Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 3. ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΝΕΑΣ ΜΑΚΡΗΣ ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ


ΙΑΝΟΥΑΡΙΟΣ Γ΄!!
ΕΦΡΑΙΜ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΝΕΑΣ ΜΑΚΡΗΣ
ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Προσέλθωμεν πάντες οἱ πιστοί, καὶ πανηγυρίσωμεν, πνευματικῶς εὐφραινόμενοι, τὴν θείαν εὕρεσιν, τῶν σεπτῶν λειψάνων, Ἐφραὶμ τοῦ παμμάκαρος, ἐν ὄρει τῶν Ἀμώμων ἐκλάμψαντος, Χριστὸν δοξάζοντες, τὸν ἀρτίως φανερώσαντα, τοῖς ἐν κόσμῳ, τὸν αὐτοῦ θεράποντα.

Ὡς ἄνθη πανεύοσμα ἡμῖν, ἐκ τῆς γῆς ἐφάνησαν, τὰ σὰ μυρίπνοα λείψανα, Ἐφραὶμ μακάριε, ἰαμάτων χάριν, καὶ ὀσμὴν οὐράνιον, παρέχοντα τοῖς πίστει προστρέχουσι, τῇ θείᾳ Μάνδρᾳ σου, ἐν ᾗ πάλαι στεῤῥῶς ἤσκησας, καὶ ἀθλήσει τὸν βίον ἐσφράγισας.

Εὑρέσει τῶν θείων σου ὀστῶν, γνώριμος ἐγένετο, πᾶσιν ὁ ἄγνωστος βίος σου, Ἐφραὶμ Πατὴρ ἡμῶν· σὺ γὰρ ξένῳ τρόπῳ, ὤφθης καὶ ἐζήλωσας, τὴν κλῆσιν καὶ τὸ ἅγιον τέλος σου· διὸ κηρύττομεν, τὴν πολλήν σου χάριν Ἅγιε, ἣν παρέχεις τοῖς σὲ μακαρίζουσι.

Εὐφραίνεις Ἐφραὶμ θαυματουργέ, οἷα πλήρης χάριτος, ποικίλοις τρόποις καὶ εἴδοσιν, ἐμφανιζόμενος, ταύτην τὴν Μονήν σου, καὶ τοῖς πόῤῥῳ Ἅγιε, καθ’ ὕπαρ καὶ κατ’ ὄναρ ἑκάστοτε, καὶ νέμεις ἅπασι, τοῖς αἰτοῦσι τὰ αἰτήματα, καὶ ἰᾶσαι πάθη χαλεπώτατα,

Δόξα. Ἦχος δ΄.
Ἀσκητικὴν ἀνύσας ζωήν, αἵματι μαρτυρικῷ τὴν στολήν σου ἐφοίνιξας, κατ’ ἄμφω Χριστῷ εὐαρεστήσας, Ἐφραὶμ ἀοίδιμε· ὅθεν ἀρτίως ἡμῖν ἐκφανθείς, τῇ τῶν σεπτῶν σου λειψάνων εὑρέσει, τὴν ἐν σοὶ κεκρυμμένην λαμπρότητα, πᾶσιν ἐκφαίνεις, τῇ τῶν θαυμάτων ἐνεργείᾳ, καὶ ποικίλοις τρόποις· δι’ ὧν εὐεργετεῖς τοὺς καλοῦντάς σε. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν Χριστῷ, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθησαν ἐκ τῆς γῆς, τὰ θεῖα λείψανά σου, Ἐφραὶμ Ἱερομάρτυς, ἐν τῇ σεοτῇ Μονῇ σου, ἡμᾶς καθαγιάζοντα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἴασιν χαλεπῶν, παρέχει νοσημάτων, τοῖς πίστει προσιοῦσιν, ἡ εὐαγὴς σορός σου, Ἐφραὶμ Μαρτύρων σύσκηνε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δίδου τῇ σῇ Μονῇ, Ἐφραὶμ θαυματοφόρε, ἀντίληψιν ταχεῖαν, καὶ πᾶσαν εὐλογίαν, ὡς ταύτης θεῖος ἔφορος.

Δόξα. Τριαδικόν.
Δόξα Σοι Βασιλεῦ, Τριὰς ὑπεραγία, ὅτι ἀρτίως κόσμῳ, τὸν πάλαι κεκρυμμένον, Ἐφραὶμ γνωστὸν κατέστησας.

Καὶ νῦν. Θεοτοκίον.
Χάριτας ἡ Μονή, ἡ Σὴ ἁγνὴ ἐπλήσθη, ἐν τῇ ἀποκαλύψει, τῶν ἱερῶν λειψάνων, Ἐφραὶμ τοῦ Σοῦ θεράποντος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χάριν εὕρατο, ἐν τῇ εὑρέσει, τῶν λειψάνων σου, τῶν μυριπνόων, ἡ εὐαγής σου Μονὴ θείῳ Πνεύματι, ἁγιασμὸν γὰρ καὶ πλεῖστα ἰάματα, τοῖς εὐλαβῶς προσιοῦσι πηγάζουσιν. Ἐφραὶμ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν χάριν ἐκφαίνοντα τήν σοι δοθεῖσαν σοφέ, τὰ θεῖά σου λείψανα, ἐκ τῶν λαγόνων τῆς γῆς, ἡμῖν ἄρτι ὤφθησαν· ὅθεν ταῦτα πλουτοῦσα, ἡ ἁγία Μονή σου, στήριγμά σε κατέχει, καὶ θερμότατον πρέσβυν, Ἐφραὶμ Ὁσιομάρτυς· διὸ καὶ μεγαλύνει σε.
Καὶ νῦν. Κατεπλάγη ᾽Ιωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. ᾽Ιορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. ᾽Αγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

Ἀπόλυσις.


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάλαι, ἐναθλήσας ἱερῶς, καὶ χερσὶ κτανθεὶς τῶν ἀνόμων, Ἐφραῖμ μακάριε, χρόνοις πλείστοις ἄγνωστος, ἐτέλεις Ἅγιε, ἀλλ’ ἀρτίως τὰ λείψανα, τὰ σὰ εὑρεθέντα, πᾶσιν ἐφανέρωσαν, τὴν πολιτείαν σου· ὅθεν, ἐν τῇ τούτων εὑρέσει, χάριτος πολλῆς πληρωθέντος, ἑορτήν σοι ἄγομεν εὐφρόσυνον.

Ὅτε, σοῦ τὰ ἅγια ὀστᾶ, Πάτερ τῇ ἁγίᾳ Μονῇ σου, ἀπεκαλύφθησαν, τότε ἐπευφράνθησαν, σεμναὶ μονάστριαι, ἀσθενοῦντες ἰάθησαν, καὶ δαιμόνων σμῆνος, πόῤῥω ἀπελήλαται, τῇ τούτων χάριτι· σὺ γάρ, δοξασθεὶς ἐπαξίως, χεῖρα βοηθείας παρέχεις, τοῖς ἐξαιτουμένοις τὴν πρεσβείαν σου.

Ὤφθης, ὡς ἠθέλησας σοφέ, καὶ τὴν σὴν ἐγνώρισας κλῆσιν, τοῖς ἀγνοοῦσιν ἡμῖν, καὶ πάντας ἐξέστησας, ταῖς ἐμφανείαις σου· ἐν νυκτὶ καὶ ἡμέρᾳ γάρ, κατ’ ὄναρ καὶ ὕπαρ, ἐπιφαίνῃ Ἅγιε, διδοὺς τὰ κρείττονα· ὅθεν, καὶ ἰάματα βλύζεις, καὶ πολλῶν κινδύνων ἐξαίρεις, τοὺς προσκαλουμένους σου τὸ ὄνομα.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὥσπερ ἄνθη μυρίπνοα, τὰ σὰ τίμια λείψανα, ἐκ τῆς γῆς ἐφάνησαν θείῳ νεύματι, τὴν εὐφροσύνην τῆς χάριτος, ἡμῖν διαπνέοντα, καὶ θαυμάτων τὴν ὀσμήν, καὶ πιστῶν τὴν διάνοιαν, ἁγιάζοντα· διὰ τοῦτο Ἐφραὶμ Ὁσιομάρτυς, ἑορτάζομεν προφρόνως, τὴν ἱερὰν τούτων εὕρεσιν.

Εὐφροσύνης ὑπόθεσις, τοῖς πιστοῖς ὤφθη Ἅγιε, ἡ ἁγία εὕρεσις τῶν λειψάνων σου· ἔνθεν συῤῥέουσι πάντοθεν, πιστῶν τὰ συστήματα, τῇ Μονῇ σου τῇ σεπτῇ, καὶ ταχέως λαμβάνουσι τὰ αἰτήματα, ἐξαιρέτως οἱ νόσοις δὲ ποικίλαις, συνεχόμενοι ἰῶνται, τῇ σῇ Ἐφραὶμ θείᾳ χάριτι.

Ὥσπερ ἄστρον νεόφωτον, ἐκ τοῦ ὄρους ἀνέλαμψας, τῶν Ἀμώμων Ὅσιε θείῳ Πνεύματι, εἰ καὶ καλῶς πάλαι ἤθλησας, τῶν θείων λειψάνων σου, τῇ ἐκφάνσει ἐκ τῆς γῆς, καὶ ἐκλάμπεις τοῖς ἅπασι χάριν ἄφθονον, ἐξαιρέτως δὲ τάυτην τὴν Μονήν σου, ἁγιάζεις καὶ εὐφραίνεις, Ἐφραὶμ ταῖς σαῖς ἀντιλήψεσι.




Δόξα. Ἦχος πλ. β΄.
Θαυμαστὸς εἶ Κύριε ἐν τοῖς Ἁγίοις Σου, ὡς ἔφη ὁ Προφήτης, ὁ δι’ αὐτῶν δοξασθείς, καὶ δοξάσας αὐτοὺς τοῖς σοῖς χαρίσμασιν. Ἰδοὺ γάρ, ὁ σὸς θεράπων Ἐφραίμ, ὁ ἐν ἀσκήσει εὐαρεστήσας σοι ἐν Ὄρει τῶν Ἀμώμων, καὶ βαρβαρικαῖς χερσίν, ὡς θῦμα θεῖον προσαχθείς σοι, δεδοξασμένος ἀναδείκνυται, μετὰ πολυετῆ κατάκρυψιν, ἐν τῇ ἀφθόνῳ δωρεᾷ τῆς δόξης σου. Τούτου γὰρ τὰ θεῖα λείψανα, ηὐδόκησας φανῆναι ἡμῖν, καὶ δοθῆναι ἐκ γῆς, ὡς χρυσίον πολύτιμον, καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος. Ἀλλ’ ὁ τὸν Ὁσιομάρτυρα μεγαλύνας, καὶ τοῦτον ἡμῖν προστάτην ἀναδείξας, ταῖς αὐτοῦ πρεσβείαις, δίδου ἡμῖν ἀεὶ τὰ ἐλέη σου.

Καὶ νῦν. Προεόρτιον.
Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνεται ἐνθέως, ἡ εὐαγής σου Μονή, λαμπρυνομένη τοῖς λειψάνοις σου, Ἐφραὶμ παμμακάριστε· ταύτην γὰρ πάλαι ἡγίασας, ἀσκητικοῖς ἱδρῶσι, καὶ αἵμασιν ἀθλητικοῖς, νῦν δὲ ταύτην μακαρίαν εἰργάσω, ἐν τῇ τούτων εὑρέσει· πᾶσαν γὰρ χάριν καρποῦται, ἐξ αὐτῶν προϊοῦσαν, ἐπισκιάσει τοῦ Παρακλήτου· ὅθεν χαριστήριον αἶνόν σοι ᾄδουσα, εὐλαβῶς βοᾶ σοι· Ὁσιομάρτυς Χρστοῦ θαυματουργέ, σκέπε ἀεὶ ταύτην τὴν μερίδα σου, αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Τὸν τοῦ Κυρίου ζυγὸν ἀράμενος, ἀσκητικὴν πολιτείαν ἤνυσας, ἐν ὄρει τῶν Ἀμώμων σκηνώσας, Ἐφραὶμ θείῳ ἔρωτι· καὶ τῷ Χριστῶ εὐαρεστῶν, μαρτυρικῆς δόξης ἠξίωσαι, βαρβαρικὴν ὑποστὰς μανίαν· καὶ τοῖς Ἀγγέλοις συνόμιλος πέλων, τοῖς ἀνθρώποις ἄγνωστος ἐτέλεις, καλυφθεὶς τῇ τοῦ χρόνου φθορᾷ, καὶ σιγῆς τῷ μοδίῳ· ἀλλ’ ἤδη χαρᾶς ἡμᾶς ἔπλησας, φανερώσας τὰ σεπτά σου ὀστᾶ, καὶ γνωσθεὶς τοῖς πᾶσι, τῇ τῶν θαυμάτων ἐνεργείᾳ· πᾶσι γὰρ παρέχεις, σωτηριώδεις δόσεις Ἅγιε.

Ἦχος γ΄.
Μαρτυρικὴν ἀξίαν ἐκφαίνοντα, ἐν μιμήσει τῶν στιγμάτων τοῦ Χριστοῦ, ἐκ γῆς ἡμῖν ἐφάνησαν, τὰ τίμιά σου λείψανα, Ὁσιομάρτυς Ἐφραὶμ μακάριε· ἧς γὰρ ἔτυχες εὐκλείας, ὡς ἐν ἐσόπτρῳ τὴν λαμπρότητα δείκνυνται· ὅθεν ὡς ἄλλον ἰατρεῖον, ἡ σορός σου πρόκειται, καὶ πᾶς προστρέχων αὐτῇ, ψυχῶν καὶ σωμάτων τὰ καταθύμια κομίζεται, καὶ ἡ σεπτή σου Μονή, ἀγαλλιᾶται τῇ δόξῃ σου. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν, αἴτει ἡμῖν πταισμάτων ἄφεσιν, καὶ παθῶν πολυτρόπων ἀπολύτρωσιν.

Δόξα. Ἦχος δ΄.
Θείῳ φωτὶ περιλαμπόμενος, ποικίλοις τρόποις ἐπιφαίνῃ, εἰσηγούμενος τὰ δέοντα, καὶ ἐσφαλμένων ἠθῶν ἐξαίρων Πάτερ· πατρικῶς γὰρ περιέπεις, τὴν παροῦσαν ποίμνην σου, καὶ τοῖς μακρὰν βραβεύεις αἰτημάτων χορηγίαν· ὡς γὰρ θείαν προσφοράν, τὸ σὸν αἷμα Χριστὸς δεξάμενος, ὁμόσκηνον Ἁγίων σε ἔδειξε, καὶ προστάτην ἡμῶν θερμότατον, καὶ μεσίτην ἀξιόθεον, τῇ αὐτοῦ χρηστότητι.

Καὶ νῦν. Προεόρτιον.
Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐπ’ ἐσχάτων γνωσθείς, ἐν τῇ ἐκφάνσει τῶν ἁγίων λειψάνων σου, καὶ πᾶσαν ψυχὴν εὐφράνας, θαυματοφόρε Ἐφραί, τῇ σοὶ δεδομένῃ θείᾳ χάριτι· ἰάσεις παρέχεις γάρ, τοῖς ἐν πόνοις καὶ πάθεσι, συνεχομένοις, καὶ προφθάνεις ἑκάστοτε, τοὺς φωνοῦντάς σε, συμπαθεῖ ἐπισκέψει σου· ἴσος γὰρ πέλων Ἅγιε, Κυρίου τοῖς Μάρτυσι, τῆς τούτων θείας εὐκλείας, προσεφαπλοῖς τὰ δωρήματα, αἰτούμενος πᾶσιν, εὐρωστίαν καὶ εἰρήνην, καὶ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει, ἡ εὐαγής σου Μονή, ἐν τῇ εὑρέσει τῶν τιμίων λειψάνων σου, καὶ ἄγει πανευφροσύνως, πνευματικὴν ἑορτήν, κηρύττουσα πᾶσι τὰ σὰ θαύματα· ἣν σκέπε καὶ φύλαττε, ἐκ δεινῶν περιστάσεων, σὲ γὰρ εὑροῦσα, ἀῤῥαγέστατον στήριγμα, σπεύδει πάντοτε, τῇ πρεσβείᾳ σου κράζουσα· σύ μου φύλαξ καὶ ἔφορος, Ἐφραὶμ θεοδόξαστε, μετὰ τῆς ἀχράντου Κόρης· διὸ ἡμῖν δίδου Ἅγιε, Χριστοῦ ὡς θεράπων, τὴν εἰρήνην τοῖς αἰτοῦσι καὶ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πάλαι, τὴν τῶν βαρβάρων ὁρμήν, ἀνδρειοφρόνως ὑποστὰς παναοίδιμε, μακάριον εὗρες τέλος, μαρτυρικῶς τὴν ὁδόν, τὴν σὴν περατώσας Ἐφραὶμ Ὅσιε· καὶ ταῦτα ἀγνώριστα, ἡμῖν πᾶσιν ἐτύγχανον, ἀλλ’ ἤδη Πάτερ, τῇ ἐκφάνσει τοῦ σκήνους σου, γνωστὸς ἅπασι, καὶ περίβλεπτος γέγονας, θαύμασι δοξαζόμενος, καὶ ξένως φαινόμενος, καθ’ ὕπαρ καὶ ἐν ὀνείροις, καὶ πᾶσι νέμων τὰ αἴσια. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.


Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικῇ γεωργίᾳ, μαρτυρικοὺς ἐτρύγησας καρπούς, Ὅσιε Πάτερ Ἐφραὶμ θεόληπτε· καὶ ἐν τῇ ἀναδόσει, τῶν θείων λειψάνων σου, τὰς ἀγαθὰς διαδόσεις δίδως, τοῖς προσιοῦσι πιστῶς, τῇ σορῷ σου Ἅγιε· ἀνεκφοίτητος γὰρ ἐν ταύτῃ, ἡ χάρις τοῦ Πνεύματος, ἡ λαμπρῶς σε θαυμαστώσασα· διὸ χάριν καὶ ἔλεος, αἴτει Ὁσιομάρτυς, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.

Καὶ νῦν. Προεόρτιον.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χάριν εὕρατο, ἐν τῇ εὑρέσει, τῶν λειψάνων σου, μυριπνόων, ἡ εὐαγής σου Μονὴ θείῳ Πνεύματι, ἁγιασμὸν γὰρ καὶ πλεῖστα ἰάματα, τοῖς εὐλαβῶς προσιοῦσι πηγάζουσιν. Ἐφραὶμ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν χάριν ἐκφαίνοντα τήν σοι δοθεῖσαν σοφέ, τὰ θεῖά σου λείψανα, ἐκ τῶν λαγόνων τῆς γῆς, ἡμῖν ἄρτι ὤφθησαν· ὅθεν ταῦτα πλουτοῦσα, ἡ ἁγία Μονή σου, στήριγμά σε κατέχει, καὶ θερμότατον πρέσβυν, Ἐφραὶμ Ὁσιομάρτυς· διὸ καὶ μεγαλύνει σε.
Καὶ νῦν. Κατεπλάγη ᾽Ιωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. ᾽Ιορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. ᾽Αγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

Ἀπόλυσις.







ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀνέτειλας ἡμῖν, ὡς νεόφωτον ἄστρον, τὰ θεῖά σου ὀστᾶ, ἐκ τῆς γῆς φανερώσας· διὸ τὴν τούτων εὕρεσιν, ἑορτάζοντες Ἅγιε, μεγαλύνομεν, Χριστὸν τὸν πάντων Σωτῆρα, τὸν δωρούμενον, ταῖς ἱκεσίαις σου Πάτερ, ἡμῖν θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Προέρχεται Χριστός, ἐν μορφῇ τῇ βροτείᾳ, ἐν ῥείθροις ποταμοῦ, Ἰορδάνου δεχθῆναι, τὸ βάπτισμα ὡς ἄνθρωπος, ἐκκαθαίρων τὸν ἄνθρωπον, ᾧ ὁ Πρόδρομος, φόβῳ πολλῷ συναντήσει. Τούτῳ ἅπαντες, προεορτίους αἰνέσεις, γηθόμενοι μέλψωμεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φανεὶς ἀπεκάλυψας τοῖς ἀγνοοῦσιν ἡμῖν, τὸ θεῖόν σου ὄνομα, καὶ πολιτείαν τῆς σῆς, τὸ τέλος τὸ ἅγιον· ἔνθεν πᾶσιν ἐγνώσθης, τοῖς πολλοῖς θαύμασί σου, νόσους γὰρ θεραπεύεις, καὶ κινδύνων ἐξαίρεις, Ἐφραὶμ Ὁσιομάρτυς τοὺς σοὶ προστρέχοντας.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἐκπλῦναι ὁ Κύριος τὸν μολυσμὸν τοῦ Ἀδάμ, ὡς ἄνθρωπος ἔρχεται ἐν ῥείθροις τοῦ ποταμοῦ, πλουσίᾳ χρηστότητι. Τούτῳ οὖν συνειδότι, καθαρῷ καὶ καρδίᾳ, σπεύσωμεν ἐν εὐθείᾳ, ὑπαντῆσαι βοῶντες· εὐλογημένος εἶ Σωτήρ, ὁ ἐλθὼν σῶσαι τὸν κόσμον Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐπιστασίαις σου ταῖς θείαις θεόφρον, καὶ ξενοτρόποις ἀληθῶς ἐμφανείας, πᾶσι παρέχεις χάριν τὴν σωτήριον· ὅθεν τὴν ἁγίαν σου, ἑορτάζομεν μνήμην, καὶ περικυκλοῦμέν σου, τῶν λειψάνων τὴν θήκην, ἐξ ἧς πηγάζει πᾶσι μυστικῶς, ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἐπιφανεὶς μετὰ σαρκὸς ὁ Δεσπότης, νῦν ἐπιβῆναι Ἰορδάνου τοῖς ῥείθροις, δι’ εὐσπλαγχνίαν σπεύδει ἀκατάληπτον, ὡς ἂν φῶς καὶ ἄφεσιν, καὶ ζωὴν καὶ εἰρήνην, χορηγήσῃ ἅπασι, τοῖς ἐχθρῷ ὑπαχθεῖσι· δεῦτε τὴν τούτου πάντες εὐλαβῶς δοξολογήσωμεν, ἄφατον κένωσιν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀθλητικῆς ἐπιτυχῶν λαμπρότητος, ἁγιαστικὴν πηγάζεις χάριν, ἐκ τῶν θείων λειψάνων σου, Ἐφραὶμ παμμακάριστε· ταῦτα γὰρ ἡμῖν ἐγνώσθησαν, μετὰ πολλῶν ἐτῶν περιόδους, τῇ θείᾳ εὐδοκίᾳ, ἀναζωγραφοῦντα τὴν τῶν Ἁγίων δόξαν· φυλάσσει γὰρ Κύριος τὰ ὀστᾶ τῶν Ὁσίων Αὐτοῦ, δωρούμενος ἡμῖν δι’ αὐτῶν, πταισμάτων ἄφεσιν.

Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ τοῦ Ἁγίου.
Ὁ Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον. Ἰωσήφ.
ᾨδὴ α’ Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.
Ἀβύσσους προστάγματι, δημιουργήσας φιλάνθρωπε, τὴν   γῆν ὁ τοῖς ὕδασι, κρεμάσας Κύριε, ταπεινούμενος, προέρχῃ βαπτισθῆναι, ποταμίοις ῥεύμασι, πλύνων με ῥύπου παθῶν.
Βουλήσει ἐπτώχευσας, τὸν ἑκουσίως πτωχεύσαντα, κακῶν ἐπιδόσεσιν, ἐμὲ πλουτίζων Χριστέ, καὶ ἐν ὕδασι, προέρχῃ Ἰορδάνου, Βάπτισμα αἰτούμενος, ὁ ἀναμάρτητος.
Γηράσαντα πταίσμασι, κόσμον καινίζων Φιλάνθρωπε, ξένην ἀναγέννησιν, ἔρχῃ ποιήσασθαι, διὰ ὕδατος καὶ πνεύματος ἀνθρώποις· ὅθεν, σου δοξάζομεν, τὴν ἐπιφάνειαν.
Δαυῒδ θείῳ Πνεύματι, προκελαδῶν ἀπεφθέγγετο· Τὶ σοι ἒστι θάλασσα, ὅτι νῦν ἔφυγες; καὶ τὶ ὅτι σύ, ἐστράφης Ἰορδάνη, Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐν σοί;

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν εὕρεσιν Ἐφραὶμ ὑμνέω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Τῷ φέγγει τῆς χάριτος, καταλαμπόμενος Ὅσιε, τὸν νοῦν μου καταύγασον, Ἐφραὶμ μακάριε, τῶν λειψάνων σου, τὴν εὕρεσιν ὑμνῆσαι, δι’ ἧς γνωστὸς γέγονας, Πάτερ τοῖς πέρασι.
γίασε Κύριος, τὴν εὐθυτάτην καρδίαν σου· αὐτῷ γὰρ μακάριε, ἀπὸ νεότητος, ἠκολούθησας, ἐν ὄρει τῶν Ἀμώμων, βιώσας ὡς ἄγγελος, βίου λαμπρότητι.
Νεκρώσας τὸν δόλιον, ἀσκητικοῖς ἀγωνισμάσιν, ὑπέστης μακάριε, Ἀγαρηνῶν τὴν ὁρμήν· νῦν δὲ δέδωκας, ἡμῖν τὰ λείψανά σου, μετὰ πολυχρόνιον, Ἐφραὶμ κατάκρυψιν.
Θεοτοκίον.
Στεῤῥῶς ἠγωνίσατο, ἐν τῇ Μονῇ Σου πανάχραντε, Ἐφραὶμ ὁ θεράπων Σου, ἐνθέῳ ἔρωτι, καὶ κατηύφρανεν, ἡμᾶς τοὺς Σοὺς οἰκέτας, διδοὺς οἷον δώρημα, αὐτοῦ τὰ λείψανα.



Ὠδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε
Εὐφράνθητι ἔρημος διψῶσα, βροτῶν φύσις ἅπασα ἰδού, τὸ ὕδωρ ἐπιφαίνεται, τὸ τῆς ζωῆς ἀρδεῦον σε, γονιμωτάτως χάριτι, Χριστὸς ἡ πάντων ἀνάπλασις.
Ζητῆσαί με γνώμῃ πλανηθέντα, προέρχῃ ἐν ὕδασι Χριστέ, ἐν οἷς καταδυόμενος, βυθίζεις μου τὰ πταίσματα, καὶ ἐκ βυθοῦ ἀνάγεις με, πάσης κακίας ὡς εὔσπλαγχνος.
Ἥλιον ὁρᾶν σε μέλλων Λόγε, γυμνούμενον κρύπτει τάς αὐγάς· ἔρχῃ γὰρ γυμνωθέντα με, ἀπάτῃ τῇ τοῦ ὄφεως, διὰ τοῦ σοῦ Βαπτίσματος, στολὴν ἐνδῦσαι σωτήριον.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
νεγκας τὸν θάνατον ἀνδρείως, χειρὶ τῶν βαρβάρων ἀπηνῶς, καὶ ὑπὸ γῆν τὸ σῶμά σου, χρόνοις πολλοῖς διέμεινεν, ἄρτι δὲ πεφανέρωται, ἡμῖν πηγάζον ἰάματα.
Νοσήματα παύεις θεοφόρε, καὶ πόνους ἰᾶσαι χαλεπούς, τῶν τοῖς σεπτοῖς λειψάνοις σου, προσερχομένων πάντοτε, εὐφραίνων τὰς ψυχὰς ἡμῶν, Ἐφραὶμ ταῖς σαῖς ἐπισκέψεσι.
φάνησαν Πάτερ τὰ ὀστᾶ σου, ὡς κρίνα ἀγροῦ ἐαρινά, τὰ κεκρυμμένα πρότερον, καὶ ἄγνωστα τοῖς ἅπασι, καὶ τὴν Μονήν σου Ἅγιε, περιφανῶς ἁγιάζουσι.
Θεοτοκίον.
πάρχων φωτὸς ἀΰλου πλήρης, ὁ Ὅσιος ἄχραντε Ἐφραίμ, Μαρτύρων ὤφθη σύναθλος, ἀθλήσας ἐννομώτατα, οὗ ταῖς πρεσβείαις φύλαττε, τὴν δὲ Παρθένε τὴν μάνδραν Σου.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν σεπτῶν σου λειψάνων τὴν θείαν εὕρεσιν, ἑορτάζοντες Πάτερ ἐν εὐφροσύνῃ ψυχῆς, μακαρίζομεν Ἐφραὶμ τὴν πολιτείαν σου· ὅτι ἠγώνισαι καλῶς, καὶ καθεῖλες τὸν ἐχθρόν, ἐν ὄρει τῷ τῶν Ἀμώμων, νῦν δὲ πηγάζεις τοῖς πᾶσι, χάριν καὶ ἔλεος πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἰορδάνου τοῖς ῥείθροις ἤδη προέρχεται, ὁ σαρκωθεὶς ἐκ Παρθένου εἰς σωτηρίαν ἡμῶν, ἵνα πλύνῃ τὸν Ἀδὰμ τῆς πάλαι πτώσεως· ὑπαντήσωμεν αὐτῷ, προεόρτιον ᾠδήν, προσάδοντες καὶ βοῶντες, δόξα τῇ Σῇ εὐσπλαγχνίᾳ, Χριστὲ οἰκτίρμον καὶ φιλάνθρωπε.







ᾨδὴ δ'. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
Θάμβει συσχεθήσεται ὁ οὐρανός, καὶ τὰ τῶν Ἀγγέλων στρατεύματα, δουλοπρεπῶς σε, ἀφικνούμενον Χριστέ, πρὸς τὸν σὸν δοῦλον βλέποντες, καὶ ἐπιζητοῦντα τὸ Βάπτισμα.
Ἰωάννη σκίρτησον· ἔρχεται γάρ, πάντας ὁ λυτρούμενος Κύριος, ὑποκλιθῆναι, ὁ τῇ χειρί σου ταπεινῶς, ὅπως ταπεινωθέντα με, θείῳ ἀνυψώσῃ Βαπτίσματι.
Κλίνας καταβέβηκας τοὺς οὐρανούς, ἐπὶ τὴν Παρθένον Φιλάνθρωπε, καὶ Ἰωάννῃ, ὑποκλίνεις κορυφήν, ἐπιζητῶν τὸ Βάπτισμα· δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.
Λύων τάς ἀμέτρους μου Λόγε σειράς, τῶν ἁμαρτημάτων ἐν ὕδασι, τοῦ Ἰορδάνου, ἐπισπεύδεις προσελθεῖν, καὶ βαπτισθῆναι Δέσποτα, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

Τοῦ Ἁγίου. Ὁ καθήμενος ἐν δόξῃ.
ώμῃ θείᾳ ἠγωνίσω, κατὰ τοῦ πολεμήτορος, ἐν Ὄρει Ἀμώμων, Πάτερ ἀνενδότῳ φρονήματι· νῦν δὲ ἡμᾶς καταπλήττεις τῇ σῇ χάριτι, φανερώσας σου, τὰ χαριτόβρυτα λείψανα.
ν νυκτὶ καὶ ἐν ἡμέρᾳ, θεοφόρε φαινόμενος, καθ’ ὕπαρ καὶ ὄναρ, πᾶσιν ὑπεμφαίνεις τὴν δόξαν σου, καὶ ταῖς σεπταῖς ἐμφανείαις σου μακάριε, τῆς σῆς χάριτος, πληροῖς Ἐφραὶμ τήνδε Μάνδραν σου.
Σὲ θερμότατον προστάτην, ἡ Μονὴ αὕτη Ἅγιε, ἐν ᾗ ἠγωνίσω, ἔνθα καὶ τὰ θεῖά σου λείψανα, Ἐφραὶμ παμμάκαρ εὑροῦσα πίστει κράζει σοι· σκέπε Ἅγιε ἡμᾶς ἐκ πάσης στενώσεως.
Θεοτοκίον.
σχυρῶς ἐν τῇ Μονῇ Σου, ἀντετάξατο πάναγνε, θεολήπτῳ γνώμῃ, κατὰ τῶν ἐχθρῶν ὁ θεράπων Σου, καὶ παρ’ αὐτῶν εὑρὼν θάνατον ἐπώδυνον, τὴν ἀθάνατον, ζωὴν τανῦν ἐκληρώσατο.















ᾨδή ε'. Ἐξέστη τὰ σύμπαντα
Μακρὰν τὸ ἀνθρώπινον, ἀπὸ Θεοῦ γενόμενον, ὁ Λόγος Θεοῦ κατοικτειρήσας, ἄνθρωπος ὤφθη, καὶ Βαπτισμῷ θεουργῷ, τοῦτο οἰκειοῖ θεοπρεπῶς, καὶ πρὸς τὸ ἀρχέτυπον, ἐπανάγει ἀξίωμα.
Νεκροὺς χρηματίσαντας, ἡμᾶς ταῖς παραβάσεσιν, ἔρχῃ Ζωοδότα πανοικτίρμον, ἀναζωῶσαι ταῖς, Ἰορδάνου ῥοαῖς· ὅθεν σου δοξάζομεν πιστῶς, νῦν τὴν ἐπιφάνειαν, καὶ ἄφατον ἔλεος.
Ξενίζεται ἅπασα, ψυχὴ ἐννοουμένη σου, Λόγε τὴν φρικτὴν οἰκονομίαν! πῶς ἀναπλάσαι πάντα βουλόμενος, ἔρχῃ ἐπιβῆναι ποταμοῦ, ῥεύμασι γυμνούμενος, ὁ φῶς ἀναβαλλόμενος.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Ναῷ τῷ τῆς Μάνδρας σου, ὑπερφυῶς ὁρώμενος, τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ, Ἐφραὶμ παρέχεις χαρὰν οὐράνιον, καὶ τριγμῷ τῶν θείων σου ὀστῶν, φανεροῖς τρανώτατα, τὴν σεπτὴν παρουσίαν σου.
Εὐφράνθη τῷ πνεύματι, ἡ εὐλαβὴς μονάστρια, ὅτε σου τὰ ἅγια ὀστέα, εὐωδιάζοντα Πάτερ εὕρηκεν, ὑπὸ ἐρειπίων τὸν σωρόν, μαρτυροῦντα Ἅγιε, τὸ φρικτόν σου μαρτύριον.
Φανεὶς ταύτῃ Ἅγιε, μετὰ τὴν ἀποκάλυψιν, ὀφθαλμοφανῶς ἐν ἐγρηγόρσει, τὸ ὄνομά σου σαφῶς ἐδήλωσας, καὶ τὴν τελετήν σου τὴν σεπτήν, ἣν χεῖρές σοι φόνιοι, θεοφόρε ἐπήγαγον.
Θεοτοκίον.
εόντων τὰ ἄῤῥευστα, σοφῶς ἀνταλλαξάμενος, Ἐφραὶμ ὁ στεῤῥὸς Ὁσιομάρτυς, ἐν τῇ Μονῇ Σου ἁγνὴ ἠρίστευσε, καὶ διπλοῖς στεφάνοις ἐκ Θεοῦ, μυστικῶς κεκόσμηται, Θεοτόκε πανάχραντε.


















Ὠδὴ ς'. Τὴν θείαν ταύτην
Οἱ σκότει πάλαι καθήμενοι, τὸ φῶς ἐπιδημῆσαν θεώμενοι, χαρᾶς ἐμπλήσθητε, ἰδοὺ ἐπέφανε Κύριος, τὰ Ἰορδάνου ῥεῖθρα περιβαλλόμενος.
Πῶς βλέψει σε ἀφικόμενον, ὁ Πρόδρομος Σωτὴρ καὶ αἰτούμενον, τὸ θεῖον Βάπτισμα, πῶς σε ῥοαὶ ὑποδέξονται, τοῦ Ἰορδάνου, ῥεῖθρον ὄντα ἀφέσεως;
Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι νοητὴν ἀγαλλίασιν, ἰδοὺ ἀφίκετο, τοῦ βαπτισθῆναι ὁ Κύριος, διασκεδάζων νέφη τῶν καρδιῶν ἡμῶν.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
πὸ τῆς γῆς ἡμῖν ὤφθησαν, τὰ πᾶσιν ἀγνοούμενα πρότερον, σεπτά σου λείψανα, ὑπὲρ χρυσίον πολύτιμον, Ἐφραὶμ Ὁσιομάρτυς, ἡμᾶς εὐφραίνοντα.
άσεις βλύζων τοῖς χρήζουσιν, ἰᾶσαι παραλύτους καὶ πάσχοντας, Ἐφραὶμ μακάριε, καὶ πᾶσαν ἄλλην ἀσθένειαν, τῇ σοὶ παρὰ Κυρίου, δοθείσῃ χάριτι.
Μέγας προστάτης καὶ πρόβολος, ὑπάρχεις τῆς Μονῆς σου μακάριε, τῆς ὡς θησαύρισμα, πολυτελὲς καὶ ἁγίασμα, τὴν ἱερὰν σορόν σου, ἐχούσης Ἅγιε.
Θεοτοκίον.
μνοις σχολάζων πανύμνητε, καὶ πάσαις τῶν καλῶν ἐπιδόσεσι, Ἐφραὶμ ὁ Ὅσιος, ἐν τῇ Μονῇ Σου ὑπέμεινε, βαρβαρικῆς μανίας, τὴν πικρὰν ἔφοδον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ νεόφωτος, ἡμῖν ἐφάνης, φανερώσας Ἅγιε, τὰ λείψανά σου τὰ σεπτά, ὑπὸ τὴν γῆν ὄντα πρότερον, Ὁσιομάρτυς, Ἐφραὶμ παμμακάριστε.
Ὁ Οἶκος.
Εὐφροσύνης πρόξενος ἡμῖν, ἐδείχθη θεοφόρε, ἡ ἀποκάλυψις τανῦν, τῶν ἱερῶν ὀστῶν σου· ταῦτα γὰρ ὄντα ὑπὸ γῆν, χρόνων πολλῶν περιόδοις, ἐφανέρωσας αὐτά, χρόνων πολλῶν περιόδοις, ἐφανέρωσας αὐτά, τῇ εὐλαβεῖ μοναστρίᾳ, καταπληττομένῃ τῇ σῇ χάριτι, καὶ τῇ τούτων οὐρανίῳ, καὶ θείᾳ εὐωδίᾳ· καὶ ταύτῃ ἐπιφανείς, τὴν ἄγνωστόν σου κλῆσιν ἐγνώρισας, καὶ τὸ τῆς ὁσίας σου ζωῆς μακάριον τέλος εἶπας. Διὸ πνευματικὴν συστησάμενοι ἑορτήν, μακαρίζομέν σε ὡς Ὅσιον Κυρίου καὶ Μάρτυρα σεπτόν, καὶ ἀρετῶν δοχεῖον, καὶ τῆς Μονῆς σου ταύτης θερμότατον προστάτην, καὶ στῦλον ἀκατάσειστον, καὶ λύχνον φαεσφόρον, δαδουχοῦντα πάσῃ τῇ Ἀττικῇ τὰ ἰάματα, καὶ πάντας διεγείροντα εἰς αἶνον καὶ δόξαν Κυρίου, τοῦ σὲ λαμπρῶς δοξάσαντος, Ἐφραὶμ παμμακάριστε.
Συναξάριον.

Ὁ κλῆσιν αὐχῶν Ἀγγέλου Μαλαχίας,
Αὐχεῖ μάλιστα τὴν μετ' Ἀγγέλων στάσιν.
Οὗτος, μετὰ τὴν ὑποστροφὴν τῆς αἰχμαλωσίας, τίκτεται ἐν Σοφερῷ, ἐκ φυλῆς Λευΐ. Ἔτι δὲ νέος ὤν, πολιτείαν ἀρίστην ἐκτήσατο, καὶ τό, Μαλαχίας, ἐπώνυμον ἔσχεν, ὃ καὶ ἑρμηνεύεται Ἄγγελος· ἦν γὰρ τὸ εἶδος διαπρεπής. Ἀλλὰ καὶ ὅσα αὐτὸς εἶπεν ἐν προφητείᾳ, εὐθὺς δι’ Ἀγγέλου τὴν βεβαίωσιν ἐλάμβανον, ἐπιφθεγγομένου ταῦτα αὐτῷ. Τῆς δὲ τοῦ Ἀγγέλου φωνῆς ἤκουον μόνης οἱ ἀνάξιοι· τῆς δὲ ἀξίοις καὶ κατ’ εἶδος ἐφαίνετο. Ἤκμασε δὲ ὁ Προφήτης ἐν ταῖς ἡμέραις Νεεμίου, μετὰ τὴν ἐπάνοδον ἀπὸ τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας· καὶ κοιμηθείς, ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ. Ἦν δὲ ἐν τῷ νέῳ τῆς ἡλικίας, τὴν ὄψιν εὐπρεπής, οὐκ ἐπίμηκες, ἀλλὰ στρογγυλὸν ἔχων τὸ πρόσωπον· οὗτος τὴν τρίχα, καὶ κεκαρμένην ὑποφαίνων, καὶ πλατὺ τὸ κρανίον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου
Καὶ τὶς παρέλθῃ Γόρδιον τὸν ὁπλίτην,
Πρὸς φρικτὸν ὅπλον στερρὸν ἄνδρα τὸ ξίφος;
Οὗτος ἦν ἐκ Καισαρείας τῆς Καππαδοκίας, ἐπὶ Λικινίου τοῦ βασιλέως, κόμης τὴν τάξιν, στρατιωτῶν ἡγούμενος ἑκατόν. Τὴν δὲ τῶν δυσσεβῶν παῤῥησίαν, καὶ τὰς εἰς Χριστὸν βλασφημίας μὴ φέρων ὁρᾶν, ἐμάκρυνε φυγαδεύων καὶ μετἂ τῶν θηρίων ἐν τοῖς ὄρεσι τὴν δίαιταν εἶχεν. Ἀναφλέξας οὖν τὸν εἰς Χριστὸν πόθον, καὶ κατὰ τῆς πλάνης θάρσος λαβών, ἐπὶ τὴν πόλιν ἀπὸ τῆς ἐρήμου ὥσπερ λέων ὥρμησε, τὸν προστάτην τῆς ἀπάτης διασπαράξαι ζητῶν. Ἐντὸς δὲ γενόμενος τοῦ θεάτρου, τὸν Χριστὸν ἀνευφήμησε. Καὶ ἐπιστρέψας τὸ πλῆθος πρὸς ἑαυτόν, καὶ τὸν ἄρχοντα προκαθήμενον καταπλήξας τῇ παῤῥησίᾳ, καὶ εἰς ἄκραν μανίαν κινήσας, τὴν διὰ ξίφους δέχεται τελευτήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Θωμαΐδος τῆς Λεσβίας
Θλίψεσι πολλαῖς Θωμαῒς λαμπρυνθεῖσα,
Δόξης ἀῤῥήτου παρὰ Χριστοῦ μετέσχε.

Ἄλλος Πέτρος πρόκριτος ὡράθη Πέτρος,
Σημεῖα ποιῶν ὡς ἐκεῖνος μυρία.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Μήτηρ καὶ Δύο Τέκνα, πυρὶ τελειοῦνται.
Μητρὸς φλεγείσης, καὶ τὰ τέκνα πρὸς φλόγα,
Τετριγότα τρέχουσιν ὡς στρουθοῦ τέκνα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ  σίου Ἀκακίου τοῦ ἐν τῷ Λάτρῳ.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελίτωνος τῆς Βηρυτο

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παντελεήμονος τῆς Μονῆς Κόστυτσεβ Ῥωσίας

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.














ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν
Συντριβέντα με τοῖς πταίσμασι, καὶ κείμενον, ἐν σκότει Κύριε, τῆς παραβάσεως, οἰκτείρας ἠλέησας, δι' ἀγαθότητα, καὶ ἐν ὕδασι, τοῦ Ἰορδάνου Κύριε, παραγίνῃ βαπτισθῆναι.
Τὶ τὸ ξένον τοῦτο θέαμα; ἐβόησαν Ἀγγέλων τάγματα, ὁ λίμνας καὶ ποταμούς, ποιήσας προστάγματι, τὰ Ἰορδάνια, ῥεῖθρα ἔρχεται, περιβαλέσθαι· τούτοις γάρ, τὸν Ἀδὰμ ἀνακαινίζει.
Ὕψος ἄφατον, καὶ βάθος μὴ μετρούμενον, ὑπάρχει Δεσπότα, οἰκονομία ἡ σή, πᾶσαν ὑπερβαίνουσα, νοὸς κατάληψιν, πῶς δι' ὕδατος, καὶ Παναγίου Πνεύματος, τοὺς βροτοὺς ἀναχωνεύεις.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Μετ’ ἐκπλήξεως ἰδοῦσά σε μακάριε ὅλη τεθάμβηται, τῇ ἐμφανείᾳ τῇ σῇ, ἡ πρώην τὰ θεῖά σου, δέδωκας λείψανα, καὶ τὸ θεῖόν σου, μαθοῦσα Πάτερ ὄνομα, ὕμνον ᾖσε τῷ Κυρίῳ.
Νέον στήριγμα τῇ Ἐκκλησίᾳ πέφηνας Ἐφραὶμ τρισόλβιε, ἀναφανεὶς θαυμαστῶς, εἰ καὶ πάλαι ἤθλησας, γνώμῃ θεόφρονι· καὶ τοῖς θαύμασι, τῶν ἱερῶν λειψάνων σου, χαρμονῆς θείας πληροῦται.
κ τῆς πόλεως τῶν Ἀθηναίων σπεύδουσι Πάτερ τῇ Μάνδρᾳ σου, καὶ Πειραιῶς εὐλαβῶς, ζητοῦντες βοήθειαν, ἐκ τῆς σῆς χάριτος, καὶ προσπίπτοντες, τοῖς ἱεροῖς λειψάνοις σου, τῶν παθῶν ἀπολυτροῦνται.
Θεοτοκίον.
ς ὑπήνεγκε τὴν τῶν βαρβάρων ἔφοδον Ἐφραὶμ ὁ Ὅσιος, ἐν τῇ σεπτῇ Σου Μονῇ, Μαρτύρων ἰσότιμος, ἁγνὴ γεγένηται, ἀνακράζων Σοι· χαῖρε Παρθένε ἄχραντε, τῶν ἀνθρώπων σωτηρία.


















ᾨδὴ η'. Παῖδας εὐαγεῖς
Φωνὴ τοῦ Γεννήτορος ἐξ ὕψους, Υἱὸν μαρτυρήσει ὁμοούσιον, βαίνοντα ἐν ὕδασι, καὶ τὴν εὐλογίαν σου, τούτοις προσεπιπέμποντα, εὐλογημένε Χριστέ, καὶ Πνεῦμα σε τὸ Ἅγιον πᾶσιν, ἐπανακηρύξει, Θεὸν σεσαρκωμένον.
Χόρευε ἡ κτίσις αἰσθομένη, Θεοῦ τὴν ἁγίαν ἐπιφάνειαν. Ἄγγελοι ὑμνήσατε, θάλασσα εὐφράνθητι· Λίμναι Πηγαὶ σκιρτήσατε, καὶ Ποταμοὶ μυστικῶς, κροτήσατε ἐν ὕμνοις, ἐπέστη, ὁ ταῖς εὐλογίαις, ὑμᾶς Χριστὸς λαμπρύνων.
Ψάλωμεν Κυρίῳ ἐν αἰνέσει, τῷ ἐπιφανέντι ἐν τοῖς ὕδασι, καὶ τὴν συντριβὴν ἡμῶν, τούτοις ἀναπλάσαντι, καὶ κεφαλὰς συντρίψαντι, τῶν ἀοράτων ἐχθρῶν, καὶ κράξωμεν· Ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὦ θαῦμα θαυμάτων! πῶς ὁ πάσης, ἐπέκεινα κτίσεως Θεὸς ἡμῶν, κτίζεται καὶ πλάττεται, ἐκ τῆς Θεομήτορος, καὶ καινουργεῖ θελήματι, καὶ ἀναπλάττει ἡμᾶς, δι' ὕδατος καὶ Πνεύματος πλάσιν,θαυμασιωτάτην, ὁ μόνος εὐεργέτης.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Γέγονεν ἡ εὕρεσις παμμάκαρ, λειψάνων σου τῶν ἁγίων Ἐφραὶμ Ἅγιε, ἑορτῆς ὑπόθεσις, καὶ θαυμάτων πρόξενος, ἁγιασμὸν παρέχουσα καὶ παθῶν ἴασιν, τοῖς πίστει προσιοῦσι προθύμως, τῇ σεπτῇ Μονῇ σου, καὶ σὲ ὑμνολογοῦσι.
χει ἡ Μονή σου ἡ ἁγία, προστάτην καὶ ἀρωγόν σε ἑτοιμότατον, καὶ καυχᾶται Ἅγιε, καὶ καθαγιάζεται, τοῖς ἱεροῖς λειψάνοις σου πίστει προσπίπτουσα· ᾗ δίδου, ἐσαεὶ οὐρανόθεν, τῆς σῆς εὐλογίας, τὰς σωτηριώδους δόσεις.
ῶσιν καὶ τελείαν θεραπείαν, ὁ πρώην Πάτερ παράλυτος εὑράμενος, προσελθὼν ἐκ πίστεως, τῇ σεπτῇ σου χάριτι, διαπρυσίῳ στόματι πᾶσιν ἐκήρυττε, τὴν σήν, θαυματουργίαν θεόφρον, δι’ ἧς μετεστράφη, Κυρίῳ ὁλοψύχως.
Θεοτοκίον.
τρεπτος διέμεινεν ἐν πᾶσι, τῇ Σῇ ἀντιλήψει δυναμούμενος, Ἐφραὶμ ὁ μακάριος, ἐχθρῶν ἰταμότητι, ὑμνολογῶν Σε Δέσποινα καὶ πίστει κράζει Σοι· λαμπάς, χαῖρε φωτὸς τοῦ ἀδύτου, χαῖρε Παναγία, ὑπερδεδοξασμένη.







ᾨδὴ θ'. Ἅπας γηγενής
Ἴδε ὁ Ἀμνός, ὁ αἲρων τὰ πταίσματα τῆς ἀνθρωπότητος, ἦλθεν ἐπεδήμησε· καὶ πρὸς τὸν δοῦλον αἰτῶν τὸ Βάπτισμα, δουλοπρεπῶς ἐφίσταται, ἐλευθερῶσαι ζητῶν, δουλωθέντας, ἡμᾶς τῷ ἀλάστορι, καὶ τὸ κάλλος πρὶν ἀπολέσαντας.
Ὤφθη ἐμφανῶς, Θεὸς σωματούμενος, δι' ἀγαθότητα, καὶ τὰ Ἰορδάνια, περιβαλέσθαι ἔρχεται νάματα, ὁ περιβάλλων νέφεσι, τὸν οὐρανὸν ἀληθῶς, τούτου πάντες, νῦν προεορτάσωμεν, τὴν σεπτὴν ἐν χαρᾷ Ἐπιφάνειαν.
Σκίρτησον χαρά, καὶ προετοιμάσθητι, καθυποδέξασθαι, ὕδωρ τὸ ἁλλόμενον, ὦ Ἰορδάνη εἰς αἰωνίαν ζωήν, οἱ ποταμοὶ χορεύσατε, βλέποντες νῦν τῆς τρυφῆς, τὸν χειμάρρουν, ῥείθροις ἐπιβαίνοντα, καὶ κακίας τὴν χύσιν ξηραίνοντα.
Ηὔγασεν ἡμῖν, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν παθῶν, πάντοτε καθεύδουσι· καὶ γὰρ ἐπέστη Χριστὸς ὁ Κύριος, δικαιοσύνης Ἥλιος, ὢν καὶ νοούμενος, ὑποκλῖναι, δούλῳ κεφαλὴν αὐτοῦ, καὶ σαρκὶβαπτισθῆναι θελήματι.
Θεοτοκίον.
Φρίττει Χερουβὶμ καὶ πᾶσα οὐράνιος φύσις Πανάμωμε, τὸν ὑπὲρ κατάληψιν, σεπτόν σου τόκον ὁμοιωθέντα ἡμῖν, δι' εὐσπλαγχνίαν ἄφατον, καὶ βαπτισθέντα σαρκί, οὗ τὴν θείαν, πάντες Ἐπιφάνειαν, ἑορτάζομεν νῦν ἀγαλλόμενοι.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Στήριγμα γενοῦ, καὶ τεῖχος ἀκράδαντον καὶ πύργος ἄσειστος, τῇ Μονῇ σου Ἅγιε, τῇ κατεχούσῃ ὡς ὄλβον ἄσυλον, τὰ ἱερά σου λείψανα, καὶ χαριτόβρυτα, καὶ εἰς πᾶσαν, Πάτερ τὴν περίοικον, ἀεὶ δίδου τὰ θεῖα δωρήματα.
ασαι ἡμῶν, ψυχῆς καὶ τοῦ σώματος τὰς νόσους Ἅγιε, οἷα συμπαθέστατος, καὶ φῶς παράσχου ἡμῖν οὐράνιον, καὶ τάχος ἀποδίωξον ἐξ ἡμῶν Ἅγιε, τοῦ Βελίαρ, ἅπαντα τὰ σκάνδαλα, ἐν εἰρήνῃ φυλάττων τὴν ποίμνην σου.
Μύρου νοητοῦ, ἀλάβαστρον γέγονας, Πάτερ τῷ βίῳ σου· ὅθεν καὶ τὰ λείψανα, τὰ ἱερά σου ὑπὲρ ἀρώματα, ἡμᾶς εὐωδιάζουσι ὀσμῇ τῇ κρείττονι, δυσωδίαν, παθῶν ἀπελαύνοντα, θεοφόρε Ἐφραὶμ τῇ σῇ χάριτι.
μβρησον ἡμῖν, Χριστὲ πολυέλεε χάριν καὶ ἔλεος, θείαις παρακλήσεσιν, Ἐφραὶμ τοῦ Ἱερομάρτυρος, οὗ ταῖς πρεσβείαις εὔσπλαγχνε Κύριε, τὴν τῇ γὰρ τούτου, προστασία γάνυται, ἡ παροῦσα Μονὴ καὶ διέπεται.
Θεοτοκίον.
μνοις καὶ ᾠδαῖς, δοξάζων τὴν δόξαν Σου Ἐφραὶμ ὁ Ὅσιος, χαῖρέ Σοι ἐκραύγαζεν, εὐλογημένη θεοχαρίτωτε· χαῖρε σκέπη καὶ καύχημα ταύτης τῆς Μάνδρας Σου· ἣν ἀπαύστως, Θεοτόκε φύλαττε, ἐκ δεινῶν πειρασμῶν τε καὶ θλίψεων.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῆς ἱερᾶς εὑρέσεως, τῶν ἱερῶν λειψάνων σου, ἀνάμνησιν ἐκτελοῦντες, πανηγυρίζομεν πόθῳ,          Ἐφραὶμ ἀνευφημοῦντές σε, ὡς Ὅσιον καὶ Μάρτυρα, καὶ ἰατῆρα τάχιστον, τῶν εὐλαβῶς προσιόντων, τῇ ἀντιλήψει σου Πάτερ.
Προεόρτιον.
Τὰ θεῖα προεόρτια, ἐν εὐφροσύνη ἄγοντες, τῆς θείας ἐπιφανείας, τοῦ Βασιλέως τῆς δόξης, πῶς ὑπὸ δούλου ὁ Κτίστης, δέχεται βάπτισμα θεῖον.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῇ φανερώσει τῶν θείων Ἐφραὶμ λειψάνων σου, παντὶ γνωστὸς τῷ κόσμῳ, θαυμαστῶς ἀνεδείχθης, ὁ πάλαι κεκρυμμένος λήθης βυθῷ, καὶ εὐφραίνεις τοὺς ἅπαντας, τοῖς θαύμασί σου οἷς χάριτι ἐνεργεῖς, εἰς Χριστοῦ δόξαν καὶ αἴνεσιν.

Δεδοξασμένος θεόφρον Ἁγίῳ Πνεύματι, οἷς θέλεις ἐπιφαίνῃ, τοῖς ἐγγὺς καὶ τοῖς πόῤῥω, Ἐφραὶμ θαυματοφόρε καὶ χορηγεῖς, τοῖς αἰτοῦσι τὰ πρόσφορα, καὶ θεραπεύεις νοσήματα χαλεπά, τῇ πρσπτύξει τῶν λειψάνων σου.

Ἐπιδραμόντων βαρβάρων ποτὲ τῇ Μάνδρᾳ σου, μαρτυρικῷ θανάτῳ, πρὸς Χριστὸν μετετέθης· τανῦν δὲ μετὰ χρόνιον ὑπὸ γῆν, τοῦ σοῦ σκήνους κατάκρυψιν, τοῦτο ἀνέδειξας Πάτερ νεύσει Θεοῦ, οἷα δώρημα οὐράνιον.

Μεγαλομάρτυς Κυρίου μακάριε, ῥύου ἐκ πάσης βλάβης, τὴν παροῦσαν Μονήν σου, καὶ πλήρου τὰ αἰτήματα συμπαθῶς, τῶν αἰτούντων τὴν χάριν σου, καὶ προσκυνούντων λειψάνων σου τὴν σορόν, ὡς θησαύρισμα τῆς χάριτος.

Δόξα. Ἦχος πλ. α΄.
Ὡς ἥλιος νεοφανής, τῇ σεπτῇ Ἐκκλησίᾳ ἀνέτειλας, Ὁσιομάρτυς Ἐφραὶμ μακάριε· τῇ γὰρ εὑρέσει τῶν σεπτῶν λειψάνων σου, χαρᾶς πολλῆς ἡμᾶς ἔπλησας, καὶ πάντα τὰ σὰ γνωστὰ γεγόνασιν, ἀποκρυβέντα πάλαι, ἐτῶν πολλῶν ἑλίξεσι· νῦν δὲ φανερωθέντα ἡμῖν, ἐκ τῶν ἀδύτων τῆς γῆς, μαρμαρυγὰς ἰαμάτων ἐπαφιᾶσι, καὶ σκότος παθῶν λύουσι, καὶ ῥῶσιν καὶ ὑγείαν χορηγοῦσι τοῖς πιστοῖς. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, σὺν Ὁσίοις καὶ Μάρτυσι πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον.
Ἐν Ἰορδάνῃ ποταμῷ, Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ Αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Ὤφθησαν ὡς κρίνα ἐαρινά, ὀσμὴν ἰαμάτων, διαπνέοντα τοῖς πιστοῖς, Ἐφραὶμ θεομάκαρ, τὰ θεῖα λείψανά σου· διὸ ἐν τῇ εὑρέσει τούτων ὑμνοῦμέν σε.
Χαίρει ἡ Μονή σου ἡ εὐαγής, ἐπὶ τῇ εὑρέσει, τῶν λειψάνων σου τῶν σεπτῶν, καὶ πιστῶς βοᾷ σοι, Ἐφραὶμ Ὁσιομάρτυς· χαῖρε τῆς Ἐκκλησίας ἀστὴρ νεόφωτος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου