ΙΑΝΟΥΑΡΙΟΣ Β΄!!
ΣΙΛΒΕΣΤΡΟΣ ΡΩΜΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’ καὶ ψάλλομεν τὰ γ΄ προεόρτια Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Προεόρτια ᾄσματα, εὐσεβῶς
προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς
ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ
Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων,
καὶ μετεχόντων τοῦ Πνεύματος.
Ὁ Χριστὸς ἀναδείκνυται, ὁ
Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ
Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ
θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν
εἰσδεχόμεναι.
Ποταμὸν τῆς εἰρήνης σε, καὶ
χειμάρρουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια
ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι,
περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς
γηγενεῖς ἐπενδύσαντα;
Καὶ εἶτα τὰ παρόντα γ’ τοῦ
Ὁσίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ,
Ἱεράρχα Σίλβεστρε, ἱερωσύνης φωτί, ἱερῶς φωτιζόμενος, τοὺς πιστοὺς ἐφώτισας,
φωτοβόλοις διδάγμασι, Μονάδα φύσει τὴν τρισυπόστατον, οὐσίαν σέβειν καὶ
ἀπεδίωξας, σκότος αἱρέσεων· τὴν φωσφόρον σήμερον ὅθεν φαιδρῶς, μνήμην σου
γηθόμενοι, πανηγυρίζομεν.
Πάτερ,
θεοφόρε Σίλβεστρε, στύλος ὡράθης πυρός, ἱερῶς προηγούμενος, ἱεροῦ συστήματος,
καὶ νεφέλη σκιάζουσα, Αἰγύπτου πλάνης πιστοὺς ἐξαίρουσα, καὶ πρὸς τὴν θείαν γῆν
μεταφέρουσα, ταῖς ἀπλανέσι σου, διδαχαῖς ἑκάστοτε, τὴν εὐκλεῆ· ὅθεν καὶ
σεβάσμιον, μνήμην σου σέβομεν.
Πάτερ,
θεηγόρε Σίλβεστρε, ῥείθροις τῶν σῶν προσευχῶν, τὸν πολύμορφον δράκοντα, ἀσφαλῶς
ἀπέπνιξας, ἱερῶς θαυμαζόμενος, Ἑλλήνων πλήθη Θεῷ προσήγαγες, Ἑβραίων θράσος δὲ
ἐταπείνωσας, θαύματα μέγιστα, ἐκτελῶν ἐνώπιον τούτων σαφῶς· ὅθεν σε γεραίρομεν,
καὶ μακαρίζομεν.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ὡς οὐρανόφωτος ἀστήρ, ἡ τοῦ Ἱεράρχου ἀνέτειλεν ἡμέρα, τῶν εὐσεβῶν τὰ συστήματα
φωταγωγοῦσα, τῶν εὐλαβῶς βοώντων αὐτῷ· χαίροις, ὁ δι’ ἀρετῶν ἐργασίας,
καθυποτάξας τὸ χεῖρον τῷ κρείττονι, καὶ Ἱεράρχης ὅσιος, τῆς Ἐκκλησίας
γενόμενος· χαίροις, ὁ ἀποστολικοῖς προτερήμασιν, ἐν τῇ τοῦ Κορυφαίου καθέδρᾳ
διαπρέψας, ὡς ποιμὴν φιλοπρόβατος, καὶ λειτουργὸς ἐνθεώτατος· χαίροις, τῆς εὐσεβείας
ὑπέρμαχος, καὶ καθαιρέτης τῆς πλάνης, τῶν εἰδώλων ὑπέρλαμπρος. Παῤῥησίαν οὖν
ἔχων πρὸς Θεόν, τὸν ὑπὲρ λόγον σε δοξάσαντα Σίλβεστρε, Αὐτὸν ἐκτενῶς ἱκέτευε,
ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν τιμώντων σε.
Καὶ νῦν. Τὸ ὁμόηχον
προεόρτιον.
Ἔρχεται πρὸς
Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν.
Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος
προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα
Μνήμη
δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ
τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ
γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου,
ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν
μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός
δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς
αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου
εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν
ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν
ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν,
πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας
πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι
τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται
αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην
τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ
ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις
γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς
εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ
ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν
ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων,
καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ
χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ
εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ
πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν
ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ,
δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων
σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ
ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με,
τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι
αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου
δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ
Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς.
Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ
ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις
ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν
Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν.
Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ
ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν
ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ
λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν
αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ.
Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.
Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ
ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ
θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ
οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ
βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Λιτή.
Ἦχος α΄.
Τὸν
εὐκλεῆ Ἱεράρχην, τὸν κοσμήσαντα τὴν καθέδραν, Πέτρου τοῦ Κορυφαίου Μαθητοῦ,
Σίλβεστρον τὸν πανεύφημον, χρεωστικῶς εὐφημήσωμεν σήμερον. Οὗτος γὰρ καὶ μετὰ
πότμον, παρὰ Κυρίου μεγάλως δοξασθείς, ἐν κόσμῳ ἐνεργεῖ τὰ θαυμάσια, διδάσκων
ὀρθοδόξως ἡμᾶς προσκυνεῖν, τὴν τρισυπόστατον φύσιν τῆς Θεότητος, καὶ κραυγάζειν
ἐν κατανύξει τῷ Χριστῷ, τῷ ἐνανθρωπήσαντι Λόγῳ τοῦ Πατρός· ὁ θαυμαστὸς ἐν τοῖς
Ἁγίοις Σου, Κύριε δόξα Σοι.
Ἦχος
β΄.
Ὡς
διδάσκαλος πάνσοφος, τῆς εὐσεβείας μακάριε Σίλβεστρε, ἐν θαύμασι ξενηκούστοις,
καὶ λόγοις θεοδιδάκτοις, τῆς εἰδωλομανίας τὴν ἀπάτην κατήσχυνας, καὶ
ἐξεπαίδευσας πάντας προσκυνεῖν, τὴν τρισήλιον φύσιν τῆς Θεότητος, τὸν ἕνα ἐν
Τριάδι Θεόν, τὸν λόγῳ μόνῳ ποιήσαντα, ἐκ τοῦ μὴ ὄντος τὰ σύμπαντα. ᾯ σὺν τοῖς
ἀπ’ αἰῶνος ἐκλεκτοῖς, μετ’ εὐφροσύνης νῦν παριστάμενος, ἱερῶς μνημόνευε καὶ
ἡμῶν, τῶν εὐλαβῶς τιμώντων σε.
Ἦχος
δ΄.
Ποταμοὺς
εὐσεβείας ἀναβλύσας, ἐκ τοῦ τιμίου σου στόματος, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν
ἀφθόνως κατήρδευσας, Ἱεράρχα μακάριε Σίλβεστρε. Καὶ κατέκλυσας τῆς τῶν εἰδώλων
λατρείας, τὴν ψυχολέτειρα εἰς τέλος πλάνην, λυμαινομένην ἀθλίως τὰς ψυχάς, δι’
ἃς εὐσπλάγχνως ὁ Κύριος ἡμῶν, ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου, τὸ κοσμοσωτήριον ἐδέξατο
Βάπτισμα. Αὐτῷ οὖν πρέσβευε Πάτερ ἀεί, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, τῇ
Ἐκκλησίᾳ τὴν ὁμόνοιαν, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος β΄.
Δεῦττε
εὐσεβῶς σήμερον ἀδελφοί, τοῖς προεορτίοις τῆς τοῦ Σωτῆρος Ἐπιφανείας, τὴν
μνήμην λαμπρῶς συνεορτάσωμεν, Σιλβέστρου τοῦ μακαριωτάτου Ἱεράρχου, τοῦ δίκην
ἀστέρος φαεινοῦ, τῇ Ἐκκλησίᾳ ἐκλάμψαντος. Οὗτος γὰρ ὁ μακάριος, διὰ τὴν εἰς
ἄκρον ἀρετῆς ἀνάβασιν, τῇ ἐπινεύσει τοῦ Παναγίου Πνεύματος, τοῦ Κορυφαίου τῶν
Ἀποστόλων, τὴν καθέδραν ἐπλούτησεν, ἐν ᾗ χριστομιμήτῳ ποιμασίᾳ διέπρεψε. Σοφίᾳ
δὲ οὐρανίων κοσμούμενος, τοῦ Εὐαγγελίου τῷ κηρύγματι, τοὺς ἐν ταῖς ἀνοδίαις
πλανωμένους, τῆς ἀθέου τῶν εἰδώλων ἀπάτης, πρὸς τὴν ὁδὸν τῆς ἐπιγνώσεως τοῦ
Θεοῦ, ἀσφαλῶς ἐχειραγώγησεν· ὅθεν αὐτῷ ἐκβοήσωμεν· Ὦ Πάτερ τρισμακάριστε,
Ἀποστόλων συμμέτοχε καὶ Δικαίων ὁμόσκηνε, ὡς παῤῥησίαν ἔχων πολλήν, μὴ
καταισχύνῃς ἡμᾶς ὡς συμπαθής, τοὺς πιστῶς ἐλπίζοντας τῇ πρεσβείᾳ σου.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Πάλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει
τάς ἁμαρτίας ἡμῶν· ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ
τὸ χειρόγραφον, καί φησὶ πρὸς τὸν Ἰωάννην. Δεῦρο ὑπηρέτησον ὦ Βαπτιστά,
μυστηρίου ξένου τὸ κεφάλαιον, δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς
κορυφῆς, τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν
Παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ Ἱεράρχης Χριστοῦ, ὁ τῶν Ῥωμαίων ἱερώτατος πρόεδρος, ἁπάσης τῆς οἰκουμένης, ὁ
διαυγὴς ὀφθαλμός, καὶ τῆς Ἐκκλησίας ἡ εὐπρέπεια· μακάριε Σίλβεστρε, εὐσεβείας
κραταίωμα, τῆς ἀσεβείας, ἡ τελεία κατάπτωσις, τῶν αἱρέσεων, ἡ ἀμφίστομος
μάχαιρα, πάντας τοὺς καταφεύγοντας, πιστῶς τῇ πρεσβείᾳ σου, τήρει ἀπήμονας
Πάτερ, τῶν ἐν τῷ βίῳ κακώσεων, Χριστὸν ἱκετεύων, τοῦ παρέχοντα τῷ κόσμῳ, τὸ
μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Χαίροις,
ὁ ἀκριβῶς τοῦ Χριστοῦ, ἀκοουθήσας ὡς ἐχέφρων τοῖς ἴχνεσι, καὶ φθάσας ἔνθα
αὐγάζει, φῶς τῆς ἀφράστου ζωῆς, Σίλβεστρε Πατέρων ἐγκαλλώπισμα, τῷ θείῳ γὰρ
ἔρωτι, τὴν ψυχὴν τιτρωσκόμενος, σκιὰν καὶ ὄναρ, τὰ ἐν κόσμῳ λελόγισαι, καὶ ὡς
ἄσαρκος, ἐπὶ γῆς πεπολίτευσαι, ὕπνον δὲ τοῖς ἁγίοις σου, βλεφάροις οὐκ ἔδωκας,
ποίμνην ποιμαίνων ἀξίως, τὴν λογικὴν τοῦ Κυρίου σου· Ὃν Πάτερ δυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Ζήλῳ,
τῆς εὐσεβείας τρωθείς, Εὐαγγελίου τῷ ἁγίῳ κηρύγματι, ἐφείλκυσας πρὸς τὴν
πίστιν, τὴν ἀληθῆ τοῦ Χριστοῦ, Σίλβεστρε ἀνθρώπων πλῆθος μέγιστον, μαχαίρᾳ δὲ
Ὅσιε, τῶν ἐνθέων δογμάτων σου, τὰ ἀκανθώδη, τῶν βλασφήμων αἱρέσεων, πάντα
ἔτεμες, θεοφρόνως ζιζάνια, πάντας τε ἐξεπαίδευσας, δι’ ἔργων καὶ λόγων σου,
φρονεῖν τὰ ἄνω οἷς Πάτερ, εὐαρεστεῖται ὁ Κύριος, ἀεὶ Ὃν δυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος γ΄.
Ἀποστόλων
ἀκριβῶς τοῖς ἴχνεσιν ἑπόμενος, τῆς εἰδωλομανίας τὸ θράσος κατέβαλες, Ἱεράρχα
Σίλβεστρε θεοφόξαστε. Οὐ γὰρ μόνον τοῦ Κορυφαίου Μαθητοῦ, τὴν καθέδραν ἀξίως
ἐπλούτησας, ἀλλὰ καὶ τὸν πύρινον ζῆλον αὐτοῦ, ὑπὲρ τῆς ἀληθείας ἐκληρονόμησας·
ὅθεν παρὰ Θεοῦ μεγάλως δοξασθείς, ἐν εὐσεβείᾳ διάγειν ἡμᾶς, τὸν βίον ἅπαντα
ἐνίσχυσον, τῇ δυνάμει τῆς ἁγίας πρεσβείας σου, ὡς συμπαθὴς τοῖς καλοῦσί σε
Ὅσιε.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Δεῦτε ἅπαντες πιστοί, τὴν Ἰουδαίαν ἀφέντες, διέλθωμεν τὴν ἔρημον
τοῦ Ἰορδάνου, καὶ θεασώμεθα σήμερον ἐκεῖ, τὸν δι' ἡμᾶς ἐπιφανέντα σαρκί, τὸ
Βάπτισμα αἰτοῦντα, ἐν τοῖς ῥείθροις τοῦ Ἰορδάνου, τὸν Βαπτιστὴν παραιτούμενον,
καὶ βοῶντα τῷ φόβῳ. Οὐ τολμῶ χειροθετῆσαι τῇ πηλίνῃ παλάμῃ τὸ πῦρ. Ὁ Ἰορδάνης
καὶ ἡ θάλασσα ἔφυγον, Σωτήρ, καὶ ἀπεστράφησαν· κἀγὼ πῶς ἐπιθήσω ἐπὶ τὴν κορυφήν
σου χεῖρα, ἣν τρέμει τὰ Σεραφίμ; Ἀνεχώρησεν ὁ Ἰορδάνης, ὡς ἐδέξατο τὴν Ἠλιού,
δι' Ἐλισσαίου μηλωτὴν· πῶς μὴ δύῃ εἰς χάος καὶ βάθος, βλέπων γυμνὸν σε ἐν τοῖς
ῥείθροις; πῶς δὲ μὴ φλέξῃ με, ὅλος ἐκ σοῦ πυρουμένος; Τὶ βραδύνεις Βαπτιστά,
τοῦ βαπτίσαι τὸν Κύριόν μου; ὁ Ἰορδάνης βοᾷ πρὸς Ἰωάννην. Τὶ τῶν πολλῶν κωλύεις
τὴν κάθαρσιν, πᾶσαν τὴν κτίσιν ἡγίασεν, ἄφες ἁγιάσαι κἀμὲ καὶ τῶν ὑδάτων τὴν
φύσιν, ὅτι εἰς τοῦτο ἐπεφάνη.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ’. Θείας πίστεως.
Γνῶσιν ἔνθεον, ἐνδεδυμένος, ζῆλον κρείττονα, εἰσδεδεγμένος,
Κορυφαίου τὸν θρόνον ἐκόσμησας, καὶ διαπρέψας μεγάλως τοῖς θαύμασι, τὴν
σκοτομῆνιν τῆς πλάνης κατήργησας, Πάτερ Σίλβεστρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Στολὴν ἐνδυσάμενος ἱεραρχίας πιστῶς, ἀμέμπτως ἱέρευσας τῷ ἐπὶ
πάντων Θεῷ, Πατὴρ ἡμῶν Σίλβεστρε· ἔχων γὰρ πολιτεία, συνεκλάμποντα λόγον,
θαύμασιν ἐβεβαίους, εὐσεβείας τὴν δόξαν, δι’ ἧς οὐρανίου δόξης, ὤφθης
συμμέτοχος.
Καὶ νῦν, τὸ προεόρτιον.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ
εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι
ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς,
ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν
πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄. Στιχολογίαν.
Κάθισμα. ῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.
Χριστὸν τὸν δι’ ἡμᾶς,
σαρκωθέντα ποθήσας, ἐδείχθης θαυμαστός, τῶν κρειττόνων ἐργάτης, ὡς ἔμπλεως
φρονήσεως, καὶ συνέσεως Σίλβεστρε· ὅθεν ἔλαμψας, ὥσπερ ἀστὴρ ἐν τῷ κόσμῳ, καὶ
κατηύγασας, τὰς τῶν ἀνθρώπων καρδίας, ἀκτῖσι τῆς χάριτος.
Δόξα.
Τῆς Ῥώμης ὁ ποιμήν,
εὐσεβείας ἡ σάλπιγξ, ὁ μύστης ὁ σοφός, τῶν ἁγίων δογμάτων, Σίλβεστρος ὁ
ἔνδοξος, συγκαλεῖ ἡμᾶς σήμερον, τὴν πανέορτον, μνήμην αὐτοῦ ἐκτελέσαι, τὴν
ἐκλάμπουσαν, ὥσπερ φωστὴρ φωτοφόρος, φωτὶ θείας χάριτος.
Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
Φορέσας τὴν ἐμήν, Ἰησοῦ μου
πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ
δούλου Φιλάνθρωπε, ὅθεν βλέπων σε, ὁ Ἰωάννης ἐβόα· πῶς βαπτίσω σε, ῥύπον μὴ
ἔχοντα ὅλως, Θεὲ ὑπεράγαθε;
Μετὰ τὴν β' στιχολογίαν.
Κάθισμα. ῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Τῷ ζήλῳ τῆς πίστεως
πυρποληθεὶς τὴν ψυχήν, τῆς πλάνης κατέβαλες τὴν ἐπηρμένην ὀφρύν, μακάριε
Σίλβεστρε. Σὺ γὰρ τοῦ Κορυφαίου, ἐν τῷ θρόνῳ καθίσας, τούτου τοὺς θείους
τρόπους, ἀληθῶς ἐμιμήσω· διό σε ὁ τῶν πάντων Θεός, ἀξίως ἐδόξασε.
Δόξα. Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
Πτωχεύσας ὁ πλούσιος δι'
εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας δι' ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος,
ἔρχεται ἐπιβῆναι, ᾽Ιορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ ᾽Ιωάννου, προφανῶς
βαπτισθῆναι. ῾Υμνήσωμεν πιστοί, τὴν αὐτοῦ ἄκραν ταπείνωσιν.
Μετὰ τὸν Πολυέλεον,
Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Βασιλείας Σίλβεστρε,
ἀδιαδόχου, ὡς ποιμὴν οὐράνιος, ἐν τοῖς ὑψίστοις μετασχών, μὴ ἐπιλάθῃ δεόμεθα,
τῶν ἐκτελούντων, τὴν ἔνδοξον μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἐν τοῖς ῥείθροις ἔρχεται,
τοῦ Ἰορδάνου, ὁ Δεσπότης σήμερον, τοῦ βαπτισθῆναι δι’ ἡμᾶς, καὶ Ἰωάννης ὁ
Πρόδρομος, φρίττων καὶ τρέμων, Αὐτὸν ὑποδέχεται.
Οἱ Ἀναβαθμοί.
Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Εὐαγγέλιον,
Ἱεραρχικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
῏Ηχος πλ.β'. Στίχ. Ελεῆμον, ἐλέησόν με ὁ Θεός...
Ποταμοὶ ὕδατος ζῶντος, ἐκ
τοῦ τιμίου σου στόματος, ὑπεραφθόνως ἀναβλύσαντες, τὴν Ἐκκλησίαν κατήρδευσαν,
Ἱεράρχα μακάριε Σίλβεστρε· ἥτις σήμερον εὐφραινομένη τῇ δόξῃ σου, τὸν ἕνα ἐν
Τριάδι δοξάζει Θεόν, ᾯ πρέσβευε Πάτερ ἀεί, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ τοῦ Ἁγίου δύο.
Ὁ Προεόρτιος Κανών, οὗ ἡ Ἀκροστιχίς, κατὰ Ἀλφάβητον, ἄνευ τῶν
Εἱρμῶν.
Ποίημα Ἰωσήφ.
Ποίημα Ἰωσήφ.
ᾨδὴ
α'. Ἦχος β'. Ὁ Εἱρμός
Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν,
θείῳ αὐτοῦ προστάγματι ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην
λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Αἰσθανόμενος,
τὴν τοῦ Κυρίου ἔλευσιν, ἐκ τῆς ἐρήμου πρόεισιν, ὁ θεῖος Πρόδρομος, ἐκβοῶν
περιφανῶς· Ἤγγικεν, ἐπέφανεν, ἡ ἀπολύτρωσις, μετανοήσατε, καὶ ὕδατι καθάρθητε.
Βαπτιζόμενον,
ἁμαρτιῶν με κλύδωνι, Λόγε Πατρὶ συνάναρχε, ὅλον καθάρισον, μετανοίας ῥαντισμῷ,
ὁ τῷ βαπτισμῷ σου πιστοῖς, τὴν ἀπολύτρωσιν ἀεὶ δωρούμενος, δι' εὐσπλαγχνίαν
ἄμετρον.
Γῆ
ὡς γέγραπται, τοῦ Ζαβουλὼν τὸ ἄδυτον, βλέπουσα φῶς αὐγάσθητι· Ἰδοὺ γὰρ
πάρεστιν, Ἰορδάνου ταῖς ῥοαῖς, καὶ τὸν ἐπὶ πάντων Θεόν, ὕμνει κραυγάζουσα·
Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Δῆμον
ἅπαντα, ὁ θεηγόρος Πρόδρομος, βλέπων παραγενόμενον, τούτοις ἐφθέγγετο. Τὶς
ὑπέδειξεν ὑμῖν, ἀπὸ τῆς μελλούσης ὀργῆς φυγεῖν, ποιήσατε τῆς μετανοίας καρπούς,
ἐν χάριτι σῳζόμενοι.
Ἕτερος κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Ὑμνεῖν σε
πίστει τὴν χάριν δίδου μάκαρ. Ἰωσήφ.
ᾨδὴ
α'. Ἦχος πλ. δ'. Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε
Υἱοθετήθης
ἐν χάριτι Σίλβεστρε, Θεῷ Πατρὶ καθαρόν, βίον ἀσπασάμενος, καὶ θείαις ἀστραπαῖς,
ψυχὴν φωτοειδέστατος, γενόμενος μετῆλθες πρὸς τὸ φῶς, κραυγάζων τὸ ἀνέσπερον·
Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Μεγαλοφρόνως
παθῶν κατεκράτησας, καὶ σάρκα ἀσκητικαῖς, ἀγωγαῖς ὑπέταξας, τῷ Πνεύματι σοφέ,
θεῖον καταγώγιον, Τριάδος γεγονὼς περιφανῶς, τῆς πονηρίας τὰ πνεύματα, ψάλλων
ἐταπείνωσας· Ἐνδόξως γὰρ δεδόξασται.
Νόμῳ
τῷ θείῳ ἐνθέως πειθόμενος, καὶ θεοπνεύστου Γραφῆς, γνώσει καλλυνόμενος, Ἑλλήνων
τοὺς σοφούς, ἀλήθειαν ἐπαίδευσας, Χριστὸν ὁμολογεῖν σὺν τῷ Πατρί, βοῶντας καὶ
τῷ Πνεύματι· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Ἐν
ὑποστάσει μιᾷ γνωριζόμενον, τὸν σαρκωθέντα Χριστόν, μάκαρ ἀνεκήρυξας, θελήσεσι
διτταῖς, καὶ ἐνεργείαις Σίλβεστρε, νοούμενον, καὶ πίστει τοὺς αὐτῷ, θεώσαντα
κραυγάζοντας· Τῷ Κυρίῳ ᾄσωμεν·ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Ἵνα
τοὺς κάτω τοῖς ἄνω συνάψειεν, ὁ μόνος πάντων Θεός, μήτραν ἀπειρόγαμον, ὑπέδυ
καὶ σαρκός, φανεὶς ἐν ὁμοιώματι, τῆς ἔχθρας τὸ μεσότοιχον ἑλών, εἰρήνην
ἐμεσίτευσε, καὶ ζωὴν ἐβράβευσε, καὶ θείαν ἀπολύτρωσιν.
Ὁ
β’ Κανών. Ποίημα Ἰωάννου. ᾨδὴ α’. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Τῆς
τρυφῆς χειμάῤῥους ὁ Χριστός, νάμασι προέρχεται, δουλοπρεπῶς τοῦ Ἰορδάνου
λούσασθαι, τὰ ὄρη σκιρτήσατε, ἀγαλλίασιν οἱ βουνοὶ περιζώσασθε, οἱ ῥερυπωμένοι,
κάθαρσιν πρὸς θείαν εὐπρεπίσθητε.
Μυσταρχίας
θείας μετασχών, Σίλβεστρε πανένδοξε, τῆς τοῦ Θεοῦ ἱεραρχίας γέγονας, ποιμὴν
ὑπερθαύμαστος, καὶ ὡδήγησας τοῦ Κυρίου τὸ ποίμνιον, εἰς τὰς ἀκηράτους, πόας
ψυχοτρόφους τε πανόλβιε.
Τῷ
ἀδύτῳ φέγγει τοῦ Χριστοῦ, Πάτερ ἀστραπτόμενος, καὶ ταῖς Αὐτοῦ ἐντολαῖς
αὐγαζόμενος, ἅπασιν ἐξήστραψας, ἀκτινοβόλον θεογνωσίας φέγγος τρανῶς, Σίλβεστρε
τῷ ζόφῳ, εἰδωλομανίας τοῖς καθεύδουσι.
Θεοτοκίον
Τὴν
ἁγνὴν ἁγνεύοντι νοΐ, δεῦτε μακαρίσωμεν, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησε, Λόγος
ἐκλεξάμενος, ἣν κατώκησεν ὡς σκηνὴν ἁγιάσματος, ὡς τιμιωτέραν, πάντων τῶν
κτισμάτων ἀνυμνήσωμεν.
ᾨδὴ
γ', Προεόρτιος. Ὁ Εἱρμός.
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ
νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν
ὑμνούντων σε.
Ἐπέφανε
Χριστὸς βοᾷ ὁ Πρόδρομος, καὶ ῥείθροις ἐπιβαίνει τοῦ Ἰορδάνου, ὑπαντῆσαι τούτῳ
σπεύσωμεν, καθαραῖς διανοίαις φωτιζόμενοι.
Ζητῶν
ἀνοδίαις τὸν πλανώμενον, Θεέ μου πτωχείαν πλουσιωτάτην, ἐνδυσάμενος ἐφίστασαι,
βαπτισθῆναι ἡ ἁπάντων ἀπολύτρωσις.
Ἡ
γῆ καὶ οὐρανὸς νῦν χορευέτωσαν, ὁ πάντων βαπτίζεται εὐεργέτης, ἐν τοῖς ὕδασι
βυθίζων ἡμῶν, τὴν πληθὺν τῶν ἀμέτρων παραπτώσεων.
Τοῦ
Ἁγίου. Τὸν φόβον σου Κύριε
Νοὸς
καθαρότητα, κτησάμενος Ἱεράρχης γεγένησαι, χρῖσμα ἅγιον δεξάμενος· διὸ σε
θεοφόρε Πάτερ εὐφημοῦμεν.
Σταυρῷ
τὸν τανύσαντα, παλάμας σαρκὶ Θεὸν ἐτράνωσας, λογικαῖς σου ἀποδείξεσι, καὶ
Ἰουδαίων θράσος, ὤλεσας παμμάκαρ.
Ἐν
θαύμασι μέγιστος, γενόμενος φυγαδεύεις τὰ πταίσματα, καὶ καθαίρεις τὰ νοσήματα,
τῶν πίστει αἰτουμένων, Σίλβεστρε θέοφρον.
Θεοτοκίον
Παρθένος
Ἁγνή, μετὰ τὴν κύησιν Παναγία διέμεινας· Θεὸν Λόγον γὰρ ἐγέννησας, ἡμῖν
ὁμοιωθέντα, χωρὶς ἁμαρτίας.
Ἕτερος.
Ἐν πέτρᾳ με τῆς πίστεως.
Ἀβύσσους
τῷ προστάγματι ὁ ποιήσας, ὁ ὕδασι στεγάζων τὰ ὑπερῷα, δεῦτε ἐν ὕδατι προέρχεται
βαπτισθῆναι· ψυχὴ γρηγόρησον, παθῶν καθάρθητι, ἀρετῶν πρροφέρουσα, τὰ
βλαστήματα.
Ὑψούμενος
τοῖς πτέρυξι τῆς ἀγάπης, τῆς θείας ταπεινώσεως ὑπερῷα, διέπτης ἀταπείνωτόν σου
τὴν πίστιν, φέρων ὡς δώρημα, Κυρίῳ τίμιον, στίλβον ὑπὲρ ἥλιον, ἔνδοξε
Σίλβεστρε.
Τῶν
λόγων ταῖς βολίσι σου σφενδονήσας, τοῖς ῥείθροις τῶν δακρύων σου κατακλύσας,
διώλεσας τὴν σπεῖραν τῶν Ἰουδαίων, εὐχαῖς ποντίζων, αὐτῶν τὴν ματαιότητα,
δεικνὺς τὴν ἀλήθειαν, ἔνδοξε Σίλβεστρε.
Θεοτοκίον
Πολλοὶ
οἱ πολεμοῦντές με ἀπὸ ὕψους, ἐν ὀδύνῃ ἐξέλιπεν ἡ ζωή μου, κατέδυσας εἰς χάος
πλημελλημάτων· σῶσόν με Δέσποινα, μὴ ὑπερίδῃς με· προστασίαν ἄμαχον, Σὲ γὰρ
κέκτημαι.
Κάθισμα
τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ποταμὸς
εὐσεβείας ἀναδειχθείς, τῶν δογμάτων σου ῥείθροις πᾶσαν τὴν γῆν, κατήρδευσας
Σίλβεστρε, Ἱεράρχης ὡς ἔνθεος, καὶ θαυμάτων ὄμβροις, παθῶν ῥύπον ἔπλυνας, καὶ
τρυφῆς χειμάρρουν, ἀξίως κεκλήρωσαι· ὅθεν συνελθόντες, εὐσεβῶς σε τιμῶμεν, ἐν
ᾄσμασι σήμερον, καὶ πιστῶς ἐκβοῶμέν σοι· Ἱεράρχα θεσπέσιε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην
σου.
Δόξα... Ὁ αὐτός. Ἀνέστης ἐκ νεκρῶν
Συλήσας
ἀρετῶν, τῶν ἀσύλητον πλοῦτον, σαρκὸς τὰς ἡδονάς, ὡς ἀσκήσει νεκρώσας, ψήφῳ τοῦ
Παρακλήτου, τοῦ Κορυφαίου Πέτρου διάδοχος, Σίλβεστρε ἀνεδείχθης, οὗ καὶ τὸν
ζῆλον ἐκμιμησάμενος, θεογνωσίας λόγον
τὸν σεπτόν, ἐκήρυξας σοῖς φθόγγοις.
Καὶ
νῦν... τῆς Ἑορτῆς
Ἀόρατε
Θεέ, ἀκατάληπτε Λόγε, ἐτέχθης ἐκ Πατρός, ὑπὲρ φύσιν καὶ λόγον· πάλιν δὲ ἐπ'
ἐσχάτων, ἐκ τῆς Παρθένου οὐκ ἀλλοιώσας ὃ ἦς, ἔρχῃ καὶ ἐν τοῖς ῥείθροις, τοῦ
Ἰορδάνου νῦν βαπτισθῆναι σαρκί, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν
ἀνθρώπων.
ᾨδὴ
δ', Προεόρτιος. Ὁ Εἱρμός.
Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ
Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον·
διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θαυμάζει
σου, Ἰησοῦ εὐεργέτα τὴν ἄφιξιν, ὁ μέγιστος Πρόδρομος, καὶ συστελλόμενος κράζει
σοι· Πῦρ ὑπάρχων Δεσπότα, μὴ καταφλέξῃς με, χόρτον χρηματίζοντα Κύριε.
Ἱστάμενον,
ἐν τοῖς ὕδασι τούτοις θελήματι, ὁρῶν με νῦν πρόσελθε, ὦ Ἰωάννη καὶ βάπτισον,
ὅπως τὴν δι' ὕδατος, χάριν ἀνθρώπων, τῷ γένει ἀπεργάσωμαι.
Κρυπτόμενον,
ὡς νεφέλη σε ἔγνωκα Ἥλιον, Θεέ μου τῷ σώματι· πῶς οὖν γυμνοῦσαι τὰ ὕδατα, νῦν
περιβαλλόμενος; ὁ Ἰωάννης ἐβόα ἐκπληττόμενος.
Λαμπρύνεται,
τῶν ἀνθρώπων ἡ φύσις καὶ λύτρωσιν, τοῦ σκότους εἰσδέχεται, τῆς ἁμαρτίας καὶ
ἄνωθεν, θεῖον περιβάλλεται, τῆς ἀφθαρσίας χιτῶνα γυμνουμένου μου.
Τοῦ
Ἁγίου. Εἰσακήκοα Κύριε.
Ἱεράρχης
θεόληπτος, χρίων Ἱερέας θείῳ ἐν Πνεύματι, ἀνεδείχθης Πάτερ Σίλβεστρε, καὶ λαοὺς
φωτίζων ἱερώτατε.
Συνεργείᾳ
τοῦ Πνεύματος, νόσους ἀπελαύνων πάθη ἀνίατα, ἐθεράπευσας πανόλβιε, ἐπιστρέφων
πλάνης τοὺς παράφρονας.
Τῶν
αἱρέσεων Σίλβεστρε, πλάνην ἐκδιώξας, ποίμνην ἐποίμανας, εὐσεβείας βρύων ὕδατα,
ἐπὶ χλόην θείας ἐπιγνώσεως.
Ἐξεχύθη
σου χείλεσι, χάρις θείου Πνεύματος· διὰ τοῦτο σε, ἱερέα τοῦ λαοῦ αὐτοῦ, ὁ Θεὸς
παμμάκαρ Πάτερ ἔχρισεν.
Θεοτοκίον
Ἴασαί
μου τὰ τραύματα, Κόρη τῆς καρδίας, καὶ κατευόδωσον, τῆς ψυχῆς μου τὰ κινήματα,
εἰς Θεοῦ Παρθένε τὰ θελήματα.
Ἕτερος.
Ἐλήλυθας ἐκ Παρθένου.
Ἐπείγεται
δι’ ἡμᾶς βαπτισθῆναι ὁ λύτρωσιν, ἡμῖν παρεχόμενος· τούτῳ χαρᾷ ὑπαντήσωμεν,
πᾶσαν ἡδυπάθειαν, καὶ ψυχικὰς τὰς κηλίδας, καθαιρόμενοι.
Τοῦ
Πνεύματος θεοφάντωρ ταῖς αὔραις πνεόμενος, ὅρμῳ προσεπέλασας, τῷ γαληνῷ πλοῦτον
ἄσυλον, μέγιστον ἐμπόρευμα, τὴν ἐκ δογμάτων σου φέρων, πίστιν Ὅσιε.
Ἐν
τῇ πέτρᾳ τῶν δογμάτων Κυρίου πηξάμενος, τῆς λατρείας οἴκησιν, ἀνεμοφθόροις
προσκλύσεσι, ταύτην οὐ κατέῤῥαξας, τῶν Ἰουδαίων ἐν λόγοις, μάκαρ Σίλβεστρε.
Θεοτοκίον
Κεκράξομαι
ἐν νυκτὶ καὶ ἡμέρα πανάμωμε, πρὸς Σὲ καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι,
τεῖχος καὶ ῥυσθήσομαι, πειρατηρίου δαιμόνων, ταῖς πρεσβείαις Σου.
ᾨδὴ
ε', Προεόρτιος. Ὁ Εἱρμός.
Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων
ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ
ἄλλον, Θεὸν οὐ γινώσκομεν.
Μετανοεῖτε
βοῶν, ἡ Βασιλεία τοῦ Θεοῦ ἤγγικεν, ὁ Ἱερὸς Πρόδρομος ἐφάνη, ἐκ τῆς ἐρημίας,
τοὺς ἐρημωθέντας ἡμᾶς ἀνακτώμενος.
Νόμος
ὁ πάλαι φησί, καὶ προφητῶν ὁ ἱερὸς σύλλογος· Ἦλθε Χριστὸς ἡμᾶς ἀναπλάττων, τῷ
θείῳ βαπτισμῷ, τοὺς παλαιωθέντας, πολλοῖς παραπτώμασι.
Ξένα
φησὶ καὶ φρικτά, ὁ Ἰωάννης καθορῶ σήμερον! Νῦν ἡ πηγή, τῆς ἀθανασίας, προῆλθεν
ἐκ μικρᾶς, ῥανίδος τὸ θεῖον, αἰτήσασθαι βάπτισμα.
Τοῦ
Ἁγίου. Ἵνα τὶ με ἀπώσω.
Ταῖς
πλοκαῖς τῶν σῶν λόγων, ἅπαντα διέλυσας μάταιον σύνδεσμον, καὶ πρὸς θείαν
Πίστιν, τοὺς τῇ πλάνῃ δεθέντας συνέδησας, διανοίγων Πάτερ, τούτων τὸν νοῦν τῇ
ἀναπτύξει, τῶν Γραφῶν Ἱεράρχα μακάριε.
Ἡ
καρδία σου Πάτερ, ἄμωμος γεγένηται τοῖς δικαιώμασι, τοῦ κοινοῦ Δεσπότου, ὂν
ποθήσας σαρκὸς κατεκράτησας, καὶ θαυμάτων χάριν, πεπλουτηκὼς νόσους ἴασαι, καὶ
ψυχῶν χαλεπώτατα τραύματα.
Νεμομένης
καρδίας, νόσον ψυχολέτειραν δεινῆς αἱρέσεως, τοῦ πικρῶς μανέντος, δραστηρίοις
φαρμάκοις τῶν λόγων σου, θεοφόρε στήσας, ὡς ἰατρὸς χάριτι θείᾳ τοῦ σεπτοῦ
ἐφυγάδευσας Πνεύματος.
Θεοτοκίον
Χαῖρε
μόνη τεκοῦσα, τὸν Ἀπειροδύναμον σάρκα πτωχεύσαντα. Χαῖρε τοῦ πεσόντος,
ἐπανόρθωσις κόσμου Πανάμωμε. Χαῖρε λύπης λύσις, χαῖρε πιστῶν ἡ σωτηρία, χαῖρε
θρόνε Θεοῦ ὑψηλότατε.
Ἕτερος.
Ὁ φωτισμὸς τῶν ἐν σκότει.
Ὁ
φωτισμὸς τῶν ἐν σκότει κειμένων, ἦλθεν ἐφάνη, ὕδασιν ἐπέστη τοῦ Ἰορδάνου, ψυχή
μου σπεῦσον, δάκρυσι καθαρθεῖσα, ὑπαντῆσαι τούτῳ τὴν φύσιν ἡμῶν, θέλοντι
καθᾶραι τῷ θείῳ Βαπτίσματι.
Τὴν
τῶν παθῶν διατμήξας ἐν ῥάβδῳ, τῆς ἐγκρατείας, θάλασσαν ἀβρόχως σαφῶς διῆλθες,
Σίλβεστρε μάκαρ, ἀπεχθοῦς κακονοίας, Ἰουδαίων ὡς ὑποβρύχιον, φέρων τῇ ῥοῇ τῶν
δογμάτων σου τάξεις αὐτῶν.
Τὴν
τῶν παθῶν ἐκκαθάρας ὑλώδη, ἄκανθαν Πάτερ, δάκρυσιν ἀπέσβεσας ἀθεΐας, κάμινον
χαίρων, ὑποβὰς τοῖς κινδύνοις, τῶν καμάτων Σίλβεστρε ἔνδοξε, καὶ θεογνωσίας τὸ
φῶς ἐξανέτειλας.
Θεοτοκίον
Ἡ
πρὸς Θεὸν μεσιτεία ἡ σκέπη, τῶν δεομένων τῶν ἁμαρτανόντων ἡ σωτηρία, σῶσόν με
σῶσον, ἀπολλύμενον Κόρη, τρικυμία παθῶν χειμάζει μή με ὑπερίδῃς ἁγνὴ ὑπεράγαθε.
ᾨδὴ
ς', Προεόρτιος. Ὁ Εἱρμός
Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσε με ἐσχάτη,
ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε, Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου.
Ὄμβρησον
ἁμαρτημάτων, ἡμῖν φιλάνθρωπε λύσιν, ὁ τοῦ Ἰορδάνου ταῖς ῥοαῖς, βυθίσας τὰ
πταίσματα, τῶν γηγενῶν, διὰ ἔλεος μέγα.
Πέλαγος
Χριστὲ ὑπάρχων, δικαιοσύνης προέρχῃ, νῦν ἐν Ἰορδάνῃ ποταμῷ, βυθίσαι τὸν δράκοντα,
καὶ τοῦ Ἀδάμ, τὴν παράβασιν πλῦναι.
Ῥεῖθρον
σε τῆς ἀφθαρσίας, Χριστὲ ὑπάρχοντα ὄντως, ῥεῖθρα πῶς χωρήσει ποταμοῦ; ἐβόα ὁ
Πρόδρομος, δοξάζων σου, τὴν πολλὴν εὐσπλαγχνίαν.
Τοῦ
Ἁγίου. Τὴν δέησιν ἐκχεῶ.
Ἀπρόϊτον
καὶ φρουρᾷ αἰωνίᾳ, συγκλειόμενον εἰργάσω εὐχαῖς σου, τὸν πονηρόν, λυμαινόμενον
φθόνῳ, τοὺς προσιόντας μακάριε δράκοντα, ὡς θύρας τε, καὶ ὡς μοχλούς, τοῦ
Σταυροῦ τὴν σφραγῖδα ἐνθέμενος.
Ῥημάτων
σου μελιρρύτων ὁ φθόγγος, εἰς τὴν σύμπασαν ἐξῆλθε Παμμάκαρ, καὶ διδαχῶν, εἰς τὰ
πέρατα πάντα, τῆς οἰκουμένης τὸ φέγγος ἐξέλαμψε, θαυμάτων τε τὸ διαυγές, καὶ
τῶν ἔργων ἡ θεία ἐπίδειξις.
Ἰάματα
καὶ χαρίσματα θεῖα, ἐπομβρίαις ἀναβλύζων πλουσίως, τοῦ παντουργοῦ, Ἱεράρχα
παμμάκαρ, καὶ Παναγίου ἑκάστοτε Πνεύματος, τοὺς πίστει σοι εἰλικρινεῖ,
προσιόντας ἴασαι ἐν χάριτι.
Θεοτοκίον
Νοήσαντες
θεηγόροι Προφῆται, Μυστηρίου σου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν
τοῦτο, φωταγωγούμενοι θείῳ ἐν Πνεύματι, καὶ νῦν ἡμεῖς περιχαρῶς, τὰς ἐμφάσεις
ὁρῶντες πιστεύομεν.
Κοντάκιον
Προεόρτιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐν
τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ
δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.
Ὁ
Οἶκος
Οὐκ
ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι, οὐ λέγω σοι· Εἰπέ μοι ἃ λέγεις τοῖς
ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ
ὑπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τοῦτο ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις·
καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονὰ σε ποιήσω· ἐκείνων μὲν οὐδεὶς σαφῶς με
κατεῖδεν, ἀλλ' ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον
κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.
Κοντάκιον,
τοῦ Ἁγίου. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Σοφίας
Θεοῦ, ἐμπλήσας τὸ στόμα σου, Τριάδος ἡμῖν, τὴν γνῶσιν ἐτράνωσας, καὶ τὴν
ἀθεότητα τῶν τυράννων, κατέβαλες Σίλβεστρε, τῇ σφεδόνι τῶν λόγων σου· διὸ
ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Ὁ
Οἶκος τοῦ Ἁγίου
Τοῦ
Κορυφαίου τῶν Ἀποστόλων τὴν καθέδραν πλουτήσας, τοῦ Θεοῦ Λειτουργὸς ἐδείχθης
θαυμασιώτατος, ὡραΐζων, στηρίζων, καὶ μεγαλύνων δόγμασι θείοις τὴν Ἐκκλησίαν,
ὡς ἀστὴρ δὲ φωτοβόλος, φωτίζων φωτὶ ἀρετῶν, Τριάδα σέβειν διδάσκεις, ὡς
ἀμέριστον μίαν Θεότητα· καὶ τάς αἱρέσεις τῶν δυσμενῶν ἀπεδίωξας, Σίλβεστρε
πάνσοφε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ἁγίου
Σιλβέστρου Πάπα Ῥώμης
Ζωοῖ νεκρὸν βοῦν, αἰσχύνων
Ζαμβρὴν Μάγον,
Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.
Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.
Θυμὸν ἀποπνείει Σίλβεστρος
δευτέρῃ ἠοῖ.
Οὗτος χειροτονεῖται, διὰ
τὴν εἰς ἄκρον ἀρετῆς ἀνάβασιν, τῆς Πρεσβυτέρας Ῥώμης Ἐπίσκοπος, τοῦ Μιλτιάδου
τὸν βίον ἀπολιπόντος. Πολλῶν οὖν θαυμάτων γενόμενος αὐτουργὸς καὶ τὸν μέγαν ἐν
βασιλεῦσι Κωνσταντῖνον πρὸς τὴν εἰς Χριστὸν πίστιν χειραγωγήσας, καὶ διὰ τοῦ
θείου Βαπτίσματος τὰ τῆς ψυχῆς αὐτοῦ πάθη καὶ τοῦ σώματος ἅμα καθάρας, καὶ παρὰ
τοῦ Νόμου προκηρυχθέντα τὸν Χριστὸν
ἀποδείξας, καὶ τὸν ταῦρον ζωώσας, ὃν ἀνεῖλεν μὲν ἐπῳδῆ Ἑβραῖος, ἀναστῆσαι δὲ
οὐκ ἴσχυσε, καὶ πολλοῖς σωτηρίας αἴτιος γεγονώς, ἐν βαθεῖ γήρᾳ πρὸς Χριστὸν
ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Θεαγένους, ἐπισκόπου Παρίου
Θεάγενες, βλήθητι τοῦ πόντου
μέσον,
ᾯ κἂν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου.
ᾯ κἂν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου.
Οὗτος ἦν Ἐπίσκοπος, ἐν τῶ
Παρίῳ τοῦ Ἑλλησπόντου. Προσαχθεὶς δὲ τῷ τριβούνῳ Ζηλικινθίῳ, καὶ τὸν Χριστὸν
ὁμολογήσας Θεόν, ἀφειδῶς τοῖς ξύλοις τύπτεται. Εἶτα δεσμεῖται, καὶ μετὰ ταῦτα
τῷ βυθῷ τῆς θαλάσσης ἐκδίδοται, ἔνθα τὸν δρόμον πληροῖ τῆς ἀθλήσεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου
Τὸν Θεόπεμπτον σαρκικῆς
λῦσαι πέδης,
Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.
Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας
Θεοδότης, τῆς μητρὸς τῶν Ἁγίων Ἀναργύρων τῶν εν Μικρά Ασία.
Νόσῳ παρῆλθε τὸν βίον
Θεοδότη,
Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.
Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας
Βρύχημα, χάσμα, δῆγμα θηρῶν
ἀγρίων.
Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.
Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.
Οὗτος ἦν ἐπὶ τοῦ δυσσεβοῦς Ἰουλιανοῦ, ἐξ Ἀγκύρας τῆς πόλεως· καὶ
διὰ τὸ τὸν Χριστὸν σέβεσθαι αὐτὸν καὶ κηρύσσειν, κατεσχέθη. Παραστήσαντες δὲ
αὐτὸν τῷ Ἡγεμόνι Σατορνίλῳ, ὡμολόγησε τὸν Χριστὸν κατενώπιον αὐτοῦ μετὰ πολλῆς
παῤῥησίας. Διὸ κρεμασθεὶς ξέεται ἀφειδῶς· εἶθ’ οὕτως ἐξ Ἀγκύρας ἀπαχθεὶς ἐν
Κωνσταντινουπόλει, αὖθις καὶ ἄρτι ξέεται· καὶ ἐπὶ τοσοῦτον τείνεται, ὡς
ἐξαρθρωθῆναι τοὺς ἁρμοὺς τῶν χειρῶν καὶ τῶν ὤμων αὐτοῦ. Εἶτα λωροτομεῖται, καὶ
σιδήοις πυρωθεῖσι κατακεντᾶται τὰς σάρκας. Καὶ πάντα γενναίως φέρων, δέχεται
τοῦ Θεοῦ τὰς ἀντιλήψεις. Καὶ εἰς κάμινον πυρὸς ἐμβληθείς, παραδόξως διὰ
προσευχῆς ἄσπιλος διεφυλάχθη. Εἰς Καισάρειαν δὲ μετὰ ταῦτα δέσμιος ἀπαχθείς,
εἰς θηριομαχίαν ὑπὸ τοῦ ἄρχοντος καταδικάζεται. Ὁ δὲ Ἅγιος προσευξάμενος, καὶ
βληθεὶς ὑπὸ λεαίνης, τὸν τῆς ἀθλήσεως στέφανον τελειωθεὶς ἐκομίσατο. Τούτου τὰ
ἱερὰ λείψανα συγγενεῖς τινες καὶ φίλοι ἐπιμελῶς συλλέξαντες, καὶ μύροις καὶ
ὀθονίοις εἱλήσαντες, μετὰ τῆς πρεπούσης τιμῆς ἐκήδευσαν ἐν ἐπισήμῳ τόπῳ,
Μαρτύριον σεπτὸν ἐκεῖσε ἐσχάτως οἰκοδομήσαντες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρκου τοῦ κωφοῦ
Ὁ Μᾶρκος οὐκ ἤκουσε γηΐνων
λόγων,
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Ὅτε ἤκμασεν ὁ ὅσιος οὗτος
πατὴρ ἡμῶν Μᾶρκος, τίς ἡ πατρίς, τίνες οἱ γεννήτορες καὶ τίς ἡ θεοφιλὴς αὐτοῦ
πολιτεία, οὐκ ἠδυνήθη μὲν παρά τινος μαθεῖν. Τοῦτο μόνον γινώσκομεν, ὅτι
στερούμενος τῆς φυσικῆς ἀκοῆς, ἐδόθη ὁ μακάριος πάσῃ δυνάμει εἰς τὸ
ἀποκτήσασθαι, κατὰ τὸν προφήτην, ὦτα Κυρίου, πρὸς τὸ ἀκούειν καὶ ποιεῖν
ἐπιμελῶς καὶ ἀόκνως τὸ δεσποτικὸν καὶ σωτηριῶδες θέλημα· ὅθεν διὰ σκληρᾶς
ἀσκήσεως ἐγένετο περιώνυμος καὶ πλουτήσας πολλὰς ἀρετὰς καὶ φῶς Χριστοῦ
γενόμενος διὰ τῆς θεοειδοῦς αὐτοῦ πολιτείας, ἐκλήθη παρὰ τοῦ μισθαποδότου
Δεσπότου εἰς τὴν αἰώνιον Βασιλείαν, ἐν ᾗ ἀκούει ἀνεμποδίστως τὸ οὐράνιον
ἀγγελικὸν μέλος μετὰ πάντων τῶν Ἁγίων εὐφραινόμενος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σέργιος, ξίφει τελειοῦται.
Οὐχ οἷον εἰπεῖν, οὐδὲ γνῶσιν
φέρειν,
Ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.
Ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπιστος, λιθοβολιθεὶς
τελειοῦται.
Κτείνει σε Θεόπιστε πιστὲ
τοῖς λίθοις,
ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.
ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰσιδώρου, ἐπισκόπου
Ἀντιοχείας τῆς Συρίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κοσμᾶ τοῦ Α', ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
Διπλὴν ἔχων ἄνωθεν Κοσμᾶ τὴν
χάριν,
κόσμος μέγας πέφηνας ὑψηλοῦ θρόνου.
κόσμος μέγας πέφηνας ὑψηλοῦ θρόνου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσιος Νείλου τοῦ ἡγιασμένου, ἐν Γηρομερίῳ
Θεσπρωτίας
Νεῖλος ἀρετάς, ὡς ῥεῖθρα πελαγίζων,
ἄρδει τὰς ψυχάς, ὡς τὴν γῆν ἄλλος Νεῖλος.
Οὗτος ὑπῆρχεν ἐκ τῆς
Κωνσταντινουπόλεως, γεννήτορας ἔχων εὐγενεῖς καὶ πλουσίους, ἐκ βασιλικῆς φυλῆς
τῆς τοῦ Λασκάρεως καταγομένους. Ἐκ ἁπαλῶν ὀνύχων τὸν μονήρη βίον ἀσπασάμενος,
κατέλιπε συγγένειαν, δόξαν καὶ πλοῦτον καὶ αὐτοὺς τοὺς γεννήσαντας καὶ λάθρα
τῆς πόλεως ἐξελθών, διαπόντιος ἐν τῇ τῶν Ἀκοιμήτων Μονῇ παρεγένετο, καὶ τὸ τῶν
μοναχῶν ἐνδυσάμενος σχῆμα, πρὸς τοὺς ἀσκητικοὺς ἀγῶνας ἀποδύεται καὶ χρόνον
ἐνδιατρίψας ἐκεῖσε συχνόν, πρὸς τὴν Βασιλεύουσαν ἔρχεται καὶ τὴν μητέρα καὶ τὴν
ἀδελφὴν αὐτοῦ θεασάμενος, ἐλεημοσύνην παρ’ αὐτῶν ὅς τις ἄγνωστος καὶ ἐπαίτης
ἐδέξατο. Ἐκεῖθεν ἀπάρας σὺν ἄλλοις πρὸς τὰ Ἱεροσόλυμα καταλαμβάνει καὶ τὸν
ζωοποιὸν προσκυνήσας Τάφον, καὶ τῶν ἐκεῖσε πάντων Ἁγίων Τόπων κατατρυφήσας,
αὖθις ἐν Κωνσταντινουπόλει γίνεται. Γέροντί τινι θεοφιλεῖ ἑπόμενος, σὺν αὐτῷ
οὖν Μιχαὴλ τὸν Παλαιολόγον ὡς βλάσφημον ἐλέγξαντες τῆς βασιλείας, τότε
δραξάμενοι καὶ τὰ τῶν Λατίνων φρενοβλαβῶς ὑποσυῤῥέντα βλάσφημα καὶ τὸ Πνεῦμα τὸ
Ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι κακῶς φρονοῦντα καὶ λέγοντα.
Ἐξορία ἀμφότεροι κατακρίνονται, ἐν ἀκατίῳ βληθέντες μονώτατοι, ἄρτου χωρὶς καὶ
ὕδατος καὶ ἐν τῇ θαλάσσῃ ῥιφθέντες, οὐ κωπίων, οὐ κυβερνήτην ἔχοντες, εἰ μὴ
μόνον τέσσαρας ἄρτους, οὓς γυνή τις θεοφιλὴς λαθρέως τούτοις ἐδεξιώσατο·
τεσσαράκοντα τοίνυν ἡμέρας τῇ θαλάσσῃ κινδυνεύοντες, μᾶλλον δὲ τῇ ἄνωθεν
προνοίᾳ φερόμενοι, ἐν τῇ τῶν Ἁγίων Ἀββάδων ἀπεῤῥίφθησαν Μονῇ· καὶ τοῦ γέροντος
πρὸς Κύριον ἐκδημήσαντος, αὐτὸς τῇ πύλῃ τῆς Μονῆς τριετῆ χρόνου προσεκαρτέρησε·
κἀκεῖθεν πρὸς τὴν ἐπανέκαμψεν τρίτον γενέτειραν καὶ Ἀνδρονίκῳ τῷ εὐσεβεῖ
βασιλεῖ καὶ πᾶσι φανεὶς αἰδέσιμος, εἰς Ἱεροσόλυμα πάλιν παραγίνεται καὶ πάντα
τόπον ἅγιον περινοστήσας, καταλαμβάνει τὴν Ἐρυθρὰν Θάλασσαν καὶ περὶ τὴν γῆν
τῶν Σοδόμων γενόμενος, καὶ εἰς Σιγὼρ μεταβάς, τήν τε γυναῖκα τοῦ Λὼτ καὶ τὴν ἀκρότομον
θεασάμενος πέτραν καὶ πάντων τῶν ἐμφερομένων τῇ Γραφῇ Θεοῦ θαυμασίων
κατατρυφήσας, εἰς τὸ Σίναιον ὄρος ἔρχεται· ἑπταετῆ τοιούτῳ ἐκεῖσε χρόνον
ἐγκαρτερήσας, καὶ καλῶς τὴν τῶν Ὁσίων θεάρεστον ἀπομαξάμενος πολιτείαν, πρὸς τὸ
Καρμήλιον ὄρος μετέβη καὶ τοσούτους ἐν αὐτῷ χρόνους τελέσας, πρὸς Ἱεριχὼ
καταλαμβάνει· ἔνθα τριετίαν διάγων πρὸς τὸν Ἰορδάνην ἀφίκετο· καὶ δεκατέσσερα
προσμείνας ἔτη τῇ τοῦ Ἁγίου Γερασίμου Μονῇ, ἐκεῖθεν ἀπαίρει, καὶ ἐν ταῖς νήσοις
γενόμενος καὶ ταύτας διελθὼν ἐν πολλῇ κακουχίᾳ καὶ ἀσκήσει, πρὸς Πελοπόννησον
ἔρχεται καὶ τὴν Κέρκυραν διαπεράσας, εἰς τόπον Ἱεριχὼν λεγόμενον καταντᾷ, τοῖς
τῶν κανίνων μέρεσιν διακείμενον, ἔνθα δὴ κελλίον μικρὸν πηξάμενος διετέλει· μὴ
μεταβαίνων λοιπὸν ἐκ τοῦ γήρου δυνάμενος, ἐν ᾧ τόπῳ καὶ Ἱεριχιώτης ἀπεκλήθη· τὸ
γὰρ ἴδιον ὄνομα μέχρι τέλους ἀπέκρυψε πᾶσιν, ἀλλὰ κἀκεῖθεν παρακληθεὶς παρά
τινων θεοφιλῶν ἐξέρχεται καὶ περὶ τὸ Γηρομέριον γεγονώς, ἐκεῖθεν μέχρι τέλους
προσεκαρτέρησεν. Μικρὰν οὖν ἐκεῖσε συναγαγὼν ἀδελφότητα, καὶ τῇ Μητρὶ τοῦ
Κυρίου εὐκτήριον οἶκον δειμάμενος, τὸν συνήθη κανόνα τῆς ἀσκήσεως διετέλει.
Αἰδέσιμον οὖν αὐτὸν ἡ περὶ αὐτοῦ φήμη· πανταχοῦ καὶ πᾶσι προσιοῦσα, καὶ αὐτοὺς
τοὺς δεσπόζοντας πρὸς αὐτὸν παραγίνεσθαι καὶ τῆς παρ’ αὐτοῦ εὐλογίας ἀξιοῦσθαι
πεποίηκεν. Ἧν γὰρ καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα περικείμενος. Θεαρέστως τοίνυν
βιώσας, καὶ εἰς ἔσχατον γῆρας ἐληλακώς, περίπου τὰ ἑξήκοντα καὶ ἑκατὸν ἔτη
γενόμενος, καὶ περὶ τῶν ἐσομένων πολλοῖς προειπών, πρὸς Θεὸν Ὃν ἐπόθησεν
ἐξεδήμησε Πρώτην τοῦ Ἰανουαρίου ἄγοντος, πολλῶν θαυμάτων ζῶν καὶ μετὰ θάνατον
γέγονεν αὐτουργός. Λέγεται δέ, τόν τε θάνατον αὐτοῦ προεῖπεν καὶ τὸν ἴδιον
ἐπιδεῖξαι τάφον ἐν τῇ πέτρᾳ αὐτομάτως εὑρεθέντα, ἀλλὰ καὶ πρὸς τὴν τῆς ἐν τῷ
τάφῳ ἱσταμένης πλατάνου ῥίζαν, πηγὴν εἶπεν ὕδατος ἀναβλύσαι τῇ ὥρᾳ τῆς αὐτοῦ
τελευτῆς, ὃ καὶ γέγονε.
Μετὰ δὲ χρόνων τινῶν,
βουληθέντων τὸ ἅγιον αὐτοῦ θεάσασθαι λείψανον, οὐ συνεχώρησεν ὁ Θεός. Σπήλαιον
γὰρ ἀποῤῥαγέν, τὸν τάφον ἀπεκάλυψεν, καὶ ἐπικεκαλυμμένου μέχρι τῆς σήμερον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Γενναδίου, κτήτορος τῆς Μονῆς Κασσιώπης Κερκύρας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Νεομάρτυς Γεώργιος (ἢ Ζώρζης ὴ Γκιουρτζής), ὁ Ἴβηρ, ἐν Μυτιλήνῃ, ἐν
ἔτει 1770, ἀπαγχονισθεὶς τελειοῦται.
Σὴν χεῖρα θλῖβε, ἀγχόνης
Μάρτυς Ζώρζη,
Θλίψεις γὰρ οὕτω δυσμενῆ θλίψαντά σε.
Θλίψεις γὰρ οὕτω δυσμενῆ θλίψαντά σε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Σιλβέστρου τοῦ Ῥώσου, τῆς Λαύρας τοῦ Κιέβου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσία Ἰουλιανῆς τῆς Μουρὸμ Λαζάρεβο Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεραφεὶμ τοῦ Σαρώφ, τοῦ Ῥώσου.
Χριστῷ ἐκ νεότητος
ἀκολουθήσας,
Πολλῶν πέπλησαι ὦ Σεραφεὶμ
χαρίτων.
Ταῖς τῶν
σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ μᾶς. Αμήν.
ᾨδὴ
ζ', Προεόρτιος. Ὁ Εἱρμός.
Εἰκόνος χρυσῆς ἐν πεδίῳ Δεηρᾷ
λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ
πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Στολὴν
ἱεράν, ἐπενδύων με Χριστὲ τὸν γυμνωθέντα, τῇ συμβουλίᾳ τοῦ ἀλάστορος, γυμνὸς
προβῆναι τοῖς ὕδασιν, εἵλου ἀγαθότητος πλούτῳ· ἀνυμνῶ σου τὸ εὔσπλαγχνον, καὶ
προσκυνῶ τὴν θαυμαστὴν οἰκονομίαν σου.
Τὶς
αὕτη Χριστέ, ἡ πολλὴ σου πρὸς ἡμᾶς οἰκονομία; τὶς ἡ πτωχεία; τὶς ἡ ἄφατος καὶ
ὑπὲρ νοῦν συγκατάβασις; ἔφη ὁπηνίκα σε εἶδεν, ὁ Ἰωάννης γυμνούμενον, καὶ
βαπτισθῆναι ὑπ' αὐτοῦ ἐγκελευόμενον.
Ὑφῆψας
Χριστέ, ὥς περ λύχνον τὴν σεπτὴν σάρκα σου μέσον, τοῦ Ἰορδάνου καὶ ἐζήτησας,
τὴν συγχωσθεῖσαν τοῖς πάθεσι, καὶ τῇ ἁμαρτίᾳ εἰκόνα, καὶ εὑρὼν κατεκάλλυνας, τῷ
Βαπτισμῷ σου ἀγαθέ· ὅθεν ὑμνοῦμεν σε.
Τοῦ
Ἁγίου. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δίκαιος
ὥσπερ φοῖνιξ, ἐν τῷ οἴκῳ Κυρίου Πάτερ ἐξήνθησας, καρποὺς δικαιοσύνης, ἐξ ὧν οἱ
σὲ τιμῶντες, διατρέφονται ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰσχυραῖς
τῶν σῶν λόγων, ἀποδείξεσιν εἷλες τοὺς ματαιόφρονας, νοσοῦντας ἀπιστίαν, καὶ
χαίρων ἐμελῴδεις, παναοίδιμε Σίλβεστρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Διαμένει
ἡ δόξα, εἰς αἰῶνάς σου Πάτερ καὶ τὸ μνημόσυνον, σὺν πᾶσι τοῖς Δικαίοις, μεθ' ὧν
ἡμῶν τῶν πίστει, μελῳδούντων μνημόνευε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ
κλεινὸς Ἱεράρχης, τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ σκότος τῆς κακίας,
διέλυσε καὶ πάντας, τοὺς βοῶντας ἐφώτισεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον
Ὑπερθαύμαστε
Κόρη, τὸν πρὸ πάντων αἰώνων ἐκυοφόρησας, ἡμῖν ὁμοιωθέντα, δι' ἄκραν
εὐσπλαγχνίαν, ἵνα σώσῃ τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ἕτερος.
Ἀντίθεον πρόσταγμα.
Τὰ
ἔρημα σήμερον, τοῦ Ἰορδάνου ἀνθήτωσαν, ἥκει γὰρ, Χριστὸς ἡ ἀπολύτρωσις, πυρὶ
τῆς Θεότητος, ἀναχωνεῦσαι ἡμᾶς, ὕδατι καὶ Πνεύματι, δεινῶς τοὺς συντριβέντας,
τοῖς παραπτώμασιν.
Τοῦ
Νόμου τὴν σκότωσιν, χάριτος Πάτερ, τῷ φέγγει ἠμαύρωσας, Σίλβεστρε παναοίδιμε,
κηρύγματι Ὅσιε, Χριστὸν Θεὸν ἐκφωνῶν, τούτῳ ἀνεκραύγαζες πιστῶς· εὐλογητὸς εἶ
καὶ ὑπερένδοξος.
Σκιᾶς
τὴν ἀλήθειαν, ἀντανακλάσας, διηύγασας ἅπασι, θεογνωσίας ἔλλαμψιν, Χριστοῦ τοῦ
Θεοῦ ἡμῶν, τούτῳ προσάγων λαόν, πίστει ἀνακράζοντα· ὁ Σωτήρ, εὐλογητὸς εἶ καὶ
ὑπερένδοξος.
Θεοτοκίον
Χωρίον
εὐρύχωρον, τῆς ἀχωρήτου, ὑπάρξασα φύσεως, κατάρας ἠλευθέρωσας, τὴν φύσιν
πανάμωμε, τῆς ἀνθρωπότητος· ὅθεν μακαρίζω Σε ἀεί, εὐλογημένη καὶ ὑπερένδοξε.
ᾨδὴ
η', Προεόρτιος. Ὁ Εἱρμός
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων
τοῖς Παισὶ συγκαταβάντα καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ
ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φωνὴ
βοῶντος ἐμφανῶς, ἐν ἐρήμῳ ἐπιστὰς ὁ Ἰωάννης, ἐπιστρέφων καρδίας, μετανοούσας
θερμῶς δοξάζειν τὸν ἐπιφαινόμενον, ἐν τῷ Ἰορδάνῃ, Σωτῆρα καὶ Δεσπότην.
Χειμάῤῥους
πέφυκας τρυφῆς, ὁ θαλάσσας καὶ πηγὰς δημιουργήσας, καὶ πῶς ὕδασι βαίνεις; τὶ
ἀποπλῦναι ζητῶν; ἡ πάντων ἔκπλυσις καὶ κάθαρσις, τῶν ὑμνολογούντων, Χριστὲ σε
εἰς αἰῶνας.
Ψῦξαι
τὰ ῥεύματα ζητῶν, τῆς κακίας τοῦ ἐχθροῦ καὶ τάς θαλάσσας τῶν παθῶν ἀναστεῖλαι,
καὶ τοῖς πιστοῖς ἱλασμόν, πηγάσαι καὶ ἄφεσιν Δεσπότα, ἔρχῃ βαπτισθῆναι, ἐν
ῥείθροις, Ἰορδάνου.
Ὡρῶν
καὶ χρόνων Ποιητά, ὑπὸ χρόνον γεγονὼς δι' εὐσπλαγχνίαν, ὁ ἀχρόνως ἐκλάμψας, ἐκ
προανάρχου Πατρός, ἐπέστης τὰ χρόνια πταίσματα πάντων ἀποπλῦναι, ἐν ῥείθροις
Ἰορδάνου.
Τοῦ
Ἁγίου. Νικηταὶ Τυράννου.
Μίαν
φύσιν Πάτερ, τῆς μιᾶς θεότητος θεολογήσας, ἐν τρισὶ προσώποις, νοουμένης
ἔμελπες ἀκαταπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Ἀληθείας
Πάτερ, ἀληθὴς διδάσκαλος ἀνηγορεύθης, ψευδωνύμου πλάνης ὅθεν ἐστηλίτευσας
ἀπάτην μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Κορυφαῖος
ὤφθης, ἱεροῦ συστήματος ἱερομύστα, καὶ τοῦ Κορυφαίου, Μαθητῶν ἐκόσμησας βοῶν
τὸν θρόνον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Ἀρεταῖς
ἐνθέοις, Πάτερ τὴν καρδίαν σου κατακαλλύνας, ὅλος ὡραιώθης, καὶ ταῖς ἄνω τάξεσι
βοῶν συνήφθης· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον
Ῥήμασί
σου θείοις, γενεαὶ ἑπόμεναι αἱ τῶν ἀνθρώπων, μακαρίζομέν σε τὴν ἀειμακάριστον
καὶ μελῳδοῦμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ἕτερος.
Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὁ
φωτισμὸς καὶ ἱλασμός, ἐπεφάνη τῶν ψυχῶν ἐν Ἰορδάνῃ, ἡ πηγὴ τῆς σοφίας, ὕδωρ τὸ
ζῶν τῆς τρυφῆς, χειμάῤῥουν ἡμῖν χαριζόμενος, ὕδασιν ἐνθάπτων, ἡμῶν τὰς
ἁμαρτίας.
Ῥώμης
αἰπόλος γεγονώς, ψυχοτρόφος ἱερὸς Σίλβεστρε Πάτερ, τοῦ πρωτάρχου σου Πέτρου,
κατόπιν ἤλασας, βοήσας ὀρθοδόξως Ἅγιε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Παύλου
ταῖς θείαις διδαχαῖς, εὐπειθήσας ὡς αὐτὸς ἄστεως θεῖος, ποιμενάρχης ἐγένου,
τίμιος ἄκακος, ὅσιος ἄνθρωπος ἰσάγγελος, κράζων σὺν Ἀγγέλοις· Χριστὲ εὐλογητὸς
εἶ, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Λυχνίαν
πύλην καὶ πηγήν, καὶ παράδεισον καὶ ὄρος καὶ νεφέλην, ξένην τράπεζαν θρόνον,
τῶν Προφητῶν ὁ χορός, Σὲ Κόρη προβλέπων ἐκραύγαζε· Χαῖρε ὦ Παρθένε, ἀεὶ
εὐλογημένη.
ᾨδὴ
θ', Προεόρτιος. Ὁ Εἱρμός.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ
σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας
Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφώνως, ἐν ὕμνοις
μεγαλύνομεν.
Ἰδών
σε ὁ Ἰωάννης, πρὸς αὐτὸν Εὐεργέτα, ἐλθόντα καὶ αἰτοῦντα παρ' αὐτοῦ, ἐν
ταπεινώσει τὸ Βάπτισμα, ἐκπλαγεὶς συνεστάλη, μηδόλως χειραπτῆσαί σε τολμῶν, τὸν
ἁπτόμενον πάντα, ὀρέων καὶ καπνίζονται.
Ὡς
χελιδὼν σεμνοτάτη, προμηνύουσα ἔαρ, ἐπέστη νοητὸν ὁ Βαπτιστής, τοῖς ἐν χειμῶνι
ὑπάρχουσι, τῶν ἀμέτρων πταισμάτων, καὶ ζάλην ὑπομένουσιν ἀεί, ἐναντίων
πνευμάτων, πονηροτάτοις πάθεσι.
Σὲ
τὸ ἀπαύγασμα δόξης, τοῦ Πατρὸς ἐπιλάμψαν, τοῖς σκότει καθημένοις τῶν δεινῶν,
ἄδυτε Ἥλιε Κύριε, καὶ ἐρχόμενον πάντας, φωτίσαι ἱερῷ σοῦ Βαπτισμῷ ὡς Θεὸν καὶ
Σωτῆρα, ἐν ὕμνοις μεγαλύνομεν.
Ἡ
τοῦ θανάτου ἀξίνη, ἐν τῇ ῥίζῃ κειμένῃ, ὡς δένδρῳ ἀπειλεῖ τὴν ἐκτομήν, τὴν
ἀκαρπίαν σου βλέπουσα, μὴ οὖν ἄκαρπος μείνῃς, ψυχή μου, ἀλλὰ βόησον Θεῷ, ἐν
θερμῇ μετανοίᾳ· Ἡμάρτηκά σοι, σῶσον με.
Φωνὴ
βοῶντος ἠκούσθη, ἐν ἐρήμοις καρδίαις· Εὐφράνθητε, ἐπέστη ὁ Χριστός, ἄφεσιν πᾶσι
δωρούμενος, ἁγιάσθητε πᾶσα, ἡ θάλασσα, πηγαὶ καὶ ποταμοί, καὶ κοιλάδες καὶ
νάπαι, καὶ πᾶσα ἡ ὑφήλιος.
Τοῦ
Ἁγίου. Κυρίως Θεοτόκον
Ἱέρευσας
προθύμως, σεαυτὸν Παμμάκαρ, τῶν ἡδονῶν τῇ νεκρώσει καὶ γέγονας, τοῦ δι' ἡμᾶς
νεκρωθέντος, θῦμα εὐπρόσδεκτον.
Ὡς
θεῖος Κορυφαῖος, ἱερῶν Πατέρων, ἱερώτατον δόγμα ἐκράτυνας, αἱρετικῶν ἀποφράξας,
ἄθεα στόματα.
Συνήφθης
ταῖς χορείαις, ταῖς τῶν Ἀσωμάτων, τοὺς ἀσωμάτους ἐχθροὺς τροπωσάμενος,
περιφανῶς Ἱεράρχα, θέοφρον Σίλβεστρε.
Ἡ
μνήμη σου τῷ κόσμῳ, Πάτερ Ἱεράρχα, ὡς φωταυγὴς ἑξανέτειλεν ἥλιος, φωταγωγοῦσα
τοὺς πίστει, ἀνευφημοῦντάς σε.
Θεοτοκίον
Φιλάγαθε
Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, τὸν ἀγαθὸν ἡ τεκοῦσα, Θεὸν
καὶ Κύριον.
Ἕτερος.
Ἀνάρχου Γεννήτορος.
Ψυχῶν
καθαρτήριον, ἐν Ἰορδάνῃ πάρεστιν, Ἰησοῦς ὁ τῆς δόξης, ἄδυτος Ἥλιος, λύων τῶν
παθῶν τὴν ὁμίχλην, τὴν ζοφεράν, δαιμόνων ἀπάτην, ἐξαίρων· φιλέορτοι, τοῦτον
πίστει προσκυνήσωμεν.
Ἡ
Ῥώμη νῦν γήθεται, πλουτοῦσα ποιμενάρχην σε, τὰ πρωτόλεια μάκαρ, ὡς
χειρωσάμενον, τῆς ψυχοβλαβοῦς δυσαχθοῦς τε, ἐχθροῦ σατάν, σύστημα Ἑβραίων,
τροπώσας ἠγάγου γάρ, εὐκλεῶς τὴν νίκην Σίλβεστρε.
Ἀΰλων
ταῖς τάξεσιν, Ὁσίων ταῖς χορείαις τε, Ἀθλοφόρων τῇ τάξει, καὶ Ἱερέων σκηναῖς,
ἔνθα ἀγαλλίασις πᾶσα, καὶ ἡ χαρά, τῶν ἑορταζόντων, καὶ ἄσκιος ἔλλαμψις, ἕστης
χαίρων μάκαρ Σίλβεστρε.
Θεοτοκίον
Ζωὴν
ἡ κυήσασα, βροτῶν εἰς ἀπολύτρωσιν, νεκρωθεῖσαν Παρθένε, τοῖς παραπτώμασι,
ζώωσον ἁγνὴ τὴν ψυχήν μου, ὡς συμπαθής, ὡς μόνη προστάτις, τῶν καταφευγόντων
Σου, ἐν τῇ σκέπῃ παναμώμητε.
Ἐξαποστειλάριον.
Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Φωνὴ
βοῶντος ἤχησε καὶ οἱ βουνοὶ σκιρτήσατε, χόρευσον γένος ἀνθρώπων· ὁ γὰρ
προάναρχος Λόγος, σάρκα λαβὼν ὡς ἄνθρωπος, ἥκει βαπτισθησόμενος, ὑπὸ χειρῶν ὧν
ἐπλασεν, ἐν Ἰορδάνῃ καὶ λύσων, τοῦ κόσμου τὴν ἁμαρτίαν.
Προέορτιον.
Ὅμοιον.
Πῶς
ῥεῖθρά σε ποτάμια, εἰσδέξονται Φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας, ποιήσαντα
ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος, χειροθετῆσαι
Δεσπότα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος.
Αἶνοι. Εἰς τοὺς Αἴνους
ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, ὧν ἡ ἀκροστιχὶς μέχρι τῶν
τῆς Ε' τοῦ παρόντος μηνός. ᾎσμα Θεοφάνους εἰς τὰ Φῶτα. Ἦχος πλ. β'. Αἱ
Ἀγγελικαί.
Αἱ
Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, ἐκ τῆς Βηθλεέμ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου.
Προέρχου Ἰωάννη, καταλείψας τὴν ἔρημον. Χαῖρε ποταμὲ καὶ εὐτρεπίζου. Πᾶσα δὲ γῆ
ἀγαλλιάσθω. Χριστὸς ἔρχεται, τὴν ἁμαρτίαν τοῦ Ἀδάμ, καθᾶραι ὡς
εὔσπλαγχνος.
Στόμασιν
ἁγνοῖς, καὶ ψυχαῖς κεκαθαρμέναις, δεῦτε μυστικῶς, Βηθλεὲμ μεταχωροῦντες, καὶ
πρὸς τὸν Ἰορδάνην, σὺν Χριστῷ ἐπειγόμενοι, ᾄσωμεν αὐτῷ μετ' εὐφροσύνης, αἱ
πατριαὶ τῆς γῆς νῦν πᾶσαι, πιστῶς λέγουσαι· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα
σοι.
Μέγα
καὶ φρικτόν, τὸ μυστήριον ὑπάρχει! ὅτι ὁ Θεός, τοῖς ἀνθρώποις ὡμοιώθη, καὶ
ἁμαρτίαν ὅλως, μὴ εἰδὼς ὁ ἀνεύθυνος, ὑπὸ Ἰωάννου βαπτισθῆναι, ἐν ποταμῷ τῷ
Ἰορδάνῃ, αἰτεῖ σήμερον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἄνθος
ἐκ Δαυῒδ, ἀνατείλας τῆς Παρθένου, ἦλθεν ὁ Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, τάς
ἁμαρτίας πλῦναι, τοῦ Προπάτορος ὕδασι. Χόρευσον Ἀδάμ, εὐφραίνου Εὔα, ὁ οὐρανὸς
ἀγαλλιάσθω, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.
Δόξα.
Ἦχος πλ. δ΄.
Τίς
ἐπαξίως ὑμνήσει, τῆς πολιτείας σου τὰ θαυμάσια; ἢ τίς ἐξαριθμήσει, τοὺς ὑποὲρ
τῆς πίστεως ἀγῶνάς σου, Σίλβεστρε Πάτερ ἱερώτατε; Δι’ ἀσκητικῶν γὰρ
παλαισμάτων, τῶν ἀρετῶν ἀνελθὼν εἰς ἀκρώρειαν, τῇ νεύσει τοῦ Παρακλήτου, τοῦ
Κορυφαίου ἐν τῷ θρόνῳ ἐκάθισας· ἀποστολικοῖς δὲ διαπρέψας προτερήμασι,
Εὐαγγελίου τοῖς ζωηροῖς διδάγμασι, τοὺς ἐν ταῖς ἀνοδίαις τῆς δυσσεβείας
πλανωμένους, πρὸς τὴν ὁδὸν τῆς εὐσεβείας καθωδήγησας, διδάξας αὐτοὺς ὀρθοδόξως
προσκυνεῖν, τὴν ἐν τρισὶ προσώποις Θεότητα, τὸν Πατέρα καὶ Υἱὸν σὺν τῷ
Πνεύματι. Διὸ σήμερον οἱ πιστοί, τὴν μνήμην σου πανηγυρίζοντες, εὐλαβῶς
ἀναβοῶμέν σοι· ἱλέωσαι ἡμῖν συμπαθῶς, τὸν δοξάσαντά σε Κύριον, τῇ πρεσβείᾳ σου
Πάτερ Ὅσιε.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἰωάννη
Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ'
Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου,
καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις
βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Γνώσει
οὐρανίῳ καταλαμφθείς, θεῖος Ἱεράρχης, ἀναδέδειξαι ἀληθῶς, καὶ τοῦ Κορυφαίου,
ἐκόσμησας τὸν θρόνον, δι’ ἔργων σου καὶ λόγων, Σίλβεστρε Ὅσιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου