ΙΑΝΟΥΑΡΙΟΥ
Γ΄
ΘΩΜΑΪΣ ΟΣΙΑ ΛΕΣΒΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(
Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου)
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς'. καὶ
ψάλλομεν τὰ ἐξῆς Προσόμοια τῆς Ἁγίας. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς τῷ φόβῳ τοῦ
Κτίσαντος, τὴν ψυχὴν καθηλώσασα, βίον Μῆτερ ἔνθεον πεπολίτευσαι, ταῖς ἀρεταῖς
διαλάμψασα, καὶ τρόπων χρηστότητι, θεραπεύσασα Θεόν, Θωμαῒς
ἀξιάγαστε· διὰ τοῦτό σε, ὁ Σωτὴρ χαρισμάτων δαψιλείᾳ καὶ θαυμάτων ἐνεργείᾳ, ὡς
εὐεργέτης ἐδόξασε.
Ὡς φυτὸν θεοδώρητον,
καὶ εὐχῆς θεῖον βλάστημα, ἐπεδόθης πάνσεμνε τοῖς σὲ φύσασιν· ἡ γὰρ
πανάχραντος Δέσποινα, ὀφθεῖσα ἐδήλωσε, τῇ ἀκάρπῳ σου μητρί, τὴν ἁγίαν σου
γέννησιν, προτυπώσασα, Θωμαῒς τὴν λαμπρὰν
καρποφορίαν, τῆς ἀμέμπτου βιοτῆς σου, καὶ ἀρετῶν τὴν ἐπίδοσιν.
Ἐντολαῖς τοῦ
Παντάνακτος, τὴν ζωήν σου ἰθύνουσα, ἀκλινὴς διέμεινας καὶ ἀκράδαντος, τῆς τοῦ
συζύγου σκαιότητος, ὁρμὴν τὴν ἀλόγιστον, καὶ τὴν γνώμην τὴν σκληράν, οὐρανίῳ
φρονήματι, ὑπομένουσα, καὶ όσίως τελέσασα τον βίον, Θωμαῒς
κατηξιώθης, τῆς τῶν Ἁγίων λαμπρότητος.
Τὸ τῆς Λέσβου
καλλώπισμα, ἀρετῶν τὸ κειμήλιον, ἐναρέτων πράξεων τὸ θησαύρισμα, συζυγικῆς
συμβιώσεως, εἰκόνα τὴν ἔμψυχον, καὶ στεῤῥᾶς ὑπομονῆς, τὴν λαμπρὰν ὑποτύπωσιν,
καὶ ὑπόδειγμα, γυναικῶν αἱρουμένων ζῆν ἀμέμτως, Θωμαΐδα τὴν Ὁσίαν, ᾀσματικῶς
μακαρίσωμεν.
Χαρισμάτων τοῦ
Πνεύματος, θησαυρὸς πολυτίμητος, σοῦ τὸ θεῖον λείψανον ἀναδέδεικται· πηγὰς
θαυμάτων γὰρ ἔβλυζεν, ἰώμενον ἅπαντας, τοὺς προστρέχοντας
πιστῶς, ἀφθαρσίας τῇ χάριτι, ὑπὲρ ἔννοιαν, δοξασθὲν Θωμαῒς
θαυματοφόρε, ἐπινεύσει τοῦ Σωτῆρος, τοῦ σὲ λαμπρῶς
θαυμαστώσαντος.
Τῷ τιμίῳ
λειψάνῳ σου, βασιλὶς ἡ τῶν πόλεων, πάλαι ἡγιάζετο Θείῳ Πνεύματι· νῦν δὲ
ἡμεῖς τὴν πρεσβείαν σου, πλουτοῦντες πανεύφημε, ὡς θερμὴν καταφυγήν, πειρασμῶν
τε καὶ θλίψεων, ἐκλυτρούμεθα, ἐξαιρέτως δὲ Λέσβος ἡ πατρίς σου, Θωμαῒς
ἀγαλλομένη, τοῖς σοῖς σεπτοῖς προτερήμασι.
Δόξα. Ἦχος πλ. β'.
Σήμερον τῆς τοῦ
Χριστοῦ ἐπιφανείας, προτυποῦσα τὴν ἔλλαμψιν, ἡ τῆς
Ὁσίας Θωμαΐδος μνήμη, τῇ Εκκλησίᾳ
ἐπέφανεν· ἐν ἔργοις γὰρ φωτὸς διαλάμψασα, τοῦ θείου νόμου ταῖς ἀκτῖσι
λαμπρύνει, τοὺς βοῶντας πρὸς αὐτήν· χαίροις τῶν ἀρετῶν στολισαμένη τὴν
εὐπρέπειαν, τῶν γεηρῶν φρονημάτων, ἀποβαλοῦσα τὸ ἄχθος·
χαίροις συζυγικῆς κοινωνίας τίμιον ἄγαλμα, καὶ ἀληθοῦς καρτερίας, στηλογραφία
λαμπρά· χαίροις τῆς Λέσβου θρέμμα ἱερόν, καὶ τοῦ Θεοῦ θεοφόρος θεράπαινα· ᾯ
πρέσβευε Ὁσία Μῆτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ἔρχεται πρὸς
᾽Ιορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καὶ φησὶ πρὸς αὐτόν·
Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; οὐ τολμῶ ὁ χόρτος
προσψαῦσαι τῷ πυρί· σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ προκείμενον τῆς
ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.
Παροιμιῶν τὸ ᾽Ανάγνωσμα. (Κεφ, λα', λα΄. 10.
-20, 25)
Γυναῖκα
ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ
τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον,
ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,
καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν
αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε
τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ᾽Εγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ
ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ
συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε
πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. ᾽Ισχὺν καὶ εὐπρέπειαν
ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε' 15.
ς' 3)
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν· λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς
παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου
τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται
χάλαζαι· ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς,
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. ᾽Ακούσατε οὗν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς,
ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη
παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ᾽Ανάγνωσμα. (Κεφ. δ' 7 -
11)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον,
οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώτοις, καὶ ἡλικία γήρως, βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη.Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α'.
Εὐφραίνεται
ἐνθέως, ἡ σὲ βλαστήσασα Λέσβος, καυχωμένη τῇ δόξῃ σου, Θωμαῒς μακαρία· ἐν γὰρ
τῷ νόμῳ τοῦ Θεοῦ, ἀμέμπτως βιώσασα, ὡς ἀδάμας ὑπέμεινας, τὰς ἐν τῷ βίῳ θλίψεις·
ἀνθ᾽ ὧν δόξης ἀληθοῦς, παρὰ Θεοῦ ἀξιωθεῖσα, τύπον ἀπαράμιλλον τὸν σὸν βίον
ἔλιπες, τοῖς ὑπὸ ζυγὸν συμβιοῦσιν, ἐν εὐσεβείᾳ καὶ σεμνότητι. ᾽Αλλ' ὡς ἔχουσα
παῤῥησίαν, πρὸς Χριστὸν Ὁσία, δίδου ἀεὶ ὑπομονήν, τοῖς πόθῳ σε γεραίρουσι.
Ἦχος
β'.
Ἐπαγγελίας
θεϊκῆς, καρπὸς ὀφθεῖσα τοῖς σὲ βλαστήσασιν,
ἀξίως τῆς χάριτος, τῷ κόσμῳ διέπρεψας· τοῖς γὰρ
ἐπηγγελμένοις ἀγαθοῖς, τὸν σὸν βίον ῥυθμίζουσα, τὸ εὐγενές σου τῆς
ψυχῆς, ἀκηλίδωτον ἔσωσας, ἐκ πάσης φαυλότητος· καὶ τοῦ εὐνέτου τῷ θυμῷ,
τὴν σὴν γαλήνην παραθεῖσα, τὸν φρυαττόμενον δράκοντα, ἐφαύλισας Ὁσία· διό σε
μακαρίζομεν, Θωμαῒς παμμακάριστε.
Ἦχος
γ΄.
Μαρτυρικὴν στεῤῥότητα, ἐνδεικνυμένη
Ὁσία, οὐδαμῶς σεσάλευσαι, τῆς κρείττονος στάσεως, ἐν πραΰτητι ψυχῆς,
Θεὸν δοξάζουσα· καὶ ὡς χρυσὸς ἐν καμίνῳ δοκιμασθεῖσα, ταῖς ποικίλαις
θλίψεσι, συζυγικῇ ἀπηνείᾳ, ὑπὲρ ἥλιον ἔλαμψας, ἀναστροφῇ ἁγίᾳ καὶ καλῶν
ἔργων δυνάμεσι· καὶ πάσας παιδεύεις, τὰς ὑπὸ χεῖρα ἀνδρὸς τελούσας,
σωφρόνως βιοῦν, καὶ ἐν φρονήσει διάγειν, τὰ πρέποντα γυναιξίν,
ἐπαγγελλομέναις θεοσέβειαν. ᾽Αλλ' ὦ Θωμαῒς ἀξιάγαστε, ἀπαύστως ἱκέτευε, ὑπὲρ
τῶν τιμώντων σε.
Δόξα.
Ἦχος δ'.
Ἄνω ἔχουσα τὸν
νοῦν, καὶ τῆς καρδίας τὴν ἔφεσιν, σωματικῶν ἀλγηδόνων οὐκ
ἐφρόντισας, ἐν ταπεινώσει πολλῇ, καὶ εἰρήνῃ λογισμῶν,
τὴν σὴν ζωὴν διανύουσα, καὶ καρποφοροῦσα Κυρίῳ, τοὺς καρποὺς τῆς πίστεως.
Ὅθεν λαμπρῶς ἐδοξάσθης, καὶ ζῶσα καὶ μετὰ τέλος, Θωμαῒς πανθαύμαστε· τὸ
γὰρ σεπτόν σου σῶμα, ἄφθαρτον πιστοῖς ἐδόθη, ὑπὲρ λόγον καὶ νόμον τῆς φύσεως,
τρανῶς κηρῦττον, ἣν εὗρες δόξαν παρὰ Θεοῦ τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ
μέγα ἔλεος.
Καὶ
νῦν. Ὁ αὺτός. Προεόρτιον.
Ὤ τοῦ παραδόξου
θαύματος! ὁ ἐν Πνεύματι ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι
ὑπὸ Ἰωάννου· Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ' ἐν δυσὶ ταῖς
φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής· ζητῶν μὲν τὸ βάπτισμα, ὡς
ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ
παρέχων πᾶσι τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β'.
Ὅλην ἀποθέμενοι.
Βίον
ἀκηλίδωτον, ἐν ἀγαθῇ συνειδήσει, καὶ πολλῇ χρηστότητι, καὶ ψυχῆς θερμότητι πρὸς
τὸν Κύριον, Θωμαῒς πάνσεμνε, εὐσεβῶς βιοῦσα, τοῦ συζύγου τὴν ὠμότητα, στεῤῥῶς
ὑπήνεγκας, ὥσπερ ἄλλου πάσχοντος ἔνδοξε, φρονήσει διαπρέπουσα, καὶ δοξολογίᾳ
πρὸς Κύριον· ὅθεν ἐδοξάσθης, πλουσίαις δωρεαῖς παρὰ Θεοῦ, καὶ τῶν θαυμάτων
ἀπείληφας, Μῆτερ τὴν ἐνέργειαν.
Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Πλήρης θείων
πράξεων, ἐν ταπεινώσει καρδίας, ὡς ἐλαία εὔκαρπος,
Θωμαῒς
ὑπάρχουσα θείῳ ἔρωτι, πρὸς Θεὸν
ἔδραμες, ἐν ἀγαλλιάσει, καὶ τὸ τίμιόν σου λείψανον, πιστοῖς κατέλιπες, πλῆρες
εὐωδίας τοῦ Πνεύματος, πηγάζον χάριν ἄφθονον, καὶ παθῶν διῶκον τὴν κάκωσιν·
ὅθεν σε τιμῶμεν, ὡς σκεῦος οὐρανίων ἀρετῶν, καὶ δυσωποῦμεν πρεσβεύειν σε, ὑπὲρ
τῶν τιμώντων σε.
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν...
Λέσβος ἡ περίφημος,
ὡς εὐωδέστατον ἄνθος, Μῆτερ σὲ βλαστήσασα, τῇ ὀσμῇ εὐφραίνεται τῶν χαρίτων σου,
Θωμαῒς πάνσεμνε, γυναικῶν ἡ δόξα, συζυγίας καὶ σεμνότητος, κανὼν εὐθύτατος,
καὶ περιφανὴς ὑποτύπωσις· διό σε μακαρίζομεν, καὶ τὴν σὴν γεραίρομεν
κοίμησιν, ὡς ἂν ταῖς εὐχαῖς σου, ῥυώμεθα σκανδάλων χαλεπῶν, καὶ ἐν εἰρήνῃ
διάγωμεν, πᾶσαν τὴν ζωὴν ἡμῶν.
Δόξα.
Ἧχος πλ. δ'.
Ἐν εὐσταθείᾳ
ἀῤῥαγεῖ, ὑποταγεῖσα τῷ θείῳ θελήματι, τὸν ἐχθρὸν ὑπέταξας, ἐν τοῖς ποσί σου
θεόληπτε· τὰς ἐν βίῳ γὰρ πικρὰς ἐπιφοράς, ὡς εὐσεβείας στάδιον τελέσασα,
τῆς αἰωνίου ζωῆς τὸν κλῆρον, ἐπαξίως εἴληφας. Καὶ νῦν τῆς δόξης τοῦ Θεοῦ,
ἀνακεκαλυμμένως τρυφῶσα, πρέσβευε Θωμαῒς μακαρία, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Προεόρτιον.
Καὶ νῦν. Ὁ αὐτός.
Ἰωάννη
Βαπτιστά, ὸ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ'
᾽Αγγέλων μοι λειτούργησον· ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς
ἀχράντου· καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν ᾽Ιορδάνην ἐπαναστραφέντα,
σὺν τούτοις βόησον. Ὁ ἐκ Παρθένου σαρκωθείς, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.
Νῦν ἀπολύεις, τὸ τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰς θλίψεις τοῦ
βίου σου ὡς προσφορὰν λογικήν, Χριστῷ προσενέγκασα τὴν τῶν θαυμάτων ἰσχύν, Ὁσία
ἀντείληφας· ὅθεν ὡς συζυγίας, ὑποτύπωσιν θείαν, μέλπομεν Θωμαΐς σε, καὶ πιστῶς
σοι βοῶμεν· χαῖρε τῆς νήσου Λέσβου, σεμνὸν ἐγκαλλώπισμα.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Κατεπλάγη ᾽Ιωσήφ.
Ἑτοιμάζου
Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. ᾽Ιορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν,
τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. ᾽Αγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμήτορι· μὴ
κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν,
ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων
ἀνακαινίσαι.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Κάθισμα.
Μετὰ τὴν α'. Στιχολογίαν. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ,
Ὡς δῶρα
ἐκλεκτά, τὰς σεπτὰς ἀρετάς σου, προσήγαγες
Χριστῷ, Θωμαῒς μακαρία, ἐν θλίψεσιν ἀνύσασα, τὴν ζωήν σου θεόληπτε·
ὅθεν σύσκηνος, τῶν ἀπ᾽ αἰῶνος Ἁγίων, ἀναδέδειξαι, μεθ' ὧν ἱκέτευε Μῆτερ, ὑπὲρ
τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Προέρχεται
σαρκί, ὁ τῶν ὅλων Δεσπότης, ἐν ῥείθροις ποταμοῦ, βαπτισθῆναι θελήσει, τὸν ῥύπον
τῶν ψυχῶν ἡμῶν, ἐκκαθάραι δι' ἔλεος. Προεόρτιον, τούτῳ προσοίσωμεν αἶνον, καὶ
δοξάσωμεν, σὺν τῷ Προδρόμῳ τῷ θείῳ, αὐτοῦ τὴν χρηστότητα.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.
Ἀνδρείως
ἔφερες, τὰς τοῦ συζύγου σου, πληγὰς καὶ μώλωπας καὶ πικρὰ σκώμματα, ἐν
ἀπηνείᾳ χαλεπῇ, καὶ γνώμῃ θηριοτρόπῳ, Θωμαῒς
πανθαύμαστε, καὶ τὸν δόλιον ἔκτεινας, τῇ ἀπαρατρέπτῳ σου,
τῆς ψυχῆς καρτερότητι· διὸ καὶ θαυμαστῶς ἐδοξάσθης,
παρὰ Χριστοῦ τοῦ στεφοδότου .
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Χριστὸς ὡς
ἄνθρωπος, ἐλθεῖν ἐπείγεται, πλούτῳ χρηστότητος, ἐπὶ τὸ
βάπτισμα, πρὸς ᾽Ιορδάνην ποταμόν,
ἐκπλύνων με ῥυπωθέντα· δεῦτε ὑπαντήσωμεν, τῇ αὐτοῦ ἀγαθότητι, ὕμνον
προεόρτιον, ἀναμέλποντες ἅπαντες, βοῶντες ὁμοφώνῳ καρδίᾳ· δόξα Χριστὲ τῇ
εὐσπλαχνίᾳ σου.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Θωμαΐδα τὴν
θείαν καὶ οὐρανόφρονα, ἣν ἡ Λέσβος ὡς δένδρον εὔκαρπον ἤνεγκεν, ἀνυμνήσωμεν
πιστοὶ ἐνθέοις ᾄσμασιν· ὅτι προσήγαγε Χριστῷ, τοὺς καρποὺς τῶν ἀρετῶν,
καὶ δόξης μετέσχε θείας, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν τὴν αὐτῆς τιμώντων κοίμησιν.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Ὁ τῶν ὅλων
Δεσπότης ὡς πολυεύσπλαχνος, τοῦ ᾽Αδὰμ τὴν πτωχείαν ἀναλαβόμενος, πρὸς ᾽Ιορδάνην
ποταμὸν σπεύδει θελήματι, ἀνακαθάραι τὸν Ἀδάμ, ἐκ τῆς ἀρχαίας ἀρᾶς,
βαπτίσματι τῷ οἰκείῳ· ὅθεν ὑμνήσωμεν τούτου, τὴν ὑπὲρ λόγον συγκατάβασιν.
Τὸ
α'. ἀντίφωνον τοῦ δ'. ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν...
Εὐαγγέλιον
τὸ ἐν τῆ Λειτουργίᾳ τοῦ Ἁγίου Σάββα.
Ὁ
Ν'.
Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ
νῦν:
Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β'. Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ
Θεός...
Τὴν
στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀνύσασα, Θωμαῒς
θεόφρον, ἐν πλατυσμῷ θείας ἀγάπης, τὰς τοῦ ἐχθροῦ πορείας ἀπεστένωσας, καὶ πρὸς
πλάτος τῆς ἄνω βασιλείας ἐσκήνωσας. Αὐτῆς
καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τοὺς τελοῦντας τὴν μνήμην σου.
Εἶτα
οἱ κανόνες, ὁ Προεόρτιος, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Θωμαῒς ἡ θεόφρων ὑμνείσθω. Γερασίμου.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Θεοῦ
λαμπομένη ταῖς ἀστραπαῖς, Θωμαῒς θεόφρον, φωτοφόροις σου
προσευχαῖς, λῦσον τῆς ἀγνοίας μου τὸν ζόφον, ὅπως ὑμνήσω Ὁσία τὴν μνήμην σου.
Ὡράθη μητρί σου
τῇ εὐκλεεῖ, ἡ Θεογεννήτωρ, τὴν σὴν γέννησιν τὴν σεπτήν,
ἐπαγγελλομένη θεοφόρε, ἔνθεν ὡς ἄνθος ἐφύης πανεύοσμον.
Μητρῴων προήχθης
ἐξ ἀγκαλῶν, ἐν φόβῳ Κυρίου, καὶ ἐν ἤθεσιν ἱεροῖς, καὶ ὤφθης ζωῆς τῆς ἐναρέτου,
καλλιεργοῦσα τὴν χάριν τὴν ἄφθονον.
Θεοτοκίον.
Ἁγνὴ Θεοτόκε
Μῆτερ Θεοῦ, τὸν ἄναγνον νοῦν μου ἐπινοίαις ταῖς πονηραῖς, κάθαρον ῥοπῇ σου τῇ
εὐσπλάγχνῳ, καὶ θεαρέστως βιοῦν με ἐνίσχυσον.
ᾨδὴ
γ'. Σὺ εἶ τὸ στερέωμα.
Ἴθυνας τὸν βίον
σου, πρὸς ἐντολῶν θείων πλήρωσιν, ὁλοσχερῶς, Θωμαῒς Ὁσία, καὶ Θεῷ
εὐηρέστησας.
Σύνευνον
ὡς ἔσχηκας, άπανθρωπίᾳ κρατούμενον, τὰς παρ' αὐτοῦ, ἤνεγκας
κακώσεις, θεολήπτῳ φρονήματι.
ᾚνεις τὸν
Φιλάνθρωπον, προσομιλοῦσα ἑκάστοτε, πικραῖς πληγαῖς, χερσὶ τοῦ συζύγου, Θωμαῒς
θερμῷ στόματι.
Θεοτοκίον.
Θραῦσον τὰ
φρυάγματα, τὰ καθ' ἡμῶν τοῦ ἀλάστορος, Μῆτερ Θεοῦ, καὶ γαλήνην δίδου, τῇ
ζωῇ ἡμῶν πάντοτε.
Κάθισμα
. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τὸ σῶμα
νεκρώσασα ὑπομονῇ τῶν δεινῶν, τὸν νοῦν σου ἐπτέρωσας πρὸς τὸν Θεὸν ἀκλινῶς,
ἀγάπῃ τῇ κρείττονι· ὅθεν μετατεθεῖσα, πρὸς τὰς ἄνω σκηνώσεις, ῥεῖθρα ἀεὶ
βλυστάνεις, ἰαμάτων ποικίλων, τοῖς πίστει προσιοῦσί σοι, Θωμαῒς ἀξιοθαύμαστε.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Ἐν ῥείθροις
ἐφίσταται, τοῦ Ἰορδάνου Χριστός, αἰτούμενος βάπτισμα, εἰς σωτηρίαν ἡμῶν ὁ φύσει
φιλάνθρωπος· δεῦρο ὦ Ἰωάννη, ἐξ ἐρήμου ἐν φόβῳ· χόρευε πᾶσα κτίσις,
ἐκβοῶσα Κυρίῳ· ὑμνοῦμέν σου Φιλάνθρωπε, τὴν θείαν ἐπιφάνειαν.
ᾨδὴ
δ'. Εἰσακήκοα Κύριε.
Ἐν τῷ νόμῳ τοῦ
Κτίστου σου, Μῆτερ τὸ σὸν θέλημα κατευθύνουσα, δένδρον πέφηνας κατάκαρπον,
εὐσεβείας πάσης καὶ σεμνότητος.
Ὁ σὸς βίος ὑπόδειγμα,
Θωμαῒς ὡράθη ταῖς ὑπὸ σύζυγον, γυναιξὶν οὔσαις θεόληπτε, καὶ στεργούσαις
ζῆν ἐν καθαρότητι.
Φωτὸς θείου
πεπλήρωσαι, οἶά περ δοχεῖον τοῦ θείου Πνεύματος, Θωμαΐς· ὅθεν ἀπήλασας, ἐξ
ἀνθρώπων πνεύματα ἀκάθαρτα.
Θεοτοκίον.
Ῥάβδος ὤφθης θεόβλαστος,
ἀποτίστως Κόρη κυοφορήσασα, ὥσπερ ἄνθος ζωῆς εὔοσμον, τὸν
κρατοῦντα πάντα θείῳ νεύματι.
ᾨδὴ
ε'. ᾽Ορθρίζοντες βοῶμέν σοι.
Ὡς ἔμπλεως
φρονήσεως ἔφερες, τοῦ σοῦ ἀνδρός, Μῆτερ τὸ ἀπάνθρωπον, μαρτυρικῶς συμβιώσασα.
Νοΐ
σου καθαρῷ ἀτενίζουσα, πρὸς τὸν Χριστόν, Θωμαῒς ὑπέμεινας,
μεγαλοφρόνως τὰ χείρονα.
Ὑπέστης τῆς
σαρκὸς τὰ ἐπώδυνα, καὶ τῆς σαρκός, παύεις τὰ παθήματα, τῇ τοῦ λειψάνου σου
χάριτι.
Θεοτοκίον.
Μαρία Θεοτόκε
Πανάχραντε, Μῆτερ Θεοῦ, λῦσον τῆς καρδίας μου, τὴν συνοχὴν καὶ τὸ ἄλγημα.
ᾨδὴ
ς'. Τὴν δέησιν ἐκχεῶ.
Νηστείαις, καὶ
οἰκτιρμοῖς τῶν πενήτων, θεραπεύουσα τὸν πάντων Δεσπότην, ὤφθης γυμνῶν
περιβόλαιον Μῆτερ, καὶ ὀρφανῶν καὶ ἀπόρων περίθαλψις· ὅθεν ἀξίων ἀμοιβῶν,
Θωμαῒς οὐρανόθεν ἠξίωσαι.
Ἐν πόνοις τὸν
σὸν τελέσασα βίον, πρὸς τὴν ἄπονον μεθέστηκας λῆξιν, καὶ πάντα πόνον καὶ θλῖψιν
κουφίζεις, ταῖς πρὸς Χριστὸν θεοφόρε πρεσβείαις σου, τῶν προσιόντων εὐλαβῶς,
Θωμαῒς τῇ θερμῇ ἀντιλήψει σου.
Ἰάσεις, ἐν τῇ
σαρκὶ περιοῦσα, ἐπετέλεις ἐν τῇ θείᾳ δυνάμει, καὶ πρὸς Θεὸν μεταστᾶσα Ὁσία,
θαυματουργεῖς ἰωμένη ἐκάστοτε, τοὺς προσιόντας εὐλαβῶς, τῇ σορῷ τοῦ ἁγίου
λειψάνου σου.
Θεοτοκίον.
Σαρκοῦται, ἐκ
τῶν ἁγνῶν σου αἱμάτων, ὁ τὸ εἶναι παρασχὼν τοῖς ἀνθρώποις, μὴ ἀποστὰς τῆς
οἰκείας οὐσίας, καὶ τὸν πλανώμενον ἄνθρωπον ἔσωσε, Θεογεννῆτορ Μαριάμ, ὁ τῶν
ὅλων Δεσπότης καὶ Κύριος.
Κοντάκιον.
Ἦχος δ΄. ᾽Επεφάνης σήμερον.
Πόνους
πλείστους ἤνεγκας καὶ κακουχίας, Θωμαῒς πανθαύμαστε, ὲν τῇ δυνάμει τοῦ Χριστοῦ·
ὅθεν ἀξίως δεδόξασαι, καὶ τῶν Ἁγίων
ἐδέξω τὸν στέφανον.
Ὁ
Οἶκος.
Ποικιλοτρόπως,
ὦ σεμνή, ἐν τῷ παρόντι βίῳ, οἷά περ δούλη ἐκλεκτή, Χριστοῦ τοῦ βασιλέως,
ἐδοκιμάσθης ὡς χρυσός, ἐν τῇ καμίνῳ τῶν δεινῶν, πόνων καὶ δοκιμασιῶν, τῇ τοῦ
οἰκείου εὐνέτου ἀπανθρώπῳ γνώμῃ, καὶ σκληροτάτῃ προθέσει, Θωμαῒς πανθαύμαστε,
γυναικῶν σεμνὸν ἐγκαλλώπισμα· μαρτυρικὸν γὰρ ἤνυσας στάδιον, καὶ τῇ σῇ
ἀπεριτρέπτῳ καρτερίᾳ καὶ ἀνενδότῳ ὑπομονῇ καὶ θεολήπτῳ φρονήσει, ᾔσχυνας τοῦ
παλαμναίου ἐχθροῦ τὸ φρύαγμα, τοῦ κατὰ σοῦ κινοῦντος τὰς τοῦ συζύγου χεῖρας καὶ
ὡς ἐν μαργάροις νοητοῖς, καὶ πολυτίμοις λίθοις, τοῖς μώλωψι καὶ
ταῖς πληγαῖς, στολισθεῖσα τῆς σαρκός, νικηφόρος ἀνέδραμες ἐν τῷ νυμφῶνι τοῦ
Κυρίου, λιποῦσα τοῖς πιστοῖς τὸ σὸν λείψανον, ἄφθαρτον, εὐῶδες θείᾳ ῥοπῇ, καὶ
ἰατρεῖον παντοίων νοσημάτων· ἀξίως γὰρ παρὰ Χριστοῦ δεδόξασαι, καὶ τῶν
Ἁγίων ἐδέξω τὸν στέφανον.
Συναξάριον.
Ὁ
κλῆσιν αὐχῶν Ἀγγέλου Μαλαχίας,
Αὐχεῖ μάλιστα τὴν μετ' Ἀγγέλων στάσιν.
Αὐχεῖ μάλιστα τὴν μετ' Ἀγγέλων στάσιν.
Οὗτος, μετὰ τὴν ὑποστροφὴν τῆς αἰχμαλωσίας, τίκτεται
ἐν Σοφερῷ, ἐκ φυλῆς Λευΐ. Ἔτι δὲ νέος ὤν, πολιτείαν ἀρίστην ἐκτήσατο, καὶ τό,
Μαλαχίας, ἐπώνυμον ἔσχεν, ὃ καὶ ἑρμηνεύεται Ἄγγελος· ἦν γὰρ τὸ εἶδος διαπρεπής.
Ἀλλὰ καὶ ὅσα αὐτὸς εἶπεν ἐν προφητείᾳ, εὐθὺς δι’ Ἀγγέλου τὴν βεβαίωσιν ἐλάμβανον,
ἐπιφθεγγομένου ταῦτα αὐτῷ. Τῆς δὲ τοῦ Ἀγγέλου φωνῆς ἤκουον μόνης οἱ ἀνάξιοι·
τῆς δὲ ἀξίοις καὶ κατ’ εἶδος ἐφαίνετο. Ἤκμασε δὲ ὁ Προφήτης ἐν ταῖς ἡμέραις
Νεεμίου, μετὰ τὴν ἐπάνοδον ἀπὸ τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας· καὶ κοιμηθείς,
ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ. Ἦν δὲ ἐν τῷ νέῳ τῆς ἡλικίας, τὴν ὄψιν
εὐπρεπής, οὐκ ἐπίμηκες, ἀλλὰ στρογγυλὸν ἔχων τὸ πρόσωπον· οὗτος τὴν τρίχα, καὶ
κεκαρμένην ὑποφαίνων, καὶ πλατὺ τὸ κρανίον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου
Καὶ
τὶς παρέλθῃ Γόρδιον τὸν ὁπλίτην,
Πρὸς φρικτὸν ὅπλον στερρὸν ἄνδρα τὸ ξίφος;
Πρὸς φρικτὸν ὅπλον στερρὸν ἄνδρα τὸ ξίφος;
Οὗτος ἦν ἐκ Καισαρείας τῆς Καππαδοκίας, ἐπὶ Λικινίου τοῦ βασιλέως,
κόμης τὴν τάξιν, στρατιωτῶν ἡγούμενος ἑκατόν. Τὴν δὲ τῶν δυσσεβῶν παῤῥησίαν,
καὶ τὰς εἰς Χριστὸν βλασφημίας μὴ φέρων ὁρᾶν, ἐμάκρυνε φυγαδεύων καὶ μετἂ τῶν
θηρίων ἐν τοῖς ὄρεσι τὴν δίαιταν εἶχεν. Ἀναφλέξας οὖν τὸν εἰς Χριστὸν πόθον,
καὶ κατὰ τῆς πλάνης θάρσος λαβών, ἐπὶ τὴν πόλιν ἀπὸ τῆς ἐρήμου ὥσπερ λέων
ὥρμησε, τὸν προστάτην τῆς ἀπάτης διασπαράξαι ζητῶν. Ἐντὸς δὲ γενόμενος τοῦ
θεάτρου, τὸν Χριστὸν ἀνευφήμησε. Καὶ ἐπιστρέψας τὸ πλῆθος πρὸς ἑαυτόν, καὶ τὸν
ἄρχοντα προκαθήμενον καταπλήξας τῇ παῤῥησίᾳ, καὶ εἰς ἄκραν μανίαν κινήσας, τὴν
διὰ ξίφους δέχεται τελευτήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ
Σημειοφόρου τοῦ ἐν τῷ Ἁγίῳ Ζαχαρίᾳ τῆς Ἀτρώας
Ἄλλος Πέτρος πρόκριτος ὡράθη
Πέτρος,
Σημεῖα ποιῶν ὡς ἐκεῖνος μυρία.
Σημεῖα ποιῶν ὡς ἐκεῖνος μυρία.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Μήτηρ καὶ Δύο Τέκνα, πυρὶ τελειοῦνται.
Μητρὸς φλεγείσης, καὶ τὰ
τέκνα πρὸς φλόγα,
Τετριγότα τρέχουσιν ὡς στρουθοῦ τέκνα.
Τετριγότα τρέχουσιν ὡς στρουθοῦ τέκνα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀκακίου
τοῦ ἐν τῷ Λάτρῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Γενεβιέβης (Genevieve) τῶν Παρισίων
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελίτωνος τῆς Βηρυτοῦ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παντελεήμονος τῆς Μονῆς Κόστυτσεβ Ῥωσίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου, τοῦ Γεωργιανοῦ, τοῦ
ἀνθρώπου τοῦ Θεοῦ
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδη
ζ΄. Παῖδες Ἑβραίων
Θαύμασι Μῆτερ
ἐδοξάσθη, τὸ σὸν λείψανον, τῇ θεϊκῇ δυνάμει, ὃ ἐν κόλποις ποτέ,
ἡ Κωνσταντίνου πόλις, κατέχουσα ἐκήρυττε, Θωμαῒς τὰς χάριτάς σου.
Ὢφθη τὸ θεῖον
λείψανόν σου, κρήνη βρύουσα, ἰάματα ποικίλα· δαιμονῶντας καὶ γάρ, Ὁσία
θεραπεύει, συσφίγγει παραλύτους δέ, καὶ ἰᾶται πᾶσαν νόσον.
Γέγονε Μῆτερ ἡ
σορός σου, τοῖς προστρέχουσιν, ἐν πίστει ἰατρεῖον· θεραπεύει καὶ γάρ, παντοίας
ἀσθενείας, θαυματουργοῦσα πάντοτε, παραδόξως τοῖς αἰτοῦσι.
Θεοτοκίον.
Ἔτεκες Κόρη
ἀποῤῥήτως, τὸν ῥυσάμενον, ἡμᾶς ἐκ τῆς κατάρας, Ἰησοῦν τὸν Χριστόν, ᾧ ψάλλει
πᾶσα κτίσις. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
ᾨδὴ
η'. Οἱ θεοῤῥήμονες Παῖδες.
Ῥώμῃ τῇ θείᾳ
ῥωσθεῖσα τὸ ἀσθενές σου, τὸν ἰσχυρὸν ἐν κακίᾳ κατεπολέμησας δράκοντα,
καθυπομείνασα Μῆτερ, στεῤῥῶς πᾶσαν κάκωσιν.
Ἀγαλλιᾶται ἡ
Λέσβος τοῖς σοῖς σπαργάνοις, ἡ Κωνσταντίνου δὲ πλέον τῷ σῷ λειψάνῳ εὐφραίνεται·
θαυμαστῶς γὰρ Ὁσία, Χριστός σε ἐδόξασεν.
Σωματικῶν
ἀλγηδόνων ψυχῇ άνδρείᾳ, προσαγομένων κακούργως, παλάμαις ταῖς τοῦ συζύγου σου,
οὐκ ἐφρόντισας Μῆτερ, Χριστὸν ἔχουσα στήριγμα.
Θεοτοκίον.
Ἵνα ὑμνῶ σου
Παρθένε τὴν δυναστείαν, τῆς τοῦ ἐχθροῦ με μανίας, τῇ προστασίᾳ σου λύτρωσαι,
καὶ ἰσχύν μοι παράσχου, πατεῖν αὐτοῦ τὰ ἔνεδρα.
ᾨδὴ
θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Μάρτυς ἐδείχθης
ἀληθής, ἐν παντὶ τῷ βίῳ Μῆτερ ἀθλήσασα, ποικίλαις θλίψεσι, καὶ κακουχίαις καὶ
περιστάσεσι· καὶ νῦν Ὁσία Θωμαΐς, Μαρτύρων ταῖς τάξεσι, λαμπρῶς ἠρίθμησαι,
θεωροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα.
Ὅρμον κατέλαβες
ζωῆς, διαπλεύσασα τοῦ βίου τὴν θάλασσαν, αὔραις τοῦ Πνεύματος,
κυβερνωμένη καὶ κατεσκήνωσας, ἔνθα Ἁγίων οἱ χοροί, ὧν ὤφθης ἰσότιμος, Θωμαῒς
πάνσεμνε, καὶ συνέσει καὶ ζωῆς καθαρότητι.
Ὕμνοις μὲν πάλαι
ἱεροῖς, τὸ Βυζάντιον ἐτέλει τὴν μνήμην σου, ἔχον τὸ σκῆνός σου, θαυμάτων βρύον
χάριν ἀέναον· νῦν δὲ Λεσβίων οἱ χοροί, φαιδρῶς εὐφημοῦμέν σε, καὶ ἐκβοῶμέν
σοι· Θωμαῒς ἔσο ἡμῖν φύλαξ ἄγρυπνος.
Θεοτοκίον.
Ὕψιστον τέξασα
Θεόν, ἐξ ἀχράντων σου λαγόνων Πανάχραντε, περιγραφόμενον, ὕλῃ βροτείᾳ τὸν
ἀπερίγραπτον, ἐκ τοῦ βυθοῦ με τῶν κακῶν, ἀνύψωσον δέομαι, τῇ εὐσπλαγχνίᾳ σου,
πρὸς ζωὴν με ἐπανάγουσα κρείττονα.
Ἐξαποστειλάριον.
Τῶν Μαθητῶν ὁρώντων σε.
Ὡς προσφορὰν
ἁγίαν καὶ πανευώδη, τοὺς τοῦ σοῦ βίου Μῆτερ στεῤῥοὺς ἀγῶνας, ὁ ἀθλοθέτης Λόγος
προσδεξάμενος, θεοπρεπῶς δοξάζει σε, θαυματουργίαις ποικίλαις, ὦ
Θωμαῒς μακαρία.
Προεόρτιον.
Ὅμοιον.
Πρὸς ᾽Ιορδάνου
ῥεῖθρα δι' εὐσπλαγχνίαν, οἷα βροτὸς μολεῖ νῦν ὁ πάντων Κτίστης· δεῦτε τούτῳ
πάντες ὑπαντήσωμεν, προεορτίως ᾄδοντες, δοξολογίας καὶ ὕμνους, αὐτοῦ τῇ θείᾳ
κενώσει.
Εἰς
τοὺς Αἴνους. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Αἱ τῶν Λεσβίων
χορεῖαι πανηγυρίσωμεν, τὴν μνήμην τὴν ἁγίαν, τῆς σεπτῆς Θωμαΐδος· αὕτη γὰρ
ὁσίως ἐπὶ τῆς γῆς τῷ Θεῷ εὐηρέστησε, πόνοις πολλοῖς ὁμιλήσασα ἀνδρικῶς, τοῦ
εὐνέτου τῇ σκαιότητι.
Τὶς τὴν πολλήν
σου ἀνδρείαν ὑμνήσει πάνσεμνε; σὺ γὰρ ὥσπερ ἀδάμας, τὴν ἀπάνθρωπον γνώμην, ἐν
ὅλῳ σου τῷ βίῳ καρτερικῶς, τοῦ συζύγου ὑπέμεινας· ὅθεν Θεός σε ἐδόξασε Θωμαΐς,
ἐν σημείοις τε καὶ θαύμασι.
Τοῦ Κωνσταντίνου
ἡ πόλις πάλαι ἠγάλλετο, κατέχουσα Ὁσία, τὸ σὸν ἅγιον σῶμα, θαυμάτων ἐνεργείαις
περιφανῶς, δοξασθὲν θείῳ Πνεύματι· νῦν δὲ ἡμεῖς τῇ πρεσβείᾳ σου Θωμαΐς,
προσιόντες εὐφημοῦμέν σε.
Ἡ νῆσος Λέσβος
χορεύει ὲν τοῖς σπαργάνοις σου, καὶ τὴν σεπτήν σου μνήμην, Θωμαῒς μακαρία,
προθύμως ἑορτάζει, καὶ ἐκβοᾷ· τὴν πατρίδα σου φύλαττε, καὶ σὺν αὐτῇ πᾶσαν πόλιν
τῶν εὐσεβῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Δόξα.
Ἧχος πλ. α'.
Τὰς ἐν κόσμῳ
θλίψεις σου, ἃς ἐν πολλῇ συνέσει ἐδέξω, ἡ οὐράνιος βασιλεία, διεδέξατο Ὁσία· σὺ
γὰρ ὡς πόλις ἀνάλωτος, οὐκ ἐκάμφθης ἐν τοῖς πόνοις, ἀλλὰ τῇ τούτων βίᾳ,
στεῤῥοτέραν ἀπειργάσω, τὴν ψυχὴν ἐν τοῖς πειρασμοῖς· πάντων γὰρ περιεγένου, ἐν
τῷ ἐνδυναμοῦντί σε Χριστῷ, καὶ ἐν πᾶσι κατισχύσασα, τῆς αἰωνίου ζωῆς, τὸν
στέφανον ἐκομίσω. Αὐτῆς καὶ ἡμᾶς, ἀξιωθῆναι
πρέσβευε, Θωμαῒς πανθαύμαστε.
Καὶ
νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ἐν Ἰορδάνῃ
ποταμῷ, Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ βάπτισμα,
καθᾶραι θέλων ἡμᾶς ἐκ τῶν ἀνομιῶν
ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Μεγαλυνάριον.
Ἤθλησας ἐν
πόνοις μαρτυρικοῖς, Θωμαῒς Ὁσία, καὶ κατῄσχυνας τὸν ἐχθρόν· ὅθεν
ἐδοξάσθης παρὰ Θεοῦ πλουσίως, καὶ νέμεις τοῖς αἰτοῦσι, τὴν σὴν βοήθειαν.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι,
ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα
Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις
με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου
ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Αἱ
τοῖς συζύγοις τοῖς δυστρόποις προσκρούουσαι, καὶ τὰς ψυχὰς ὑμῶν καὶ σώματα
φθείρουσαι, κατεπειγόντως σπεύσατε ἰδεῖν, σύζυγον ἀπτόητον, πρὸς βολὰς τοῦ
συζύγου, καὶ καθυπομένουσαν, τὰς ἐκ τούτου βασάνους, τὴν Θωμαΐδα ὑμνήσω τὴν
σεπτήν, Λέσβου ἁπάσης, Ἑλλάδος τε καύχημα.
Δόξα.
Οἱ
ταῖς βασάνοις τῆς ζωῆς συντριβόμενοι, καὶ ταῖς αἰκίαις τοῦ βελίαρ καμπτόμενοι,
πρὸς Θωμαΐδα στρέψατε τὸν νοῦν, καὶ τοὺς ὀφθαλμοὺς ψυχῆς, καὶ θεάσασθε σθένος,
δι’ οὗ καθυπέμεινε, πειρασμοὺς τοῦ Στεφάνου, τοῦ ἀκανθώδους ὄντως καὶ σκαιοῦ,
συζύγου ταύτης, καὶ θάρσος ἀντλήσατε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών. Ποίημα ἀρχιμ. Νικοδήμου Παυλόπουλου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Θωμᾶ Ἀποστόλου συνώνυμε, ἡ
χάριν λαβοῦσα Ἀποστόλων ἱκέτευε, εἰρήνην ἐλθεῖν ἐν τῇ ψυχῇ μου, καὶ ἠρεμίαν
καρδίᾳ καὶ σώματι
Ὦ σύζυξ γενναία τε καὶ
πιστή, συζύγῳ ἀπίστῳ, καὶ ἀδίκῳ ἐκδικητῇ, εἰρήνην συζύγοις νῦν παράσχου, τὰς
τοῦ βελίαρ παγίδας συντρίβουσα.
Ματαίως ἐπείρασε Θωμαΐς, ὁ
Στέφανος τότε, τό τε σῶμά σου καὶ ψυχήν, πυκτεύων καὶ δέρων καὶ ὕβρεις
ἐκτοξεύων, καὶ μὴ διασαλεύων σοῦ τὸ στερέμνιον.
Θεοτοκίον.
Ἀπείρῳ στοργῇ Σου Μῆτερ
ἁγνή, Μαρία παρθένε, ἀγκαλίζου τὴν ταπεινήν, ψυχήν μου ὠδύναις ποικίλαις
πεπαρμένην, καὶ δίδου μοι εἰρήνην θάῤῥος καὶ δύναμιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰδιόῤῥυθμα
ζεύγη ὦ Θωμαΐς σὺ διόρθωσον, ταῖς πρὸς τὸν Δεσπότην πρεσβείαις σου καὶ δεήσεσι,
καὶ συμφιλίωσον ταῦτα εἰς τέλος ἁγία, ἵν’ ἐκ πόθου κράζωσι· δόξα Σοι Κύριε.
Δυναταῖς
σου πρεσβείαις ὦ Θωμαΐς ἐκδυσώπησον, μέγαν τε καὶ μόνον δυνάστην ὑπὲρ τῶν
δούλων σου, τῶν ὁμοζύγων δή, ὧν συζυγία χωλαίνει, καὶ σταθηρὸν ποίησον, τούτων
τὸν σύνδεσμον.
Ἀνδρῶν
ὅσων ἡ πίστις τε καὶ τὰ ἔργα ἀπάδουσι, πρὸς ἐπαγγελίας καὶ ὅρκους οἷς
ἐδεσμεύθησαν, ταῖς ὁμοζύγοις δή, καὶ Ἐκκλησίας Νυμφίῳ, συζυγίας στήριξον, καὶ
διατήρησον.
Θεοτοκίον.
Λύπην
πᾶσαν ἀπόθου ἐκ τῆς καρδίας ἀνύμφευτε, Νύμφη τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ Μῆτερ
ἄχραντε, Υἱοῦ καὶ Λόγου τε, καὶ τῶν συζύγων ἁπάντων, οὓς καὶ καταπράϋνον, καὶ
καλοφρόνησον.
Ἄμεμπτε,
ἐν τοῖς συζύγοις ὑπάρχουσα Θωμαΐς μου, τοὺς παραπέοντας συζύγους πρεσβείᾳ σου
στήριξον, ὡς ἔχουσα πρὸς Θεὸν παῤῥησίαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγάπῃ θερμῇ καὶ πίστει πρὸς
Κύριον, καὶ πάντας ὁμοῦ ἐν βίῳ σου πανεύφημε, εἰργάσθης καλῶς καὶ ηὔξησας
τάλαντα, ἃ δέδωκέ σοι Χριστὸς ὁ Νυμφίος σου, καὶ οἱ γονεῖς σου παιδείᾳ
ἐπηύξησαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εἰσακήκοε Κύριος, τῶν
πιστῶν γονέων σου καὶ ἱκάνωσε, τῆς μητρός σου μήτραν ὅτε σε, ἐν γαστρὶ συνέλαβε
καὶ ἔτεκε.
Σὴν ἐξέλιξιν ἄχραντον,
Μήτηρ τοῦ Κυρίου σου προεμήνυσε, τῇ μητρί σου ὅτε θαύματι, ἐν γαστρὶ αὐτῆς σε
περιέκρυβε.
Βέλη πάντα ἀπέκρουσας, τὰ
πεπυρωμένα ἃ ἐξηκοντίσεν, ὁ βελίαρ κατὰ σοῦ σεμνή, καὶ ἀπήμων ὄντως σὺ
διέμεινας.
Θεοτοκίον.
Ἴδε Νύμφη ἀνύμφευτε, τῶν
συζύγων πάντων ἕλκη καὶ τραύματα, Θωμαΐδος τε δεήσεσι, ταῦτα πάντα ἐξυγείανον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δόξῃ καὶ τιμῇ, σὺ ἐστέφθης
ταῖς γονέων σου, προτροπαῖς τε καὶ δεήσεσι πολλαῖς, τὸν ἀκάνθινόν σου στέφανον
φορέσασα.
Ἄμεμπτον εὐνήν, Θωμαΐς σου
διετήρησας, καὶ ἁγνείᾳ καὶ σεμνότητι πολλῇ, συζυγίαν σου Κυρίῳ ἀνατέθεικας.
Ναίουσα ἁγνή, ἐν πελάγει τῷ
τῶν θλίψεων, ἃς προὐξένει καθ’ ἡμέραν σὸς ἀνήρ, στέφανόν σου τὸν ἀκάνθινον
ἀπέλαβες.
Θεοτοκίον.
Ἔλεος ἁγνή, καὶ εἰρήνην
πᾶσι δώρησαι, ταῖς Θωμαΐδος δεήσεσιν ἱεραῖς, καὶ συζύγους παραπέοντας Σὺ
στήριξον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Κατώκησας, ἐν τῇ Λέσβῳ τὸ
πρῶτον, ἔνθα οἶδας τὸ φῶς τοῦ ἡλίου, γονεῦσί σου Μιχαὴλ καὶ Καλλίστη, οἳ καὶ τὰ
φῶτα τὰ θεῖά σοι ἔδωκαν, καὶ εἶτα ᾤκησας μετά, Κωνσταντίνου τῇ Πόλει, συζύγου
σου.
Παλαίουσα, νοερῶς καὶ
νικῶσα, τὰς αἰκίσεις συζύγου σου τότε, ἐπέδειξας καρτερίαν καὶ πίστιν,
ἐκδυσωποῦσα Χριστόν σου πανεύφημε, καὶ γέγονας ὑπογραμμός, ὁμοζύγων τελούντων
ἐν θλίψεσι.
Ὁμότροπος, τῶν Ἁγίων
ἐγένου, Θωμαΐς ἐν τῇ Λέσβῳ καὶ Πόλει, ἔνθα καλῶς ἐπορεύθης ὡς νύμφη, τοῦ τε
Χριστοῦ καὶ Στεφάνου σου ἄμεμπτε, καὶ πάντων τούτων ἀρετάς, συνείγηρας ἁγία καὶ
τρόπαια.
Θεοτοκίον.
Θεόνυμφε, Παναγία Παρθένε,
Μήτηρ οὖσα Υἱοῦ καὶ Θεοῦ Σου, μνημόνευε Σῶν τεκνίων ἐν βίῳ, προσπαλαιόντων
βελίαρ τὰ ἔνεδρα, καὶ δίδου πᾶσιν εἰσελθεῖν, καὶ λαβεῖν Παραδείσου τὰ ἔπαθλα.
Ἄμεμπτε,
ἐν τοῖς συζύγοις ὑπάρχουσα Θωμαΐς μου, τοὺς παραπέοντας συζύγους πρεσβείᾳ σου
στήριξον, ὡς ἔχουσα πρὸς Θεὸν παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν
τῶν τῆς Πόλεως, γοητείᾳ δὲ τῶν ἐναρέτων σου πράξεων, ἀνεδείχθης φάρος ὁ θεῖος
ἀσφαλῶς, καθοδηγῶν ὁμοζύγους τῷ Χριστῷ, εἰς ὁδὸν τοῦ Κυρίου σου. Θείαν σου
καρτερίαν, σώματός τε ἁγνείαν, ὦ Θωμαΐς δίδου κἀμοί, ἵνα πόθῳ ἀνυμνήσω σε.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχε μοι...
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν
φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν
ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν
μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς
μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς
ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε
οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ
ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ
γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά
μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Πᾶσαν ἀποθέμενοι, οἱ σοὶ
γεννήτορες προῖκα, ἐν τῇ Λέσβῳ ᾤκησαν, Κωνσταντίνου Πόλιν τε τὴν πανθαύμαστον,
καὶ ἐκεῖ ἔζησαν, ταπεινῷ τῷ τρόπῳ, ἐκδεχόμενοι βοήθειαν, τῶν θαυμαζόντων δή,
διὰ τὰς ἀρετὰς ἃς επέδειξαν· ταπείνωσιν ἐγκράτειαν, καὶ ὑπομονὴν τὴν σωτήριον,
Θωμαΐς Ὁσία, καὶ τούτους ἐναπέθου τῷ Θεῷ, τὸν μὲν πατέρα κηδεύσασα, τὴν δὲ
μητέρα μονάσασαν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στερηθεῖσα Ὁσία τῶν τοῦ
βίου ἡδέων προσεκολλήθης Θεῷ, καὶ ὀρφανοῖς τὰ σῖτα, προσνέμουσα πλουσίως, καὶ
ἀπόρως ψωμίζουσα, καὶ πλήρεις πάντων ἀγαθῶν, τὸν Θεόν σου Ἁγία εὐλόγησον.
Προσευχαῖς καὶ νηστείᾳ
ὕμνοις τε καὶ θυσίαις μῆτερ ἐβίωσας, Χριστοῦ τὴν θείαν χάριν, καὶ τὸ ἔλεος μέγα
καταπλουτίσασα, τὸ σῶμά σου καὶ τὴν ψυχήν, τῷ Κυρίῳ ὦ Μῆτερ ἀνέθηκας.
Παραδείσου τὰ κάλλη ἰδεῖν
κατηξιώθης μῆτερ ἀκήρατε, ὦ Θωμαΐς Ὁσία, λαβεῖν τε τὰ βραβεῖα, τῶν ἀγώνων
ἀήττητε, οὓς ἔτλης διὰ τὸν Χριστόν, εὐλογοῦσα Αὐτὸν καὶ δοξάζουσα.
Θεοτοκίον.
Θωμαΐδος πρεσβείαις Κυρία
Θεοτόκε νῦν ἐκδυσώπησον, Κύριον καὶ Θεόν Σου, καὶ ἡμῶν τὸν Σωτῆρα ὅπως οἰκτείρῃ
με, καὶ σώσῃ με ἐκ τῶν δεινῶν, ἵνα πόθῳ κἀγὼ εὐλογήσω Σε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐῤῥάπιζέ σε, παρειαῖς ὁ σὸς
σύζυξ, καὶ ἐλάκτιζε λαγόνας σου μῆτερ, ἀλλὰ σὺ οὐδόλως, ἐλύγισας τοῖς πόνοις.
Ταπείνωσιν, ὑπομονὴν
καρτερίαν, σὺ ἐπέδειξας συζύγῳ σου μῆτερ, Θωμαΐς Ἁγία, καὶ ἔλαβες τὰ γέρα.
Ἐλευθερίαν συ προείλου
Κυρίου, καὶ δουλείαν σοῦ συζύγου ἐδέχθη· ὅθεν καὶ ἀγάλλῃ, εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον.
Ὑμνεῖν ἀξίως Σε, ὦ Μῆτερ
Παρθένε, καταξίωσον Σοὺς παῖδας καὶ πάσας, στήριξον Κυρία, πιστῶν τὰς συζυγίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὦ Θωμαΐς ἐτύφθης, πυγμαῖς
τοῦ σοῦ συζύγου, καὶ λακτισμοῖς ἀπηνως τῇ φθαρτῇ σου σαρκί, καὶ ἀπενεύρωσας
τούτου τὴν μῆνιν ἄμεμπτε.
Νενίκηκε πρὸς ὥραν, ὁ σὸς
σύζυξ Ἁγία, ταῖς τῆς κακίας βολαῖς τε καὶ πάσαις ποιναῖς, δι’ ὧν σὸν σῶμα
ἐκάμφθη καὶ γῇ ἐπέστρεφε.
Ἰδεῖν κατηξιώθη, ὁ σὸς
σύζυξ Ἁγία, θαυματουργίας σου θείας ἐν τάφῳ συρθείς, καὶ δαιμονόπληκτος, ὤν,
σοὶ ἠλευθέρωται.
Θεοτοκίον.
Κυρίως Θεοτόκον, Σὲ
ὁμολογοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Θωμαΐδι Λεσβίᾳ, Σὲ
μεγαλύνοντες.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Ὅλῃ σου καρδίᾳ τε καὶ ψυχῇ,
προσῆλθες Κυρίῳ, καταπτήσασα τὰ τῆς γῆς, ἡδέα καὶ πάντα, τὰ ἔνεδρα βελίαρ,
ἐξέκλινας Ὁσία, καὶ πόλον ᾤκησας.
Ἤθλησας ἐν πόνοις
μαρτυρικοῖς, Θωμαΐς Ὁσία, καὶ κατήσχυνας τὸν ἐχθρόν· ὅθεν ἐδοξάσθης, παρὰ Θεοῦ
πλουσίως, καὶ νέμεις τοῖς αἰτοῦσι, τὴν σὴν βοήθειαν.
Δός μοι καρτερίαν τὴν σὴν
ἁγνήν, Θωμαΐς Ἁγία, ἵνα πάντα τὰ ἐν τῇ γῇ, σκαιά τε καὶ ἡδέα, ἐκφεύγω μετὰ
πόθου, καὶ εὕρω σε ἐν πόλῳ, συναντιλήπτορα.
Ἡμᾶς τοὺς σοὺς παῖδας Μῆτερ
ἁγνή, Θωμαΐς Ὁσία, καθοδήγησον τοῦ ἰδεῖν, ἀξίαν συζυγίας, τῆς ἐν Χριστῷ καὶ
ταύτην, ἐκ πίστεως στηρίζειν, καὶ συντηρεῖν ὡς χρή.
Ὁδήγησον πάντας τοὺς
νεαρούς, συζύγους Κυρίῳ, καὶ ἀνάθου αὐτοὺς Θεῷ, ἵν’ εὕρωσι πίστιν, ὑπομονὴν
ὡσαύτως, Χριστοτερπῆ τε βίον, καταπολαύσωσι.
Σαινόμενα ζεύγη ὦ Θωμαΐς,
συντήρησον Μῆτερ, ταῖς πρεσβείαις σου ταῖς θερμαῖς, καὶ ταῦτα παράθου, Κυρίῳ τῷ
Θεῷ σου, ἵνα αὐτοῖς δωρήσῃ, βίον ἀνέφελον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου