ἤχου χῦμα.
Εἶτα, τὸ Κάθισμα τῆς Ἑορτῆς. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σεπτήν Σου Εἰκόνα καὶ θαυμαστήν, Μυροβλύτισσα Κόρη Μῆτερ Θεοῦ, ὡς μέγα κειμήλιον, καὶ ἁγίασμα ἔνθεον, κατέχοντες ἐκ ταύτης, τὰς δόσεις λαμβάνομεν, ἁγίων δωρημάτων, καὶ θείων δυνάμεων, χαῖρε Σοι βοῶντες, Θεοτόκε Παρθένε, προστάτις καὶ ἔφορος, καὶ ταχεῖα ἀντίληψις, τῆς Σῆς ποίμνης πανύμνητε· ᾗ δίδου οὐρανόθεν ἀεί, τὴν εἰρήνην καὶ τὸ θεῖον ἔλεος, ὡς ἂν πάσης μανίας, τοῦ ὄφεως ῥύηται.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.






ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
δε Θεοτόκε Μῆτερ ἁγνή, ἐπὶ τὴν ταπείνωσιν ἄχραντε, τῶν ἱκετῶν Σου, παρεστώτων εὐλαβῶς, πρὸ τῆς σεπτῆς Εἰκόνος Σου, καὶ ἐκδεχομένων τὴν χάριν Σου.
Σκήνωμα καὶ σκεῦος περιφανές, ὤφθη τῶν ἀΰλων χαρίτων Σου, τῇ Σῇ προνοίᾳ, ἡ Εἰκών Σου ἀληθῶς, Παρθένε Μυροβλύτισσα, ταύτῃ τῇ σεπτῇ κληρουχίᾳ Σου.
Σύντριψον ἐν τάχει τὸν δυσμενῆ, καθ’ ἡμῶν ἁγνὴ ὠρυόμενον, καὶ τὴν Μονήν Σου, ταύτην φύλαττε ἀεί, Παρθένε Μυροβλύτισσα, πίστει προσιοῦσαν τῇ σκέπῃ Σου.
φραστος ὁ τόκος Σου πέλει ἁγνή, τὸν Θεὸν τῶν ὅλων γὰρ τέτοκας, καὶ ἡ τοῦ μύρου, ἔκβλυσις ἡ θαυμαστή, ἐκ τῆς σεπτῆς Εἰκόνος Σου, λόγων ἑρμηνείαν ὑπέρκειται.

Ἔτερος. Σύ μου ἰσχύς.
κ τῆς Μονῆς, τοῦ Μυρελαίου ἐλήλυθεν, οἷα πλοῦτος, τῆς Σῆς ἀγαθότητος, Θεογεννῆτορ ἡ Σὴ Εἰκών, ταύτῃ τῇ Μονῇ Σου, χαρᾶς πληροῦσα καὶ χάριτος, ἡμῶν τὰς διανοίας, καὶ διώκει τὴν λύπην, καὶ δαιμόνων ἐκλύει πᾶν σκάνδαλον.
Νῦν ἡ Μονή, Ὁσίου Παύλου ἀγάλλεται, τῇ ἐκφάνσει, τῶν πολλῶν χαρίτων Σου, ἐκ τῆς Εἰκόνος Σου τῆς σεπτῆς, ἣν περικυκλοῦσα, μετ’ εὐφροσύνης κραυγάζει Σοι· Μὴ παύσῃ Θεοτόκε, Μυροβλύτισσα Κόρη, περιέπειν ἡμᾶς τοὺς ὑμνοῦντάς Σε.
θησαυρός, τῶν οἰκτιρμῶν Σου ἑκάστοτε, οἷα ῥεῖθρον, πρόεισιν ἀκένωτον, ἐκ τῆς Εἰκόνος Σου μυστικῶς, καὶ ἄρδει καὶ τέρπει, ταύτην τὴν ποίμνην Σου ἄχραντε, πιστῶς Σοι ἐκβοῶσαν· χαῖρε χαρᾶς δοχεῖον, Μυροβλύτισσα Κόρη πανύμνητε.
μνον ἁγνή, εὐχαριστίας Σοι ᾄδομεν, ἀνυμνοῦντες, τὰ πολλά Σου θαύματα, καὶ ἀντιλήψεις τὰς πολλαπλάς, περὶ τῆς Σῆς ποίμνης, ὅτι προφθάνεις ἑκάστοτε, καὶ σώζεις ἐκ κινδύνων, καὶ παθῶν ἀκαθάρτων, τοὺς φωνοῦντας Παρθένε τὴν κλῆσίν Σου.












ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Πηγὴν ἁγιάσματος, καὶ μύρον εὐωδέστατον, ἔβλυσε τὸ πάλαι ἡ Εἰκών Σου· νῦν δὲ παρέχει ἐν ταῖς καρδίαις ἡμῶν, τὴν ὀσμὴν τῆς κρείττονος ζωῆς, καὶ τῆς Σῆς χρηστότητος, Θεοτόκε τὴν εὔπνοιαν.
φράστως κυήσασα, τὸν Ποιητὴν τῆς κτίσεως, ἄφραστα τὰ Σὰ πέλει Παρθένε· διὸ ὑμνοῦμεν τὰ μεγαλεῖά Σου, ἅπερ ὁ τῶν ὅλων Βασιλεύς, Κόρη Σοι ἐποίησεν, εἰς πιστῶν περιποίησιν.
υπῶντας τῷ πνεύματι, νοσοῦντας δὲ τῷ σώματι, Κόρη ἐκκαθαίρει καὶ ἰᾶται, ἡ προϊοῦσα ἐκ τῆς Εἰκόνος Σου, χάρις ὥσπερ ῥείθρον μυστικόν· ὅθεν Μυροβλύτισσα, ἀνυμνοῦμεν τὴν δόξαν Σου.
Θεὸν σωματώσασα, ὑπερφυῶς πανάμωμε, ἔσωσας ἡμᾶς ἐκ τῆς κατάρας· καὶ νῦν κινδύνων καὶ πάσης θλίψεως, σῶζε καὶ συντήρει ἀσινεῖς, τοὺς πιστῶς προσπίπτοντας, τῇ ἁγίᾳ Εἰκόνι Σου.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Τὴν σεπτήν Σου Εἰκόνα, οἷάπερ ταμεῖον καὶ στήλην θεόγραφον, τῆς Σῆς προμηθείας, ἐκ τῆς πόλεως πάλαι τοῦ Βύζαντος, Παῦλος ὁ θεόφρων, μετήγαγε χερσὶν ὁσίαις, τῇ παρούσῃ σου ποίμνῃ πανάμωμε.
νωτέρα κινδύνων, καὶ ἐπηρειῶν ποικίλων τοῦ ὄφεως, ἐμφανῶς ὁρᾶται, ἡ παροῦσά Σου ποίμνη πανύμνητε, τῇ Σῇ προστασίᾳ· ὅθεν ἀπαύστως μεγαλύνει, Μυροβλύτισσα Κόρη τὴν χάριν Σου.
Μυριώνυμε Κόρη, Κεχαριτωμένη Παρθένε πανύμνητε, ἀκενώτου μύρου, μυροθήκη ζωῆς πολυτίμητε, ἐκ τῆς δυσωδίας, τῶν ἀκαθάρτων νοημάτων, καὶ παθῶν τὴν ψυχήν μου καθάρισον.
κ γαστρός Σου ἀχράντου, σάρκα προσλαβὼν Χριστὸς ὁ φιλάνθρωπος, τῆς ζωῆς τὸ μύρον, κενωθὲν ἀκενώτως δι’ ἔλεος, θείαν μυροθήκην, ὑπερφυῶς Σε χαρισμάτων, Θεοτόκε Παρθένε ἀνέδειξε.
















ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
κ Βυζαντίου μετήνεκται, Εἰκών Σου ἡ σεπτὴ Μυροβλύτισσα, ᾗ προσερχόμενοι, μετ’ εὐλαβείας βοῶμέν Σοι· δίδου ἡμῖν Παρθένε, τὴν Σὴν ἀντίληψιν.
Νόσων παντοίων ἀπάλλαττε, καὶ πάσης ἐπηρείας καὶ θλίψεως, τοῦ παναλάστορος, ὦ Μυροβλύτισσα Δέσποινα, τοὺς ἐν τῇ Μάνδρᾳ ταύτῃ, ὑμνολογοῦντάς Σε.
ῤῥει ἡ χάρις Σου ἄνωθεν, Εἰκόνι Σου τῇ θείᾳ πανάχραντε· ὅθεν ἀνέβλυσε, μύρον εὐῶδες καὶ κέκληται, προσφόρως ἀειπάρθενε, Μυροβλύτισσα.
Χαρᾶς πληροῦται τῆς κρείττονος, Μονὴ Ἁγίου Παύλου κατέχουσα, ὥσπερ διάδημα, τὴν Σὴν Εἰκόνα τὴν πάντιμον, Παρθένε Θεοτόκε, τὴν Μυροβλύτισσαν.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Γεώργιον νοητόν, ταύτην τὴν Μάνδραν ἀνάδειξον, τὰ ἄνθη τῶν ἀρετῶν, τῷ Υἱῷ Σου φέρουσαν, Κόρη Μυροβλύτισσα, πόθῳ προσκυνοῦσαν, τὴν ὑπέρτιμον Εἰκόνα Σου.
γγέλων ἡ χαρμονή, καὶ τῶν ἀνθρώπων βοήθεια, καὶ κλήρου Σου τοῦ σεπτοῦ, μέγα καταφύγιον, Κόρη παντευλόγητε, βοήθει ἀπαύστως, τοῖς φωνοῦσί Σου τὸ ὄνομα.
Λυχνία φωτοειδής, ἡ Σὴ Εἰκὼν ἡ ὑπέρτιμος, ὁρᾶται ὡς ἀληθῶς, ἐν ταύτῃ τῇ Μάνδρᾳ Σου, Κόρη Μυροβλύτισσα, ἡμῶν τὰς αἰσθήσεις, θείῳ φέγγει καταυγάζουσα.
κκέχυται μυστικῶς, χάρις ἐξαίρετος πάναγνε, Εἰκόνι Σου τῇ σεπτῇ, ἐκ τῆς Σῆς χρηστότητος· ὅθεν τοῖς ἀρώμασι, τῆς Σῆς εὐσπλαγχνίας, κατευφραίνει τὰς ψυχὰς ἡμῶν.
















Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ Σῇ Εἰκόνι ἣν καλοῦμεν Μυροβλύτισσαν, ὡς ἀναβλύσασαν τὸ πάλαι μύρον ἅγιον, καταφεύγομεν Παρθένε μετ’ εὐλαβείας, ἀλλ’ ὡς μύρον τὸ ἀκένωτον πηγάσασα, δυσωδίας ἀκαθάρτων παθῶν λύτρωσαι, τοὺς βοῶντάς Σοι· Χαῖρε πάντων προσφύγιον.
Ὀ Οἶκος.
Ἄγγελοι ἀοράτως, καὶ ἡμεῖς μετὰ φόβου, τῇ Σῇ νῦν παρεστῶτες Εἰκόνι, ὑμνοῦμέν Σου τὴν χάριν ἁγνή, καὶ τὰ πολλά Σου θαύματα κηρύττομεν· δι’ ὧν ἐκ πάσης θλίψεως, ἀεὶ λυτροῦσαι τοὺς βοῶντας·
Χαῖρε, δι’ ἧς ἡ φθορὰ νεκροῦται·
χαῖρε, δι’ ἧς ὁ Ἀδὰμ ζωοῦται.
Χαῖρε, μυροθήκη σεπτοῦ ἁγιάσματος·
χαῖρε, φωτοφόρε καθέδρα τοῦ Πλάσαντος.
Χαῖρε, ὄρος ἀλατόμητον, ὃ προεῖδε Δανιήλ·
χαῖρε γῆ θεογεώργητος, ἣν προγράφει Ἰωήλ.
Χαῖρε, ὅτι βλυστάνεις μύρον εὔοσμον θεῖον·
χαῖρε, ὅτι ἐλαύνεις ἐξ ἡμῶν ἅπαν χεῖρον.
Χαῖρε, Μονῆς ἡμῶν περιτείχισμα·
χαῖρε, παντὸς τοῦ Ἄθωνος στήριγμα.
Χαῖρε, ἁγνὴ Μυροβλύτισσα Κόρη·
χαῖρε, ψυχῆς τῆς ἐμῆς θεία ῥώμη.
Χαῖρε πάντων προσφύγιον.
Συναξάριον.
Πρῶτον λέγομεν τὸ τοῦ Μηναίου, καὶ εἶτὰ τὸ ἑξῆς:
Τῇ πρώτῃ Κυριακῇ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς ἑλεύσεως ἐκ τῆς Βασιλίδος τῶν πόλεων εἰς τὴν Ἱερὰν Μονὴν τοῦ Ἁγίου Παύλου, ἐκ τοῦ ἱδρυτοῦ αὐτῆς Ὁσίου Παύλου, τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Μυροβλυτίσσης.
Μύρῳ νοητῷ Μυροβλύτισσα Κόρη,
εὔφρανον ἡμῶν τὰς τῆς ψυχῆς αἰσθήσεις.
Μελιηδέσιν ὕμνοις Ματρὸς Θεοῖο λιγαίνω κῦδος.
Αὕτη ἡ θαυματουργὸς καὶ ἁγία Εἰκὼν τῆς Θεοτόκου, ἣν διασωζομένη ἐν τῇ κατὰ τὴν περιφανῆ Κωνσταντινούπολιν ἱερᾷ Μονῇ τῇ καλουμένῃ τοῦ Μυρελαίου καὶ μετήνεγκε ταύτης ἐκεῖθεν ὁ Ὅσιος δομήτωρ καὶ πατὴρ ἡμῶν Ἅγιος Παῦλος, ἣν καὶ ἐθησαύρισεν ἐν τῇ ἐν Ἄθῳ εὐαγεῖ Μονῇ, τῇ ὑπ’ αὐτοῦ δομηθείσῃ, ἥτις τῇ κλήσει αὐτοῦ πᾶσι γνωρίζεται.
Ἡ ἁγία αὕτη Εἰκών, τῇ ἐξαιρέτῳ τῆς Θεοτόκου ἐπισκιάσει, μύρον πάλαι ἔβλυσεν· διὸ καὶ Μυροβλύτισσα κέκληται· πλεῖστα δὲ θαύματα ἐνεργεῖ τοῖς εὐλαβῶς προσιοῦσι, καὶ τὴν θερμὴν τῆς Ἀειπαρθένου ἐπικαλουμένως ἀντίληψιν.






Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Ὁδηγητρίας, τῆς παραδόξως ἐκ τῆς τοῦ Βατοπεδίου Ἱερᾶς Μονῆς, πρὸς τὴν Ἱερὰν Μονὴν τοῦ Ξενοφώντος ἀφιχθείσης, τῇ βουλήσει τῆς Ἀχράντου Θεομήτορος.
Θηΐη ἱρή, ὅπα Θεοκύμονος,
ἵκεν ἐκτόπως, θαρσευσ’ ἡμέων ψυχῶν.
Ἡ Θεομητορικὴ αὕτη Εἰκὼν εὑρίσκετο ἐξ ἀμνημονεύτων χρόνων, εἰς τὴν Ἱερὰν καὶ Βασιλικὴν Μονὴν τοῦ Βατοπεδίου, ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, καὶ κατὰ τὸ 1730 ἔτος, παραδόξως ἐγένετο ἄφαντος τῶν θυρῶν κεκλεισμένων, καὶ ἐκρύβη οὐ μόνον ἐκ τῆς Ἐκκλησίας, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Μονῆς. οἱ δὲ Πατέρες τῆς τοῦ Βατοπεδίου, τὴν θαυματουργίαν ταύτην τῆς Θεομήτορος, ὡς ἱεροσυλίαν τινὰ νομίσαντες, ἤρξαντο τὴν περὶ αὐτῆς ἐντὸς τῆς Μονῆς ἀναζήτησιν, ὅτε αἴφνης διεδόθη ἡ φήμη, ὅτι ἡ Ἁγία Εἰκὼν εὑρέθη ἐν τῇ Ἱερᾷ μονῇ τοῦ Ξενοφώντος, τῇ κειμένι ἐν διαστήματι τριῶν ὡρῶν ἐκ τῆς του Βατοπεδίου Μονῆς. Ὅθεν, ἄνευ βραδύτητος ἀπέστειλον ἀνθρώπους τινὰς ἵνα μετακομίσωσιν αὐτὴν ἐκεῖθεν, εἰς τὰ ἴδια, ὅπερ καὶ ἐγέντο. Οὕτως οὖν μετεκομίσθη ἡ Ἁγία Είκὼν εἰς τὴν τοῦ Βατοπεδίου, καὶ ἐτέθη ἐκ νέου εἰς τὴν ἰδίαν αὐτῆς θέσιν, καὶ ἐπομένως ἐλήφθησαν μέτρα αὐστηρότατα εἰς προφύλαξιν καὶ ἀσφάλειαν, ὁποίαι οὐδέποτε πρότερον ἐλήφθησαν. Ἀλλὰ καὶ μ’ ὅλα ταῦτα, ἡ σεβάσμιος αὕτη Εἰκών, μετὰ τῆς ἰδίας ἀσφαλείας, ἤγουν τῶν θυρῶν καὶ σφραγίδων ἀσφαλῶς ἐχόντων, καὶ μετέβη θαυμασίως πρὸς ὅν ἐξελέξατο ἱερὸν τόπον εἰς τὴν τοῦ Ξενοφώντος.
Μετ’ ὀλίγης οὖν ὥρας παρέλευσιν, ἐλθόντες οἱ ἀδελφοὶ τοῦ Βατοπεδίου ἐν τῷ Ναῷ, καὶ πάλιν τὸν τόπον ὅπου ἡ ἱερὰ ἵστατο Εἰκὼν κενὸν θεασάμενοι, ἐπιστώθησαν τὴν ἑκούσιον τῆς Θεοτόκου καὶ θαυμαστὴν ἀπ’ αὐτῶν ἀναχώρησιν, ἅμα δὲ καὶ τὴν πρὸς τὸ ἴδιον μέρος αὐτῆς μετάβασιν, πληροφορηθέντες, δὲν ἔκριναν εὔλογον τὸ νὰ ἐναντιωθῶσιν ἔτι εἰς τὴν τὰς Θεοτόκου ἀπόφασιν, ἀλλ’ ἅπαντες ὁμοθυμαδὸν συνέδραμον εἰς τὴν αὐτῆς προσκύνησιν. Καὶ εἰς ἀνάμνησιν τῆς θαυματουργίας ταύτης, ἀπεφάσισαν ἅπαντες ἵνα κομίζωσιν αὐτῇ εἰς τὴν τοῦ Ξενοφώντος κηροὺς καὶ ἔλαιον, ὅπερ καὶ ἐποίουν ἐπὶ διαστήματι πολλῶν ἐτῶν. Μετὰ δὲ ταῦτα οἱ τῆς τοῦ Ξενοφώντος ἀδελφοί, ἐμπόδισαν αὐτοὺς τοῦ νὰ ποιῶσι τοῦτο.
Ἡ Ἁγία αὕτη Εἰκών, εὐρίσκεται ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, ὡς πρὶν καὶ ἐν τῷ τοῦ Βατοπεδίου Καθολικῶ.
Ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως τῶν Ἑλλήνων, εἷς Ὀθωμανὸς ἠθέλησε νὰ ἐμπαίξῃ τὴν Ἁγίαν ταύτην Εἰκόνα, ἀλλ’ ἀμέσως ἐτιμωρήθη διὰ τὴν ἰδίαν του ἀνοησίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Φωβηνῆς, Κουκουζελίσσης καὶ Τριχερούσης.
Στέφος τηλαυγὲς χαρίτων πολυπλόκων,
Τῇ Λαύρᾳ ὤφθη Παρθένε ἡ Εἰκών Σου.
Ἡ Εἰκὼν αὕτη, ἵσταται ἐν τῷ Παρεκκλησίῳ τῷ πλησίον τῆς Πύλης τῆς Μονῆς τῆς Λαύρας, ἀνεργεθέντι, ἐπὶ τοῦ καταπετάσματος, ἐν τῇ θέσει, καθ’ ἥν ὡς ἔθος ἡ Εἰκὼν τῆς Θεοτόκου ἵσταται, ἐνώπιον τῆς ὁποίας καίουσι τρεῖς ἀκοιμήτους κανδήλας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Βουρλιωτίσσης τῆς Μικρᾶς Ἀσίας, ἧς ἡ Εἰκὼν τεθησαύρισται ἐν τῷ Ναῷ τῆς Κοιμήσεως τῆς Θεοτόκου Νέας Φιλαδέλφειας Ἀθηνῶν.
Ταῖς τῆς Παναχράντου Μητρός, καὶ πάντων τῶν Ἁγίων, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ναφαίρετον πλοῦτον πάλαι ἐκέκτητο, τὸ σὸν ἐκτύπωμα, ἡ Μυρελαίου Μονή, ἀλλὰ θείᾳ νεύσει Σου, τοῦτο ηὐδόκησας, ἐλθεῖν Δέσποινα, ταύτῃ τῇ θείᾳ Μάνδρᾳ Σου, ἡμῖν βλύζον θεῖα μύρα.
λαστήριον καὶ μέγα καταφύγιον καὶ παραμύθιον, Ὁσίου Παύλου Μονή, τὴν θείαν Εἰκόνα Σου, κέκτηται πάναγνε· διὸ ᾄσματα, εὐχαριστίας ᾄδει Σοι, Μυροβλύτισσα Παρθένε.
υπωθέντα με τοῖς ἀκαθάρτοις πάθεσι ψυχῇ καὶ σώματι, δι’ ἀφροσύνην πολλήν, ἀπόπλυνον δέομαι, ῥείθροις ἐλέους Σου, ἵνα μέλπω Σου, τὰ ὑπὲρ νοῦν θαυμάσια, Μυροβλύτισσα Παρθένε.
πιφάνηθι ἐν ἀοράτοις ὄψεσι Παρθένε ἄχραντε τοῖς παρεστῶσι πιστῶς, τῇ θείᾳ Εἰκόνι Σου, καὶ τούτοις πάρεχε, ὡς φιλάγαθος, χαρὰν καὶ φῶς οὐράνιον, καὶ παθῶν τὴν θεραπείαν.
Γαληνόμορφος καὶ πλήρης ἀγαθότητος ἡ ὑπερκόσμιος, τοῦ Σοῦ προσώπου μορφή, ὁρᾶται πανάχραντε, ἐν τῇ Εἰκόνι Σου, μέλι στάζουσα, τῆς μητρικῆς Σου χάριτος, καὶ χρηστότητος σταγόνας.

Ἕτερος. Παῖδες Ἑβραίων.
δε ἐν ὄμματι εὐσπλάγχνῳ, Μυροβλύτισσα τοὺς πίστει παρεστῶτας, ἐν Εἰκόνι τῇ Σῇ, καὶ τούτων τὰς αἰτήσεις, πλήρου ὡς Μήτηρ εὔσπλαγχνος, τοῦ Σωτῆρος τῶν ἁπάντων.
πας προστρέχων μετὰ πόθου, Μυροβλύτισσα τῇ θείᾳ Σου Εἰκόνι, εὐφροσύνης πολλῆς, πληροῦται τῇ καρδίᾳ· Σὺ γὰρ παρέχεις ἅπασι, δωρεὰς ζωοδορήτους.
Γέρας καὶ στήριγμα καὶ κῦδος, Μυροβλύτισσα τὴν θείαν Σου Εἰκόνα, θησαυρίζει Μονή, ἡ τοῦ Ὁσίου Παύλου· διὸ καὶ ἐν Σοὶ γάνυται, καὶ χορεύει τῇ Σῇ δόξῃ.
σχες ἐν μήτρᾳ ἀποῤῥήτως, σωματούμενον τὸν Κτίστην τῶν ἁπάντων, Ὃν δυσώπει ἁγνή, ῥυσθῆναί με μανίας, τῆς τοῦ δολίου δράκοντος, τῆς δεινῶς με τυραννούσης.













ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Εἶχε μὲν Μονὴ τοῦ Μυρελαίου, Εἰκόνα Σου Θεοτόκε τὴν ὑπέρτιμον, ἅγιον ἀνάδημα, καὶ θεῖον ἐντρύφημα, νῦν δὲ ταύτην κατέχουσα, Ὁσίου Παύλου Μονή, σκιρτᾷ τοῖς θαυμασίοις Σου Κόρη, καὶ δοξολογεῖ Σε, εἰς πάντας τοὺς αἰῶνας.
ῦσαι τῆς ἀπάτης καὶ μανίας, Παρθένε τῶν μοναστῶν ἅπαν τὸ σύστημα, τῆς τοῦ κοσμοκράτορος, καὶ δίδου ἑκάστοτε, τὴν Σὴν θερμὴν βοήθειαν· ἰδοὺ γὰρ ἅπαντες, προσπίπτομεν τῇ Σῇ προστασίᾳ, καὶ ἰσχὺν καὶ χάριν, λαμβάνομεν πλουσίαν.
ρμα πολυώνυμον τοῦ Λόγου, Παρθένε καὶ λογικὸν καὶ ἡλιόμορφον, ἅρμα θεῖον ἔδειξας, τῇ Σῇ ἀγαθότητι, Εἰκόνα Σου τὴν πάντιμον τῆς προμηθείας Σου, ἡμῖν τοῖς εὐλαβῶς Σε ὑμνοῦσιν, ἐξ καὶ ἀπέῤῥει, εὐῶδες πάλαι μύρον.
Σκέπε τὴν Μονὴν Ἁγίου Παύλου, πλουτοῦσαν καθάπερ στέφος χρυσοκόλλητον, τὸ τῆς ἐμφερείας Σου, ἅγιον ἐκτύπωμα, Παρθένε Μυροβλύτισσα ᾧ παριστάμενοι, ὑμνοῦμέν Σου τὴν ἄῤῥητον δόξαν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
είθροις τῆς Σῆς χρηστότητος, Μυροβλύτισσα Δέσποινα, τῆς προερχομένης ἐνεργείᾳ κρείττονι, Παρθένε πανάμωμε, ἐκ τῆς σεπτῆς Εἰκόνος Σου, καταρδευομένη, ἡ παροῦσά Σου ποίμνη, προσάγει τῷ Κυρίῳ, καρποὺς ἀθανασίας, ὑμνοῦσά Σε ἀπαύστως, ὡς τῶν καλῶν αἰτίαν.
φθονωτάτως ἔῤῥευσαν, ἐκ τῶν θείων χαρίτων Σου, θεῖαι διαδόσεις τῇ σεπτῇ Εἰκόνι Σου· ἐντεῦθεν ἰάματα, ψυχῆς ὁμοῦ καὶ σώματος, δίδονται ἀπαύστως, τοῖς πιστῶς προσιοῦσι, καὶ οἴχεται δαιμόνων, τὸ ὀλέθριον σμῆνος, τῇ Σῇ ἐπισκιάσει, Παρθένε Θεοτόκε.
Σὲ βοηθὸν καὶ ἔφορον, καὶ γλυκεῖαν ἀντίληψιν, ἡ παροῦσα ποίμνη Κόρη Μυροβλύτισσα, πλουτοῦσα κραυγάζει Σοι· Ταῖς Γεωργίου Μάρτυρος, θείαις ἱκεσίαις, τοῦ Ὁσίου τε Παύλου, εἰρήνην ἀεὶ δίδου, καὶ βελτίωσιν βίου, καὶ σύμπνοιαν ἐν πᾶσιν, ἡμῖν τοῖς Σοῖς οἰκέταις.
να ἀεὶ ὑμνῶμέν Σε, Μυροβλύτισσα Δέσποινα, καὶ δοξολογῶμεν τὰ πολλά Σου θαύματα, μὴ παύσῃ παρέχουσα, ἡμῖν τὴν Σὴν βοήθειαν, ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ Παρθένε, ὡς ἂν τὴν τοῦ βελίαρ, ἐκτρεπώμεθα βλάβην, καὶ ζῶμεν ἐν εἰρήνῃ, καὶ πάσῃ μετανοίᾳ.







ᾨδὴ θ΄. Ἅπας γηγενής.
θυνον ἁγνή, πρὸς τρίβον σωτήριον τῶν ἐνταλμάτων Χριστοῦ, τὴν παροῦσαν ποίμνην Σου, ὡς κυβερνῆτις ταύτης καὶ ἔφορος, Παρθένε Μυροβλύτισσαν πιστῶς προσπίπτουσαν, τῇ Εἰκόνι, τῇ Σῇ καὶ βοῶσάν Σοι· Χαῖρε Κόρη τοῦ Ἄθω ἀντίληψις.
Μύρου τῆς ζωῆς, δοχεῖον ὑπέρτιμον καὶ χρυσαυγέστατον, μόνη ἀειπάρθενε, τὴν Σὴν Εἰκόνα πηγὴν ἀνέδειξας, μύρου εὐώδους ἄχραντε πάλαι πηγάσαντος· διὰ τοῦτο, ταύτην Μυροβλύτισσαν, ἁρμοζόντων Ἁγνὴ ὀνομάζομεν.
ρμῷ νοητῷ, ζωῆς καθαρότητος καὶ βίου κρείττονος, τὴν παροῦσαν Μάνδραν Σου, τῇ ἀοράτῳ καθοδηγίᾳ Σου, ὁδήγει Μυροβλύτισσα, ὡς ἂν τῆς ἄνω ζωῆς, μετὰ τέλος, τύχωμεν δοξάζοντες, τὰ πολλὰ μεγαλεῖα τῆς δόξης Σου.
μνοις ἱεροῖς, ἁγνὴ Μυροβλύτισσα ἀεὶ γεραίρομεν, τὴν μεγαλοπρέπειαν, τῆς ὑπὲρ λόγον Σου ἀγαθότητος· ὅτι τρέφεις ἑκάστοτε, καὶ σκέπεις πάντοτε, τὴν παροῦσαν, ποίμνην Σου πανάμωμε, οἷα Μήτηρ Κυρίου φιλάγαθος.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Μυρίπνοον ὡς ῥόδον ἀειθαλές, πανευῶδες ὡς κρίνον νοούμενον, ῥοδωνιά, οἷάπερ τῆς χάριτος μυστική, ἡ Σὴ Εἰκὼν ἡ πάντιμος, Κόρη Μυροβλύτισσα νοητῶς, ἡμᾶς ἀεὶ εὐφραίνει, ὀδμαῖς ἀθανασίας, ἀποφορὰν παθῶν διώκουσα.
θρόνος τοῦ Δεσπότου ὁ ὑψηλός, ἡ καθέδρα Χριστοῦ ἡ περίδοξος, ὁ παμφαής, θάλαμος τοῦ πάντων Δημιουργοῦ, τὸ ἑαυτῆς ἐκτύπωμα, ἡ παντοβασίλισσα Μαριάμ, ὡς θείαν μυροθήκην, ἡμῖν ἀεὶ προβάλλει, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
δατων ψυχοτρόφων ζωοποιῶν, πολυχεύμων ὡς κρήνη πανάμωμε, μύρον ποτέ, ἐκ τῆς Σῆς Εἰκόνος τῇδε Μονῇ, πηγάσαι ἐπευδόκησας· ὅθεν Σου κηρύττομεν ἐμφανῶς, τὸ θαῦμα Θεοτόκε, καὶ χαῖρέ Σοι βοῶμεν, δεδοξασμένη Μυροβλύτισσα.
πέρτερον τὸν νοῦν μου τῶν γεηρῶν, ἐννοιῶν καὶ παθῶν καὶ προλήψεων, δεῖξον ἁγνή, καὶ τῇ εὐωδίᾳ τῇ μυστικῇ, τῇ ἀπὸ τῆς Εἰκόνος Σου, τὸ δυσῶδες δίωξον τῆς ἐμῆς, καρδίας Θεοτόκε, καὶ λάμπρυνον τὸν νοῦν μου, φωτί Σου θείῳ Μυροβλύτισσα.








Ἐξαποστειλάριον. Τὸ Ἀναστάσιμον.
Καὶ τὸ τῆς ἑορτῆς. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὡς τὸν Χριστὸν κυήσασα, καὶ Σωτῆρα τοῦ κόσμου, ξένα ἐργάζῃ θαύματα, καταπλήττοντα πάντας, Θεογεννῆτορ Παρθένε· ἔνθεν τὴν Σὴν Εἰκόνα, ἀῤῥήτῳ ἐνεργείᾳ Σου, Μυροβλύτισσαν ἔδειξας ἀληθῶς· ᾗ πιστῶς ἱστάμενοι ἐκβοῶμεν· Χαῖρε ἁγνὴ Μητρόθεε, προστασία τοῦ κόσμου.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὡς μυροθήκην θείαν, τῶν ὑπὲρ νοῦν Σου δωρεῶν, Ὁσίου Παύλου τῇ μάνδρᾳ, ἀνέδειξας τὴν Σὴν μορφήν, τὴν ἐν Εἰκόνι Παρθένε· διό Σε ὑμνολογοῦμεν.

Αἶνοι. Ἱστῶμεν στίχους η’, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ’ καὶ ἓν Ἀνατολικόν, καὶ τῆς Εορτῆς δ’. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν νοητὴν μυροθήκην τοῦ θείου Πνεύματος, τὴν τὸν Χριστὸν ὡς μύρον, τῆς ζωῆς τετοκυῖαν, τὴν μόνην Θεοτόκον χρεωστικῶς, ἀνυμνήσωμεν λέγοντες· Χαῖρε Παρθένε προστάτις ἡμῶν θερμή, Μυροβλύτισσα καὶ ἔφορος.

Ἐκ Βυζαντίου τὸ πάλαι Παῦλος ὁ Ὅσιος, τὴν Σὴν σεπτὴν Εἰκόνα, ἐκ Μονῆς Μυρελαίου, βλυστάνουσαν ἀρώματα μυστικά, ὧδε Κόρη μετήγαγεν, ἣν προσκυνοῦντες λαμβάνομεν ἐξ αὐτῆς, θείαν χάριν καὶ βοήθειαν.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ἁγίου Παύλου ἡ Μάνδρα σκίρτα καὶ χόρευε, κατέχουσα ἐν κόλποις, ὡς θεόσδοτον δῶρον, Εἰκόνα τὴν ἁγίαν καὶ θαυμαστήν, τῆς Ἁγνῆς Θεομήτορος, ἐξ ἧς ἀνέβλυσε μύρον πάλαι ἡμῖν, εὐσεβῶν εἰς περιποίησιν.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Μυροβλυτίσσης τῇ θείᾳ Εἰκόνι ἅπαντες, προσπέσωμεν ἐν φοβῳ, μονασταὶ καὶ μιγάδες· πληροῖ γὰρ τὰς αἰτήσεις πάντων ἡμῶν, καὶ παρέχει ἑκάστοτε, πνευματικὴν εὐφροσύνην καὶ δυσχερῶν, τὴν ταχεῖαν ἀπολύτρωσιν.

Δόξα. Ἦχος πλ. α΄.
Ὡς κιβωτὸς τοῦ ἁγιάσματος, κατὰ Δαβὶδ τὸν θεῖον, ἁγιασμὸν καὶ λύτρωσιν παρέχεις, ἑνὶ ἑκάστῳ Θεοτόκε· καὶ τὴν Σὴν ἁγίαν Εἰκόνα, σεπτῶς χαριτώσασα, ταμεῖον χαρίτων ἔδειξας, ταύτῃ τῇ ποίμνῃ Σου· οὐ μόνον γάρ, μύρον πάλαι ἔβλυσεν, ἀλλ’ ἀεὶ προφθάνει, ἐν εὐκαιρίαις καὶ θλίψεσι, τοὺς ἐπικαλουμένους αὐτήν. Ἀλλ’ ὦ Μυροβλύτισσα Κόρη, δίδου ἡμῖν βοήθειαν, τοῖς πεποιθόσι τῇ σκέπῃ Σου.

Καὶ νῦν.
Ὑπερευλογημένη ὑπάρχεις  Θεοτόκε Παρθένε·  διά γάρ τοῦ ἐκ σοῦ σαρκωθέντος,  ὁ ἅδης ἠχμαλώτισται, ὁ Ἀδάμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καί ἡμεῖς ἐζωοποιήθημεν. Διό ἀνυμνοῦντες βοῶμεν· εὐλογητός Χριστός ὁ Θεός ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Μύρον ἡμῖν βλῦσον τὸ νοητόν, Κεχαριτωμένη, Μυροβλύτισσα Μαριάμ, τοῖς προσπτυσσομένοις, τὴν Σὴν σεπτὴν Εἰκόνα, τὴν πάλαι ἡμῖν μύρον, θεῖον πηγάσασαν.






























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Σῇ ἁγίᾳ Θεοτόκε Εἰκόνι, ἐξ ἧς τὸ πάλαι θεῖον ἔβλυσε μύρον, πανευλαβῶς προσπίπτοντες βοῶμέν Σοι· πάσης ἡμᾶς λύτρωσαι, τῶν παθῶν δυσωδίας, δίδου δὲ βοήθειαν, καθ’ ἑκάστην καὶ χάριν, τοῖς προσιοῦσι Δέσποινα πιστῶς, τῇ ὀξυτάτῃ, καὶ θείᾳ πρέσβειᾳ Σου.
Δόξα.
Ὡς προστασία καὶ ἀντίληψις Κόρη, τῶν προσιόντων τῇ θερμῇ ἀρωγῇ Σου, μὴ διαλίπῃς προστατεύειν πάντοτε, ταύτης Μυροβλύτισσα, τῆς ἁγίας Σου Μάνδρας, Γεωργίου ἄχραντε, ταῖς θερμαῖς ἱκεσίαις, καὶ τοῦ Ὁσίου Παύλου ταῖς λιταῖς, ὡς ἂν ἐκ πασης, ῥυώμεθα θλίψεως.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὑπὲρ μύρον ἡ χάρις Σου Κορη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ὑπὲρ τὰ ἀρωματα τὰ φθαρτά, ἡ χάρις Σου Κορη, διαπνέει πᾶσιν ἡμῖν, τῶν Σῶν ἀντιλήψεων τὸν πλοῦτον, τὴν τῶν παθῶν δυσωδίαν ἐλαύνουσα.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, τῆς Σῆς προμηθείας, βλῦσον πᾶσι τὰς δωρεάς, τοῖς τῇ Σῇ προσπίπτουσιν Εἰκόνι, ἐν εὐλαβείᾳ πολλῇ Μυροβλύτισσα.
Ἐκ Βύζαντος πάλαι ἡ Σὴ Εἰκών, μετήνεκται Κόρη, ὡς ἁγίασμα νοητόν, καὶ καθαγιάζει τὰς αἰσθήσεις, τῶν προσκυνούντων αὐτὴν μετὰ πίστεως.
Ῥοαῖς τῶν ἀΰλων Σου δωρεῶν, κατάρδευσον Κόρη, τὰς καρδίας πάντων ἡμῶν, ὡς ἂν ἀρετῶν τὴν εὐκαρπίαν, δι’ ἐναρέτου ζωῆς γεωργήσωμεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μύρον ἔβλυσε πάλαι ἡ Σὴ Εἰκὼν ἄχραντε, τῇ ἐπισκιάσει τῆς δόξης, τῆς Σῆς χρηστότητος· ὅθεν ὠνόμασται, ἐκ τῶν πραγμάτων προσφόρως, Κόρη Μυροβλύτισσα, ἡμᾶς εὐφραίνουσα.
Ὑπὲρ ἔννοιαν πέλει, ὡς ἀληθῶς ἄχραντε, ὁ τῆς προμηθείας Σου πλοῦτος, περὶ τὴν ποίμνην Σου· θᾶττον προφθάνεις γάρ, καὶ συνοχῆς πάσης ῥύῃ, καὶ παντοίων θλίψεων, ἡμᾶς ἑκάστοτε.
Ῥῶσιν δίδου καὶ χάριν καταπατεῖν ἄχραντε, τὰς τοῦ πονηροῦ ἐπινοίας, καὶ τὰ βουλεύματα, δι’ ὧν ὁρμᾷ καθ’ ἡμῶν, καὶ ἐν εἰρήνῃ τελείᾳ, ἡμᾶς διαφύλαττε, τῇ προστασίᾳ Σου.
Ὁδηγεῖν μὴ ἐλλίπῃς πρὸς τὰς ὁδοὺς Δέσποινα, τὰς τῶν ἐνταλμάτων Κυρίου, ἡμᾶς δεόμεθα, ὡς Ὁδηγήτρια, καὶ Μυροβλύτισσα ἅμα· ὅτι τῇ Εἰκόνι Σου, πίστει προσπίπτομεν.
Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως καὶ ὀδύνης, τὴν Σὴν ποίμνην ὡς συμπαθὴς Μυροβλύτισσα, τὴν προσκυνοῦσαν Εἰκόνα Σου τὴν ἁγίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα τὴν Σὴν ὡς πλοῦτον ἁγιάσματος, καὶ γέρας σεπτόν, Παρθένε Ὁδηγήτρια, Ὁσίου Παύλου κέκτηται· ἡ Μονὴ ἐξ αὐτῆς γὰρ ἀνέβλυσας, τῆς Σῆς δωρεᾶς μύρον ἁγνή, εὐφραῖνον καὶ τέρπον τὰς ψυχὰς ἡμῶν.





ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαττε, τῶν κατὰ ψυχὴν καὶ σῶμα δεόμεθα, Θεοτόκε Μυροβλύτισσα, τοὺς τὰ μεγαλεῖά Σου δοξάζοντας.
Ἡ Εἰκών Σου ἡ πάνσεπτος, ἐκ τῆς Βυζαντίδος ἡμῖν δεδώρηται, τῆς πολλῆς Σου ἀγαθότητος, Κόρη ὑπεμφαίνουσα τὰς χάριτας.
Χαίρει κόλποις κατέχουσα, ἡ Ὁσίου Παύλου Μονὴ πανύμνητε, τὴν ὑπέρτιμον Εἰκόνα Σου, τὴν τὸν θεῖον μύρον ἀναβλύσασαν.
Ἄνω ὕψωσον Δέσποινα, ἡμῶν τὰς καρδίας καὶ τὰ νοήματα, πρὸς τὸ κάλλος τὸ ἀμήχανον, τοὺς ὑπὸ τὴν σκέπην Σου προστρέχοντας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύσιον παθῶν, τὸ ἐκβλύσαν μύρον ἄχραντε, ἐκ τῆς θείας Σου Εἰκόνος θαυμαστῶς, ἀνεδείχθης τοῖς πιστῶς αὐτὸ λαμβάνουσι.
Ἴδε συμπαθῶς, τοὺς ἑστῶτας Μυροβλύτισσα, τῇ ἁγίᾳ Σου Εἰκόνι εὐλαβῶς, καὶ παράσχου τὰ αἰτήματα τοῖς χρήζουσι.
Σκέπη ἀσφαλής, καὶ προπύργιον καὶ στήριγμα, ἔσο ταύτῃ τῇ Μονῇ διὰ παντός, τῇ ἀεὶ καταφευγούσῃ τῇ Σῇ χάριτι.
Σύντριψον ἁγνή, τοῦ βελίαρ τὰ δουλεύματα, δι’ ὧν Δέσποινα ἐπέρχεται ἡμῖν, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν διέπουσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁλόφωτε, τοῦ Δεσπότου καθέδρα, ἡ τὴν θείαν Σου Εἰκόνα Παρθένε, ἐκ τῆς Μονῆς Μυρελαίου δοθῆναι, ἐπευδοκήσασα ταύτῃ τῇ Μάνδρᾳ Σου, ῤῦσαι ἡμᾶς πάσης φθορᾶς, τῇ τοῦ μύρου αὐτῆς θείᾳ χάριτι.
Ὑφέρπων, ὁ δολερώτατος ὄφις, ὑπεισέρχεται τῇ ποίμνῃ Σου ταύτῃ, καὶ ἐπισπείρει τὰ σκάνδαλα Κόρη, ἀλλὰ κατάβαλε τούτου τὸ φρύαγμα, τῇ πρὸς ἡμᾶς Σου ἀρωγῇ, ὡς προστάτις ἡμῶν καὶ ἀντίληψις.
Κυμάτων, τῶν ἐν τῷ βίῳ Παρθένε, ἀκλυδώνιστον καὶ ἄκλυστον τήρει, τὴν εὐαγῆ ταύτην Μάνδραν Σου Κόρη, τὴν κεκτημένην λιμένα ἀχείμαστον, Εἰκόνα Σου τὴν ἱεράν, τὴν πηγάζουσαν χάριν καὶ ἔλεος.
Ὁσίως, ἐν καθαρᾷ πολιτείᾳ, πολιτεύεσθαι ἐνίσχυσον Κόρη, τοὺς ἐνοικοῦντας ἐν ταύτῃ τῇ Μάνδρᾳ, ταῖς Γεωργίου πρεσβείαις τοῦ Μάρτυρος, καὶ τοῦ δομήτορος ἡμῶν, θείου Παύλου θερμαῖς παρακλήσεσι.
Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως καὶ ὀδύνης, τὴν Σὴν ποίμνην ὡς συμπαθὴς Μυροβλύτισσα, τὴν προσκυνοῦσαν Εἰκόνα Σου τὴν ἁγίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.





Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς μυροθήκη σεπτοῦ ἁγιάσματος, μυροβλυτῆσαι ηὐδόκησας ἄχραντε, τὴν πάντιμον πάλαι Εἰκόνα Σου, ἣν εὐλαβῶς προσκυνοῦντες λαμβάνομεν, ἐκ ταύτης ὀσμὴν θείας χάριτος.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ
Στ.: Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τῆς Παναχράντου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μύρον τὸ οὐράνιον, ἐν Σοὶ οἰκῆσαν Παρθένε, ἔμψυχον ἀλάβαστρον, δωρεῶν τοῦ Πνεύματος Σὲ εἰργάσατο· διὸ νῦν ἄχραντε, τῆς Σῆς ἐμφερείας, τὸ ἐκτύπωμα ηὐδόκησας, βλύσαι τοῖς δουλοις Σου, μύρον τὴν ὀσμὴν τῆς εὐνοίας Σου, ἐκδήλως τεκμαιρόμενον, τοῖς εἰλικρινῶς Σε δοξάζουσιν· ἀλλ’ ὦ Θεοτόκε, δυσώδους τῶν παθῶν ἀποφορᾶς, ῥῦσαι ἡμῶν τὴν διάνοιαν, ταῖς Σαῖς ἀντιλήψεσι.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν ἄφθονον νέμει καὶ παράκλησιν θείαν καὶ φῶς οὐράνιον, Εἰκών Σου ἡ ἁγία, τῇ εὐαγεῖ Σου ποίμνῃ, Μυροβλύτισσα Δέσποινα, καὶ διαλύει ἀεί, τὴν τῶν παθῶν ὁμίχλην.
Ἡ ἁγία Σου Μάνδρα συνελθοῦσα προσπίπτει θερμοῖς ἐν δάκρυσι, τῇ θείᾳ Σου Εἰκόνι, καὶ πίστει Σοι κραυγάζει, Μυροβλύτισσα Δέσποινα· ἐκ συνοχῆς πομηρᾶς, ἀπάλλαξόν με Κόρη.
Γεωργεῖν Θεοτόκε ἐγκρατείας τὰ ἄνθη ἡμᾶς ἀξίωσον, ἐν πίστει καὶ ἀγάπῃ, τοὺς ταύτῃ Σου τῇ Μάνδρᾳ, ἐνοικοῦντας τῷ πόθῳ Σου, καὶ ἀποκρούειν ἐχθροῦ, ἐννοίας ἀκαθάρτους.
Ἐκ σκανδάλων ποικίλων καὶ ἐρίδων Παρθένε καὶ πάσης μήνιδος, καὶ λύπης καὶ ἀνίας, ἀλώβητον συντήρει, Θεοτόκε τὴν ποίμνην Σου, ἀνακειμένην ἀεί, τῇ Σῇ ἐπιστασίᾳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοαῖς ἀΰλοις, τῶν μητρικῶν οἰκτιρμῶν Σου, σβέσον ἄχραντε παθῶν ἡμῶν τὴν φλόγα, καὶ τὴν τοῦ βελίαρ, κατάφλεξον μανίαν.
Ἁγίου Παύλου, ἡ εὐαγὴς χαίρει Μάνδρα, Μυροβλύτισσα τὴν θείαν Σου Εἰκόνα, ὥσπερ ἀφθαρσίας, διάδημα πλουτοῦσα.
Σύνεσιν δίδου, ἐν τῷ νοΐ ἡμῶν Κόρη, καὶ κατάνυξιν ἀεὶ ἐν τῇ καρδίᾳ, ὡς ἂν τῷ Κυρίῳ, δουλεύσωμεν ὁσίως.
Ἱλέωσαί μοι, ὦ Μυροβλύτισσα Κόρη, τὸν φιλάνθρωπον Υἱόν Σου καὶ Δεσπότην, οὗ τὴν εὐσπλαγχνίαν, ἐλύπησα ὁ τάλας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς ῥόδον, ἡ σεπτὴ Εἰκών Σου, ἀρωματίζει τῆς Σῆς ἀντιλήψεως, ἐν τῇ Μονῇ ταύτῃ Κόρη τὰς θείας χάριτας.
Ὀσμὴν τῆς Σῆς εὐνοίας, ταύτῃ Σου τῇ Μάνδρᾳ, δίδου ἀεὶ Μυροβλύτισσα Δέσποινα, ταῖς Γεωργίου καὶ Παύλου θείαις δεήσεσι.
Ὑδάτων ἀφθαρσίας, βλῦσον ἡμῖν ῥεῖθρα, ταῖς Γερασίμου λιταῖς Μυροβλύτισσα, καὶ Παχωμίου πρεσβείαις ἡμᾶς ἀρδεύοντα.
Ὑψόθεν μὴ ἐλλίπῃς, Κόρη ἐποπτεύειν, καὶ προνοεῖσθαι τῆς ποίμνης Σου πάντοτε, τῆς ἀῤῥαγῶς πεποιθυῖας τῇ προστασίᾳ Σου.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαῖρει ἡ Ὁσίου Παύλου Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἐξ ἧς θεῖον μύρον, ἔβλυσε πάλαι Κόρη· διὸ καὶ Μυροβλύτισσαν ταύτην κέκληκε.
Δίδου εὐωδίαν τὴν νοητήν, τῆς Σῆς προστασίας, Θεοτόκε ὡς ἀγαθή, τοῖς ἐν εὐλαβείᾳ, τῇ θείᾳ Σου Εἰκόνι, ἀπαύστως προσιοῦσι, καὶ Σὲ δοξάζουσι.
Ἐκ τῆς Μυρελαίου πάλαι Μονῆς, τῆς ἐν Βυζαντίῳ, ἡ Εἰκών Σου ἡ θαυμαστή, τῇ Ὁσίου Παύλου, Παρθένε ἷκται Μάνδρᾳ, καὶ μύρον παραδόξως, ἐν ταύτῃ ἔβλυσε.
Ῥῦσαι δυσωδίας τῆς τῶν παθῶν, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, καὶ παντοίων νόσων, καὶ ψυχοφθόρων πόνων, τοὺς πίστει τὰ Σὰ θαύματα μεγαλύνοντας.
Παύλου τοῦ Ὁσίου Κόρη λιταῖς, καὶ τοῦ Γεωργίου, τοῦ μεγίστου ἐν Ἀθληταῖς, ταύτην τὴν Μονήν Σου, ἀλώβητον συντήρει, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.
Δέχου τὰς δεήσεις καὶ τὰς φωνάς, τὰς ἱκετηρίους, Μυροβλύτισσα Μαριάμ, ἃς ἐν εὐλαβείᾳ, προσάγομέν Σοι Κόρη, καὶ ῥύου πάσης βλάβης, ἡμᾶς καὶ θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.






Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πίστει, προσιόντες καὶ σπουδῇ, τῇ Σῇ Θεοτόκε Εἰκόνι, ἣν Μυροβλύτισσαν, οἷαν μύρον βλύσασαν, καλοῦμεν Δέσποινα, ἐξ αὐτῆς τῆς προνοίας Σου, ὀσμὴν τὴν ἁγίαν, μυστικῶς καρπούμεθα, ἀναβοῶντές Σοι· σκέπε, τὴν ἁγίαν Μονήν Σου, ἐξ ἐπινοιῶν τοῦ βελίαρ, καὶ δυσχερειῶν παντοίων ἄχραντε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου