ΙΑΝΟΥΑΡΙΟΣ
Β΄!!
ΣΕΡΑΦΕΙΜ
ΣΑΡΩΦ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μονάχου Μικραγιαννανίτου )
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’ καὶ ψάλλομεν τὰ γ΄ προεόρτια Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Προεόρτια ᾄσματα, εὐσεβῶς
προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς
ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ
Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων,
καὶ μετεχόντων τοῦ Πνεύματος.
Ὁ Χριστὸς ἀναδείκνυται, ὁ
Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ
Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ
θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν
εἰσδεχόμεναι.
Ποταμὸν τῆς εἰρήνης σε, καὶ
χειμάῤῥουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια
ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι,
περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς
γηγενεῖς ἐπενδύσαντα;
Ἕτερα,
τοῦ Ὁσίου. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν
ὁσίων τοῖς ἴχνεσι, ἀκλινῶς ἠκολούθησας, Σεραφεὶμ
μακάριε ἐκ νεότητος, καὶ πολιτείαν ἰσάγγελον, βιώσας ὡς ἄσαρκος, οὐρανίων
δωρεῶν, σκεῦος ὤφθης ὑπέρτιμον, ἐκκαθάρας σου, τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν
προσύλων, διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.
Νόμῳ
θείῳ πειθόμενος, μοναστὴς ἐνθεώτατος, Σεραφεὶμ
μακάριε, ἐχρημάτισας, καὶ πτερωθεὶς θείῳ ἔρωτι, εἰς ἔρημον ἄβατον, ἡρετίσω
κατοικεῖν, καὶ συντόνοις ἀσκήσεσιν, ἀπενέκρωσας, τῆς σαρκὸς τὰς ὀρέξεις,
ζωηφόρου ἐνεργείας ὑποφαίνων, τὰς δωρεὰς καὶ τὰς χάριτας.
Τῇ
τοῦ Πνεύματος χάριτι, σωτηρίοις διδάγμασι, ψυχικὰ νοσήματα ἐθεράπευσας, καὶ τῶν
μελλόντων τὴν ἔκβασιν, προλέγων σαφέσταστα, Σεραφεὶμ
θαυματουργέ, εὐσεβούντων ἐῤῥύθμιζες, τὰ φρονήματα, καὶ τὴν ἄρκτον, ἀμνὸν ὡς
χειροήθη, διατρέφων τῇ χειρί σου, πᾶσιν αἰδέσιμος πέφηνας.
Δόξα.
Ἦχος δ΄.
Ἀσκητικὴν
ἑλόμενος ζωήν, πάντα τὰ σὰ ἐκ νεότητος, τῷ Σωτῆρι ἀνέθου, Σεραφεὶμ θεόληπτε,
καὶ τὸν σταυρὸν σου ἀράμενος, σεαυτὸν ἐσταύρωσας, κόσμῳ καὶ τοῖς πάθεσι, ζῶν
ὑπὲρ τὰ ὁρώμενα. Ὅθεν τὴν χάριν τοῦ Πνεύματος, πλουσίως ἐδέξω, καὶ τῆς θείας
ἐνεργείας, θεοκίνητον ὄργανον ὤφθης, ἔνθεν πανταχοῦ, ἡ σὴ διαβεβόηται ἀρετή,
καὶ τοῖς προσιοῦσι, σωτηρίας λόγον παρετίθου, καὶ νῦν τοῖς ἀπ' αἰῶνος, ὁσίοις
συνῶν, καὶ τῆς θείας δόξης ἀπολαύων, πρέσβευε, ὑπέρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν
Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός,
ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα,
ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων
πᾶσι τὸ μέγα ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα ὁσιακά.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ
ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀπὸ
νεότητος Πάτερ, ἀνατεθεὶς τῷ Χριστῷ, τὴν πρὸς αὐτὸν ὁδηγοῦσαν τρίβον, ἀκλινῶς
ἐβάδισας, πάντα γὰρ καταλιπών, πρὸς ἀσκητικοὺς ἀπεδύσω ἀγῶνας, καὶ τῶν πάλαι
Ὁσίων, μιμητὴς ἐνθεώτατος, ὤφθης ἐν πᾶσι, καὶ τοῦ Ἁγίου Πνεύματος, τὴν χάριν
δεξάμενος, τῆς μελλούσης δόξης, τὴν ἀπόλαυσιν, ὡς ἐν ἐσόπτρῳ ἐκφαίνεις ἧς νῦν
κοινωνῶν, ἀνακεκαλυμμένῳ προσώπῳ, Σεραφεὶμ ἀξιάγαστε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ἦχος
β΄.
Τοὺς
ἐν ἀσκήσει καμάτους σου, καὶ ἐγκρατείας τὸ σύντονον, τοῦ νοὸς τὸ ἀῤῥέμβαστον,
καὶ ἡσυχίας τὴν σιωπήν, ὡς μύρον εὐωδίας προσεδέξατο, ὁ τῶν ὅλων Θεός, Σεραφεὶμ
Πάτερ Ὅσιε· ὅθεν θείων χαρίτων, θησαυρὸν σε ἀνέδειξε, καὶ πρὸς ἀρετὴν σοφὸν
ἀλείπτην, καὶ ὁδηγὸν πρακτικόν, ὁ πάντων προμηθούμενος Κύριος, τῶν καρδιῶν γὰρ
τὰς διαθέσεις ἐνορῶν, τῷ θείῳ φόβῳ ἐῤῥύθμιζες, ἐν τῷ λόγῳ τῆς χάριτος, τοὺς
πιστῶς σοι προσιόντας· ὅθεν πάντες γεραίρομεν, τὴν ἁγίαν μνήμην σου.
Ἦχος
γ΄.
Ὠς
φωστῆρα νεόφωτον, ἡ ἐν Ρωσίᾳ Ἐκκλησίᾳ τοῦ Θεοῦ, κτησαμένη σε Πάτερ, ταῖς τῶν
ἀρετῶν σου, φωταγωγεῖται ἀκτῖσι, καὶ ἀγαλλιᾶται τῇ δόξῃ σου, τῆς σαρκὸς γὰρ
νεκρώσας τὸ φρόνημα, τῆς ἀπαθείας λειμὼν εὐώδης ὤφθης, καὶ τῆς αἰωνίου ζωῆς,
τοὺς καρποὺς ἐγεώργησας· δι' ὧν αἱ τῶν πιστῶν ψυχαὶ τρέφονται, ἐν Ἁγίῳ
Πνεύματι, καὶ τὴν ἐν Θεῷ, καρποῦνται αὔξησιν, τῶν χειρόνων ἀφιστάμεναι. Ἀλλ' ὦ
Σεραφεὶμ ἀξιάγαστε, πρέσβευε Κυρίῳ, ἐλλαμφθῆναι καὶ ἡμᾶς, φωτὶ τῆς χάριτος.
Δόξα.
Ἦχος δ΄.
Ἀγγελικὴν
πολιτείαν ἐπιδειξάμενος, καὶ πρὸς ἀρετῶν ἀνελθών τὴν ἀκρώρειαν, τῶν μυστικῶν
θεωριῶν ὑπῆλθες τὸν γνόφον, καὶ μυστηρίων ἀλαλήτων, ἐδέξω τὴν γνῶσιν· ἔνθεν
βασιλεῦσι καὶ ἄρχουσι, καὶ πάσῃ ψυχῇ Θεὸν ποθούσῃ, αἰδέσιμος πέφηνας, Σεραφεὶμ
μακάριε· πάντας γὰρ ἐδίδασκες, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν,
εἰς τὸ σωφρονεῖν. Χριστὸς γάρ σε ἐδόξασεν, ὁ δοξασθεὶς τῷ βίῳ σου, καὶ παρέχει
διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν
Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός,
ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα,
ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων
πᾶσι τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ
Σεραφεὶμ μακάριε, ἀπὸ παιδὸς τὸν Χριστόν, ὁλοτρόπως ἠγάπησας, καὶ τὴν σχέσιν
ὅσιε, τῶν ἐν κόσμῳ κατέλιπες, καὶ πολιτείαν ζήσας ἰσάγγελον, τῆς ἰσαγγέλου δόξης
ἠξίωσαι· ὤ τῶν ἀγώνων σου, δι' ὧν καταβέβληκας, τὸν δυσμενῆ, καὶ πλουσίας
χάριτος, θεόθεν ἔτυχες.
Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Πάτερ
Σεραφεὶμ θεόληπτε, ὑπερφυῶν δωρεῶν, κοινωνίαν τὴν ἔνθεον, δαψιλῶς ἐπλούτισας,
καθαρθεὶς τὴν διάνοιαν· δι' ἐγκρατείας γὰρ καὶ δεήσεως, ἐν τῇ ἐρήμῳ Σαρὼφ
διέλαμψας· ὅθεν ἀνέβλησας δημόταις καὶ ἄρχουσι, θεοπρεπεῖς, διδαχὰς τὰ
μέλλοντα, προλέγων ἃπασι.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάτερ
Σεραφεὶμ μακάριε, παρὰ Θεοῦ δοξασθείς, τῇ ἀμέμπτῳ ἀσκήσει σου, τῶν ψυχῶν
ἰάτρευσας, καὶ σωμάτων παθήματα· καὶ νῦν πηγάζει τοῖς προσπελάζουσι, τῶν σῶν
λειψάνων ἡ θήκη Ἅγιε, χάριν καὶ ἔλεος, καὶ θείαν παράκλησιν· ὅθεν τὴν σὴν μνήμην
ἑορτάζομεν, ἀγαλλιώμενοι.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὴν
τρίβον τῶν ἀρετῶν, ἀσκητικοῖς βαδίσας πόνοις, πρὸς ἀπαθείας τὴν ἀκρώρειαν,
ἀνῆλθες ὅσιε, τῶν συρομένων γὰρ χαμαὶ ὑπεριδὼν νοΐ θεόφρονι, ὅλον τὸν βίον
πεποίηκας, τελειότητος ἀνάβασιν, τὰ κρείττονα ζηλῶν χαρίσματα. Καὶ νῦν τοῦ
ξύλου τῆς ζωῆς, ἀμέσως ἀπολαύων καὶ θέσει θεούμενος, Σεραφεὶμ ἀξιάγαστε,
ἀδιαλείπτως πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι
διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς
κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην
ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν,
Κύριε δόξα σοι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
Ρωσίας τὸν γόνον καὶ τοῦ Σάρωφ τὸ σέμνωμα, καὶ τῶν ὀρθοδόξων ἁπάντων τὸ λαμπρὸν
ἐγκαλλώπισμα, ὑμνήσωμεν τὸν θεῖον Σεραφείμ,
ἑπόμενοι αὐτοῦ ταῖς διδαχαῖς, τοῦ γὰρ Πνεύματος τὴν κτῆσιν, πνευματοφόρῳ
πολιτείᾳ διεκήρυξεν. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ σὲ καταυγάσαντι, δόξα
τῷ δεδωκότι σοι πληθὺν χαρισμάτων, ὁσιώτατε.
Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ
ἐκ νεότητος ἀκολουθήσας θερμῶς, εὐχαῖς καὶ δεήσεσιν ἐν τῇ ἐρήμῳ Σαρώφ, ὡς
ἄσαρκος ἤσκησας· ὅθεν τοῦ Παρακλήτου, δεδεγμένος τὴν χάριν, ὤφθης τῆς Θεοτόκου,
θεοφόρος θεράπων· διό σε μακαρίζομεν, Σεραφεὶμ πάτερ ὅσιε.
Καὶ νῦν, τὸ προεόρτιον.
Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ
εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι
ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς,
ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν
πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν τὸ
παρὸν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὠς
ἄγγελος σοφέ, ἐν σαρκὶ βιοτεύων, χαρίτων θεϊκῶν, δαψιλῶς ἠξιώθης, καὶ ἅπασιν
ἐπήγασας, σωτηρίας διδάγματα. Ὅθεν σήμερον, τήν φωτοφόρον σου μνήμην, ἑορτάζοντες,
σὲ Σεραφεὶμ εὐφημοῦμεν, ὡς θεῖον θεράποντα.
Δόξα. Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
Φορέσας τὴν ἐμήν, Ἰησοῦ μου
πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ
δούλου Φιλάνθρωπε, ὅθεν βλέπων σε, ὁ Ἰωάννης ἐβόα· πῶς βαπτίσω σε, ῥύπον μὴ
ἔχοντα ὅλως, Θεὲ ὑπεράγαθε;
Μετά
τὴν β΄ Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν
ἀσκήσει ἔλαμψας, τῇ ἰσαγγέλῳ, καὶ πιστοὺς κατηύγασας, λόγοις καὶ θείαις
διδαχαῖς, καὶ τῶν θαυμάτων λαμπρότησιν, ὦ Σεραφείμ, τῆς Ρωσίας ἀγλάϊσμα.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ὁ αὐτός. Ταχὺ προκατάλαβε..
Πτωχεύσας ὁ πλούσιος δι'
εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας δι' ἀκρασίαν ποτέ, πλουτίσαι
βουλόμενος, ἔρχεται ἐπιβῆναι, ᾽Ιορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ ᾽Ιωάννου,
προφανῶς βαπτισθῆναι. ῾Υμνήσωμεν πιστοί, τὴν αὐτοῦ ἄκραν ταπείνωσιν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ
ἐν ἐρήμῳ τοῦ Σαρὼφ ἐνασκήσας, καὶ δωρημάτων πληρωθεὶς οὐρανίων, ὁ Σεραφεὶμ
ὑμνείσθω ὁ μακάριος· οὗτος γὰρ ὡς ἄγγελος, ἐν τῷ κόσμῳ βιώσας, τῆς Ἀγγέλων
στάσεως, ἐν ὑψίστοις μετέσχε· καὶ νῦν πρεσβεύει πάντοτε Χριστῷ, πᾶσι δοθῆναι,
πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
Τὸν
Βασιλέα τοῦ παντὸς καὶ Δεσπότην ἐπὶ τὸ Βάπτισμα πιστοὶ καθορῶντες, θεοπρεπῶς
ἐρχόμενον ὑμνήσωμεν αὐτόν, τρίβους καρδιῶν ἡμῶν, εὐτρεπίσωμεν πόθῳ, σπίλους
ἀποπλύνοντες, τῶν δεινῶν ἐγκλημάτων· Ἰδοὺ γὰρ σῶσαι γένος τῶν βροτῶν, ἐν
Ἰορδάνου ῥοαῖς παραγίνεται.
Οἱ Ἀναβαθμοί.
Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου.
Προκείμενον: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον,
ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
῏Ηχος πλ.β'. Στίχ. Ελεῆμον, ἐλέησόν με ὁ Θεός...
Τῶν
ἀρετῶν τὴν ὁδόν, ἀσκητικῶς βαδίσας, τῶν ποικίλων δωρεῶν τοῦ ἁγίου Πνεύματος, θησαυρός
πολύτιμος ὤφθης, Σεραφεὶμ θεόσοφε. Ὅλον γὰρ σεαυτὸν τῷ Χριστῷ ἀνέθου, κόσμον
ἀρνησάμενος, καὶ πρὸς τὰ ἄνω τρέψας, τῆς ψυχῆς τὴν ἔφεσιν. Ἀλλ’ ὡς ἔχων
παῤῥησίαν ἱκέτευε, ρύεσθαι ἡμᾶς πάσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα οἱ κανόνες, ὁ Προεόρτιος καὶ τοῦ Ὁσίου οὖ ἡ ἀκροστιχίς: Σεραφεὶμ
μέλπω τὸν θεοφόρον. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνόμιλος πέλων ἐν
οὐρανοῖς, τῶν θείων Ἀγγέλων, θεοδόξαστε Σεραφείμ, ἀπαύστως δυσώπει ὑπὲρ πάντων,
τῶν ἐπὶ γῆς ἐκτελούντων τὴν μνήμην σου.
Ἐπ’ ὤμων ἀράμενος τὸν
Σταυρόν, Χριστοῦ ὁλοψύχως, ἐκ νεότητος Σεραφείμ, αὐτῷ θερμοτάτῃ διανοίᾳ,
ἀσκητικῶς ἠκολούθησας Ὅσιε.
Ῥεόντων τὴν σχέσιν
ὑπεριδών, Χριστῷ ὠκειώθης, δι' ἀγώνων πνευματικῶν, καὶ σκεῦος φωτὸς ἐπουρανίου,
ἀνακαθάρας τὸν νοῦν πάτερ γέγονας.
Θεοτοκίον.
Ἀσκήσει ἐκλάμπων θεοπρεπεῖ,
ἰδεῖν ἐπαλλήλως κατηξίωσαι Σεραφείμ, τὴν μόνην Παρθένον Θεοτόκον, καὶ παρ’
αὐτῆς θείας χάριτος πέπλησαι.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψίδος.
Φωτιζόμενος πάτερ, ταῖς
θεϊκαῖς λάμψεσιν, οἷα καθαρὰν τῇ καρδίᾳ, σαφῶς προέλεγες, τὰ συμβησόμενα, καὶ ὡς
παρόντα τὰ πόῤῥῳ, προεώρας Ὅσιε, ἁγίῳ Πνεύματι.
Ἐρήμῳ σκηνώσας, τῇ τοῦ
Σαρώφ Ὅσιε, ἄγγελος ἐπίγειος ὤφθης, πόνοις ἀσκήσεως, καὶ περιβόητος, περιουσία
πλουσίων, χαρισμάτων ἃπασι γέγονας, Ἅγιε.
Ἰθυνόμενος Πάτερ, τῇ τοῦ Θεοῦ
χάριτι, πάντας ὁδηγεῖς θείῳ λόγῳ, ἐπὶ τὰ κρείττονα, καὶ τὴν διάνοιαν, τῶν
μοναστῶν κατευθύνεις, Σεραφεὶμ μακάριε, πρὸς τελειότητα.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, τῶν
εὐσεβῶν στήριγμα, ἡ τὸν Σεραφεὶμ τὸν σὸν δοῦλον, θείων ἐλλάμψεων, καταξιώσασα,
τούτου θερμαῖς ἱκεσίαις, σκότους με ἀπάλλαξον, πάσης φαυλότητος.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν
χάριν τοῦ Πνεύματος πεπλουτηκώς δαψιλῶς, τὸν νοῦν ὡς ἐκάθηρας, δι’ ἐγκρατείας
πολλῆς, φωστὴρ ὤφθης ἔνθεος· ὅθεν σαφῶς προλέγεις, τῶν μελλόντων τὴν γνῶσιν,
ἤθη ψυχῶν ρυθμίζων, καὶ Θεῷ κατευθύνων, τοὺς πίστει προσιόντας σοι, Σεραφεὶμ μακάριε.
Δόξα.
Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Ἰδοὺ παραγίνεται, πρὸς Ἰορδάνην Χριστός, φωνεῖ τῷ Προδρόμῳ τε·
Δεῦρο μὲ βάπτισον, τὸν πᾶσαν καθαίροντα, κόσμου τὴν ἁμαρτίαν, ποταμίοις ἐν
ῥείθροις, ἔκτεινόν σου τὴν χεῖρα, κορυφήν μου πρὸς θείαν· χειρὸς γὰρ τὸ
παράπτωμα, ἦλθον ἰάσασθαι.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Μοναστῶν ὑποτύπωσις, ὤφθης
ἐν Ρωσίᾳ βίου λαμπρότητι, τῶν ὁσίων τὰ παλαίσματα, Σεραφείμ, τῶν πάλαι
μιμησάμενος.
Ἐν νηστείαις καὶ δάκρυσι,
καὶ ἐν προσευχαῖς συντόνως καθάρας σου, τὴν καρδίαν φωτὸς γέγονας, τοῦ
ἐπουρανίου, πάτερ σκήνωμα.
Λαμπρυνθείς σου τὰ ὄμματα,
τῆς ψυχῆς ἀγῶσι, θείας ἀσκήσεως, προορᾶν σαφῶς τὰ μέλλοντα, Σεραφεὶμ θεόφρον,
κατηξίωσαι.
Θεοτοκίον.
Παναγία Πανάμωμε, ἡ τὸν
Θεὸν Λόγον, ἀφράστως τέξασα, παραλόγων με ἀπάλλαξον, λογισμῶν καὶ τρόπων τῇ σῇ
χάριτι.
ᾨδή
ε΄. Φώτισον ἡμᾶς.
Ὠς νεοφανής, πάτερ ἥλιος
ἀνέτειλας, ἐν Ρωσίᾳ ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀρετῶν πᾶσι πυρσεύων, τὴν
λαμπρότητα.
Ταῖς πρὸς τὸν Θεόν, ἀενάοις
ἀναβάσεσι, καὶ συντόνοις, θεοφόρε, προσευχαῖς, πρὸς ἀΰλους θεωρίας ἤρθης ὅσιε.
Ὅλος θεαυγής, τῇ μορφῇ
πέλων μακάριε, τὴν σὴν ἔνδον παρεδήλους τῆς ψυχῆς, κεκρυμένην, Σεραφείμ, θείαν
λαμπρότητα.
Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός
μου τὰ φρονήματα, ἡ τεκοῦσα τὴν αἰώνιον ζωήν, καὶ πρὸς τρίβον, τῆς ζωῆς με
καθοδήγησον.
ᾨδὴ
στ’. Τὴν δέησιν ἐκχεῶ.
Θαυμάτων, τὴν δωρεάν
κεκτημένος, Σεραφείμ, τῇ θεϊκῇ χορηγίᾳ, τοὺς ἐν πικραῖς ἀσθενείαις ἰᾶσαι, καὶ
πονηρίας ἐλαύνεις τὰ πνεύματα, καὶ πᾶσι δίδως ταχινήν, ἀληθῶς θεοφόρε βοήθειαν.
Ἐφάνης, ἐν ταῖς ἐσχάταις
ἡμέραις, μέγας πάτερ ἐν ἀσκήσει ὁσίᾳ, καὶ χαρισμάτων μεγάλων θεόθεν, κατηξιώθης
καὶ ἅπασαν ἔπλησας, ὦ Σεραφεὶμ θαυματουργέ, τὴν Ρωσίαν θαυμάτων τιμῶσάν σε.
Ὁ βίος σου, ὁ ἰσάγγελος
πάτερ, θαυμαστός ὡς ἀληθῶς ἀνεδείχθη· ἔνθεν αἰδέσιμος πᾶσι δημόταις, καὶ
βασιλεῦσι καὶ ἄρχουσι πέφηνας· ὁ πάντων ἄναξ γὰρ Χριστός, Σεραφείμ, πανταχοῦ σὲ
ἐδόξασεν.
Θεοτοκίον.
Φανεῖσα, τῶν οὐρανῶν
πλατυτέρα, τὸν ἀχώρητον ἐν πάσῃ τῇ κτίσει, ἐν τῇ γαστρί σου ἐχώρησας Κόρη, καὶ
μετὰ σώματος τοῦτον ἐκύησας, στενοχωρίας με σεμνή, διὰ παθημάτων ποικίλων
ἀπάλλαξον.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν
Σαρὼφ ὡς ἄγγελος, βεβιωμένος, Σεραφεὶμ μακάριε,
ὤφθης δοχεῖον ἐκλεκτόν, τῶν χαρισμάτων τοῦ πνεύματος, λόγῳ πλουσίως ἐμφαίνων τὰ κρείττονα.
Ὁ
Οἶκος
Ὄλον
τὸν πόθον τῆς ψυχῆς, ἀπὸ παιδός, θεόφρον, ἀνέτεινας πρὸς Χρι στόν, τῶν ἐφετῶν
τὸ ἄκρον, καὶ τούτου τὸν Σταυρὸν ἐπ’ ὤμων βαστάσας, τοῖς ἴχνεσιν αὐτοῦ ἀκλινῶς
ἐπορεύθης, κόσμον καὶ σαυτὸν ἀπαρνησάμενος πάτερ, καὶ ἐν ἐρήμῳ Σαρὼφ
κατασκηνώσας, ἀκροτάτης ἀσκήσεως ὑπῆλθες τὸ στάδιον, καὶ τῶν δωρεῶν καὶ χαρίτων
τοῦ Παρακλήτου, σκεῦος ὑπέρτιμον καὶ ὄργανον θεόπνευστον ἀνεδείχθης, καὶ τῆς
Ἁγνῆς Θεοτόκου θεράπων γεγονώς, θαύμασιν ἐξέλαμψας καὶ πλείστους πρὸς σωτηρίαν
ὡδήγησας, λόγῳ πλουσίως ἐμφαίνων τὰ κρείττονα.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ὁσίου Σεραφεὶμ τοῦ Σαρώφ, τοῦ Ῥώσου.
Χριστῷ ἐκ νεότητος
ἀκολουθήσας,
Πολλῶν πέπλησαι ὦ Σεραφεὶμ
χαρίτων.
Δευτερίη Σεραφείμ, εἰς πόλον
θεοῖο πέτατ’ εὐρύν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σιλβέστρου Πάπα Ῥώμης
Ζωοῖ νεκρὸν βοῦν, αἰσχύνων
Ζαμβρὴν Μάγον,
Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.
Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.
Οὗτος χειροτονεῖται, διὰ
τὴν εἰς ἄκρον ἀρετῆς ἀνάβασιν, τῆς Πρεσβυτέρας Ῥώμης Ἐπίσκοπος, τοῦ Μιλτιάδου
τὸν βίον ἀπολιπόντος. Πολλῶν οὖν θαυμάτων γενόμενος αὐτουργὸς καὶ τὸν μέγαν ἐν
βασιλεῦσι Κωνσταντῖνον πρὸς τὴν εἰς Χριστὸν πίστιν χειραγωγήσας, καὶ διὰ τοῦ
θείου Βαπτίσματος τὰ τῆς ψυχῆς αὐτοῦ πάθη καὶ τοῦ σώματος ἅμα καθάρας, καὶ παρὰ
τοῦ Νόμου προκηρυχθέντα τὸν Χριστὸν
ἀποδείξας, καὶ τὸν ταῦρον ζωώσας, ὃν ἀνεῖλεν μὲν ἐπῳδῆ Ἑβαῖος, ἀναστῆσαι δὲ οὐκ
ἴσχυσε, καὶ πολλοῖς σωτηρίας αἴτιος γεγονώς, ἐν βαθεῖ γήρᾳ πρὸς Χριστὸν
ἐξεδήμησε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Θεαγένους, ἐπισκόπου
Παρίου
Θεάγενες, βλήθητι τοῦ πόντου
μέσον,
ᾯ κἂν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου.
ᾯ κἂν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου.
Οὗτος ἦν Ἐπίσκοπος, ἐν τῶ
Παρίῳ τοῦ Ἑλλησπόντου. Προσαχθεὶς δὲ τῷ τριβούνῳ Ζηλικινθίῳ, καὶ τὸν Χριστὸν
ὁμολογήσας Θεόν, ἀφειδῶς τοῖς ξύλοις τύπτεται. Εἶτα δεσμεῖται, καὶ μετὰ ταῦτα
τῷ βυθῷ τῆς θαλάσσης ἐκδίδοται, ἔνθα τὸν δρόμον πληροῖ τῆς ἀθλήσεως.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου
Τὸν Θεόπεμπτον σαρκικῆς
λῦσαι πέδης,
Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.
Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδότης, τῆς μητρὸς τῶν Ἁγίων
Ἀναργύρων τῶν εν Μικρά Ασία.
Νόσῳ παρῆλθε τὸν βίον
Θεοδότη,
Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.
Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρκου τοῦ κωφοῦ
Ὁ Μᾶρκος οὐκ ἤκουσε γηΐνων
λόγων,
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Ὅτε ἤκμασεν ὁ ὅσιος οὗτος
πατὴρ ἡμῶν Μᾶρκος, τίς ἡ πατρίς, τίνες οἱ γεννήτορες καὶ τίς ἡ θεοφιλὴς αὐτοῦ
πολιτεία, οὐκ ἠδυνήθη μὲν παρά τινος μαθεῖν. Τοῦτο μόνον γινώσκομεν, ὅτι
στερούμενος τῆς φυσικῆς ἀκοῆς, ἐδόθη ὁ μακάριος πάσῃ δυνάμει εἰς τὸ
ἀποκτήσασθαι, κατὰ τὸν προφήτην, ὦτα Κυρίου, πρὸς τὸ ἀκούειν καὶ ποιεῖν
ἐπιμελῶς καὶ ἀόκνως τὸ δεσποτικὸν καὶ σωτηριῶδες θέλημα· ὅθεν διὰ σκληρᾶς
ἀσκήσεως ἐγένετο περιώνυμος καὶ πλουτήσας πολλὰς ἀρετὰς καὶ φῶς Χριστοῦ
γενόμενος διὰ τῆς θεοειδοῦς αὐτοῦ πολιτείας, ἐκλήθη παρὰ τοῦ μισθαποδότου
Δεσπότου εἰς τὴν αἰώνιον Βασιλείαν, ἐν ᾗ ἀκούει ἀνεμποδίστως τὸ οὐράνιον
ἀγγελικὸν μέλος μετὰ πάντων τῶν Ἁγίων εὐφραινόμενος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ
Ἀγκύρας
Βρύχημα, χάσμα, δῆγμα θηρῶν
ἀγρίων.
Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.
Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.
Οὗτος ἦν ἐπὶ τοῦ δυσσεβοῦς Ἰουλιανοῦ, ἐξ Ἀγκύρας τῆς πόλεως· καὶ
διὰ τὸ τὸν Χριστὸν σέβεσθαι αὐτὸν καὶ κηρύσσειν, κατεσχέθη. Παραστήσαντες δὲ
αὐτὸν τῷ Ἡγεμόνι Σατορνίλῳ, ὡμολόγησε τὸν Χριστὸν κατενώπιον αὐτοῦ μετὰ πολλῆς
παῤῥησίας. Διὸ κρεμασθεὶς ξέεται ἀφειδῶς· εἶθ’ οὕτως ἐξ Ἀγκύρας ἀπαχθεὶς ἐν
Κωνσταντινουπόλει, αὖθις καὶ ἄρτι ξέεται· καὶ ἐπὶ τοσοῦτον τείνεται, ὡς
ἐξαρθρωθῆναι τοὺς ἁρμοὺς τῶν χειρῶν καὶ τῶν ὤμων αὐτοῦ. Εἶτα λωροτομεῖται, καὶ
σιδήοις πυρωθεῖσι κατακεντᾶται τὰς σάρκας. Καὶ πάντα γενναίως φέρων, δέχεται
τοῦ Θεοῦ τὰς ἀντιλήψεις. Καὶ εἰς κάμινον πυρὸς ἐμβληθείς, παραδόξως διὰ
προσευχῆς ἄσπιλος διεφυλάχθη. Εἰς Καισάρειαν δὲ μετὰ ταῦτα δέσμιος ἀπαχθείς,
εἰς θηριομαχίαν ὑπὸ τοῦ ἄρχοντος καταδικάζεται. Ὁ δὲ Ἅγιος προσευξάμενος, καὶ
βληθεὶς ὑπὸ λεαίνης, τὸν τῆς ἀθλήσεως στέφανον τελειωθεὶς ἐκομίσατο. Τούτου τὰ
ἱερὰ λείψανα συγγενεῖς τινες καὶ φίλοι ἐπιμελῶς συλλέξαντες, καὶ μύροις καὶ
ὀθονίοις εἱλήσαντες, μετὰ τῆς πρεπούσης τιμῆς ἐκήδευσαν ἐν ἐπισήμῳ τόπῳ,
Μαρτύριον σεπτὸν ἐκεῖσε ἐσχάτως οἰκοδομήσαντε.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Σέργιος, ξίφει τελειοῦται.
Οὐχ οἷον εἰπεῖν, οὐδὲ γνῶσιν
φέρειν,
Ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.
Ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπιστος, λιθοβολιθεὶς
τελειοῦται.
Κτείνει σε Θεόπιστε πιστὲ
τοῖς λίθοις,
ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.
ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰσιδώρου, ἐπισκόπου
Ἀντιοχείας τῆς Συρίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κοσμᾶ τοῦ
Α', ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
Διπλὴν ἔχων ἄνωθεν Κοσμᾶ τὴν
χάριν,
κόσμος μέγας πέφηνας ὑψηλοῦ θρόνου.
κόσμος μέγας πέφηνας ὑψηλοῦ θρόνου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσιος Νείλου τοῦ ἡγιασμένου, ἐν Γηρομερίῳ
Θεσπρωτίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Γενναδίου, κτήτορος τῆς Μονῆς Κασσιώπης Κερκύρας.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος (ἢ Ζώρζης ὴ
Γκιουρτζής), ὁ Ἴβηρ, ἐν Μυτιλήνῃ, ἐν ἔτει 1770, ἀπαγχονισθεὶς
τελειοῦται.
Σὴν χεῖρα θλῖβε, ἀγχόνης
Μάρτυς Ζώρζη,
Θλίψεις γὰρ οὕτω δυσμενῆ θλίψαντά σε.
Θλίψεις γὰρ οὕτω δυσμενῆ θλίψαντά σε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σιλβέστρου τοῦ Ῥώσου, τῆς
Λαύρας τοῦ Κιέβου
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσία Ἰουλιανῆς τῆς Μουρὸμ Λαζάρεβο Ῥωσσίας
Ταῖς τῶν
σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ μᾶς. Αμήν.
ᾨδὴ
ζ’. Οὐκ ἐλάτρευσαν.
Οἱ προστρέχοντες πίστει
τοῖς σεπτοῖς σου λειψάνοις, Σεραφεὶμ Ὅσιε, λαμβάνουσιν ὑγείαν, καὶ πᾶσαν
θεραπείαν, ψυχῆς ἅμα καὶ σώματος, δοξολογοῦντες Χριστὸν τὸν σὲ τετιμηκότα.
Ρήμασί σου ἐνθέοις οἱ
προστρέχοντες πάτερ ἐν τῇ παλαίστρᾳ σου, τὰ θεῖα ἐμυοῦντο, καὶ πρὸς ὁδὸν
εὐθεῖαν ὡδηγοῦντο κραυγάζοντες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ὅλος ὤν ἡνωμένος τῷ φωτὶ τῷ
ἀΰλῳ Σεραφεὶμ Ὅσιε, προεῖπας τοῖς συνοῦσι, τὴν σὴν πρὸς τὸν Σωτῆρα, θεοφόρε
ἀνάλυσιν, καὶ μετὰ δόξης πολλῆς ἀνῆλθες πρὸς τὰ ἄνω.
Θεοτοκίον.
Νομοδότην τεκοῦσα ἐκτὸς
φύσεως νόμων, Παρθένε, Ἄχραντε, τοῦ νόμου τῆς κακίας ἀπάλλαξόν με τάχος, τῇ
θερμῇ προστασίᾳ σου, καὶ ἴθυνον μου τὸν νοῦν, νόμῳ τῆς μετανοίας.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Γῆν ἐπὶ πᾶσαν, τῶν ἀρετῶν
σου ὁ φθόγγος, ἐξελήλυθε καὶ πᾶσα Ἐκκλησία, ἡ τῶν Ὀρθοδόξων, τιμᾷ σε θεοφόρε.
Ἐκ τῆς Ρωσίας, τῇ οἰκουμένῃ
ἐκλάμπεις, πάτερ Ὅσιε, ἐν Πνεύματι Ἁγίῳ, τῆς σῆς πολιτείας, τὰς μυστικὰς
ἀκτῖνας.
Ῥώμη τῇ θείᾳ, τὸν τῆς
ἀσκήσεως δρόμον, ἐκτετέλεκας καὶ πρὸς μονὰς μετέβης, τὰς ἐπουρανίους, ἐν
εὐφροσύνῃ πάτερ.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τὴν ἄναγνόν
μου καρδίαν, ἀποκάθαρον ἐξ ἐννοιῶν ἐκτόπων, καὶ τῆς μετανοίας, τῷ φέγγει
λάμπρυνόν με.
ᾨδή
θ’. Κυρίως Θεοτόκον.
Σορός σου ἡ ἁγία, ἅπασι
βλυστάνει, τῇ θεϊκῇ ἐπομβρίᾳ τὰ νάματα, τοῖς προσιοῦσι παμμάκαρ, τὰ τῶν ἰάσεων.
Ἰδὼν τὴν Θεοτόκον, χαρμονῆς
ἐπλήσθης, νῦν δὲ αὐτῆς καθορῶν τὴν λαμπρότητα, ὑπὲρ ἡμῶν ἐκδυσώπει, Σεραφεὶμ πάντοτε.
Μὴ παύσῃ θεοφόρε, τῷ Χριστῷ
πρεσβεύειν, ὑπὲρ ἡμῶν Σεραφείμ, τῶν τιμώντων σε, καὶ ἐκτελούντων ἐκ πόθου, τὴν
θείαν μνήμην σου.
Ὁ νέος ἐν ὁσίοις, Σεραφεὶμ
παμμάκαρ, παλαιωθέντα με πάθεσι καίνισον, καὶ τὸν παρόντα μου ὕμνον, ὡς δῶρον
πρόσδεξαι.
Θεοτοκίον.
Ὑμνοῦμεν Θεοτόκε, σού τὰς
φωταυγείας, καὶ ἐκ ψυχῆς ἐκβοῶμεν σοι Πάναγνε· ἐκ σκοτασμοῦ παθημάτων ἡμᾶς
ἐκλύτρωσαι.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ Σεραφεὶμ ὁ θεῖος, ὁ ἐν ὁσίοις θαυμαστός, ὁ νέμων ἄφθονον
χάριν, τοῖς μακαρίζουσιν αὐτόν, ὕμνοις τιμάσθω ἐνθέοις, ὡς πρὸς Χριστὸν ἡμῶν
πρέσβυς.
Καὶ
τὸ Προεόρτιον. Ὅμοιον.
Ὁ ἐκ Πατρὸς ἀχρόνως, πρὸ τῶν αἰώνων γεννηθείς, Υἱὸς καὶ σάρκα
φορέσας, ὑπερφυῶς ἐκ Γυναικός, προέρχεται βαπτισθῆναι, εἰς ἀναγέννησιν κόσμου.
Αἶνοι.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὴν
ἐν σαρκὶ πολιτείαν τὴν σὴν ἐθαύμασαν, αἱ τῶνἈγγέλων τάξεις, καὶ βροτῶν αἱ
χορεῖαι, ὡς ἄσαρκος γὰρ, πάτερ, ἐπὶ τῆς γῆς, ἀληθῶς πεπολίτευσαι, καὶ δωρημάτων
πλουσίων παρὰ Θεοῦ, Σεραφείμ, λαμπρῶς ἠξίωσαι.
Ἀπὸ
νεότητος, πάτερ, Χριστὸν ἠγάπησας, καὶ ἐν Σαρὼφ σκηνώσας, τὸν ἰσάγγελον βίον,
νηστείαις, ἀγρυπνίαις καὶ προσευχαῖς, θείῳ ἔρωτι ἤνυσας, καὶ ἐπαξίως ἐπάθλων ἐν
οὐρανοῖς, Σεραφείμ, λαμπρῶς τετύχηκας.
Ἔτι
ἐν σώματι πέλων, Σεραφεὶμ ὅσιε, κατεῖδες ἐπαλλήλως, τὴν Ἁγνὴν Θεοτόκον· νῦν ἐν
οὐρανοῖς δὲ ταύτης ὁρῶν, τὴν ἀνέκφραστον ἔλαμψιν, μὴ διαλίπῃς πρεσβεύων ταύτῃ
ἀεί, ὑπὲρ πάντων τῶν τιμώντων σε.
Τῶν
ἐκ Θεοῦ δωρημάτων σκεῦος τὸ τίμιον, τῶν Ἀσκητῶν τὴν δόξαν, τῆς Ρωσίας τὸ κλέος,
ἁπάντων Ὀρθοδόξων τὴν καλλονήν, Σεραφεὶμ τὸν θεόληπτον, ἀνευφημήσωμεν ἃσμασιν
ἱεροῖς, ὡς Χριστοῦ θεῖον θεράποντα.
Δόξα.
Ἦχος πλ. α’.
Τῷ
τῆς ἀσκήσεως φωτί, τὴν τῶν παθῶν ὀμίχλην λύσας, ὡς ἀστὴρ νεόφωτος ἔλαμψας τῆς
Ἐκκλησίας τῷ στερεώματι, ὡς υἱὸς γὰρ φωτὸς Χριστῷ ἠκολούθησας, νεκρώσας σαρκὸς
τὸ φρόνημα, καὶ τὸ καθ' ὁμοίωσιν ἀναμορφωσάμενος, πᾶσιν αἰδέσιμος ὤφθης, καὶ
ἀλόγων θηρῶν φύσιν τῷ λόγῳ ὑπέταξας. Χριστὸς γὰρ σὲ ἐδόξασεν ὁ δοξασθεὶς τῷ βίῳ
σου. Αὐτὸν ἱκέτευε, Σεραφεὶμ θεοφόρε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος
ὁ αὐτός.
Ἐν Ἰορδάνῃ ποταμῷ, Χριστὸς
ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν,
τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Δοξολογία Μεγάλη καὶ
Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὅλος
ἀνακείμενος τῷ Χριστῷ, χαρίτων τῶν θείων, ἀναδέδειξαι θησαυρός, θαύμασι καὶ
λόγοις, καὶ θείαις ὑποθήκαις, ὦ Σεραφεὶμ παμμάκαρ, φωτίζων ἃπαντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου